The Greek Library Author

Hippocrates

De diebus criticis

Chapter 7

Author namesHippocrate · Hippocrates · Ιπποκρατης

Scientific editors
Émile Littré
Edition reference
Oeuvres complètes d'Hippocrate · Paris · Baillière · 1861
CTS identifier
urn:cts:greekLit:tlg0627.tlg053.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 7

7. Καῦσος δὲ τοῖσι προειρημένοισιν οὐχ ὁμοίως γίνεται· φύσει γὰρ ἅπας ὡς ἠνάγκασθαι πυρέξαι. Δίψα μὲν οὖν πολλὴ ἔχει τὸν ἄνθρωπον καὶ πυρετὸς σφοδρός. Γλῶσσα δὲ ῥήγνυται τρηχυνομένη, καὶ ξηρὴ γίνεται, καὶ τὸ χρῶμα αὐτῆς τὸ μὲν πρῶτον ὠχρόν ἐστι, οἷόν περ εἴωθε, προϊόντος δὲ τοῦ χρόνου μελαίνεται, καὶ ἢν μὲν ἐν ἀρχῇσι μελαίνοιτο, θάσσους αἱ κρίσιες εἰσὶν, ἢν δὲ ὕστερον, χρονιώτεραι.