The Greek Library Author

Hippocrates

De corde

Chapter 4

Author namesHippocrate · Hippocrates · Ιπποκρατης

Scientific editors
Émile Littré
Edition reference
Oeuvres complètes d'Hippocrate · Paris · Baillière · 1861
CTS identifier
urn:cts:greekLit:tlg0627.tlg045.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 4

Περὶ δὲ οὗ ὁ λόγος, ἡ καρδίη μῦς ἐστι κάρτα ἰσχυρὸς, οὐ τῷ νεύρῳ, ἀλλὰ πιλήματι σαρκός. Καὶ δύο γαστέρας ἔχει διακεκριμένας ἐν ἑνὶ περιβόλῳ, τὴν μὲν ἔνθα, τὴν δὲ ἔνθα· οὐδὲν δὲ ἐοίκασιν ἀλλήλῃσιν· ἡ μὲν γὰρ ἐν τοῖσι δεξιοῖσιν ἐπὶ στόμα κέεται ὁμιλέουσα τῇ ἑτέρῃ [φλεβὶ], ἡ δὲ δεξιὴ φημὶ τῶν ἐν λαιοῖς· ἡ γὰρ πᾶσα καρδίη τουτέοισι τὴν ἕδρην ἐμπεποίηται· ἀτὰρ ἥδε καὶ πάμπαν εὐρυκοίλιος καὶ λαγαρωτέρη πολλῷ τῆς ἑτέρης, οὐδὲ τῆς καρδίης νέμεται τὴν ἐσχατιὴν, ἀλλ’ ἐγκαταλείπει τὸν οὐραχὸν στερεὸν, καί ἐστιν ὥσπερ ἔξωθεν προσεῤῥαμμένη. Ἡ δὲ ἑτέρη κέεται ὑπένερθεν μὲν μάλιστα, καὶ κατ’ ἰθυωρίην μάλιστα μὲν μαζῷ ἀριστερῷ, ὅπη καὶ διασημαίνει τὸ ἅλμα.