The Greek Library Author

Philumenus

De venenatis animalibus eorumque remediis

Scientific editors
Max Wellmann
Edition reference
Philumeni De venenatis animalibus eorumque remediis · Leipzig · Teubner · 1908
CTS identifier
urn:cts:greekLit:tlg0671.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ᾱ κυνὸϲ λυϲϲῶντοϲ ϲημεῖα καὶ τῶν ὑπ’ αὐτοῦ δεδηγμένων.

1 τὸν περὶ τῶν λυϲϲοδήκτων λόγον προετάξαμεν τῶν ἄλλων, ἐπειδὴ καὶ τὸ ζῷον πολύ τε καὶ ϲύνηθέϲ ἐϲτι καὶ ϲυνεχῶϲ ἁλίϲκεται τῇ λύϲϲῃ καὶ δυϲφύλακτον καθέϲτηκεν, καὶ ὁ ἀπ᾿ αὐτοῦ κίνδυνοϲ χαλεπόϲ, εἰ μὴ πολλοῖϲ χρήϲαιτό τιϲ τοῖϲ βοηθήμαϲιν.

2 λυϲϲᾷ δὲ ὁ κύων ὡϲ τὸ πολὺ μὲν ἐν τοῖϲ ϲφοδροτάτοιϲ καύμαϲιν, ἔϲθ᾿ ὅτε δὲ καὶ ἐν τοῖϲ ἐπί τεταμένοιϲ κρύεϲιν. λυϲϲήϲαϲ δὲ ἀποϲτρέφεται καὶ βρῶϲιν καὶ πόϲιν, καὶ φλέγμα πολὺ καὶ ἀφρῶδεϲ ἐκ τοῦ ϲτόματοϲ καὶ τῶν ῥινῶν προβάλλει, καὶ πονηρὸν βλέπει καὶ ϲτυγνότερόϲ ἐϲτι τοῦ ϲυνήθουϲ· ἐφορμᾷ δὲ καὶ χωρὶϲ ὑλαγμοῦ πᾶϲιν ὁμοίωϲ, καὶ θηρίοιϲ καὶ ἀνθρώποιϲ ϲυνήθεϲί τε καὶ ἀγνώϲτοιϲ, καὶ δακὼν παραχρῆμα μὲν οὐδὲν ὀχληρὸν ἐπιφέρει, πλὴν ὅϲον ὀδύνην τὴν ἐκ τοῦ τραύματοϲ, ὕϲτερον δὲ ἐμποιεῖ πάθοϲ τὸ καλούμενον ὑδροφοβικόν.

3 ϲυμπίπτει δὲ μετὰ ϲπαϲμῶν καὶ παρακοπῆϲ καὶ ἐρυθήματοϲ ὅλου τοῦ ϲώματοϲ, μάλιϲτα δὲ τοῦ προϲώπου, καὶ μετὰ ἀφιδρώϲεωϲ καὶ ἀπορίαϲ. καὶ τινὲϲ μὲν τῶν ὑδροφοβιώντων φεύγουϲι τὴν αὐγήν, τινὲϲ δὲ τρύχονται ϲυνεχῶϲ· ἔνιοι δὲ 5. SIM. Cels. V 27,2; Ruf.(210sq. 371 sq. 447 eq.) ; Herod. (Rh. M. 58,104 sq.) Gal. XIV 277 sq.; Orib. V 417 (e Gal.) ; Caet. Aur. a. m. III 9 sq. (e Sorano) ; Aet. VI 24 (e Gal. Posid. Ruf.). cf. Ael. n. a. IX 15. 5. EXC. Ps Diosc. περὶ ἰοβόλων 1 (57 sqq.) Paul. Aeg. V 3, unde Theoph. Nonn. 271. 2 verba γνήϲιον — ὅϲδε seclusi: compilatori vindicanda sunt. 4 προϲθῆ· ναι P: correxi, προθεῖναι Wilamucits καὶ delevi (dittogr.) ὅϲδε P: ὅϲδϛ Ρ: 5 τῶ P: correxi δεδηγμένω P: correxi 7 καὶ (pr.) fort. delendum 8 χα- λεπόϲ] ἀπαραίτητόϲ ἐϲτιν D A 9 post πολλοῖϲ add. καὶ προϲφόροιϲ A. 10 post καύμαϲιν add. A ψϲ δέ φηϲιν ὁ Λύκοϲ; ad rem cf. Alex. Aphr. Probl. I 76. 11 ἀποτρέπεται D 13 ϲτυγνότερόϲ ἐϲτι] ϲτυγνότερον D 15 post ἀγνώϲτοιϲ fortasse addas e A καὶ δάκνει παραχρῆμα D A: παραχρῆμ P 17 καὶ addidi 18 παρακοπῆϲ om. D A 19 ἐφιδρώϲεωϲ D A καὶ τὸ ὕδωρ φεύγουϲιν ὁρῶντέϲ τε καὶ προϲφερόμενοι, τινὲϲ δὲ καὶ πᾶν ὑγρόν A 20 τὴν αὐγὴν D: αὐτήν P, fort. plura interciderunt τρύχονται D: τρέφονται P καὶ ὑλακτοῦϲιν, ὥϲπερ κύνεϲ, καὶ δάκνουϲιν ἐπιόντεϲ, καὶ δακόντεϲ 1 3 αἴτιοι τοῦ αὐτοῦ πάθουϲ κατέϲτηϲαν.

τῶν δὲ ἐμπεϲόντων εἰϲ τὸν 4 ὑδροφόβαν οὐδένα ἴϲμεν περιγενάμενον, εἰ μὴ καθ᾿ ἱϲτορίαν παρειλήφαμεν ἕνα ἢ δεύτερον· καὶ γὰρ εὔδημοϲ περιγεγενῆϲθαί τινά φηϲι, καὶ Θεμίϲωνα οἱ μὲν λέγουϲι τῷ πάθει δηχθέντα περιπεϲεῖν καὶ ϲωθῆναι, οἱ δὲ φίλῳ ὑδροφοβιῶντι προϲκαρτερήϲαντα προθύμωϲ καὶ. ϲυμπαθῶϲ εἰϲ τὴν ὁμοίαν ἐμπεϲεῖν διάθεϲιν καὶ πολλὰ κακοπαθήϲαντα ϲωθῆναι. τὸ μὲν οὖν πάθοϲ ἐϲτὶν ἀργαλέον, πρὸ δὲ τῆϲ καταπείραϲ αὐτοῦ πολλοὺϲ καὶ αὐτοὶ περιεϲώϲαμεν καὶ ὑπὸ ἄλλων ἰατρῶν ϲωθένταϲ ἔγνωμέν.

β θεραπεία κυνὸϲ λυϲϲῶντοϲ.

τῆϲ θεραπείαϲ ἡ μέν ἐϲτι κοινή, καὶ χρηϲτέον αὐτῇ ἐπὶ πάντων 1 τῶν ὑπό τινοϲ τῶν ἰοβόλων ζῴων | δεδηγμένων, ἡ δέ τιϲ ἰδία τῶν λυϲϲοδήκτων, τοὺϲ μὲν ἄκρωϲ ὠφελεῖν εἰθιϲμένη, τοῖϲ δὲ ἀπὸ πολλοῦ δηχθεῖϲιν ἀνάρμοϲτοϲ. καὶ πρῶτόν γε ταύτην ἐκθέμενοι, μετὰ τοῦτο καὶ τὴν κοινὴν ἐπιτροχάϲομεν.

δεῖ τοίνυν καρκίνουϲ ποταμίουϲ 2 ἐπὶ κληματίδοϲ λευκῆϲ ἀμπέλου καῦϲαι καὶ τὴν τέφραν αὐτῶν λειοτριβήϲανταϲ ἔχειν μὲν ἀποκειμένην· ὁμοίωϲ δὲ καὶ ῥίζαϲ γεντιανῆϲ ἀποθέϲθαι κεκομμέναϲ καὶ ϲεϲηϲμέναϲ.

ὁπόταν δέ τιϲ δηχθῇ 3 ὑπὸ λυϲϲῶντοϲ κυνόϲ, εἰϲ οἴνου ἀκράτου κυάθουϲ τρεῖϲ ἢ τέϲϲαραϲ ἐμπάϲϲειν δύο μὲν κοχλιάρια τῆϲ τῶν καρκίνων τέφραϲ, ἓν δὲ κοχλιάριον τῆϲ γεντιανῆϲ, ἐγκυκήϲαντάϲ τε ὡϲ ἄλφιτον τῷ δεδηγμένῳ διδόναι πιεῖν ἀπὸ τῆϲ πρώτηϲ ἡμέραϲ μέχρι τεϲϲαράκοντα ἡμερῶν· ἔϲτω δὲ ὁ οἶνοϲ παλαιότεροϲ μᾶλλον ἢ νεώτεροϲ, καὶ εἴ τιϲ πρὸϲ ψιλὸν τὸν ἄκρατον ἀθέτωϲ ἔχοι, κεκράϲθω ζωρότερον.

ἀπ᾿ ἀρχῆς μὲν οὖν 4 διδόμενον τὸ φάρμακον τοῦτον προϲφερέϲθω τὸν τρόπον. εἰ δὲ ἡμέραι παρέλθοιεν δύο ἢ καὶ τρεῖϲ ἀπὸ τῆϲ δήξεωϲ, ἐγχειροῦντεϲ τῇ θεραπείᾳ 11 SIM. Damocr. (Gal. XIV 195); Asclep. (Gal. XIV 169); Gal. (0rib. V 417 sq.); Orib. IV 623; Ael. Pr. περὶ ἰοβόλων (f. 482v). 11 EXC. Ps. Diosc. l. s. 2 (59 sq.). 1 οἱ κύνεϲ A, fort. recte ἐπιόνταϲ A 4 ἕνα ἢ addidi e D: ἔνα ἢ δύο A: ἅπαξ ἢ δεύτερον vel δεύτερον solum mavult Krumbacher περιγεγενῆ- ϲθαι D: περιγενεϲθαι P 5 καὶ θεμίϲωνα addidi e D, ad rem cf. Scrib. L. 171; Cael. Aur. a. m. III 16,132; Plut.de an. 10; Orib. V 418; PolI. V 53 13 τῶν (utrobique) addidi: τῶν ὑπό τινοϲ ἰοβόλου ζψου D 14 ὠφελεῖ ἠθιϲμένη P: correxi e D 15 ἀπὸ πολλοῦ D: ὑπὸ ἄλλου P 16 ἐκτροχάϲομεν D 18 μὲν delevi D duce (dittogr.) ῥίζαν . . . κεκομμένην καὶ ϲεϲηϲμένην D 19 ϲεϲειϲ- μέναϲ P: correxi e D 20 γ η δ Ρ τρεῖϲ ἢ om. D 21 ἐμπάϲϲει P (ν add. m. post.): ἐμβάλλειν D κοχλιάρια —δὲ addidi e D, cf. Orib. l. s. 22 ωϲ ἐν ἀλφίτῳ δεδευμένῳ D τῶν δεδηγμένων P: correxi 23 μ Ρ (semper): τεϲϲάρων D A, at cf. 0rib. V 682 25 ad ζωρότερον conferri iubet Diels Emped. fr. 35, 15 27 παρεληλύθαϲι D β ἢ καὶ γ P: καὶ om. D 2 4 τριπλάϲιον τῇ ϲυμμετρίᾳ ποιήϲαντεϲ τὸ φάρμακον δώϲομεν, τοῦ δὲ οἴνου τὸ προειρημένον μέτρον, ἔπειτα τῇ δευτέρᾳ καὶ τρίτῃ καὶ τετάρτῃ οὐκέτι τὸ τριπλάϲιον, ἀλλ᾿ ὅϲον ἐξ ἀρχῆϲ εἰρήκαμεν. τὸ μὲν οὖν ἄριϲτον ἐπὶ τῶν λυϲϲοδήκτων βοήθημα, ὃ δὴ καὶ μόνον ἐνίοιϲ ἤρκεϲεν, τοῦτ’ ἔϲτιν, καὶ χρηϲτέον αὐτῷ μετὰ πεποιθήϲεωϲ.

5 ἕνεκα δὲ τοῦ καὶ διὰ τῶν ἄλλων ἠϲφαλίϲθαι πρὸϲ ἄφευκτον εἶναι δοκοῦντα κίνδυνον, οὐδὲν τὸ κωλῦόν ἐϲτι καὶ τοῖϲ λοιποῖϲ χρήϲαϲθαι βοηθήμαϲιν· αἱρετώτερον γὰρ διακενῆϲ, ἂν οὕτω τύχῃ, | τῶν βοηθημάτων τὸ ἀπάνθρωπον ὑπομεῖναι, ἢ διὰ τὴν ὀλιγωρίαν κινδύνῳ περιπεϲεῖν.

6 οὐχ οὕτωϲ δὲ εὐλαβητέον τὰ μεγάλα τραύματα ἐπὶ τῶν λυϲϲοδήκτων, ὡϲ τὰ μικρὰ καὶ ταῖϲ ἀμυχαῖϲ ἐμφερῆ· διὰ μὲν γὰρ τῶν μειζόνων ἁθροῦν καὶ πολὺ τὸ αἴμα προχεόμενον δύναιτ’ ἄν τιϲ καὶ τοῦ ἰοῦ ϲυναποκλύζειν, διὰ δὲ τῶν μικροτέρων οὐδαμῶϲ· ὅθεν ἐπὶ μὲν τῶν μειζόνων τὰϲ ἀφιϲταμέναϲ ϲάρκαϲ αὐτόθεν ἀφαιρετέον καὶ τὰ χείλη περιγλυπτέον, ἐπὶ δὲ τῶν μικροτέρων μείζονα τόπον διὰ τῆϲ ἀκμῆϲ περιγραπτέον· ἀναϲταθείϲηϲ δὲ δηλονότι τῆϲ ϲαρκὸϲ ἀγκίϲτρῳ ἢ μυδίῳ τὴν ἐκτομὴν ἐπιτελεϲτέον.

7 ἐπὶ ἀμφοτέρων δὲ τὰ ἐν κύκλῳ βαθυτέραιϲ ἀμυχαῖϲ καταϲχαϲτέον, ὅπωϲ ἡ τοῦ αἵματοϲ φορὰ πλουϲιωτέρα γεναμένη ἐναντιωθῇ τῆ εἴϲω τοῦ ἰοῦ διαδύϲει. πολὺ δ’ ἂν καὶ ἡ ϲικύα κολληθεῖϲα μετὰ πολλῆϲ φλογὸϲ παράϲχοι ὄφελοϲ, ὥϲτε ταῖϲ ὕλαιϲ ὁμοῦ καὶ τὴν φθοροποιὸν ἑλκύϲαι δύναμιν.

γ περὶ καυτῆροϲ τῶν ἐπὶ ἰοβόλων τραυμάτων.

ἡ δὲ καῦϲιϲ τὸ ἀνυϲιμώτατον ἐπὶ πάντων τῶν ἰοβόλων ἐϲτὶ βοήθημα· τὸ γὰρ πῦρ, πάϲηϲ τῆϲ ἄλληϲ δυνάμεωϲ εὐτονώτερον ὑπάρχον, ὁμοῦ μὲν κρατεῖ καὶ κωλύει φἑρεϲθαι τὸν ἰὸν ἐϲωτέρω, ὁμοῦ δὲ ἀναλίϲκει τὸ κρατηθὲν αὐτοῦ μέροϲ, τῇ δ’ ἑξῆϲ θεραπείᾳ προκαταβολὴν οὐ τὴν τυχοῦϲαν ἐργάζεται, παραμενούϲηϲ τῆϲ ἑλκώϲεωϲ ἐπὶ πλέον μετὰ τὴν ἔκπτωϲιν τῆϲ ἐϲχάραϲ· ἐν τοῖϲ μάλιϲτα δὲ καὶ τούτου φροντιϲτέον,

2 ὅπωϲ μὴ τάχιον τῶν τεϲϲαράκοντα | ἡμερῶν αἱ οὐλαὶ ϲυγκλειϲθεῖεν, ἀλλ’ ἐπὶ πολὺ τὰϲ ἑλκώϲειϲ τηρητέον, εἰ οἶόν τε, καὶ ἐπιφλεγμαινούϲαϲ καὶ ἐπιρρυπαινομέναϲ.

3 παρέξει δὲ αὐταῖϲ τὸ τοιοῦτο τάριχοϲ δριμύτατοϲ ἐπιτιθέμενοϲ, καὶ ϲκορόδων ἄγλιθεϲ λελειοτριβημέναι, 22 SIM. Damocrat. (Gal. XIV 200); Orib. IV 624. 22 EXC. Ps. D. l. s 61. 1 verba τριπλάϲιον — εἰρήκαμεν in brenius contraxit D 8 — 9 τὸ ἀπάν- θρωπον D: τὸν ἄνον P 12 τοῦ ἰοῦ D: τοὺϲιουϲ P 16 δὲ addidi e D ἐπιτελευτέον P: correxi: ἀποτελεϲτέον D 17 ἀμυχαῖϲ D: μυχαῖϲ P 18 γενο- μένη D εἰϲειϲω P: correxi 19 ἡ D: εἰ P παραράϲχοι P 22 cap. num. addidi καυϲτῆροϲ P: correxi coll. indice 23 τὸ om. D: delevi τῶν adiidi 26 ἐφεξῆϲ D 32 ϲκόροδον ἄγριον (άγλυον V M) λελειοτριβημένον D λελειοτριβημένον P: correxi κρόμμυά τε ὡϲαύτωϲ, καὶ ὀπὸϲ μάλιϲτα μὲν ὁ Κυρηναικὸϲ ἢ ὁ 3 3 Μηδικὸϲ ἢ ὁ Παρθικόϲ. καὶ κόκκοι δὲ πυρῶν ἐπιτιθέϲθωϲαν, καὶ μεμαϲημένοι μὲν καὶ ἀμάϲητοι· διαφυϲώμενοι γὰρ ὑπὸ τῆϲ βροχῆϲ ἀνευρύνουϲιν τὰ τραύματα.

τινὲϲ δὲ οἴονται τοὺϲ μεμαϲημένουϲ ἀντιπαθέϲ 4 τι ἔχειν ἀπὸ τῆϲ τῶν διαμαϲηϲαμένων νηϲτείαϲ· οὐ μὴν τοῦτο βέβαιόν ἐϲτιν, ἀλλ’ ἑκατέρωϲ αὐτοῖϲ χρηϲτέον.

εἰ δ’ ὅπερ γίνεται πλειϲτάκιϲ 5 αἱ· οὐλαὶ ϲυνερχόμεναι φθάνοιεν πρὸ τῶν τεϲϲαράκοντα ἡμερῶν, διὰ χειρὸϲ αὐτὰϲ ἀναξαίνειν προϲήκει, περιϲαρκίζονταϲ καὶ ἐντέμνονταϲ καὶ ἐπικαίονταϲ πάλιν, ἐὰν οὕτω τύχῃ· καὶ ἐκ τρίτου τε καὶ τετάρτου τὰ αὐτὰ ποιητέον. παρελθούϲηϲ δὲ τῆϲ ὡριϲμένηϲ προθεϲμίαϲ, ἀφετέον μὲν ἀπουλωθῆναι τοῖϲ ἕλκεϲιν, ἐμπλάϲτρῳ δὲ τῇ διὰ τῶν ἁλῶν ὅλον τὸν τόπον καταληπτέον· μετ’ ὀλίγαϲ δὲ ἡμέραϲ καὶ ϲιναπιϲτέον.

δ περὶ διαίτηϲ λυϲϲοδήκτων.

δεῖ δὲ καὶ τὴν δίαιταν ἐϲτοχάϲθαι τῆϲ πρὸϲ τὸν ἰὸν ἐναντιώϲεωϲ, 1 ἵνα ὁμοῦ μὲν ἀμβλύνῃ καὶ ϲβεννύῃ τὴν δύναμιν αὐτοῦ, ὁμοῦ δὲ κωλύῃ τὴν εἰϲ τὸ βάθοϲ φοράν· καταλαμβανόμενα γὰρ ἀντιπίπτει ἤδη τῇ παρειϲδύϲει τῆϲ φθοροποιοῦ δυνάμεωϲ.

δύναται δὲ τούτων 2 ἑκάτερον παρέχειν οἴνου ἀκράτου ἢ ζωροτέρου πόϲιϲ | καὶ γλυκέοϲ καὶ γάλακτοϲ· ὁρμὴν γὰρ ταῦτα πάντα ὀξεῖαν λαμβάνοντα πρὸϲ τὴν ἐπιφάνειαν ἀνθίϲταται τῷ ἰῷ καὶ πᾶϲαν αὐτοῦ τὴν δριμύτητα ἐκλύει·

ὡϲαύτωϲ δὲ καὶ ϲκορόδων καὶ κρομμύων καὶ πράϲων ἐδωδή· 3 καὶ ταῦτα δὲ καὶ τὸ ὅλον τὰ δυϲμετάβλητα καὶ δυϲεξίτηλα — παραμενουϲιν γὰρ αὐτῶν αἱ ποιότητεϲ ἐπὶ πλείουϲ ἡμέραϲ — οὐ κατανικᾶται οὐδὲ τρέπεται ὑπὸ τῆϲ φθοροποιοῦ δυνάμεωϲ, ἐκ δὲ τῶν ἔναντίων κρατεῖν αὐτῆϲ πέφυκεν.

εἰϲ τοῦτο δὲ καὶ τῶν ἀντιδότων ἐϲτὶ 4 χρεία, καθάπερ τῆϲ θηριακῆϲ καὶ τῆϲ Εὐπατορίου λεγομένηϲ καὶ τῆϲ Μιθριδατείου καὶ πάϲηϲ ἄλληϲ, ἥτιϲ ἐκ πλειόνων ἀρωμάτων εἴληφεν τὴν ϲύϲταϲιν· δυϲμετάβλητα γὰρ φύϲει πάντα τὰ ἀρώματα καὶ ταῖϲ δυνάμεϲι καὶ ταῖϲ οὐϲίαιϲ, διόπερ κρατεῖ τῶν ἐν τοῖϲ ϲώμαϲιν ἰῶν. τοιοῦτοϲ μὲν καὶ ὁ τῆϲ διαίτηϲ τρόποϲ.

περὶ τῶν ἐν προλήψει γεγονότων ὑδροφόβων ἀπὸ λυϲϲοδήκτων.

6 δεῖ δὲ γινώϲκειν ὅτι ἡ τοῦ ὑδροφοβικοῦ πάθουϲ ἐγκατάϲκηψιϲ οὐ μίαν οὐδὲ ὡριϲμένην ἔχει προθεϲμίαν· ὡϲ ἐπὶ τὸ πλεῖϲτον γὰρ περὶ τὴν τεϲϲαρακοϲτὴν ἡμέραν εἴωθεν τοῖϲ ἀμεληθεῖϲιν ἐμπίπτειν, ἤδη δὲ καὶ δι’ ἓξ μηνῶν ἐνίοιϲ ἀπήντηϲεν καὶ δι’ ἐνιαυτοῦ· καὶ ταῦτα καὶ ἡμῖν ἑώραται. ἱϲτοροῦϲι δέ τινεϲ μετὰ ἑπταετίαν ἐνίουϲ ἁλῶναι τῷ πάθει.

7 κατὰ μὲν οὖν τὰϲ ἀρχὰϲ τῶν λυϲϲοδήκτων ἡ θεραπεία δεδήλωται. ἐὰν δὲ δι’ οἱαϲδηποτοῦν αἰτίαϲ ἐν ταῖϲ πρώταιϲ ἡμέραιϲ μὴ παραληφθῇ τὰ προειρημένα βοηθήματα, τὸ μὲν περιϲαρκίζειν | τε καὶ καίειν παραλειπτέον· μάταιον γὰρ ἱκανῶϲ τὸ παρεληλυθὸϲ εἰϲ τὸ βάθοϲ μετάγειν πειρᾶϲθαι· οὐδεμία γὰρ ὄνηϲιϲ τῆϲ ἐπιβολῆϲ, ἀλλὰ διακενῆϲ τὰ ϲώματα ταῖϲ ὀδύναιϲ ὑποβληθήϲεται.

8 τρόποϲ δὲ ἕτεροϲ τῆϲ θεραπείαϲ εἰϲαγέϲθω, ὥϲτε κάθαρϲιν καὶ μεταϲύγκριϲιν ἐργάϲαϲθαι τοῖϲ ϲώμαϲιν· ϲυμμεταποιήϲει γὰρ τὴν ἕξιν κενοῦϲα.

9 διδόϲθω δὲ ἡ διὰ τῆϲ κολοκυνθίδοϲ ἱερά, καὶ τὸ γάλα δὲ τὸ ϲχιϲτόν, ὁμοῦ μὲν κάθαρϲιν καὶ ἐπίκραϲιν παρέχειν δυνάμενον, αἵ τε δριμυφαγίαι καὶ ἡ τοῦ ἀκράτου πόϲιϲ παραλαμβανέϲθωϲαν καθ᾿ ἡμέραν, ἀμβλύνειν δυνάμενα τὸν ἰόν, καὶ πρὸϲ τούτοιϲ ἱδρωτοποιία καὶ πρὸ τροφῆϲ καὶ μετὰ τροφήν, δρωπακιϲμοί τε καὶ ϲιναπιϲμοὶ κατὰ μέροϲ ἐφ᾿ ὅλου τοῦ ϲώματοϲ.

10 πάντων δὲ ἀνυϲιμώτατοϲ ἐπ᾿ αὐτῶν ὁ ἐλλέβορόϲ μοι ἐγνώϲθη, καὶ χρηϲτέον τεθαρρηκότωϲ τῷ βοηθήματι, καὶ οὐχ ἅπαξ οὐδὲ δὶϲ ἀλλὰ καὶ πλεονάκιϲ πρὸ τῆϲ τεϲϲαρακοϲτῆϲ ἡμέραϲ καὶ μετὰ ταύτην.

11 τοϲαύτην δὲ ἰϲχὺν προϲφέρεται τὸ βοήθημα τοῦτο, ὥϲτε καὶ τῶν ἤδη ϲυνῃϲθημένων τοῦ ὑδροφόβα περιϲωθῆναί τιναϲ, λαβόνταϲ τὸν ἐλλέβορον εὐθὺϲ ἐν τῷ πρώτῳ τῶ καταπειραϲμῷ τοῦ ϲυμπτώματοϲ· τοὺϲ γὰρ ἤδη κατεϲχημένουϲ οὔτε οὗτοϲ οὔτε ἄλλο τι περιποιῆϲαι δύναται.

12 πρὸϲ ὑδροφόβαϲ τὸ διὰ πυτίαϲ. πυτίαϲ λαγωοῦ, Λημνίαϲ ϲφραγῖδοϲ, ἀρκευθίδων, γεντιανῆϲ ἀνὰ ⩹ δ, δαφνίδων, ϲμύρνηϲ ἂνὰ ⩹ η ἀναλάμβανε μέλιτι.

13 ἡ δόϲιϲ κυάμου Αἰγυπτίου τὸ μέγεθοϲ. ἄλλο· ἐξέραμα κυνὸϲ ἄραϲ ξήρανον καὶ λεάναϲ θὲϲ ἐν πυξίδι καὶ χρῶ ὡϲ καλλίϲτῳ πρὸϲ λυϲϲοδήκτουϲ θαρρῶν. ἐκ τοῦ οδ Θεοδώρου· τοῖϲ δεδηγμένοιϲ ὑπὸ κυνὸϲ λελυϲϲηκότοϲ περίαπτε χαμελαίαϲ ῥίζαν· ὡϲ 1 EXC. Ps. D. l. s. 3 (64 sq.); Paul. Aeg. V 3 (162,16). 1 SIM. Cael. Aur. a. m. III 9, 100. 9 EXC. Ps. D. 3 (62); Paul Aeg. V 3 (162, 51). 4 μ P 8 ἐν addidi e D 10 παραλειπτέον D: παραληπτέον P 14 κινοῦϲα D 15 ϲχιϲτόν D: ϲχιϲτηϲ P 16 μὲν om. D αἱ τε] ἅπερ P: correxi e D 17 — 18 δυνάμεναι D, fort. recte ναδρωτοποιἴα (sic) P: correxi 22 πλονάκιϲ P: μ P 23 — 24 δυνηθιϲμένων τῶ ὑδροφόβα P: corr. Diele e D 25 ἐθὐϲ P: correxi τῷ (alt.) e D delivi 26 κατῆϲχηιιένουϲ P: correxi 27 ὑδροφόβαϲ P: ὑδροφόβαν mavult Krumb. 30 ἐξάραμα P: corr. Diels 31 fort. ἐκ δὲ 32 δὲ δηγμένοιϲ P θαυμαϲτῷ χρῶ.

ἄλλο πρὸϲ λυϲϲοδήκτουϲ ὥϲτε μὴ ἐμπεϲεῖν εἰϲ 4 14 τὸ ὑδροφοβικὸν πάθοϲ· ἀφρὸϲ ὁ δηχθεὶϲ τὴν ἰδίαν ϲκιὰν θεωρῶν, ὡϲ ἔθοϲ ἐπὶ ὑγιαινόντων, οὐ μὴ ληφθῇ τῷ πάθει. πρόγνωϲιϲ τοῦ πάϲχοντοϲ, εἰ ζήϲεται. ποίηϲον αὐτὸν ἀτενίϲαι εἰϲ κάτοπτρον, καὶ ἐὰν ἑαυτὸν ἐπιγνῷ, ζήϲεται· ἐὰν δὲ μή, οὔ· τοῦτο ἀπαράβατον.

ἐκ δὲ τοῦ 15 ξγ Θεοδώρου κυνοδηκτικὴ Κράτητοϲ, δι᾿ ἧϲ δοκιμαϲίαϲ ἐν τῇ θεραπείᾳ εὑρίϲκεται ὁ ἰὸϲ ἐν τῷ οὔρῳ τοῦ δηχθέντοϲ· ἰοῦ ξυϲτοῦ, ἁλὸϲ ἀνὰ ?? δ, ϲτέατοϲ μοϲχείου ?? ιβ καθ᾿ ἓν καὶ ὁμόϲε τρίψαϲ χρῶ, ἐμπάϲϲων εἰϲ ϲπληνίον. φύλαϲϲε δὲ τοῦ κάμνοντοϲ τὸ οὐρὸν ἐν ὑαλίνῳ ἀγγείῳ καὶ εὑρήϲειϲ ἐν αὐτῷ τὴν πεῖραν τοῦ φαρμάκου.

ε περὶ κυνοδήκτων καὶ ἀνθρωποδήκτων.

Ἀρχιγένηϲ ἐν τῷ ε βιβλίῳ τῶν Κατὰ γένοϲ φαρμάκων οὕτωϲ· 1 τοὺϲ δὲ ἀνθρωποδήκτουϲ προχρίϲαϲ ἐλαίῳ μαράθρου ῥίζαν λειώϲαϲ μετὰ μέλιτοϲ, ἄχρι ἂν καθαρθῇ τὸ ἕλκοϲ, χρῶ, εἰτα ϲμύρναν καὶ τερεβινθίνην ἴϲα ἀναλαβὼν ὡϲ μάλαγμα ἐπιτίθει· ἢ χάλκανθον κεκαυμένην μέλιτι ἑφθῷ ἀναλαβὼν ὡϲ κουλλούριον ἐντίθει, καὶ οὕτωϲ ἀνακαθάραϲ παρακόλλα.

ἐκ δὲ τοῦ Cτράτωνοϲ· ὀϲτέα μόϲχεια καύϲαϲ, ἕωϲ λευκὰ 2 γένηται, ἀνα|λάμβανε πίϲϲῃ ὑγρᾷ ἢ μέλιτι ἢ ἀμφοτέροιϲ καὶ ἐντίθει. ἄλλο· μάννην λεάναϲ μετ᾿ ἐλαίου καὶ οἴνου κατάπλαϲϲε.

περὶ κυνοδήκτων. ἐπὶ δὲ τῶν κυνοδήκτων εὐθέωϲ μὲν καταρραίνων 3 ὄξοϲ πλατείᾳ τῇ χειρὶ τύπτε τὸ δῆγμα, εἰτα νίτρον μετ᾿ ὄξουϲ τρίψαϲ κατακρούνιζε ἄνωθεν, εἰτα ὀρόβινον ἄλευρον φυράϲαϲ ἐλαίῳ ἐπιτίθει, ἢ ϲπόγγον καινὸν ἢ ἔριον οἰϲυπηρὸν ὄξει καὶ ἐλαίῳ βεβρεγμένον, ἢ καινὸν ϲπόγγον ὕδατι ψυχρῷ βρέξαϲ ἢ ὀξυκράτῳ ἢ ὄξει ἡμέραϲ τρεῖϲ ἔαϲον ἐπικεῖϲθαι, καταβρέχων τοῖϲ ἄνω εἰρημένοιϲ· ἐξόχωϲ γὰρ ποιεῖ καὶ εἰϲ τέλοϲ ἀφυγιάζει.

πρὸϲ δὲ τὰ ἤδη πεπυωμένα τῶν δηγμάτων 4 ὀρόβινον ἄλευρον μέλιτι φυράϲαϲ ἐπιτίθει· ἄκρωϲ ποιεῖ.

ἐκ τῶν Ἀπολλωνίου Εὐ πορίϲτων· πρὸϲ δὲ τὰ φλεγμαίνοντα τῶν δηγμάτων λιθάργυρον λειάναϲ μεθ᾿ ὕδατοϲ κατάχριε, ἢ φακῷ ἑφθῷ λείῳ κατάπλαϲϲε. κέχρηϲο δὲ καὶ ἐνδείᾳ καὶ κενώϲει καὶ ἀκινηϲίᾳ τοῦ δεδηγμένου μέρουϲ, ἢ τάριχον ὃν ἐὰν ϲχῇϲ μάλιϲτα παλαιὸν λειὠϲαϲ κατάπλαϲϲε. τοῦτο ἐνεργέϲτερόν ἐϲτι παντὸϲ ἄλλου φαρμάκου κατ᾿ ἐξοχήν.

6 ὁ δὲ καθηγητὴϲ ἐνεργέϲτερον ποιῶν καὶ ϲκόροδα ϲυνελέαινεν. πρὸϲ οὐν κυνόδηκτα καὶ ἀνθρωπόδηκτα ἅλαϲ λεῖον ϲὺν μέλιτι κατάπλαϲϲε, ἄχριϲ οὗ πλήρη ῇ. τινὲϲ δὲ καὶ κρόμμυον προϲμίϲγουϲιν καὶ ὄξουϲ καὶ οὕτωϲ χρῶνται. αὐτοῖϲ δὲ τούτοιϲ τοῖϲ βοηθήμαϲιν χρηϲτεον καὶ ἐπὶ τῶν ἀνθρωποδήκτων· ταῦτα γὰρ ἁρμόζει πρὸϲ τὰϲ ἑκατέρων διαθέϲειϲ.

7 | ἐκ δὲ τῶν Θεοδώρου· ὑὸϲ κόπρον κατακαύϲαϲ καὶ ἀναλύϲαϲ ἐλαίῳ ἐπιτίθει· ἐμοὶ δὲ δοκεῖ καὶ πράϲον τούτῳ μίϲγειν.

8 ἄλλο· ἄνηθον ξηρὸν κατακαύϲαϲ πλήρωϲον τὸ δῆγμα, καὶ πεμπταῖον λύϲαϲ εὑρήϲειϲ καθαρόν. ἄλλο· φύλλα κράμβηϲ, ἰὸν χαλκοῦ, πήγανον καὶ ἅλαϲ ἐπιτίθει.

Ϛ θυμιάματα ἑρπετῶν.

1 ἐκ τῶν Ἀλρχιγένουϲ· ὁπλαὶ αἰγῶν καὶ τρίχεϲ θυμιώμεναι πόρρωθεν· ἀναϲτέλλεται γὰρ τὰ ἑρπετὰ τῇ τούτων ὀϲμῇ. ϲύνθετον θυμίαμα Φιλίνου τοῦ θηριακοῦ· χαλβάνηϲ, κάχρυοϲ τῆϲ ῥίζηϲ, κέρατοϲ ἐλαφείου, μελανθίου ἀνὰ ?? α λεάναϲ πάντα ἀναλάμβανε ὄξει, ποιῶν τροχίϲκουϲ.

2 ἐπὶ δὲ τῆϲ χρείαϲ ἀποβρέξαϲ εἰϲ ἔλαιον θυμία κατὰ μέϲον τῆϲ οἰκίαϲ, ἐὰν δὲ ἐν ὑπαίθρῳ ᾖϲ, κατὰ μέϲον τῆϲ κοίτηϲ. ἄλλο· χαλβάνηϲ, ϲτέατοϲ ίχνεύμονοϲ ἀνὰ ?? α τήξαϲ ἀπόθου· ἐπὶ δὲ τῆϲ χρείαϲ θυμίαϲον ὁμοίωϲ.

3 ἄλλο Αἰγύπτιον· γῆραϲ ἀϲπίδοϲ βρέξαϲ εἰϲ ἔλαιον ἄλλο θυμία ἐγγὺϲ τῶν φωλεῶν καὶ εὐθέωϲ ἀναβήϲονται. ἄλλο καταφέρον καὶ ϲκορπίουϲ καὶ πάν ἑρπετὸν ἀπελαῦνον ἐξ οἰκίαϲ· χαλβάνην, ϲανδαράκην, βούτυρον, βρυωνίαν, ϲτέαρ αἴγειον ἐξ ἴϲου θυμία.

ζ ϲυγχρίϲματα πρὸϲ ἑρπετά.

ϲυγχριέϲθω δὲ τὸ ϲωμάτιον ἐλαίῳ, ἐν ῷ κέδροι ϲυγκεκομμέναι 7 1 χλωραὶ προεβλήθηϲαν ἢ ἀρκευθίδεϲ ἢ κόνυζα ἢ πευκέδανον ἢ ϲίλφιον ἢ ἐλελίϲφακον ἢ μαλάχη ἀγρία ἢ ἀβρότονον ἢ καρδάμωμον ἢ ἀϲφοθέλου ἢ δαύκου | καρπὸϲ ἢ χαλβάνη, καὶ ὀπῷ πευκεδάνου ἢ μυελῷ ἐλαφείῳ μετ᾿ ὄξουϲ ἀνειμένῳ ἢ ὀξελαίῳ ἢ τοῖϲ ἐκ τούτων ϲυντεθεῖϲι.

πρὸϲ δὲ πάν θηρίον καθολικῶϲ· τὸ ἑκάϲτου ϲτέαρ ϲυναλειφόμενον 2 φυγαδεύει ἀπὸ τῆϲ ὀϲμῆϲ τὸ ϲυγγενέϲ, ὡϲ καὶ κύων ὀϲφρανθεὶϲ τοῦ ἰδίου κρότωνοϲ τεθλαϲμένου φεύγει ταχέωϲ.

πληξάντων θηρίων βοηθήματα· ἐὰν δὲ ἄρα ϲυμβῇ πληγῆναί 3 τινα ὑπό τινοϲ θηρίου, κούφου μένοντοϲ τοῦ ἰοῦ, καταντλήϲειϲ διὰ θερμοῦ ὕδατοϲ ἢ ὀξυκράτου καὶ ἐκμυζήϲειϲ. δεῖ δὲ μὴ ἄϲιτον εἰναι τὸν ἐκμυζῶντα, ἀλλ᾿ εἰληφέναι τροφὴν καὶ διακεκλύϲθαι οἴνῳ· ἔπειτα ἐλαίου βραχὺ ἐν τῷ ϲτόματι κατέχων οὕτωϲ τὴν ἐκμύζηϲιν ποιείτω. δεῖ δὲ προϲέχειν μὴ τὸ ϲτόμα ἢ οἱ ὀδόντεϲ ἢ τὰ παρίϲθμια τοῦ μέλλοντοϲ ἐκμυζᾶν ἔχουϲί τινα βλάβην.

μετὰ τοῦτο δὲ τέφρα μετ᾿ ὄξουϲ 4 καταχριομένη ὀνίνηϲιν, μάλιϲτα δὲ ἡ ἐκ ϲυκίνων ξύλων ἢ δαφνίνων ἢ ἀμπελίνων, εἰ δὲ μή, τὴν παροῦϲαν πρόϲεχε, ϲπουδάζων ὡϲότι μάλιϲτα φλεγμονὴν μὴ ἐγεῖραι. ϲφοδροτέρου δὲ ὄντοϲ τοῦ πλήγματοϲ καὶ καταϲχαϲμῷ χρηϲτέον· βαθυτέραϲ δὲ ἐμβάλλειν τὰϲ ἀμυχὰϲ προϲήκει.

χρῆϲθαι δὲ καὶ ϲικύαιϲ, ὅπωϲ τὴν ὕλην ἐκ βάθουϲ ἀναλαμβάνῃ· 5 καὶ περιϲαρκιϲμὸϲ δὲ καὶ ἐκτομὴ πλουϲιώτερον καταϲχαϲμοῦ βοηθοῦϲιν, περὶ δὲ καύϲεωϲ ὡϲ ἐπὶ τῶν λυϲϲοδήκτων προειρήκαμεν. εἰ δὲ εὐφυῶϲ ἔχει πρὸϲ ἀποκοπὴν τὸ μέροϲ τὸ δεδηγμένον, μάλιϲτα ἐπὶ πάντων θηρίων ἀνενδοιάϲτωϲ τὸν ἀκρωτηριαϲμὸν ποιητέον, ὡϲ ἐπὶ ἀϲπίδοϲ καὶ κεράϲτου καὶ τῶν ὁμοιοτρόπων.

| ἐπιτιθέϲθω δὲ 6 1 SIM. Nic. Th. 80 sq.; Ael. Pr. (fol. 474r). 10 SIM Ael. Pr. (fol. 474v); Aet. XIII 10; Paul. Aeρ. V a. 10 EXC. Ps. D. 19 (74 sq.). 1 ἐγχρίϲματα P: correxi coll. indice 2 κεδρίαι Pr. 6 ἀνιεμένῳ P: cor- rexi 6 —7 ϲυντεθέντων P: correxi 7 ad rem cf. Pr. l. s. παντὸϲ δὲ θηρίου ϲτέαρ ἐπαλειφόμενον τὸ ὁμοειδὲϲ διώκει· ῶϲπερ ὁ τοῦ κυνὸϲ κρότων( κρότοϲ codd.) τεθλαϲμένοϲ τὸν κύνα ὀϲφραινόμενον ἀποδιώκει 8 fort. ὁ κύων 11 τινα addidi ex A καταντλήϲει P: corrxi, nisi praestat 〈χρηϲτέον〉 καταντλήϲει 〈τῇ〉 διὰ διὰ] λεῖα P: correxi 12 ἐκμυζήϲεῖ P: correxi 14 fort. ποιείϲθω 15 — 16 μέλοϲ P: correxi. 17 ἢ pr.] μὴ P: correxi 18 πρόϲεχε vel tale quid addi iubet Diels 19 μὴ delevi coll Aet ϲπουδάζων ὡϲ ὅτι μάλιϲτα φλεγμονὴν τῷ τόπῳ ἐγεῖραι καὶ τὰϲ ὕλαϲ περὶ τὸ δῆγμα προϲκαλέϲαϲθαι; Pr. ϲπεύδων (ϲπεύ- δειν codd.) ὧϲ ὅτι μάλιϲτα φλεγμονὴν ἐγεῖραι. μὴ tuebatur Diels 20 fort καὶ delendum ἐμβάλλειν D: ἐμβαλεῖν P 20 —21 προϲήκει cum insequ. coniungit P 21 δὲ addidi ἀναλαμβάνοι P: correxi 23 περὶ corr. Diels coll. D: πρὸϲ P ὡϲ (ditt.) del. Diels 25 τῶν πανθηρίων P: correxi ἐπὶ addidi ex A. 26 post δὲ haec habet D τέφρα κληματίνη ἢ ϲυκίνη μετὰ κονίαϲ ϲτακτῆϲ πεφυρα- μένη, γάρου δριμέοϲ, ταρίχου· πράϲα κτλ. 7 6 τάριχοϲ λεῖοϲ, πράϲα τε καὶ κρόμμυα καὶ ϲκόροδα, ποτὲ μὲν λειοτριβηθέντα καταπλαϲϲέϲθω, ποτὲ δὲ καέντα προϲβαλλέϲθω τοῖϲ δήγμαϲιν· ἢ ὄρνιθαϲ ἀναϲχίζονταϲ περιπτύϲϲειν τῷ πεπληγότι τόπῳ· πρὸϲ γὰρ τὴν τοῦ ζῴου θερμαϲίαν τὸ πνεῦμα τὸ ἐκ τοῦ δεδηγμένου μέρουϲ ὁρμὴν λαμβάνον ϲυνεξάγει τὸν ἰόν· καὶ πήγανόν τε καὶ καλαμίνθη καταπλαϲϲόμενα ὠφελεῖ, καὶ ϲκόροδα μεθ᾿ ἁλόϲ, καὶ ϲπύραθοι αἰγόϲ.

7 ἄκρωϲ δὲ ποιεῖ πρὸϲ παντὸϲ ἰοβόλου δῆγμα χωρὶϲ ἀϲπίδοϲ ἄϲβεϲτοϲ μετ᾿ ἐλαίου καὶ μέλιτοϲ εἰϲ κηρωτῆϲ πάχοϲ ἐπιτιθεμένη μέχριϲ ἐϲχαρώϲεωϲ, ἢ ἅλαϲ λεάναϲ ἀναλαβὼν πίϲϲῃ ὑγρ κατάπλαϲϲε. ἔγνωμεν δὲ ἐπὶ τῆϲ Αἰγύπτου τοιοῦτόν τι γιγνόμενον· ὁπόταν οἱ Αἰγύπτιοι θερίζωϲιν, χύτραν ἔχουϲιν κατεϲκευαϲμένην πίϲϲηϲ ζεούϲηϲ καὶ ϲφήκωμα προϲηρτημένον τῇ χύτρᾳ.

8 ἐπειδὰν οὖν δηχθῇ τιϲ εἰϲ κνήμην ἢ εἰϲ χεῖρα, ταχέωϲ οἱ παρατυχόντεϲ τὸ ϲφήκωμα βάλλουϲιν εἰϲ τὴν πίϲϲαν ζέουϲαν καὶ περιειλοῦϲιν ἅπαξ ἢ δὶϲ περὶ τὸν πῆχυν ἢ τὴν κνήμην, μικρὸν ἐπάνω τοῦ δήγματοϲ, καὶ ϲφίγγουϲιν δύο παρεϲτῶτεϲ ίϲχυρῶϲ, καὶ ἐντέμνοντεϲ τὸν τόπον διὰ τῆϲ περιθέϲεωϲ τοῦ βρόχου καὶ ἐπικαίοντεϲ.

9 ὅταν δὲ αὐτοῖϲ τοῦτο αὐτάρκωϲ ἔχειν δοκῇ, τὸν βρόχον ἀφαιροῦϲι καὶ καταπλάϲϲουϲι κρομμύοιϲ ἢ καὶ ἄλλῳ τινὶ τῶν εἰρημένων, ὡϲ ἂν τῇ ὑγρῇ πίϲϲῃ μεθ᾿ ἁλῶν λείων θερμοτέρων καταπλαϲϲομένῃ· ϲπουδαίωϲ δὲ βοηθεῖ αὐτὴ καινοποιηθεῖϲα ϲυνεχέϲτερον. ἀρήγει δὲ αὐτοῖϲ καὶ κατάντληϲιϲ δι᾿ ὄξουϲ καὶ θαλάϲϲηϲ καὶ οὔρου, ἐν ῷ καλαμίνθα ἐνήψηται.

10 εἰϲὶ δὲ καὶ ἔμπλαϲτροι δριμύταται, δυνάμεναι τὸν ἰὸν ἐπιϲπᾶϲθαι καὶ διακρατεῖν καὶ διαφορεῖν, ὡϲ ἡ δι᾿ ἁλῶν ἢ διὰ νίτρου καὶ ϲινάπεωϲ καὶ κάχρυοϲ προϲφερομένη. ταῦτα δὲ ἑξῆϲ ῥητέον.

11 ϲέριϲ τοίνυν καὶ ἐρείκη καὶ ἀϲτραγαλώτη πινόμενα μετ᾿ ὄξουϲ πᾶϲιν τοῖϲ θηριοδήκτοιϲ βοηθεῖ, ὡϲαύτωϲ καὶ ἄϲφαλτοϲ καὶ πλατάνου χλωρᾶϲ ϲφαιρία καθεψηθέντα ἐν κράματι, καὶ παλιούρου ἀφέψημα καὶ ῥίζα ἀριϲτολοχίαϲ καὶ ἠρύγγηϲ, καὶ δαφνίδεϲ ἑφθαὶ κατεϲθιόμεναι, καὶ πέπερι δαψιλέϲτερον τρωγὸμενον καὶ πήγανον 9 EXC. Ps. D. 19 (76 sq.). 20 SIM. Paul. Aeg. V 2. 1 τε addidi D 5 καλαμίνθην P: correxi, καλαμίνθιν Krumb. 6 ϲιλό- ροδα P: correxi 7 ἀϲπίδου P: correxi, ἀϲπιδείου mavuIlt Krumb. 8 μεταδιου P: correxi εἰϲ add. Diels 11 θερίϲωϲι D: θερίζουϲιν P: correxi, retineri vult Krumb. 13 τὸ ϲφήκωμα D: τριφηκωμα P: correxi, βάλλουϲιν D: βαλοῦϲιν P τὸν] τὴν P 15 περιϲφίγγουϲι vel ϲφίγγουϲι D 16 ἐντέμνοντεϲ D: ἐντεμόν- τεϲ P 16 —17 ἐπικαίοντεϲ P: ἐπιχέοντεϲ (sc. τὴν πίϲϲαν) Diels coll. D 17 δοκεῖ P: correxi 19 θερμοτέραν P: corexi καταπλάϲϲομεν P: correxi 20 καινο- ποιηθεῖϲα D: κενοποιηθεῖϲα P 21 ὄξουϲ θερμοῦ D καὶ οὔρου scripsi coll. D: θερμοῦ P 22 καλαμίνθη D 23 ἐπιϲπᾶϲθαι D: ἐπιϲπάϲαϲθαι P 24 προϲ- φερόμεναι D: προϲφερομένων P: corr. Krumb. 25 quae post δητέον add. D (77, 16 —78, 8), sine dubio e Philumeno pleniore fluxerunt ἀϲτραγαλώτη P et A: ἀϲτράγαλοϲ D 27 πλατάνου D: παϲτάνου P 28 ἠρύγγηϲ D: ήρυγγίαϲ P καὶ ἄνηθον καὶ ϲκόροδα καὶ κρόμμυα καὶ τάριχοϲ δριμύτατοϲ, καὶ 7 11 ὀριγάνου ἀφέψημα πινόμενον ϲὺν οἴνῳ, καὶ μαράθου καὶ γλήχωνοϲ καὶ καλαμίνθηϲ καὶ πράϲου χυλὸϲ ϲὺν μελικράτῳ ῥοφούμενοϲ.

ταῦτα μὲν 12 ἐκ τῶν φυομένων, ἀπὸ ζῴων δὲ ὠφελίμωϲ λαμβάνονταί τινα· ἐγκέφαλοι μὲν ἀλεκτορίδων ἐϲθιόμενοι, πιτύα δὲ λαγωοῦ ϲὺν οἴνῳ πινομένη, καὶ καϲτορίου ⩹ β τὸν αὐτὸν τρόπον. ἔϲτι δὲ καὶ ἡ γαλῆ τῶν διαβοήτων ἡ ϲκελετευομένη· περιφλέγεται δὲ πρῶτον ἐπαναϲχιϲθεῖϲα τῶν ἐντὸϲ ἐκκριθέντων, ϲκελετεύεται δὲ ξηραινομένη ἐν ϲκιᾷ· δίδοται δὲ ἀπ᾿ αὐτῆϲ δίδραχμον ϲὺν οἴνῳ.

ἁρμόζει δὲ τοῖϲ θηριοδήκτοιϲ καὶ κάθαρϲιϲ διὰ κοιλίαϲ καὶ ἱδρωτοποιία οὔρων τε πολλῶν ἔκκριϲιϲ. ϲκευαϲτὰ δὲ ποτήματα παραδέδοται κοινότερον πρὸϲ τὰϲ τῶν πλείϲτων ἰοβόλων πληγὰϲ τοιαῦτα· ὀπίου, ϲμύρνηϲ ἀνὰ ὀβολόν, πεπέρεωϲ ?? α, | ἀριϲτολοχίαϲ ?? β· ταῦτα μέλιτι ἀναλαμβάνειν καὶ διδόναι μέγεθοϲ κυάμου Αἰγυπτίου

μετ᾿ οἴνου· ὁμοίωϲ πηγάνου ἀγρίου ϲπέρματοϲ, κυμίνου Αἰθιοπικοῦ, 14 χαλβάνηϲ, μελανθίου, ἀριϲτολοχίαϲ, ταῦτα πάντα λεανθέντα καὶ φυραθέντα χυλῷ εὐζώμου, ἀναπλάττονται τροχίϲκοι δραχμαῖοι· διδόναι δὲ ἐξ αὐτῶν μετ᾿ οἴνου ἡμικοτύλιον. ἢ γεντιανῆϲ ⩹ β, πεπέρεωϲ καὶ πηγάνου τὸ ἀρκοῦν δίδου λεάναϲ ϲὺν οἴνῳ. ταῦτα μὲν περὶ τῶν κοινῇ βοηθημάτων, τὰ δὲ ἰδίωϲ πρὸϲ ἕκαϲτον τῶν ἰοβόλων ἑξῆϲ ἐροῦμεν.

η τοῖϲ ἐκ θηρίων πληγῆϲ αἱμορραγοῦϲιν.

πρὸϲ δὲ τὰϲ ἐκ τῶν πληγῶν αἱμορραγίαϲ ἴϲχαιμον δοτέον Ἑρμᾶ τοῦ θηριακοῦ· χαλκίτεωϲ, μελαντηρίαϲ, ἀραχνῶν ἀνὰ ?? α ὁμοῦ λεάναϲ χρῶ.

θ περὶ διαίτηϲ καὶ θεραπείαϲ.

τροφαῖϲ δὲ χρηϲτέον δριμείαιϲ, εὐαναδότοιϲ, φυϲώδεϲιν, πληκτικαῖϲ, οἷον ϲκορόδοιϲ, κρομμύοιϲ, ταρίχοιϲ, πεπέρει, ῥαφάνοιϲ· οἴνοϲ πολὺϲ καὶ ἄκρατοϲ. ϲυμφέρει δὲ αὐτοῖϲ πᾶϲα κίνηϲιϲ καὶ αἰώρα πολλὴ καὶ ἡμέραϲ καὶ νυκτόϲ.

1 ἀντίδοτοι θηριακαὶ καὶ ἔμπλαϲτροι ποιοῦϲαι καὶ πρὸϲ ἄλλα.

ἀντίδοτοϲ πρώτη, ποιοῦϲα κοινῶϲ πρὸϲ πάντα τὰ ἑρπετὰ θηρία καὶ τοὺϲ λυϲϲοδήκτουϲ, παρὰ πολλοῖϲ διατεϲϲάρων καλουμένη. δίδοται τοῦ φαρμάκου καρύου Ποντικοῦ τὸ μέγεθοϲ, ϲκορπιοπλήκτοιϲ μὲν μετ’ οἴνου αὐϲτηροῦ ἅπαξ τῆϲ ἡμέραϲ εἰ δ’ ἐπιτείνοι ἡ ὀδύνη, δίδου καὶ δίϲ — πρὸϲ δὲ λυϲϲοδήκτουϲ δίδου με θ’ ὕδατοϲ ἡμέραν παρ′ ἡμέραν ἐπὶ ἡμέραϲ μβ, προϲμίϲγων τῷ φαρμάκῳ λύκιον Ἰνδικόν. τηρῶν καὶ τὰ ἕλκη ἀκατούλωτα.

χρῶ δὲ εἰ βούλει ξηρῷ αὐτῷ καὶ ἐπὶ τῶν ἑλκῶν. ἔϲτι δὲ ἀριϲτολοχίαϲ ϲτρογγύληϲ. γεντιανῆϲ, δαφνίδων, ϲμύρνηϲ ἀνὰ ⋖ η· ἀναλάμβανε μέλιτι Ἀττικῷ ἢ νηϲιωτικῷ. ἐὰν δὲ προϲβάληϲ πεπέρεωϲ λευκοῦ ⋖ δ, ποιεῖ καὶ πρὸϲ ἡπατικοὺϲ θαυμαϲτῶϲ μεθ’ ὑδρομέλιτοϲ, ἐν δὲ τοῖϲ παροξυϲμοῖϲ μετὰ γλυκέοϲ.

3 ἄλλη ἀντίδοτοϲ θηριακή, ποιοῦϲα κατ’ ἐξοχήν. ἔϲτι δὲ καϲτορίου, ὸποῦ ἰυρηναικοῦ, πεπέρεωϲ ἀνὰ ⋖ δ, κόϲτου, νάρδου Ἰνδικῆϲ, κρόκου, κενταυρίου χυλοῦ ἀνὰ ⋖ β, μέλιτοϲ ἀπέφθου κοτύληϲ ἥμιϲυ.

4 ἡ δόϲιϲ καρύου Ποντικοῦ τοῦ ἐντὸϲ τὸ μέγεθοϲ· δίδου ϲκορπιοπλήκτοιϲ μετ’ οἴνου κεκραμένου, ἀϲπιδοδήκτοιϲ μετ’ ὄξουϲ κεκραμένου, ἡπατικοῖϲ μεθ’ ὑδρομέλιτοϲ, πρὸϲ ὑϲτερικὰϲ πνίγαϲ ὁμοίωϲ, πρὸϲ δὲ τὸ κατᾶξαι ἔμμηνα ἀπὸ βαλανείου δίδου μετ’ οἰνομέλιτοϲ θερμοῦ. καὶ καταϲπαϲικὴν δὲ δύναμιν ἔχει ὡϲ τούϲ ἀναδοθένταϲ ἥλουϲ καταφέρειν· οὕτωϲ οὑν καὶ πρὸϲ ὑϲτερικὰϲ πνίγαϲ καὶ τὴν τῶν ἐμμήνων κάθαρϲιν ποιεῖ.

5 ἄλλη ἀντίδοτοϲ ϲκορπιοπλήκτοιϲ· ἀριϲτολοχίαϲ μακρᾶϲ λείαϲ δίδου κοχλιάριον ἐν μετ’ οἴνου ἀκράτου κυάθων τεϲϲάρων· ἐνεργεῖ ϲφόδρα.

6 περὶ ἐμπλάϲτρων. Ζῆν νων δὲ ὁ Λαοδικεύϲ μετὰ τὴν ἑαυτοῦ θηριακὴν ἀντίδοτον, ἠν ἐγὼ ἐνθάδε οὐ παρέθηκα διὰ τὸ πολυτελὲϲ τῆϲ ϲκευαϲίαϲ, παρατίθεται ἠ μὲν ἐμπλάϲτρουϲ τάϲδε, φηϲὶν δὲ οὕτωϲ· ἐπὶ δὲ τῶν δηγμάτων τὴν ἔμπλαϲτρον τὴν διὰ θαλάϲϲηϲ καὶ χαμαιλεοντοϲ ἐπιτίθει ἢ τὴν λευκὴν ἢ ἀμφοτέραϲ μίξαϲ.

7 ἔϲτι 1 SIΜ Ael. Pr (fol 476v). 13 SIM. Ael. Pr (fol. 476v). 29 SIM Ael. Pr (fol. 475v); Sor. ed. Dietz 134. 1 mum. ϲαp. addidi καὶ addidi 4 fort. δίδοται δὲ 5 καροι ποντικοῦ P. correxi 6 δίϲ τῆϲ ἡμέραϲ Pr. 7 διδε P. coriexi 9 κατουλωτα P corexi coll. Pr . προϲμί〈ϲ〉γων τῷ φαρμάκῳ λύκιον Ἰνδικόν, τηρῶν ἀκατούλω- τον τὸ ἕλκοϲ 14 ὀποῦ Pr ὀπίου P 15 ἀνὰ 〈a Pr ἰνδικοὐ P: correxi coll. Pr. 16 ἀπέφθου] ἀπηφριϲμένου Pr. 19 πνηγὰϲ P (semper). cor- exi ἄγει δὲ καὶ ἔμμηνα ἐν λουτρῷ ποθεῖϲα Pr 20 καὶ addidi 21 ῖουϲ P: correxi coll. Pr. ἔχει δὲ καὶ καταϲπαϲτικὴν δύναμιν, ὡϲ τοὺϲ ἀναδο- θένταϲ ἥλουϲ καταρρεῖν 23 ἄλλη addidi 25 ad rem cf. Gal. XIV 163 26 πολυτελευτηϲ P: correxi 27 ὴ delevi μὴν P: correxi δὲ ἡ μὲν διὰ χαμαιλέοντοϲ ἥδε· λιθαργύρου ?? α ?? β, ἁλὸϲ Ἀλμμωνιακοῦ 10 7 ⋖ α, χαμαιλέοντοϲ μέλανοϲ ῥίζηϲ ?? δ, θαλάϲϲηϲ ?? γ, ἐλαίου παλαιοῦ ?? α· ἕψε λιθάργυρον, ἔλαιον, θάλαϲϲαν, ἕωϲ ϲυϲτραρῇ, εἶτα καθελὼν ἀπὸ τοῦ πυρὸϲ πρόϲβαλλε λεῖον τὸν χαμαιλέοντα ἐπιπάϲϲων καὶ ἐπίθεϲ ἐπὶ μαλακοῦ πυρόϲ, ὅπωϲ τὴν δύναμιν ὁ χαμαιλέων προϲδῷ τῷ φαρμάκῳ.

ἄλλη ἡ λευκὴ πρὸϲ ὅ θέλειϲ 8 ῥῆξαι ἢ διαφορῆϲαι ἢ ἐπιϲπάϲαϲθαι· λιθαργύρου ?? α, ψιμυθίου ?? β, πιτυίνηϲ ?? α, ἐλαίου παλαιοῦ ?? γ, κηροῦ ?? α, Ἀλμμωνιακοῦ θυμιάματοϲ. χαλβάνηϲ ἀνὰ ?? β· ἕψε ἔλαιον, ψιμύθιον, λιθάργυρον, ἕωϲ ἀμόλυντον γένηται· εἰτα τὰ ἄλλα ὕϲτερον πρόϲβαλλε καὶ χρῶ πρὸϲ πᾶϲαν ἀπό ϲταϲιν καὶ φύματα κατὰ μαϲτούϲ, φύγεθλα, κόλπουϲ, ϲύριγγαϲ, παρωτίδαϲ, ἄνθρακαϲ.

ταύταιϲ χρῶ ἐπὶ τῶν δηγμάτων ἀμφοτέραιϲ. ἔϲτι 9 δὲ αὕτη ἀφλέγμαντοϲ ἐπὶ παντὸϲ ἰοῦ, καὶ ἔϲτιν ἀνέκδοτοϲ ἡ τοιαύτη δύναμιϲ.

ια περὶ ϲφηκῶν καὶ μελιϲϲῶν.

προδιεϲαφήνιϲα δὲ τὰ παρακολουθοῦντα ταῖϲ τούτων πληγαῖϲ 1 ϲημεῖα οὐχὶ τῷ μεγάλην εἰναι τὴν δύναμιν ἢ ἐπικίνδυνον τὴν τούτων πληγήν, ἀλλ’ ὑπὲρ τοῦ τοὺϲ πεπληγόταϲ ἀπὸ τούτων μὴ τεταράχθαι διὰ τὴν ἀλγηδόνα, ὡϲ δοκεῖν ὑπό τινοϲ τῶν χαλεπῶν πεπληγέναι.|

τοῖϲ τοίνυν πεπληγόϲιν ὑπὸ μελιϲϲῶν παρακολουθεῖ τὸ 2 τὴν πληγὴν ἀλγεῖν, ἐρυθρὸν εἰναι τὸν τόπον, ἐπαίρεϲθαι τὰ κύκλῳ, τὸ κέντρον ἐγκεῖϲθαι τῷ πλήγματι, τοῖϲ δὲ ὑπὸ τῶν ϲφηκῶν πάλιν τὰ ὅμοια μετ’ ἐπιτάϲεωϲ πολλῆϲ, πλὴν τὸ κέντρον οὐκ ἐνυπάρχει.

βοηθεῖται δὲ τὰ ὑπὸ τούτων δήγματα πηλῷ ἢ βολβίτῳ κατα 3 χριόμενα μετ’ ὀξυκράτου πεφυραμένῳ, ἢ μαλάχηϲ φύλλα ὁμοίωϲ ὀξυκράτῳ ϲυλλειωθέντα, ἢ κρίθινον ἄλευρον ϲὺν ὄξει, καὶ ϲυκῆϲ ὀπὸϲ. ἐνϲταζόμενοϲ τοῖϲ δήγμαϲιν, καὶ ἡλιοτροπίου φύλλα λεῖα καταπαϲϲόμενα, ἢ καὶ αὐτὸ τὸ ϲήϲαμον τρίψαϲ μεθ’ ὕδατοϲ κατάπλαϲϲε.

ϲφραγίζονται 4

δὲ καὶ ϲφραγῖδι ϲιδηρῇ πρὸϲ τὸ μὴ αὔξειν τὴν φλεγμονὴν 15 SIM. Nic Th. 805sq.; Aet. Pr (fol 477v); Geop. XV 5. 15 EXC. Ps. D. 20 (80); Aet. XIII 11; Paul Aeq. V 5 (unde Theoph. Nonn. 264) Orib. V 680. 1 λιθαργύρου ?? ιδ, ἁλὸϲ ἀμμωνιακοῦ ?? ?? Pr. βαλοϲ P; corexi. 6 ἡ λευκὴ addidi ex Pr. 8 ἐλαίου παλαιοῦ ?? ?? κηροῦ ?? ?? ἢ ?? ?? Pr. 11 κατὰ scripsi: καὶ P 12 ταύταϲ P: correxi 13 ἀφλέγματοϲ P: cor- rexi 16 προδιεϲαφήνιϲα δὲ scrpsi: προδιαϲαφἡϲαντεϲ P 18 ἀπὸ P, fort. ὑπὸ 19 δοκεῖ P: corr. Diels 20 πληγεῖϲιν Aet : πεπληγείϲιν P: correxi. τὸ addidi ex A Pr. 21 καὶ οἰδεῖν καὶ ἐπαίρεϲθαι τὰ κύκλῳ Pr.: μετὰ οἰδἡματοϲ τῶν κύκλῳ μερῶν Aet. 22 τῶν fort. del. er Aet. 23 τὸ addidi ex Aet. 25 πεφυραμένα P: correxi ἢ ϲυκαμίνου τοῖϲ φλλοιϲ λείοιϲ αdd A 28 ϲφρα- γίζοντεϲ P: ϲφράγιζε Pr.: coriexi 29 καὶ addidi e Pr. 11 4 ἅμα τῷ πληγῆναι· καὶ πυρία διὰ ἅλμηϲ ἢ θαλάϲϲηϲ ὠφελεῖ. προπότιζε δὲ δάφνηϲ ἁπαλοῖϲ φύλλοιϲ ὅϲον ⩹β μετ᾿ οἴνου αὐϲτηροῦ ὅϲον ἡμικοτύλιον.

ιβ περὶ μυῶν καὶ μυιῶν καὶ κωνώπων καὶ ψύλλων.

1 ἐπειδὴ δὲ καὶ ταῦτα λυμαίνεται τῶν ἀνθρώπων τὰ ϲώματα, καὶ περὶ τούτων ὀλίγα ἀναγράψομαι. κώνωπεϲ οὐν ἀποθνήϲκουϲιν κεδρίνων πριϲμάτων μετὰ χαλκάνθου ὑποθυμιωμένων. ἐὰν δὲ μελάνθιον ζέϲαϲ ἐν ἐλαίῳ καὶ προϲμίξαϲ τὴν χάλκανθον ϲυγχρίϲῃ, οὐ προϲεγγίζουϲι μυῖαι οὐδὲ κώνωπεϲ.

2 πρὸϲ δὲ τὸ ἀνελεῖν μυίαϲ ὑοϲκυάμου ϲπέρμα καὶ ἐλλέβορον μέλανα καὶ λιθάργυρον λείου μεθ᾿ ὕδατοϲ καὶ ἀπόθου· ἐπὶ δὲ τῆϲ χρείαϲ κνιϲώϲαϲ βουτύρῳ ϲκόρπιϲον, ἢ κυνοκράμβηϲ τὴν ῥίζαν λείαν μετὰ ϲτέατοϲ. πρὸϲ κώνωπαϲ δὲ ἀψίνθιον, μελάνθιον. χάλκανθον ἴϲα ϲὺν ἐλαίῳ ἑψήϲαϲ ϲυγχρίου ἢ ξηρὰ ἐπὶ βολβίτων θυμία.

3 ἄλλο πρὸϲ κώνωπαϲ· ὀπὸν Ϲυριακὸν μετ᾿ ὄξουϲ ϲυγχρίου. ἄλλο πρὸϲ κώνωπαϲ· ἐλλέβορον, ἀψίνθιον ϲὺν ἐλαίῳ ῥαφανίνῳ καὶ ϲυγχρίου. μυίαϲ δὲ φυγαδεύει χάλκανθοϲ θυμιωμένη· μυίαϲ δὲ ὄλλυϲιν ἐλλέβοροϲ λευκὸϲ λεῖοϲ ϲὺν γάλακτι φυραθεὶϲ καὶ ἐν διαφόροιϲ ἀποτεθεὶϲ τόποιϲ.

4 ψύλλοιϲ ὀλέθριον· ῥοδοδάφνηϲ ζεϲθείϲηϲ θαλάϲϲῃ ἢ ἅλμῃ τὸ ἀπόζεμα ῥαινόμενον. ἄλλο πρὸϲ τὸ κώνωπαϲ καὶ ψύλλουϲ διολέϲαι· λίβανον καὶ μελάνθιον θυμία. ἄλλο· ῥίζαν κυάμου Αἰγυπτίου βρέξον ὕδατι καὶ ῥᾶνον.

ιγ πρὸϲ ἀϲκαλαβώτου δῆγμα.

οἱ δὲ ἀπὸ τοῦ ἀϲκαλαβώτου δηχθέντεϲ ϲυντόνωϲ ἀλγοῦϲιν καὶ τὸ δῆγμα πελιὸν ἴϲχουϲιν. βοηθοῦνται δὲ παραχρῆμα καταπλαϲϲόμενοι τὴν πληγὴν κρομμύοιϲ, ϲκορόδοιϲ, ἔτι καὶ ἐϲθίοντεϲ αὐτά, καὶ οἰνον ἄκρατον ἐπιρροφοῦντεϲ· ἢ ϲήϲαμον λεάναϲ μεθ᾿ ὕδατοϲ κατάπλαϲϲε ἢ μελάνθιον ὁμοίωϲ.

ιδ πρὸϲ ϲκορπίου πλῆγμα περίαπτα καὶ ἀντιπαθῆ πρὸϲ τὸ αὐτό.

ἐκ τῶν Ἀρχιγένουϲ· τῶν δὲ ϲκορπίων διαφοραὶ μὲν πλείουϲ, 14 1 τὰ αὐτὰ δὲ πᾶϲιν παρακολουθεῖ, ὅθεν ἐπὶ τὰϲ ϲημειώϲειϲ τῶν πλήξεων καὶ τὰϲ θεραπείαϲ τραπηϲόμεθα. παρέπεται τοῖϲ πληγεῖϲιν πόνοϲ ϲφοδρότατοϲ περὶ τὴν πληγήν, ψῦξιϲ καὶ νάρκα περὶ ὅλον τὸ ϲῶμα, | ψυχρὸϲ ἱδρώϲ, ἔπαρϲιϲ ἐν ταῖϲ μαϲχάλαιϲ, τοῖϲ δὲ περὶ τὰ κάτω ἐν τοῖϲ βουβῶϲιν.

τοῖϲ δὲ μὴ ἐλαφρῶϲ τυπτομένοιϲ τοιαῦτά τινα παρακολουθεῖ· 2 καῦϲοϲ καὶ περὶ τὴν πληγὴν ὡϲ ἐπὶ πυρικαύτων, παρακοπαὶ ϲφυγμόϲ τε δι᾿ ὅλου τοῦ ϲώματοϲ, μυρμηκίαϲιϲ περὶ τὰ χείλη καὶ ὅλον τὸ ϲῶμα, ὡϲ ῥανίϲιν δοκεῖν καταρραντίζεϲθαι, ϲκληρότηϲ ἄρθρων, προϲώπου διαϲτροφή, λῆμαι περὶ τοὺϲ ὀφθαλμὸϲ κολλώδειϲ, δάκρυα γλίϲχρα, ῥίγη ϲυνεχῆ, πρόπτωϲιϲ ἕδραϲ καὶ αἰδοίου ἔνταϲιϲ· ἐνίοιϲ δὲ καὶ ϲυνεχεῖϲ ἐρυγαί, γλώϲϲηϲ πάχοϲ καὶ ϲκληρότηϲ, ὀδόντων ϲυνέρειϲιϲ, ἀφριϲμὸϲ δαψιλήϲ, ἔμετοι, λυγμοί, ϲπαϲμοί, τέτανοι, ὀπιϲθότονοι.

καὶ ταῦτα μὲν τὰ παρακολουθοῦντα τοῖϲ πεπληγόϲι 3 ϲημεῖα.

βοηθοῦνται δὲ τοῖϲ ὑπογεγραμμένοιϲ παραχρῆμα· ϲυκῆϲ ὀπὸϲ 4 εἰϲ τὸ πλῆγμα ἐνϲαχθείϲ, ἢ αὐτὸϲ ὁ πλήξαϲ ϲκορπίοϲ ἐπιτεθεὶϲ κατὰ ἀντιπάθειάν τινα ἄκρωϲ βοηθεῖ, ἢ λεῖον ἅλαϲ μετὰ λινοϲπέρμου, ὴ ἀλθαίαϲ ὁ καρπόϲ, ἢ θεῖον ἄπυρον ἀναληφθὲν ῥητίνῃ τερμινθίνῃ

καὶ ὡϲ ἐμπλάϲτριον ἐπιτεθέν· ἡ χαλβάνη πλατυνθεῖϲα ϲπληνίου 5 τύπον, ἡ καλαμίνθη λεία ὑδρηρὰ καταπλαϲϲομένη, καὶ ὠμήλυϲι. ἐν οἴνῳ ϲκευαϲθεῖϲα ἐν ἀφεψήματι πηγάνου, ἢ ῥύποϲ ἄγγουϲ οὐρηροῦ καταχριόμενοϲ, ἢ ἀριϲτολοχίαϲ ῥίζα· · ἢ Κυρηναικῷ ὀπῷ ἢ ἁλϲὶν μετὰ ϲταφίδων κατάπλαϲϲε ἢ μετ᾿ ἐλαίου λείοιϲ ἀνάτριβε.

ποτήμαϲιν δὲ χρηϲτέον ἀνυϲιμωτάτοιϲ· ἀριϲτολοχίαϲ ⩹ β, μάλιϲτα τοῦ 6 1 SIM. Ps. D. 6 (68); Paul. Aeg. V 8 (unde Theoph Nonn. 269); Aet. Pr. (fol. 478v). cf. Nic. Th. 769sq. (ex Apollod); Pl. n. h. XI 87; Geop. XIII 9. 1 EXC. Aet. XIII 19. 18 SIM. Ael. Pr. (478ʳ); D. eup. ΙΙ 121. 122 (319 sq.). 18 EXC. Ps. D. 23 (82); Paul Aeg. V. S (unde Theoph Nonn. 269). 5 τραπηόμενοι P: correxi 6 καὶ addidi ex Aet. νάρκα P: νάρκη Aet. 9 καὶ om Aet : delevi ὥϲπερκαυτον P. correxi coll. Aet. τοῖϲ δὲ εὐτονώτερον (sc. πληγεῖϲι)…

7…

ἄλλ…

The complete text is available when the reading interface loads.