The Greek Library Author

Albinus

Διδασκαλικὸς τῶν Πλάτωνος δογμάτων

Scientific editors
Karl Friedrich Hermann
Edition reference
Platonis dialogi secundum Thrasylli tetralogias dispositi · Leipzig · Teubner · 1884
CTS identifier
urn:cts:greekLit:tlg0693.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

Τῶν κυριωτάτων Πλάτωνος δογμάτων τοιαύτη ἄν τις διδασκαλία γένοιτο. φιλοσοφία ἐστὶν ὄρεξις σοφίας, ἢ λύσις καὶ περιαγωγὴ ψυχῆς ἀπὸ σώματος, ἐπὶ τὰ νοητὰ ημῶντρπομένων καὶ τὰ κατ᾽ ἀλήθειαν ὄντα· σοφία δέ ἐστιν ἐπιστήμη θείων καὶ ἀνθρωπίνων πραγμάτων. φιλόσοφος δέ ἐστιν ὁ παρωνύμως ὠνομασμένος ἀπὸ τῆς φιλοσοφίας, ὡς ὁ μουσικὸς ἀπὸ τῆς μουσικῆς· πεφυκέναι δὲ τοῦτον χρὴ πρῶτον μὲν πρὸς τὰ μαθήματα, ὅσα δύναται προσοικειοῦν καὶ προσάγειν αὐτὸν τῇ γνώσει τῆς νοητῆς οὐσίας καὶ μὴ πλανωμένης τε καὶ ῥευστῆς, ἔπειτα δὲ πρὸς τὴν ἀλήθειαν ἔχειν ἐρωτικῶς καὶ μηδαμῆ πρςδέχεσθαι τὸ ψεῦδος, ἐπὶ τούτοις δὲ καὶ φύσει πως σώφρονα εἰναι καὶ κατὰ τὸ παθητικὸν τῆς ψυχῆς φυσικῶς κατεσταλμένον. ὁ γὰρ ἐφιέμενος μαθημάτων περὶ τὰ ὄντα καὶ ἐπὶ ταῦτα τρέπων ἑαυτοῦ τὴν ὄρεξιν οὐ θαυμάζοι ἂν τὰς ἡδονάς. δεῖ δὲ καὶ ἐλευθέριον εἶναι τῇ γνώμῃ τὸν μέλλοντα φιλοσοφεῖν· ἐναντιώτατον γὰρ μικρολογία ψυχῇ μελλούσῃ θεωρεῖν τὰ θεῖα καὶ ἀνθρώπινα. καὶ πρὸς δικαιοσύνην δὲ πεφυκέναι χρὴ αὐτόν, εἴγε καὶ πρὸς ἀλήθειαν καὶ πρὸς ἐλευθερίαν καὶ πρὸς σωφροσύνην, προσεῖναι δὲ αὐτῷ καὶ εὐμάθειαν καὶ μνήμην· εἰδοποιεῖ δὲ καὶ ταῦτα τὸν φιλόσοφον. αὗται δὲ αἱ εὐφυΐαι παιδείας μὲν ὀρθῆς καὶ τροφῆς τῆς προσηκούσης τυχοῦσαι τέλεον ἀποφαίνουσι πρὸς ἀρετήν, ἀμεληθεῖσαι δὲ μεγάλων κακῶν αἴτιαι γίνονται· ταύτας δὲ καὶ ὁμωνύμως ταῖς ἀρεταῖς εἴωθεν ὀνομάζειν ὁ Πλάτων, σωφροσύνῃ τε καὶ ἀνδρείᾳ καὶ δικαιοσύνῃ.

Chapter 2

Διττοῦ δ᾽ ὄντος τοῦ βίου, τοῦ μὲν θεωρητικοῦ, τοῦ δὲ πρακτικοῦ, τοῦ μὲν θεωρητικοῦ τὸ κεφάλαιον ἐν τῇ γνώσει τῆς ἀληθείας κεῖται, τοῦ πρακτικοῦ δὲ ἐν τῷ πρᾶξαι τὰ ὑπαγορευόμενα ἐκ τοῦ λόγου. τίμιος μὲν δὴ ὁ θεωρητικὸς βίος, ἑπόμενος δὲ καὶ ἀναγκαῖος ὁ πρακτικός· ὅτι δὲ τοῦτο οὕτως ἔχει, ἐντεῦθεν ἂν γένοιτο δῆλον. ἔστι τοίνυν ἡ θεωρία ἐνέργεια τοῦ νοῦ νοοῦντος τὰ νοητά, ἡ δὲ πρᾶξις ψυχῆς λογικῆς ἐνέργεια διὰ σώματος γινομένη. ἡ ψυχὴ δὴ θεωροῦσα μὲν τὸ θεῖον καὶ τὰς νοήσεις τοῦ θείου εὐπαθεῖν τε λέγεται καὶ τοῦτο τὸ πάθημα αὐτῆς φρόνησις ὠνόμασται, ὅσπερ οὐχ ἕτερον εἴποι ἄν τις εἶναι τῆς πρὸς τὸ θεῖον ὁμοιώσεως· ὅθεν καὶ προηγούμενον καὶ τίμιον ἂν εἴη τὸ τοιοῦτο καὶ εὐκταιότατον καὶ οἰκειότατονἀκώλυτόν τε καὶ ἐφ᾽ ἡμῖν κείμενον καὶ τοῦ προκειμένου τέλους ἡμῖν αἴτιον. ἡ μέντοι πρᾶξις καὶ τὸ πρακτικὸν διὰ τοῦ σώματος περαινόμενα κωλυθῆναί τε δύναται καὶ πράττοιτο ἀναπαιτούντων τῶν πραγμάτων, ἃ κατὰ τὸν θεωρητικὸν βίον ὁρᾶται, μελετῆσαι εἰς ἀνθρώπων ἤθη. ἥξει γὰρ ὁ σπουδαῖος ἐπὶ τὰκοινά, ὁπόταν ἴδη κακῶς διοικούμενα πρὸς τινῶν αὐτά, περιστατικὰ μὲν οὕτως ἡγούμενος τὸ στρατηγεῖν, τὸ δικάζειν, τὸ πρεσβεύειν, ἄριστα δ᾽ ἐν πράξει μὲν καὶ ὡς ἐν ταύτῃ προηγούμενα τὸ περὶ νομοθεσίας καὶ πολιτείας κατάστασιν καὶ παιδείαν νέων. πρέπει δὲ ἐκ τῶν εἰρημένων τῷ φιλοσόφῳ μηδαμῶς τῆς θεωρίας ἀπολείπεσθαι, ἀλλ᾽ ἀεὶ ταύτην τρέφειν καὶ αὔξειν, ὡς ἑπόμενον δὲ καὶ ἐπὶ τὸν πρακτικὸν χωρεῖν βίον.

Chapter 3

Ἡ δὲ τοῦ φιλοσόφου σπουδὴ κατὰ τὸν Πλάτωνα ἐν τρισὶν ἔοικεν εἶναι· ἔν τε τῇ θέᾳ καὶ τῇ τῶν ὄντων γνώσει, καὶ ἐν τῇ πράξει τῶν καλῶν, καὶ ἐν αὐτῇ τῇ τοῦ λόγου θεωρίᾳ· καλεῖται δὲ ἡ μὲν τῶν ὄντων γνῶσις θεωρητική, ἡ δὲ περὶ τὰ πρακτέα πρακτική, ἡ δὲ περὶ τὸν λόγον διαλεκτική. διαιρεῖται δὲ αὕτη εἴς τε τὸ διαιρετικὸν καὶ τὸ ὁριστικὸν καὶ τὸ ἐπαγωγικὸν καὶ τὸ συλλογιστικόν, τοῦτο δὲ εἰς τὸ ἀποδεικτικόν, ὅπερ ἐστὶ περὶ τὸν ἀναγκαῖον συλλογισμόν, καὶ εἰς τὸ ἐπιχειρηματικόν, ὃ θεωρεῖται περὶ τὸν ἔνδοξον συλλογισμόν, καὶ εἰς τρίτον τὸ ῥητορικόν, ὅπερ ἐστὶ περὶ τὸ ἐνθύμημα, ὃ καλεῖται ἀτεὴς συλλογισμός, καὶ προσέτι τὰ σοφίσματα· ὅπερ προηγούμενον μὲν οὐκ ἂν εἴη τῷ φιλοσόφῳ, ἀναγκαῖον δέ. τῆς δὲ πρακτικῆς τὸ μὲν θεωρεῖται περὶ τὴν τῶν ἠθῶν ἐπιμέλειαν, τὸ δὲ περὶ τὴν τοῦ οἴκου προστασίαν, τὸ δὲ περὶ πόλιν καὶ τὴν ταῦτης σωτηρίαν· τούτων τὸ μὲν πρῶτον ἠθικὸν κέκληται, τὸ δὲ δεύτερον οἰκονομικόν, τὸ δὲ λοιπὸν πολιτικόν. τοῦ δὲ θεωρητικοῦ τὸ μὲν περὶ τὰ ἀκίνητα καὶ τὰ πρῶτα αἴτια καὶ ὅσα θεῖα θεολογικὸν καλεῖται, τὸ δὲ περὶ τὴν τῶν ἄστρων φορὰν καὶ τὰς τούτων περιόδους καὶ ἀποκαταστάσεις καὶ τοῦδε τοῦκόσμου τὴν σύστασιν φυσικόν, τὸ δὲ θεωρούμενον διὰ γεωμετρίας καὶ τῶν λοιπῶν μαθημάτων μαθηματικόν. τῆς δὲ διαιρέσεως τοιαύτης οὔσης καὶ τοῦ μερισμοῦ τῶν τῆς φιλοσοφίας εἰδῶν, περὶ τῆς διαλεκτικῆς θεωρίας πρότερον ῥητέον τῆς ἀρεσκούσης τῷ Πλάτωνι, καὶ πρώτιστα περὶ κριτηρίου.

Chapter 4

Ἐπεὶ οὖν ἐστί τι τὸ κρῖνον, ἔστι δὲ καὶ τὸ κρινόμενον, εἴη ἄν τι καὶ τὸ ἐκ τούτων ἀποτελούμενον, ὅπερ εἴποι ἄν τις κρίσιν. κυρίως μὲν δὴ τὴν κρίσιν ὀνομάσαι ἄν τις κριτήριον, κοινότερον δὲ καὶ τὸ κρῖνον· τοῦτο δ᾽ ἐστὶ διττόν, τὸ μὲν ὐφ᾽ οὗ κρίνεται τὸ κρινόμενον, τὸ δὲ δι᾽ οὗ, ὧν τὸ μὲν εἴη ἂν ὁ ἐν ἡμῖν νοῦς, τὸ δὲ δι᾽ οὗ ὄργανον φυσικὸν κριτικὸν προηγουμένως μὲν τῶν ἀληθῶν, ἑπομένως δὲ καὶ τῶν ψευδῶν· τοῦτο δὲ οὐκ ἄλλο τί ἐστιν ἢ λόγος φυσικός. σαφέστερον δ᾽ ἐπιόντων κριτὴς μὲν ἂν λέγοιτο ὁ φιλόσοφος, ὑφ᾽ οὗ τὰ πράγματα κρίνεται, κριτὴς δὲ καὶ ὁ λόγος, δἱ᾽ οὕ τὸ ἀληθὲς κρίνεται, ὃ καὶ ὄργανον ἔφαμεν εἶναι. διττὸς δ᾽ ἐστὶν ὁ λόγος· ὁ μὲν γάρ ἐστι παντελῶς ἄληπτός τε καὶ ἀτρεκής, ὁ δὲ κατὰ τὴν τῶν πραγμάτων γνῶσιν ἀδιάψευστος, τούτων δὲ ὁ μὲν πρότερος θεῷ δυνατός, ἀνθρώπῳ δὲ ἀδύνατος, ὁ δὲ δεύτερος καὶ ἀνθρώπῳ δυνατός. διττὸς δὲ καὶ οὗτος, ὁ μὲν περὶ τὰ νοητά, ὁ δὲ περὶ τὰ αἰσθητά· ὧν ὁ μὲν περὶ τὰ νοητὰ ἐπιστήμη τέ ἐστι καὶ ἐπιστημονικὸς λόγος, ὁ δὲ περὶ τὰ αἰσθητὰ δοξαστικός τε καὶ δόξα. ὅθεν ὁ μὲν ἐπιστημονικὸς τὸ βέβαιον ἔχει καὶ μόνιμον, ἅτε περὶ τῶν βεβαίων καὶ μονίμων ὑπάρχων, ὁ δὲ πιθανὸς καὶ δοξαστικὸς πολὺ τὸ εἰκὸς διὰ τὸ μὴ περὶ τὰ μόνιμα εἶναι. ἐπιστήμης δὲ τῆς περὶ τὰ νοητὰ καὶ δόξης τῆς περὶ τὰ αἰσθητὰ ἀρχαὶ νόησίς τε καὶ αἴσθησις. ἡ μὲν οὖν αἴσθησίς ἐστι πάθος ψυχῆς διὰ σώματος ἀπαγγελτικὸν προηγουμένως τῆς πεπονθυίας δυνάμεως· ὁπόταν δὲ ἐν τῇ ψυχῇ διὰ τῶν αἰσθητηρίων κατὰ τὴν αἴσθησιν τύπος ἐγγένηται, ὅπερ ἐστὶν αἴσθῃ σις, ἔπειτα οὗτος μὴ διὰ χρόνου πλῆθος ἐξίτηλος γένηται, αλλ ἔμμονος καὶ σωζόμενος, ἡ τούτου σωτηρία μνήμη καλεῖται. δόξα δέ ἐστι συμπλοκὴ μνήμης καὶ αἰσθήσεως. ὁπόταν γὰρ ἐντύχωμεν αἰσθητῷ τινὶ πρῶτον καὶ ἀπ᾽ αὐτοῦ αἴσθησις ἡμῖν γένηται καὶ ἀπὸ ταύτης μνήμη, ἔπειτα ἐντύχωμεν τῷ αὐτῷ πάλιν αἰσθητῷ, τὴν προυποκειμένην μνήμην συντίθεμεν τῇ ἐκδετέρουγενομένῃ αἰσθήσει καὶ ἐν ἑαυτοῖς λέγομεν φέρε Σωκράτης, ἵππος, πῦρ, καὶ ὅσα τοιαῦτα· καὶ τοῦτο καλεῖται δόξα, συνθέντων ἡμῶν τὴν προυποκειμένην μνήμην τῇ νεωστὶ γενομένηαἰσθήσει· καὶ ὅταν μὲν συμφωνήσῃ ταῦτα κατ᾽ ἄλληλα γενόμενα, ἀληθὴς γίνεται δόξα, ὅταν δὲ παραλλάξη, ψευδής. ἂν γὰρ ἔχων τις μνήμην Σωκράτους ἐντυχὼν Πλάτωνι οἰηθῇ κατά τινα ὁμοιότητα Σωκράτει πάλιν ἐντυγχάνειν, ἔπειτα τὴν ἀπὸ Πλάτωνος αἴσθησιν ὡς ἀπὸ Σωκράτους λαβὼν συνθείη ᾗ ἔχει περὶ Σωκράτους μνήμῃ, ψευδὴς γίνεται δόξα· ἐν ᾧ δὲ γίνεται ἡ μνήμῃ καὶ ἡ αἴσθησις, τοῦτο κηρίνῳ ἐκμαγείῳ ὁ Πλάτων ἀπεικάζει. ὅταν δὲ τὰ δοξασθέντα ἐξ αἰσθήσεως καὶ μνήμης ἀναπλάσασα ἡ ψυχὴ τῇ διανοίᾳ ἀποβλέπῃ εἰς ταῦτα ὥσπερ εἰς ἐκεῖνα, ἀφ᾽ ὧν ἐγένετο, ἀναζωγράφησιν τὸ τοιοῦτο ὁ Πλάτωι καλεῖ, ἐσθ᾽ ὅτε δὲ καὶ φαντασίαν· τὴν δὲ διάνοιάν φησι τὸν αὐτῆς τῆς ψυχῆς πρὸς αὑτὴν διάλογον, λόγον δὲ τὸ ἀπ᾽ ἐκείνῆς ῥεῦμα διὰ τοῦ στόματος χωροῦν μετὰ φθόγγου. νόησις δέ ἐστι νοῦ ἐνέργεια θεωροῦντος τὰ πρῶτα νοητά· αὕτη διττὴ ἔοικεν εἶναι, ἡ μὲν πρὸ τοῦ ἐν τῷδε τῷ σώματι γενέσθαι τὴν ψυχήν, θεωρούσης αὐτῆς τὰ νοητά, ἡ δὲ μετὰ τὸ ἐμβιβασθῆναι εἰς τόδε τὸ σῶμα· τούτων δὲ ἡ μὲν πρὸ τοῦ ἐν σώματι γενέσθαι τὴν ψυχὴν αὐτὸ τοῦτο νόησις ἐκαλεῖτο, γενομένης δ᾽ αὐτῆς ἐν τῷ σώματι ἡ τότε λεγομένη νόησις νῦν ἐλέχθη φυσικὴ ἔννοια, νόησίς τις οὖσα ἐναποκειμένη τῇ ψύχῇ. ὅταν οὖν φῶμεν τὴν νόησιν ἀρχὴν εἶναι τοῦ ἐπιστημονικοῦ λόγου, οὐχὶ τὴν νῦνλεομένην φαμέν, ἀλλὰ τὴν ̔ὅτε χωρὶς τοῦ σώματος ἠν ἡ ψυχή, ἥτις, ὡς ἔφαμεν, τότε μὲν νόησις ἐλέγετο, νῦν δὲ φυσικὴ ἔνια, καλεῖται δὲ ὑπ᾽ αὐτοῦ ἡ φυσικὴ ἔννοια καὶ ἐπιστήμη ἁπλῆ καὶ πτέρωμα ψυχῆς, ἔσθ᾽ ὅτε δὲ καὶ μνήμη. ἐκ δὲ τούτων ἁπλῶν οὐσῶν ἐπιστημῶν ὁ φυσικὸς καὶ ἐπιστημονικὸς συνέστηκε λόγος, φύσει ἐνυπάρχων· οὐκοῦν ὄντος καὶ ἐπιστημονικοῦ λόγου καὶ δυξαστικοῦ, οὔσης δὲ καὶ νοήσεως καὶ αἰσθήσεως, ἔστι καὶ τὰ τούτοις ὑποπίπτοντα, οἷον τὰ νοητὰ καὶ αἰσθητά· καὶ ἐπεὶ τῶν νοητῶν τὰ μὲν πρῶτα ὑπάρχει, ὡς αἱ ἰδέαι, τὰ δὲ δεύτερα, ὡς τὰ εἴδη τὰ ἐπὶ τῇ ὕλῃ ἀχώριστα ὄντα τῆς ὕλης, καὶ νόησις ἔσται διττή, ἡ μὲν τῶν πρώτων, ἡ δὲ τῶν δευτέρων. καὶ πάλιν ἐπεὶ τῶν αἰσθητῶν ἐστὶ τὰ μὲν πρῶτα, ὡς αἱ ποιότητες, οἷον χρῶμα λευκότης, τὰ δὲ κατὰ συμβεβηκός, οἷον τὸ λευκὸν τὸ κεχρωσμένον, μετὰ δὲ ταῦτα τὸ ἄθροισμα, οἷον πῦρ, μέλι, οὕτω δὴ καὶ αἴσθησις ἡ μέν τις ἔσται τῶν πρώτων πρώτη λεγομένη, ἡ δὲ τῶν δευτέρων δευτέρα. τὰ μὲν δὴ πρῶτα νοητὰ νόησις κρίνει οὐκ ἄνευ τοῦ ἐπιστημονικοῦ λόγου, περιλήψει τινὶ καὶ οὐ διεξόδῳ, τὰ δὲ δεύτερα ὁ ἐπιστημονικὸς λόγος οὐκ ἄνευ νοήσεως· τὰ δὲ πρῶτα αἰσθητὰ καὶ τὰ δεύτερα ἡ αἴσθησις κρίνει οὐκ ἄνευ τοῦ δοξαστικοῦ λόγου, τὸ δὲ ἄθροισμα ὁ δοξαστικὸς λόγος οὐκ ἄνευ τῆς αἰσθήσεως. τοῦ νοητοῦ δὴ κόσμου πρώτου ὄντος νοητοῦ, τοῦ δ᾽ αἰσθητοῦ ἀθροίσματος, τὸν μὲν νοητὸν κόσμον κρίνει νόησις μετὰ λόγου, τουτέστιν οὐκ ἄνευ λόγου, τὸν δὲ αἰσθητὸν ὁ δοξαστικὸς λόγος οὐκ ἄνευ αἰσθήσεως. οὔσης δὲ θεωρίας καὶ πράξεως, ὁ ὀρθὸς λόγος οὐχ ὁμοίως κρίνει τὰ τῇ θεωρίᾳ ὑποπίπτοντα καὶ τὰ πρακτά, ἀλλ᾽ ἐν μὲν τῇ θεωρίᾳ ἐπισκοπεῖ τὸ ἀληθὲς καὶ τὸ μὴ οὕτως ἔχον, ἐν δὲ τοῖς πρακτοῖς. τί τὸ οἰκεῖον καὶ τί τὸ ἀλλότριον καὶ τί τὸ πραττόμενον. τῷ γὰρ ἔχειν ἔννοιαν φυσικὴν καλοῦ καὶ ἀγαθοῦ τῷ λόγῳ χρώμενοι καὶ ἀναφέροντες ἐπὶ τὰς φυσικὰς ἐννοίας ὡς ἐπὶ μέτρα τινὰ ὡρισμένα κρίνομεν, εἴτε οὕτως ἔχει τάδετνά, εἴτε καὶ ἑτέρως.

Chapter 5

Τῆς διαλεκτικῆς δὲ στοιχειωδέστατον ἡγεῖται πρῶτον μὲν τὸ τὴν οὐσίαν ἐπιβλέπειν παντὸς ὁτουοῦν, ἔπειτα περὶ τῶν συμβεβηκότων· ἐπισκοπεῖ δὲ αὐτὸ μὲν ὃ ἔστιν ἕκαστον ἢ ἄνωθεν διαιρετικῶς καὶ ὁριστικῶς ἢ κάτωθεν ἀναλυτικῶς, τὰ δὲ συμβεβηκότα καὶ ὑπάρχοντα ταῖς οὐσίαις ἢ ἐκ τῶν περιεομ́νων δι᾽ ἐπαγωγῆς ἢ ἐκ τῶν περιεχόντων διὰ συλλογισμοῦ· ὡς κατὰ λόγον εἶναι τῆς διαλεκτικῆς τὸ μὲν διαιρετικόν, τὸ δὲ ὁριστικόν, τὸ δὲ ἀναλυτικόν, καὶ προσέτι ἐπαγωγικόν τε καὶ συλλογιστικόν. διαίρεσις μὲν τοίνυν ἐστὶν ἡ μὲν γένους εἰς εἴδη τομή, ἡ δὲ ὅλου εἰς μέρη· ὡς ἡνίκα τέμνομεν τὴν ψυχὴν εἴς τε τὸ λογικὸν καὶ εἰς τὸ παθητικόν, καὶ αὐ πάλιν τὸ παθητικὸν εἴς τε τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν ἡ δὲ φωνῆς τομὴ εἰς σημαινόμενα, ὡς ὅταν ἕν καὶ ταὐτὸν ὄνομα εἰς πλείω πράγματα ἕλκηται· ἡ δὲ συμβεβηκότων εἰς ὑποκείμενα, ὡς ὅταν φῶμεν τῶν ἀγαθῶν τὰ μὲν περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ ἐκτός· ἡ δὲ ὑποκειμένων εἰς συμβεβηκότα, ὡς ὅταν φῶμεν τῶν ἀνθρώπων τοὺς μὲν ἀγαθοὺς εἶναι, τοὺς δὲ κακούς, τοὺς δὲ μέσους. τῇ τοίνυν τοῦ γένους πρῶτον εἰς εἴδη τομῇ χρῆσθαι δεῖ ὑπὲρ τοῦ διαγινώσκειν αὐτὸ ἕκαστον ὃ ἔστι κατὰ τὴνοὐσίαν· τοῦτο δὲ ἄνευ ὅρου οὐκ ἂν γένοιτο, ὁ δὲ ὅρος ἐκ δαιρέσεως γεννᾶται τοῦτον τὸν τρόπον· τοῦ μέλλοντος ὅρῳὑποπίπτειν πράγματος δεῖ τὸ γένος λαβεῖν, ὡς τοῦ ἀνθρώπου τὸ ζῶον, ἔπειτα τοῦτο τέμνειν κατὰ τὰς προσεχεῖς διαφορὰς κατιόντας μέχρι τῶν εἰδῶν, οἷον εἰς λογικὸν καὶ ἄλογον καὶ θνητὸν καὶ ἀθάνατον, ὥστε εἰ συντεθεῖεν αἱ προσεχεῖς διαφοραὶ τῷ γένει τῷ ἐξ αὐτῶν, ὅρον ἀνθρώπου γίνεσθαι. ἀναλύσεως δὲ εἴδη ἐστὶ τρία· ἡ μὲν γάρ ἐστιν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ πρῶτα νοητὰ ἄνοδος, ἡ δὲ διὰ τῶν δεικνυμένων καὶ ὑποδεικνυμένων ἄνοδος ἐπὶ τὰς ἀναποδείκτους καὶ ἀμέσους προτάσεις, ἡ δὲ ἐξ ὑποθέσεως ἀνιοῦσα ἐπὶ τὰς ἀνυποθέτους ἀρχάς. ἡ μὲν δὴ πρώτη τοιάδε τίς ἐστιν, οἷον ἂν ἀπὸ τοῦ περὶ τὰ σώματα καλοῦ μετίωμεν ἐπὶ τὸ ἐν ταῖς ψυχαῖς καλόν, ἀπὸ δὲ τούτου ἐπὶ τὸ ἐν τοῖς ἐπιτηδεύμασιν, εἶτα ἀπὸ τούτου ἐπὶ τὸ ἐν τοῖς νόμοις, εἶτ’ ἐπὶ τὸ πολὺ πέλαγος τοῦ καλοῦ, εἶτα οὕτω μετιόντες εὕροιμεν λοιπὸν τὸ αὐτὸ τοῦτο καλόν. τὸ δὲ δεύτερον εἶδος τῆς ἀναλύσεως τοιοῦτόν τί ἐστιν· ὑποτίθεσθαι δεῖ τὸ ζητούμενον καὶ θεωρεῖν, τίνα ἐστὶ πρότερα αὐτοῦ, καὶ ταῦτα ἀποδεικνύειν ἀπὸ τῶν ὑστέρων ἐπὶ τὰ πρότερα ἀνιόντα, ἕως ἄν ἔλθωμεν ἐπὶ τὸ πρῶτον καὶ ὁμολογούμενον, ἀπὸ τούτου δὲ ἀρξάμενοι ἐπὶ τὸ ζητούμενον κατελευσόμεθα συνθετικῷ τρόπῳ· οἷον ζητῶν, εἰ ἀθάνατός ἐστιν ἡ ψυχή, ὑποθέμενος τοῦτο ζητῶ, εἰ ἀεικίνητος, καὶ τοῦτο ἀποδείξας ζητῶ, εἰ τὸ ἀεικίνητον αὐτοκίνητον, καὶ πάλιν τοῦτο ἀποδείξας σκοπῶ, εἰ τὸ αὐτοκίνητον ἀρχὴ κινήσεως, εἶτα εἰ ἡ ἀρχὴ ἀγένητος, ὅπερ τίθεται ὡς ὁμολογούμενον, τοῦ ἀγενήτου καὶ ἀφθάρτου ὄντος· ἀφ᾽ οὗ ἀρξάμενος ἐναργοῦς ὄντος συνθήσω τοιαύτην ἀπόδειξιν· εἰ ἡ ἀρχὴ ἀγένητον καὶ ἄφθαρτον, ἀρχὴ κινήσεως τὸ αὐτοκίνητον, τὸ αὐτοκίνητον δὲ ψυχή, ἄφθαρτος ἄρα καὶ ἀγένητος καὶ ἀθάνατος ἡ ψυχή. ἡ δὲ ἐξ ὑποθέσεως ἀνάλυσίς ἐστι τοιαύτη· ὁ ζητῶν τι ὑποτίθεται αὐτὸ ἐκεῖνο, εἶτα τῷ ὑποτεθέντι σκοπεῖ τί ἀκολουθεῖ, καὶ μετὰ τοῦτο εἰ λόγον δέοι ἀποδιδόναι τῆς ὑποθέσεως, ἄλλην ὑποθέμενος ὑπόθεσιν ζητεῖ, εἰ τὸ πρότερον ὑποτεθὲν πάλιν ἐστὶν ἀκόλουθον ἄλλῃ ὑποθέσει, καὶ τοῦτο μέχρις οὗ ἂν ἐπί τινα ἀρχὴν ἀνυπόθετον ἔλθῃ ποιεῖ. ἐπαγωγὴ δέ ἐστι πᾶσα ἡ διὰ λόγων μέθοδος ἡ ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον μετιοῦσα ἢ ἀπὸ τῶν καθέκαστα ἐπὶ τὰ καθόλου· χρησιμωτάτη δὲ ἡἐπαγωγὴ εἰς τὸ ἀνακινεῖν τὰς φυσικὰς ἐννοίας.

Chapter 6

Τοῦ δὲ λόγου, ὅν καλοῦμεν πρότασιν, δύο ἐστὶν εἴδη, τὸ μὲν κατάφασις, τὸ δὲ ἀπόφασις· κατάφασις μὲν τὸ τοιοῦτο· Σωκράτης περιπατεῖ· ἀπόφασις δὲ τὸ τοιοῦτο· Σωκράτης οὐ περιπατεῖ. τῆς δὲ ἀποφάσεως καὶ καταφάσεως ἡ μέν ἐστι αθόλο, ἡ δὲ ἐπὶ μέρους, ἐπὶ μέρους μὲν καταφατικὴ ἡ τοιαύτη· τὶς ἡδονὴ ἀγαθόν· ἀποφατικὴ δὲ τοιαύτη· τὶς ἡδονὴ οὐκἀγαών· καθόλου δὲ καταφατικὴ μὲν ἡ τοιαύτη· πᾶν τὸ αἰσχρὸν κακόν· ἀποφατικὴ δὲ ἡ τοιαύτη· οὐδὲν τῶν αἰσχρῶν ἀγαθόν. τῶν δὲ προτάσεων αἱ μὲν κατηγορικαί εἰσιν, αἱ δὲ ὑποθετικαί· κατηγορικαὶ μὲν αἱ ἁπλαῖ, οἷον· πᾶν δίκαιον καλόν· ὑποθετικαὶ δέ εἰσιν αἱ ἀκολουθίαν δηλοῦσαι ἢ μάχην. χρῆται δὲ ὁ Πλάτων καὶ τῇ τῶν συλλογισμῶν πραγματείᾳ ἐλέγχων τε καὶ ἀποδεικνύων, ἐλέγχων μὲν διὰ ζητήσεως τὰ ψευδῆ, ἀποεκνύων δὲ διά τινος διδασκαλίας τὰ ἀληθῆ. ἔστι δὲ ὁ συλλογισμὸς λόγος, ἐν ᾡ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων δι᾽ αὐτῶν τῶν τεθέντων ἐξ ἀνάγκης συμβαίνει· τῶν δὲ συλλογισμῶν οἱ μέν εἰσι κατηγορικοί, οἱ δὲ ὑποθετικοί, οἱ δὲ μικτοὶ ἐκ τούτων· κατηγορικοὶ μέν, ὧν καὶ τὰ λήμματα καὶ τὰ συμπεράσματα ἁπλαῖ προτάσεις ὑπάρχουσιν, ὑποθετικοὶ δὲ οἱ ἐξ ὑποθετικῶν προτάσεων, μικτοὶ δὲ οἱ τὰ δύο συνειληφότες. χρῆται δὲ ὁ ἀνὴρ τοῖς μὲν ἀποδεικτικοῖς ἐν τοῖς ὑφηγητικοῖς διαλόγοις, τοῖς δὲ ἐνδόξοις πρὸς τοὺς σοφιστάς τε καὶ νέους, τοῖς δὲ ἐριστικοῖς πρὸς τοὺς ἰδίως λεγομένους ἐριστικούς, οἷον ὺθύδἡμον φέρε καὶ Ἱππίαν. τῶν δὲ κατηγορικοῶν σχημάτων ὄντων τριῶν, καὶ τοῦ μὲν πρώτου, ἐν ᾧ ὁ κοινὸς ὅρος τοῦ μὲν κατηγορεῖται, τῷ δὲ ὑπόκειται, τοῦ δὲ δευτέρου, ἐν ᾧ ὁ κοινὸς ὅρος ἀμφοτέρων κατηγορεῖται, τοῦ δὲ τρίτου, ἐν ᾧ ὁ κοινὸς ὅρος ἀμφοτέροις ὑπόκειται (ὅρους δέ φημι τὰ μέρη τῶν προτάσεων, οἷον ἐπὶ τῆς· ὁ ἄνθρωπος ζῶον, τὸν ἄνθρωπον ὅρον φαμὲν καὶ τὸ ζῶον), καὶ κατὰ τὸ πρῶτον σχῆμα ἐρωτᾷ λόγους πολλάκις ὁ Πλάτων καὶ κατὰ τὸ δεύτερον καὶ τὸ τρίτον. κατὰ μὲν τὸ πρῶτον οὕτως ἐν Ἀλκιβιάδῃ· τὰ δίκαια καλά, τὰ καλὰ ἀγαθά, τὰ δίκαια ἄρα ἀγαθά· κατὰ δὲ τὸ δεύτερον ὡς ἐν Παρμενίδῃ οὕτως· ὃ μὴ ἔχει μέρη, οὔτε εὐθύ ἐστιν οὔτε στρογγύλον, τὸ μετέχον σχήματος ἢ εὐθύ ἐστιν ἢ στρογγύλον, ὃ ἄρα μὴ ἔχει μέρη, οὐδὲ σχήματος μετέχει· κατὰ δὲ τὸ τρίτον οὕτως ἐν τῷ αὐτῷ βιβλίῳ· τὸ μετέχον σχήματος ποιόν ἐστι, τὸ μετέχον σχήματος πεπεράτωται, τὶ ἄρα ποιὸν πεπεράτωται. τοὺς δὲ ὑποθετικοὺς ἐν πολλοῖς βιβλίοις εὑρήσομεν ἐρωτωμένους ὑπ᾽ αὐτοῦ, μάλιστα δ᾽ ἐν τῷ Παρμενίδῃ τοιούτους εὕροιμεν ἂν λόγους· εἰ μὴ ἔχει μέρη τὸ ἕν, οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τελευτὴν ἔχει· εἰ μήτε ἀρχὴν μήτε μέσον μήτε τελευτὴν ἔχει, οὐδὲ πέρας ἔχει· εἰ μὴ ἔχει πέρας, οὐδὲ σχήματος μετέχει· εἰ ἄρα μὴ ἔχει μέρη τὸ ἕν, οὐδὲ σχήματος μετέχει. κατὰ δὲ τὸ δεύτερον ὑποθετικὸν σχῆμα, ὃ οἱ πλεῖστοι τρίτον φασί, καθ᾽ ὃ ὁ κοινὸς ὅρος ἀμφοτέροις τοῖς ἄκροις ἕπεται, οὕτως ἐρωτᾷ· εἰ μὴ ἔχει μέρη τὸ ἕν, οὔτε εὐθύ ἐστιν οὔτε στρογγύλον· εἰ μετέχει σχήματος, ἢ εὐθύ ἐστιν ἢ στρογγύλον· εἰ ἄρα μὴ ἔχει μέρη, οὐ μετέχει σχήματος. καὶ μὴν καὶ κατὰ τὸ τρίτον σχῆμα, πρὸς τινῶν δὲ δεύτερον, καθ᾽ ὃ ὁ κοινὸς ὅρος ἀμφοτέρων ἡγεῖται, ἐν τῷ Φαίδωνι οὕτως ἐρωτᾷ δυνάμει· εἰ λαβόντες τὴν τοῦ ἴσου ἐπιστήμην μὴ ἐπιλελήσμεθα, ἐπιστάμεθα, εἰ δὲ ἐπιλελήσμεθα, ἀναμιμνησκόμεθα καὶ τῶν μικτῶν δὲ μέμνηται, τῶν μὲν ἐξ ἀκολουθίας κατασκευαστικῶν οὕτως· εἰ τὸ ἕν ὅλον ἐστὶ καὶπεπερασμένον, τοῦτο ἀρχὴν καὶ μέσα καὶ τελευτὴν ἔχον καὶ σχήματο μετέχει· τὸ δὲ ἡγούμενον· τὸ ἄρα λῆγον. τῶν δὲ ἐξ ἀκολουθίας ἀνασκευαστικῶν οὕτω πως τὰς διαφορὰς κατὰ τοῦτο θεωρεῖσθαι. ὅταν οὖν τις ἀκριβῶς κατίδῃ τὰς τῆς ψυχῆς δυνάμεις καὶ τὰς τῶν ἀνθρώπων διαφοράς, καὶ τὰ εἴδη τῶν λόγων, ἅ προσαρμόττει τῇδε ἢ τῇδε τῇ ψυχῇ, ὀξέως τε αἰσθάνεται καὶ ὁποῖος ὑπὸ τίνων λόγων καὶ ὁποίων πείθεσθαι δύνακαι, οὗτος, εἰ προσλάβοι καὶ τὸν καιρὸν τῆς χρήσεως τὸν προςήκοντα, τέλεος ἔσται ῥήτωρ καὶ ἡ ῥητορικὴ αὐτοῦ δικαίως ἂν λέγοιτο ἐπιστήμη τοῦ εὖ λέγειν. καὶ τὴν τῶν σοφισμάτων δὲ μέθοδον εὕροιμεν ἂν ὑπὸ τοῦ Πλάτωνος ὑπογεγραμμένην ἐν τῷ Εὐθυδήμῳ, εἰ ἀκριβῶς ἐντύχοιμεν τῷ βιβλίῳ, ὥστε ἐν αὐτῷ ὑποδεδεῖχθαι, τίνα μὲν παρὰ τὴν φωνήν ἐστι σοφίσματα, τίνα δὲ παρὰ τὰ πράγματα, καὶ τὰς λύσεις αὐτῶν. καὶ μὴν τὰς δέκα κατηγορίας ἔν τε τῷ Παρμενίδῃ καὶ ἐν ἄλλοις ὑπέδειξε, τὸν ἐτυμολογικόν τε τόπον ὅλον ἐν τῷ Κρατύλῳ διεξέρχεται ἁπλῶς δὲ ἱκανώτατος ὁ ἀνὴρ καὶ θαυμαστὴς τῆς τε ὁριστικῆς καὶ διαιρετικῆς πραγματείας, αἵ πᾶσαι δεικνύουσι μάλιστα τὴν δύναμιν τῆς διαλεκτικῆς. τὰ δὲ ἐν τῷ Κρατύλῳ τοιοῦτον ἔχει νοῦν. ζητεῖ γάρ, πότερον φύσει τὰ ὀνόματά ἐστιν ἤ θέσει, ἀρέσκει δὲ αὐτῶ, θέσει ὑπάρχειν τὴν ὀρθότητα τῶν ὀνομάτων, οὐ μὴν ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλ᾽ ὥστε τὴν θέσιν γενέσθαι ἀκόλουθον τῇ τοῦ πράγματος φύσει· μὴ γὰρ ἄλλο τὴν ὀρθότητα εἶναι τοῦ ὀνόματος ἢ τὴν σύμφωνον τῇ φύσει τοῦ πράγματος θέσιν. μήτε γὰρ τὴν θέσιν τὴν ὁποιάνποτε τοῦ ̓νόματος αὐτάρκῆ ἂν εἶναι καὶ ἀποχρῶσαν πρὸς ὀρθότητα, μήτε τὴν φύσιν καὶ τὴν πρώτην ἐκφώνησιν, ἀλλὰ τὸ ἐξ ἀμφοῖν, ὥστε εἶναι παντὸς ὀνόματος κατὰ τὸ οἰκεῖον τῇ τοῦ πράγματος φύσει κείμενον· οὐ γὰρ δήπου ἂν τὸ τυχὸν τῷ τυχόντι τεθῇ, σημανεῖ τὸ ὀρθόν, οἷον ἵππον εἰ θείμεθα ἀνθρώπῳ ὄνομα. καὶ γάρ τοι τὸ λέγειν ἀκολουθία τίς ἐστι τῶν πράξεων, ὥστε οὐχ ὁ ὁπωσδήποτε λέγων ὀρθῶς ἂν λέγοι, ἀλλ᾽ εἰ οὕτω λέγοι, ᾗ τὰ πράγματα πέφυκεν· ἐπεὶ δὲ τοῦ λέγειν μέρος ἐστὶ τὸ ὀνομάζειν, ὡς καὶ τοῦ λόγου μέρος τὸ ὄνομα, τὸ ὀρθῶς καὶ μὴ όρθῶς̓νομάζειν οὐ κατὰ θέσιν ὁποιανοῦν γένοιτ᾽ ἄν, ἀλλὰ κατὰ τὴν φυσικὴν τοῦ ὀνόματος οἰκειότητα πρὸς τὸ πρᾶγμα, καὶ οὗτος ἂν εἴη ὀνοματοθέτης ἄριστος, ὁ σημαίνων δι᾽ ὀνόματος τὴν φύσιν τοῦ πράγματος. ἔστι γὰρ τὸ ὄνομα ὄργανον πράγματος οὐχ ὃ ἔτυχεν, ἀλλὰ τὸ κατάλληλον τῇ φύσει· καὶ διὰ τούτου διδάσκομεν ἀλλήλους τὰ πράγματα καὶ διακρίνομεν αὐτά, ὥστε εἶναι τὸ ὄνομα διδασκαλικόν τι καὶ διακριτικὸν τῆς ἑκάστου οὐσίας ὄργανον, ὡς ἡ κερκὶς τοῦ ὑφάσματος. περὶ τὸ διαλεκτικὸν δὴ καὶ τοῦτο ὑπάρξει τὸ τοῖς ὀνόμασιν ὀρθῶς χρῆσθαι· ὡς γὰρ κερκίδι χρήσαιτ᾽ ἂν ὑφαντικὸς ἀνήρ, εἰδὼς αὐτῆς τὸ προσῆκον ἔργον, τέκτονος αὐτὴν δημιουργήσαντος, οὕτω καὶ ὁ διαλεκτικός, ὀνοματοθέτου θέντος τοὔνομα, χρήσαιτ᾽ ἂν αὐτῷ κατὰ τρόπον καὶ προσφόρως. καὶ γὰρ τοῦ τέκτονος μὲν τὸ ποιῆσαι πηδάλιον, κυβερνήτου δὲ τὸ χρήσασθαι καλῶς· οὕτω γάρ τοι καὶ αὐτὸς ὁ ὀνοματοθέτης καλῶς ἂν χρήσαιτο τῇ θέσει, εἰ ὡς διαλεκτικοῦ παρόντος ποιοῖτο τὴν θέσιν, τὴν φύσιν τῶν ὑποκειμένων ἐπισταμένου.

Chapter 7

Τὸ μὲν δὴ διαλεκτικὸν ἐπὶ τοσοῦτον ὑπογεγράφθω, ἑξῆς δὲ περὶ τοῦ θεωρητικοῦ λέγωμεν. τούτου τοίνυν τὸ μὶν εἴπομεν εἶναι θεολογικόν, τὸ δὲ φυσικόν, τὸ δὲ μαθηματικόν· καὶ ὅτι τοῦ μὲν θεολογικοῦ τέλος ἡ περὶ τὰ πρῶτα αἴτια καὶ ἀνωτάτω τε καὶ ἀρχικὰ γνῶσις, τοῦ δὲ φυσικοῦ τὸ μαθεῖν, τίς ποτ᾽ ἐστὶν ἡ τοῦ παντὸς φύσις καὶ οἷόν τι ζῶον ὁ ἄνθρωπος καὶ τίνα χώραν ἐν κόσμῳ ἔχων, καὶ εἰ θεὸς προνοεῖ τῶν ὅλων καὶ εἰ ἄλλοι θεοὶ τεταγμένοι ὑπὸ τούτῳ, καὶ τίς ἡ ἀνθρώπων πρὸς τοὺς θεοὺς σχέσις· τοῦ δὲ μαθηματικοῦ τὸ ἐπεσκέφθαι τὴν ἐπίπεδόν τε καὶ τριχῇ διεστηκυῖαν φύσιν, περί τε κινήσεως καὶ φορᾶς ὅπως ἔχει. προκείσθω δὲ ἡ τοῦ μαθηματικοῦ θεωρία ἐπὶ κεφαλαίων. αὕτη τοίνυν καὶ πρὸς ὀξύτητα διανοίας παρελήφθη ὑπὸ τοῦ Πλάτωνος, θήγουσα τὴν ψυχὴν καὶ πρὸς ἐπίσκεψιν τῶν ὄντων ἀκρίβειαν παρεχομένη· τό τε περὶ τοὺς ἀριθμοὺς ὄν μόριον τοῦ μαθηματικοῦ οὐχ ἥν ἔτυχεν οἰκειότητα ἐμποιεῖ πρὸς τὴν τοῦ ὄντος ἐπάνοδον, ἀλλὰ σχεδόν τι τῆς περὶ τὰ αἰσθητὰ πλάνης καὶ ἀγνοίας ἀπαλλάττει ἡμᾶς, συνεργοῦν πρὸς τὴν τῆς οὐσίας γνῶσιν, πρός τε πολέμους εὔθετον ̓πάρχει διὰ τὴν τῶν τακτικῶν θεωρίαν· τό γε μὴν κατὰ τὴν γεωμετρίαν ἐπιτηδειότατον καὶ αὐτὸ πρὸς τὴν τοῦ ἀγαθοῦ γνῶσιν, ὅταν γέ τις μὴ πράξεως ἕνεκεν μετίῃ γεωμερίαν, ἀλλὰ προσχρώμενος αὐτῇ ὡς ἐπὶ τὸ ὄν ἀεὶ ἀνιέναι καὶ μὴ διατρίβειν περὶ τὸ γινόμενον καὶ ἀπολλύμενον. καὶ μὴν ἡ στερεομετρία χρησμωτάτη· μετὰ γὰρ τὴν δευτέραν αὔξησιν ἀκόλουθος ἡ κατ᾽ αὐτὴν θεωρία τρίτην αὔξησιν ἔχουσα· χρήσιμον δὲ ὥσπερ τι τέταρτον μάθημα καὶ ἡ ἀστρονομία, καθ᾽ ἥν ἐν τῷ οὐρανῷ θεασόμεθα ἄστρων τε φορὰς καὶ οὐρανοῦ καὶ τὸν δημιουργὸν νυκτὸς καὶ ἡμέρας μηνῶν τε καὶ ἐνιαυτῶν· ἐξ ὧν κατά τινα οἰκείαν ὁδὸν καὶ τὸν ἁπάντων δημιουργὸν ζητήσομεν, μετιόντες ἀπὸ τούτων τῶν μαθημάτων ὥσπερ τινὸς ὑποβάθρας καὶ στοιχείων. καὶ μουσικῆς δὲ ἐπιμελησόμεθα, ἐπὶ τὰ αὐτὰ τὴν ἀκοὴν ἀναφέροντες· ὥσπερ γὰρ πρὸς ἀστρονομίαν ὄμματα συνέστηκεν, οὕτως ἀκοὴ πρὸς τὸ ἐναρμόνιον· καὶ ὥσπερ ἀστρονομίᾳ τὸν νοῦν προσέχοντες ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὴν ἀόρατον καὶ νοητὴν οὐσίαν ποδηγούμεθα, οὕτω καὶ τῆς ἐναρμονίου φωνῆς κατακούοντες ἀπὸ τῶν ἀκουστῶν ἐπὶ τὰ αὐτῷ τῷ νῷ θεωρούμενα κατὰ ταὐτὰ μεταβαίνομεν· ὡς εἰ μὴ οὕτω μετίοιμεν ταῦτα τὰ μαθήματα, ἀτελής τε καὶ ἀνόνητος καὶ οὐδέ̀ λόγου ἀξία ἡ περὶ τούτων σκέψις γένοιτ᾽ ἂν ἡμῖν. δεῖ γὰρ ὀξέως ἀπὸ τῶν ὁρατῶν καὶ ἀπὸ τῶν ἀκουστῶν μεταβαίνειν ἐπ᾽ . ἐκεῖνα, ἅ ἔστιν ἰδεῖν μόνῳ τῷ τῆς ψυχῆς λογισμῷ. ἔστι γὰρ ἡ τῶν μαθημάτων ἐπίσκεψις ὡς ἂν προοίμιόν τι πρὸς τὴν τῶν ὄντων θεωρίαν· ἐφιέμεναι γὰρ τοῦ ὄντος λαμβάνεσθαι γεωμερία τε καὶ ἀριθμητικὴ καὶ αἱ ταύταις ἑπόμεναι ὀνειρώττουσι μὲν περὶ τὸ ̓́ὄν, ὕπαρ δὲ αὐτὸ ἀδυνατοῦσιν ἰδεῖν, ἀγνοοῦσαι τάς τε ἀρχὰς καὶ τὰ ἐκ τῶν ἀρχῶν συγκείμενα, οὐδὲν δὲ ἧττον χρησιμώταται οὖσαι τυγχάνουσι κατὰ τὰ εἰρημένα. ὅθεν οὐδὲ ἐπιστήμας ταῦτα τὰ μαθήματα ἔφησεν ὁ Πλάτων· ἡ μέντοι διαλεκτικὴ μέθοδος ἀπὸ τῶν γεωμετρικῶν ὑποθέσεων ἐπὶ τὰ πρῶτα καὶ ἀρχικὰ καὶ ἀνυπόθετα ἀνιέναι πέφυκεν· ὅθεν τὴν μὲν διαλεκτικὴν ἐπιστήμην προσεῖπε, τὰ δὲ μαθήματα οὔτε δόξαν διὰ τὸ ἐναργέστερα εἶναι τῶν αἰσθητῶν, οὔτε ἐπιστήμην διὰ τὸ ἀμυδρότερα εἶναι τῶν πρώτων νοητῶν· ἀλλὰ δόξαν μὲν τῶν σωμάτων φησίν, ἐπιστήμην δὲ τῶν πρώτων, διάνοιαν δὲ τῶν μαθημάτων. τίθεται δὲ τὶ καὶ πίστιν καὶ εἰκασίαν, τούτων δὲ τὴν μὲν πίστιν τῶν αἰσθητῶν, τὴν δὲ εἰκασίαν τῶν εἰκόνων καὶ εἰδώλων· ἐπεὶ δὲ ἡ διαλεκτικὴ ἰσχυρότατον τῶν μαθημάτων, ἅτε καὶ περὶ τὰ θεῖα καὶ βέβαια γινομένη, διὰ τοῦτο καὶ ἀνωτέρω τῶν μαθημάτων τάττεται, ὥσπερ θριγκός τις ὑπάρουσα ἤ φυλακὴ τῶν λοιπῶν.

Chapter 8

Μετὰ δὲ ταῦτα ἑπομένως περὶ τῶν ἀρχῶν τε καὶ τῶν θεολογικῶν λέγωμεν θεωρημάτων, ἄνωθεν ἀπὸ τῶν πρώτων ἀρχόμενοι καὶ ἀπ᾽ αὐτῶν κατιόντες καὶ ἐπισκοποῦντες τὴν τοῦ κόσμου γένεσιν, τελευτῶντες δὲ εἰς ἀνθρώπων γένεσιν καὶ φύσιν. καὶ πρῶτόν γε περὶ ὕλης λέγωμεν. ταύτην τοίνυν ἐκμαγεῖόν τε καὶ πανδεχὲς καὶ τιθήνην καὶ μητέρα καὶ χώραν ὀνομάζει καὶ ὑποκείμενον ἁπτόν τε μετ᾽ ἀναισθησίας καὶ νόθῳ λογισμῷ ληπτόν· ἰδιότητα δὲ ἔχειν τοιαύτην, ὥστε πᾶσαν γένεσιν ὑποδέχεσθαι τιθήνης λόγον ἐπέχουσαν τῷ φέρειν αὐτὰς καὶ ἀναδέχεσθαι μὲν αὐτὴν πάντα τὰ εἴδη, αὐτὴν δὲ καθ᾽ αὑτὴν ἄμορφόν τε ὑπάρχειν καὶ ἄποιον καὶ ἀνείδεον, ἀναματτομένην δὲ τὰ τοιαῦτα καὶ ἐκτυπουμένην καθάπερ ἐκμαγεῖον καὶ σχηματιζομένην ὑπὸ τούτων, μηδὲν ἴδιον σχῆμα ἔχουσαν μηδὲ ποιότητα. οὐ γὰρ γένοιτ᾽ ἄν τι εὖ παρεσκευασμένον πρὸς ποικίλας ἐκτυπώσεις καὶ μορφάς, εἰ μὴ ἄποιον αὐτὸ ὑπάρχοι καὶ ἀμέτοχον ἐκείνων τῶν εἰδῶν, ἅ δεῖ αὐτὸ δέξασθαι· ὁρῶμεν δὲ καὶ τοὺς τὰ ἀλείμματα ἐξ ἐλαίου κατασκευάζοντας τὰ εὐώδη ἀνοσμοτάτῳ τούτῳ χρωμένους, καὶ τοὺς τὰς μορφὰς δημιουργεῖν βουλομένους ἐκ κηροῦ ἤ πηλοῦ προλεαίνοντας ταῦτα καὶ ὡς ἐνδέχεται ἀσχημάτιστα παρέχοντας. προσήκει δὴ καὶ τῇ πανδεχεῖὐλη, εἰ μέλλει κατὰ πᾶν δέχεσθαι τιὰ εἴδη, τῷ μηδεμίαναὐτωἀν φύσιν ἔχειν ὑποκεῖσθαι, ἀλλ᾽ ἄποιόν τε εἶναι καὶ ἀνείδεος πρὸς ὑποδοχὴν τῶν εἰδῶν· τοιαύτη δ᾽ οὖσα οὔτε σῶμα ἂν εἴη οὔτε ἀσώματον, δυνάμει δὲ σῶμα, ὡς καὶ τὸν χαλκὸν ὑπακούομεν δυνάμει ἀνδριάντα, διότι τὸ εἶδος δεξάμενος ἀνδριὰς ἔσται.

Chapter 9

Ἀρχικὸν δὲ λόγον ἐπεχούσης τῆς ὕλης ἔτι καὶ ἄλλας ἀρχὰς παραλαμβάνει, τήν τε παραδειγματικήν, τουτέστι τὴν τῶν ἰδεῶν, καὶ τὴν τοῦ πατρὸς καὶ αἰτίου πάντων θεοῦ. ἔστι δὲ καὶ ἡ ἰδέα ὡς μὲν πρὸς θεὸν νόησις αὐτοῦ, ὡς δὲ πρὸς ἡμᾶς νοητὸν πρῶτον, ὡς δὲ πρὸς τὴν ὕλην μέτρον, ὡς δὲ πρὸς τὸν αἰσθητὸν κόσμον παράδειγμα, ὡς δὲ πρὸς αὑτὴν ἐξεταζομένῃ οὐσία. καθόλου γὰρ πᾶν τὸ γινόμενον κατ᾽ ἐπίνοιαν πρός τι ὀφείλει γίνεσθαι, οὗ ὥσπερ εἰ ἀπό τινός τι γένοιτο, ὡς ἀπ᾽ ἐμοῦ ἡ ἐμὴ εἰκών, δεῖ τὸ παράδειγμα προυποκεῖσθαι· εἴτε καὶ μὴ εἴη ἔξω τὸ παράδειγμα παντί, πάντως ἕκαστος ἐν αὑτῷ τὸ παράδειγμα ἴσχων τῶν τεχνιτῶν τὴν τούτου μορφὴν τῇ ὕλῃ περιτίθησιν. ὁρίζονται δὲ τὴν ἰδέαν παράδειγμα τῶν κατὰ φύσιν αἰώνιον. οὔτε γὰρ τοῖς πλείστοις τῶν ἀπὸ Πλάτωνος ἀρέσκει τῶν τεχνικῶν εἶναι ἰδέας, οἷον ἀσπίδος ἢ λύρας, οὔτε μὴν τῶν παρὰ φύσιν, οἷον πυρετοῦ καὶ χολέρας, οὔτε τῶν κατὰ μέρος, οἷον Σωκράτους καὶ Πλάτωνος, ἀλλ᾽ οὐδὲ τῶν εὐτελῶν τινός, οἷον ῥύπου καὶ κάρφους, οὔτε τῶν πρός τι, οἷον μείζονος καὶ ὑπερέχοντος· εἶναι γὰρ τὰς ἰδέας νοήσεις θεοῦ αἰωνίονς τε καὶ αὐτοτελεῖς. ὅτι δὲ εἰσὶν αἱ ἰδέαι, καὶ οὕτω παραμυθοῦνται. εἴτε γὰρ νοῦς ὁ θεὸς ὑπάρχει εἴτε νοερόν, ἔστιν αὐτῷ νοήματα, καὶ ταῦτα αἰώνιά τε καὶ ἄτρεπτα, εἰ δὲ τοῦτο, εἰσὶν αἱ ἰδέαι· καὶ γὰρ εἰ ἄμετρος ὑπάρχει ἡ ὕλη κατὰ τὸν ἑαυτῆς λόγον, παρ᾽ ἑτέρου τινὸς κρείττονος, τοῦ ἀύλου, τῶν μέτρων ὀφείλει τυγχάνειν· τὸ δὲ ἡγούμενον, τὸ ἄρα λῆγον· εἰ δὲ το͂το, εἰσὶν αἱ ἰδέαι μέτρα τινὰ ἄυλα ὑπάρχουσαι. ἔτι γε μὴν εἰ ὁ κόσμος μὴ ἐκ ταὐτομάτου τοιοῦτός ἐστιν, οὐ μόνον ἔκ τινός ἐστι γεγονώς, ἀλλὰ καὶ ὑπό τινος, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ πρός τι· τὸ δὲ πρὸς ὃ γέγονε τί ἂν ἄλλο γέγονεν ἢ ἰδέα; ὥστε εἶεν ἂν αἱ ἰδέαι. ἀλλὰ μὴν καὶ εἰ νοῦς διαφέρει δόξης ἀληθοῦς, καὶ τὸ νοητὸν ἦν τοῦ δοξαστοῦ διαφέρον· εἰ δὲοῦτο, ἔστι νοητὰ ἕτερα τῶν δοξαστῶν· ὥστε εἴη ἂν καὶ πρῶτα νοητά, ὡς καὶ πρῶτα αἰσθητά· εἰ δὲ τοῦτο, εἰσὶν αἱ ἰδέαι· ἀλλὰ μὴν διαφέρει νοῦς δόξης ἀληθοῦς· ὥστε εἶεν ἂν αἱ ἰδέαι.

Chapter 10

Ἑξῆς δὲ περὶ τῆς τρίτης ἀρχῆς ποιητέον τὸν λόγον, ἥν μικροῦ δεῖν καὶ ἄρρητον ἡγεῖται ὁ Πλάτων· ἐπαχθείημεν δ᾽ ἂν περὶ αὐτῆς τοῦτον τὸν τρόπον. εἰ ἔστι νοητά, ταῦτα δὲ οὔτε αἰσθητὰ οὔτε μετούσια τῶν αἰσθητῶν, ἀλλὰ πρώτωντινῶν τῶν νοητῶν, ἔστι πρῶτα νοητὰ ἁπλᾶ, ὡς καὶ πρῶτα αἰσθητά· τὸ δ᾽ ἡγούμενον, τὸ ἄρα λῆγον. ἄνθρωποι μὲν δὴ ἅτε τοῦ τῆς αἰσθήσεως πάθους ἐμπιπλάμενοι, ὥστε καὶ ὁπότε νοεῖν προαιροῖντο τὸ νοητόν, ἐμφανταζόμενον ἔχειν τὸ αἰσθητόν, ὡς καὶ μέγεθος συνεπινοεῖν καὶ σχῆμα καὶ χρῶμα πολλάκις, οὐ καθαρῶς τὰ νοητὰ νοοῦσι, θεοὶ δὲ ἀπηλλαγμένως τῶν αἰσθητῶν εἱλικρινῶς τε καὶ ἀμιγῶς. ἐπεὶ δὲ ψυχῆς νοῦς ἀμείνων νοῦ δὲ τοῦ ἐν δυνάμει ὁ κατ᾽ ἐνέργειαν πάντα νοῶν καὶ ἅμα καὶ ἀεί, τούτου δὲ καλλίων ὁ αἴτιος τούτου καὶ ὅπερ ἂν ἔτι ἀνωτέρω τούτων ὑφέστηκεν, οὗτος ἂν εἴη ὁ πρῶτος θεός, αἴτιος ὑπάρχων τοῦ ἀεὶ ἐνεργεῖν τῷ νῷ τοῦ σύμπαντος οὐρανοῦ. ἐνεγεῖ δὲ ἀκίνητος αὐτὸς ὤν εἰς τοῦτον, ὡς καὶ ὁ ἥλιος εἰς τὴν ὅρασιν, ὅταν αὐτῷ προσβλέπῃ, καὶ ὡς τὸ ὀρεκτὸν κινεῖ τὴν ὄρεξιν ἀκίνητον ὑπτάρχον· οὕτω γε δὴ καὶ οὗτος ὁ νοῦς κινήσει τὸν νοῦν τοῦ σύμπαντος οὐρανοῦ. ἐπεὶ δὲ ὁ πρῶτος νοῦς κάλαλιστος, δεῖ καὶ κάλλιστον αὐτῷ νοητὸν ὑποκεῖσθαι, οὐδὲν δὲ αὐτοῦ κάλλιον· ἑαυτὸν ἂν οὖν καὶ τὰ ἑαυτοῦ νοήματα ἀεὶ νοοίη, καὶ αὕτη ἡ ἐνέργεια αὐτοῦ ἰδέα ὑπάρχει. καὶ μὴν ὁ πρῶτος θεὸς ἀΐδιός ἐστιν, ἄρρητος, αὐτοτελὴς τουτέστιν ἀπροσδεής, ἀειτελὴς τουτέστιν ἀεὶ τέλειος, παντελὴς τουτέστι πάντη τέλειος· θειότης, οὐσιότης, ἀλήθεια, συμμετρία, ἀγαθόν. λέγω δὲ οὐχ ὡς ὁρίζων ταῦτα, ἀλλ᾽ ὡς κατὰ πάντα ἑνὸς νοουμένου. καὶ ἀγαθὸν μέν ἐστι, διότι πάντα εἰς δύναμιν εὐεργετεῖ, παντὸς ἀγαθοῦ αἴτιος ὤν· καλὸν δὲ, ὅτι αὐτοῦ τὸ σχῆμα φύσει τέλεόν ἐστι καὶ σύμμετρον· ἀλήθεια δέ. διότι πάσης ἀληθείας ἀρχὴ ὑπάρχει, ὡς ὁ ἥλιος παντὸς φωτός· πατὴρ δέ ἐστι τῷ αἴτιος εἶναι πάντων καὶ κοσμεῖν τὸν οὐράνιον νοῦν καὶ τὴν ψυχὴν τοῦ κόσμου πρὸς ἑαυτὸν καὶ πρὸς τὰς ἑαυτοῦ νοήσεις. κατὰ γὰρ τὴν ἑαυτοῦ βούλησιν ἐμπέπληκε πάντα ἑαυτοῦ, τὴν ψυχὴν τοῦ κόσμου ἐπεγείρας καὶ εἰς ἑαυτὸν ἐπιστρέψας, τοῦ νοῦ αὐτῆς αἴτιος ὑπάρχων· ὅς κοσμηθεὶς ὑπὸ τοῦ πατρὸς διακοσμεῖ σύμπασαν φύσιν ἐν τῷδε τῷ κόσμῳ ἄρρητος δ᾽ ἔστι καὶ τῷ νῷ μόνῳ ληπτός, ὡς εἴρηται, ἐπεὶ οὔτε γένος ἐστὶν οὔτε εἶδος οὔτε διαφορά, ἀλλ᾽ οὐδὲ συμβέβηκέ τι αὐτῷ, οὔτε κακόν· οὐ γὰρ θέμις τοῦτο εἰπεῖν· οὔτε ἀγαθόν· κατὰ μετοχὴν γάρ τινος ἔσται οὗτος καὶ μάλιστα ἀγαθότητος· οὔτε διαφορά· οὐδὲ γὰρ τοῦτο κατὰ τὴν ἔννοιαν αὐτοῦ· οὔτε ποιόν· οὐ γὰρ ποιωθέν ἐστι καὶ ὑπὸ ποιότητος τοιοῦτον ἀποτετελεσμένον· οὔτε ἄποιον· οὐ γὰρ ἐστέρηταί τινος ἐπιβάλλοντος αὐτῷ ποιοῦ· οὔτε μέρος τινός, οὔτε ὡς ὅλον ἔχον τινὰ μέρη, οὔτε ὥστε ταὐτόν τι εἶναι ἢ ἕτερον· οὐδὲν γὰρ αὐτῷ συμβέβηκε, καθ᾽ ὃ δύναται τῶν ἄλλων χωρισθῆναι· οὔτε κινεῖ οὔτε κινεῖται. ἔσται δὴ πρώτη μὲν αὐτοῦ νόησις ἡ κατὰ ἀφαίρεσιν τούτων, ὅπως καὶ σημεῖον ἐνοήσαμεν κατὰ ἀφαίρεσιν ἀπὸ τοῦ αἰσθητοῦ, ἐπιφάνειαν νοήσαντες, εἶτα γραμμήν, καὶ τελευταῖον τὸ σημεῖον. δευτέρα δέ ἐστιν αὐτοῦ νόησις ἡ κατὰ ἀναλογίαν οὕτω πως· ὅν γὰρ ἔχει λόγου ὁ ἥλιος πρὸς τὴν ὅρασιν καὶ τὰ ὁρώμενα, οὐκ ὤν αὐτὸς ὄψις, παρέχων δὲ τῇ μὲν τὸ ὁρᾷν, τοῖς δὲ τὸ ὁρᾶσθαι, τοῦτον ἔχει τὸν λόγον ὁ πρῶτος νοῦς πρὸς τὴν ἐν τῇ ψυχῇ νόησιν καὶ τὰ νοούμενα· οὐ γὰρ ὤν ὅπερ ἐστὶν ἡ νόησις, παρέχει αὐτῇ τὸ νοεῖν καὶ τοῖς νοητοῖς τὸ νοεῖσθαι, φωτίζων τὴν περὶ αὐτὰ ἀλήθειαν. τρίτη δὲ νόησις τοιαύτη τις ἂν εἴη· θεωρῶν γάρ τις τὸ ἐπὶ τοῖς σώμασι καλὸν μετὰ τοῦτο μέτεισιν ἐπὶ τὸ τῆς ψυχῆς κάλλος, εἶτα τὸ ἐν ἐπιτηδεύμασι καὶ νόμοις, εἶτα ἐπὶ τὸ πολὺ πέλαγος τοῦ καλοῦ, μεθ᾽ ὃ αὐτὸ τὸ ἀγαθὸν νοεῖ καὶ τὸ ἐραστὸν καὶ ἐφετὸν ὥσπερ φῶς φανὲν καὶ οἷον ἐκλάμψαν τῇ ότως ἀνιούσῃ ψυχῇ· τούτῳ δὲ καὶ θεὸν συνεπινοεῖ διὰ τὴν ἐν τῷ τιμίῳ ὑπεροχήν. ἀμερῆ τε διὰ τὸ μὴ εἶναι πρότερόν τι αὐτοῦ· τὸ γὰρ μέρος καὶ τὸ ἐξ οὗ πρότερον ὑπάρχει τούτου, οὗ μέρος· καὶ γὰρ τὸ ἐπίπεδον πρότερον ἢ τὸ σῶμα, καὶ ἡ γραμμὴ πρότερον ἢ τὸ ἐπίπεδον· μέρη γε μὴν οὐκ ἔχων ἀκίνητος ἂν εἴη κατὰ τόπον καὶ ἀλλοίωσιν. εἰ γὰρ ἀλλοιωθήσεται, ἢ ὑφ᾽ αὑτοῦ ἢ ὑφ᾽ ἑτέρου· εἰ μὲν οὖν ὑφ᾽ ἑτέρου, ἐκεῖνο αὐτοῦ ἰσχυότον ἔσται, εἰ δ᾽ ὑφ’ ἑαυτοῦ, ἤτοι ἐπὶ τὸ χεῖρον ἀλλοιωθείη ἂν ἢ ἐπὶ τὸ βέλτιον· ἄμφω δὲ ̓ἄτοπα· ἐξ ὧν ἁπάντων ἀναφαίνεται καὶ τὸ ἀσώματον αὐτὸ εἶναι· ὅπερ κἀκ τούτων ἀποδεχθήσεται. εἰ γὰρ σῶμα ὁ θεός, ἐξ ὕλης ἂν εἴη καὶ εἴδους· διὰ τὸ πᾶν σῶμα συνδύασμά τι εἶναι ἔκ τε ὕλης καὶ τοῦ σὺν αὐτῇ εἴδους, ὅπερ ἐξομοιοῦται ταῖς ἰδέαις καὶ μετέχει αὐτῶν δύσραστον δή τινα τρόπον· ἄτοπον δὲ τὸν θεὸν ἐξ ὕλης εἶναι καὶ εἴδους· οὐ γὰρ ἔσται ἁπλοῦς οὐδὲ ἀρχικός· ὥστε ἀσώματος ἂν εἴη ὁ θεός. καὶ αὐτόθεν δέ· εἰ σῶμά ἐστιν, ἐξ ὕλης ἂν ὐπάρι· ἢ πῦρ ἂν οὖν εἴη ἢ ὕδωρ ἢ γῆ ἢ ἀὴρ ἢ τι ἐκ τούτων· ἀλλ᾽ ἕκαστόν γε τούτων οὐκ ἀρχικόν. καὶ ἄλλως δὲ ὕστερον γενήσεται τῆς ὕλης, εἰ ἐξ ὕλης ὑπάρχοι· ὧν ἀτόπων ὄντωνἀσώματον αὐτὸν ὑποληπτέον· καὶ γάρ, εἰ σῶμά ἐστι, καὶ φθαρτὸς ἔσται καὶ γεννητὸς καὶ μεταβλητός· ἕκαστον δὲ τούτων ἄτοπον ἐπ᾽ αὐτοῦ.

Chapter 11

Καὶ μὴν καὶ αἱ ποιότητες τοῦτον τὸν τρόπον δεικνύοιντ᾽ ἂν ἀσώματοι. πᾶν σῶμα ὑποκείμενόν ἐστιν, η δὲ ποιότης οὐχ ὑποκείμενόν ἐστιν, ἀλλὰ συμβεβηκός· οὐκ ἄρα σῶμα ἡ ποιότης. πᾶσα ποιότης ἐν ὑποκειμένῳ, οὐδὲν δὲ σῶμα ἐν ὑοκειμένῳ, οὐκ ἄρα σῶμα ἡ ποιότης· ἔτι ποιότης ποιότητι ἐναντίον, οὐ μὴν καὶ σῶμα σώματι, σῶμά τε σώματος καθόσον σῶμα οὐδενὶ διαφέρει, ποιότητι δὲ διαφέρει καὶ οὐ μὰ Δία σώμασιν· οὐκ ἄρα σώματα αἱ ποιότητες. εὐλογώτατόν τε, ὡς ἡ ὕλη ἄποιος, τὴν ποιότητα ἄυλον εἶναι· εἰ δὲ ἡ ποιότηςἄυλος,ασωματος ἂν εἴη ἡ ποιότης. εἴ γε μὴν σώματα καὶ αἱ ποιότητες, δύο καὶ τρία σώματα ἔσται ἐν τῷ αὐτῷ τόπω, ἀτοπωτάτουτούτου ὑπάρχοντος· εἰ δὲ αἱ ποιότητες ἀσώματοι, καὶ τὸ δημιουργικὸν τούτων ἀσώματον. ἔτι τὰ ποιοῦντα οὐκ ἂν ἄλλα εἴη ἢ τὰ ἀσώματα· παθητικὰ γὰρ τὰ σώματα καὶ ῥευστὰ καὶ οὐκ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα, οὐδὲ μόνιμα καὶ ἔμπεδα, ἅ γε καὶ ἐν οἷς δοκεῖ τι ποιεῖν πολὺ πρόσθεν εὑρίσκεται πάσχοντα· ὥσπερ οὖν ἔστι τι παθητικὸν εἱλικρινῶς, οὕτως ἀναγκαῖον τὶ εἶναι καὶ ἀτρεκῶς ποιητικόν· οὐκ ἄλλο δὲ εὕροιμεν ἂν τοῦτο ἢ ἀσώματον. ὁ μὲν δὴ περὶ τῶν ἀρχῶν λόγος τοιοῦτος ἄν τις εἴη θεολογικὸς λεγόμενος· ἐπὶ δὲ τὸν καλούμενον φυσικὸν τόπον ἑξῆς χωρητέον ἐντεῦθέν ποθεν ἀρξαμένους.

Chapter 12

Ἐπεὶ γὰρ τῶν κατὰ φύσιν αἰσθητῶν καὶ κατὰ μέρος ὡρισμένα τινὰ δεῖ παραδείγματα εἶναι τὰς ἰδέας, ὧν καὶ τὰς ἐπιστήμας γίνεσθαι καὶ τους ὅρους· παρὰ πάντας γὰρ ἀνθρώπους ἄνθρωπόν τινα νοεῖσθαι καὶ παρὰ πάντας ἵππους ἵππον, καὶ κοινῶς παρὰ τὰ ζῶα ζῶον ἀγένητον καὶ ἄφθαρτον, ὅν τρόπον σφραγῖδος μιᾶς ἐκμαγεῖα γίνεται πολλὰ καὶ ἑνὸς ανδρὸς εἰκόνες μυρίαι ἐπὶ μυρίαις, τῆς ἰδέας οὔσης αἰτίας ἀρχὴν τοῦ εἶναι ἕκαστον τοιοῦτον, οἷον αὐτὴ ὑπάρχει· ἀναγκαῖον καὶ τὸ κάλλιστον κατασκεύασμα τὸν κόσμον ὑπὸ τοῦ θεοῦ δεδημιουργῆσθαι πρός τινα ἰδέαν κόσμου ἀποβλέποντος, παράδειγμα ὑπάρχουσαν τοῦδε τοῦ κόσμου ὡς ἂν ἀπεικονισμένου ἀπ᾽ ἐκείνης, πρὸς ἣν ἀφομοιωθέντα ὑπὸ τοῦ δημιουργοῦ αὐτὸν ἀπειργάσθαι κατὰ θαυμασιοτάτην πρόνοιαν καὶ δίαιταν ἐλθόντος ἐπὶ τὸ δημιουργεῖν τὸν κόσμον, διότι ἀγαθὸς ἦν. ἐκ τῆς πάσης οὖν ὕλης αὐτὸν ἐδημιούργει· ἥν ἀτάκτως καὶ πλημμελῶς κινουμένην πρὸ τῆς οὐρανοῦ γενέσεως ἐκ τῆς ἀταξίας παραλαβὼν πρὸς τὴν ἀρίστην ἤγαγε τάξιν, ἀριθμοῖς πρέπουσι τὰ μέρη κοσμήσας αὐτοῦ καὶ σχήμασιν, ὥστε διακρίναι ὅπως νῦν ἔχει πῦρ τε καὶ γῆ πρὸς ἀέρα τε καὶ ὕδωρ, ἴχνη μὲν τέως ἔχοντα καὶ τὸ δεκτικὸν τῆς τῶν στοιχείων δυνάμεως, ἀλόγως δὲ καὶ ἀμέτρως σείοντά τε τὴν ὕλην καὶ πρὸς ταύτης σειόμενα. ἐξ ἑκάστου γὰρ ὅλου τῶν τεττάρων αὐτὸν στοιχείων ἐγέννησε, πυρός τε παντὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος, οὐδὲν μέρος οὐδενὸς ἀπολιπὼν οὐδὲ δύναμιν, διανοηθεὶς πρῶτον μὲν ὅτι σωματοειδὲς χρὴ τὸ γενόμενον εἶναι καὶ πάντως ἁπτόν τε καὶ ὁρατόν, χωρὶς δὲ πυρὸς καὶ γῆς οὐχ οἷόν τε οὔτε ὁρατόν τι εἶναι οὔτε ἁπτόν· κατὰ δὴ τὸν εἰκότα λόγον ἐκ γῆς αὐτὸν καὶ πυρὸς ἐποίησεν· ἐπεὶ δὲ καὶ δεσμὸν ἔδει τινὰ συναγωγὸν ἀμφοτέρων ἐν μέσῳ γενέσθαι, θεῖος δὲ δεσμὸς ὁ τῆς ἀναλογίας, ὅς ἑαυτόν τε καὶ τὰ συνδούμενα πέφυκεν ἕν ποιεῖν, ἐπίπεδός τε οὐκ ἦν ὁ κόσμος — ἀπέχρη γὰρ ἂν αὐτῷ μία μεσότης — σφαιροειδὴς δέ, δυοῖν ἐδέησεν αὐτῷ μεσοτήτων εἰς συναρμογήν· διὰ τοῦτο πυρὸς ἐν μέσῳ καὶ γῆς ἀήρ τε καὶ ὕδωρ ἐτάχθη κατὰ τὸν τῆς ἀναλογίας τρόπον· ὥστε ὡς ἔχει πῦρ πρὸς ἀέρα, οὕτως ἔχειν ἀέρα τε πρὸς ὕδωρ καὶ τοῦτο πρὸς γῆν καὶ ἀνάπαλιν. τῷ δὲ μηδὲν ἔξωθεν ὑπολείπεσθαι καὶ μονογενῆ τὸν κόσμον ἐποίησε καὶ κατὰ τὸν ἀριθμὸν τῇ ἰδέᾳ εἰκασμένον μιᾷ οὔσῃ, πρός τε τούτοις ἄνοσον καὶ ἀγήρω, ἅτε αὐτῷ μηδενὸς προσιόντος τοῦ κηραίνειν πεφυκότος, αὐτάρκη τε καὶ οὐδενὸς ἔξωθεν δεόμενον· σχῆμα δ᾽ αὐτῷ περιέθηκε τὸ σφαιροειδές, εὐμορφότατον σχημάτων καὶ πολυχωρότατον καὶ εὐκινητότατον· καὶ ἐπεὶ οὔτε ὁράσεως ἐδεῖτο οὔτε ἀκοῆς οὔτε μὴν ἄλλου τοιούτου τινός, οὐ προσῆψεν αὐτῷ τοιαῦτα ὄργανα πρὸς ὑπηρεσίαν, ἀφελόμενος δὲ τὰς λοιπὰς κινήσεις μόνην αὐτῷ δέδωκε τὴν κυκλοφορικήν, νοῦ καὶ φρονήσεως οἰκείαν ὑπάρχουσαν.

Chapter 13

Ἐξ ὧν δὲ συνέστηκεν ὁ κόσμος, δύο ὑπαρχόντων, σώματος καὶ ψυχῆς, ὧν τὸ μὲν ὁρατὸν καὶ ἁπτόν, ἡ δὲ ἀόρατός τε καὶ ἀναφής, ἑκατέρου ἡ δύναμις καὶ ἡ σύστασις…

Chapter 14

Τὰ…

Chapter 15

Εἰσ…

The complete text is available when the reading interface loads.