The Greek Library Author

Hippocrates

Περὶ συρίγγων

§ 1

Author namesHippocrate · Hippocrates · Ιπποκρατης

Scientific editors
Émile Littré
Edition reference
Oeuvres complètes d’Hippocrate · Amsterdam · Adolf M. Hakkert · 1961
CTS identifier
urn:cts:greekLit:tlg0627.tlg030.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

1.

σύριγγες γίνονται μὲν ὑπὸ φλασμάτων καὶ φυμάτων, γίνονται δὲ καὶ ὑπὸ ἐρεσίης, καὶ ἱππασίης, ὅταν ἀθροισθῇ ἐν τῷ γλουτῷ αἶμα πλησίον τῆς ἕδρης· σηπόμενον γὰρ νέμεται ἐς τὰ μαλθακὰ, ἅτε ὑγροῦ ἐόντος τοῦ τε ἀρχοῦ, καὶ τῆς σαρκὸς μαλθακῆς, ἐν ᾗ νέμεται, ἔστʼ ἂν τὸ φῦμα ῤήξῃ καὶ κάτω ἐς τὸν ἀρχὸν διασήψῃ. ἐπὴν δὲ τοῦτο γένηται, συριγγοῦται, καὶ ἰχὼρ ῤέει, καὶ κόπρος ῤεῖ διʼ αὐτῆς καὶ φῦσα καὶ βδελυγμίη πολλή. ὑπὸ μὲν οὖν τῶν φλασμάτων γίνεται, ὁκόταν τι τῶν περὶ τὸν ἀρχὸν χωρίων φλασθῇ ὑπὸ πληγῆς, ἢ ὑπὸ πτώματος, ἢ ὑπὸ τρώματος, ἢ ἱππασίης, ἢ ἐρεσίης, ἢ ὅσα τοιουτότροπά ἐστι· ξυνίσταται γὰρ αἷμα· σηπόμενον δὲ ἐκπυΐσκεται· ὑπὸ δὲ τοῦ ἐκπυϊσκομένου πάσχει ἅπερ ἐπὶ τῶν φυμάτων εἴρηται.