Iatricorum liber xi
- Edition reference
- Iatricorum liber xi, ed. C. Daremberg and C. É. Ruelle, Oeuvres de Rufus d'Éphèse, Paris: Imprimerie Nationale, 1879 (repr. Amsterdam: Hakkert, 1963): 85–126, 568–581.
- CTS identifier
urn:cts:greekLit:tlg0718.tlg011.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
εἰς μικρὸν κατάσχωσι τὸ οὖρον, παροιδέουσι ὀσφὺν, ὄρχεις καὶ ἰσχία.
Ἢν δὲ ἐπὶ μᾶλλον αὔξηται, θερμασία δακνώδης ἐν τοῖς σπλάγχνοις,
τὸ ἐπιγάστριον ῥυτιδοῦται, καὶ φλέβες ἐν αὐτῷ ἐπαίρονται, ἰσχνοὶ δὲ τὴν ὅλην
ἕξιν, τηκεδὼν δὲ τοῦ σώματος γίγνεται δεινή. Ἄλλοι δὲ οὐκ οὐ-
ροῦσιν, οὐδέ τις ἄλλη τοῦ πινομένου διαπνοή· τοιγαροῦν ἀκορίῃ μὲν τοῦ ποτοῦ,
πλημμύρῃ δὲ τοῦ ὑγροῦ, περιτάσει δὲ τῆς κοιλίης ἐξεῤῥάγησαν ἀθρόοι,
χυμοὶ δὲ μοχθηροὶ ἀναποθέντες ἐν αὐτῷ τῷ σώματι τῶν νεφρῶν τὸ πάθος ἐργάζον-
ται. Σκοπὸς οὖν ἡμῖν ἐν ταῖς θεραπείαις γινέσθω ἀμαυρῶσαι τὴν δριμύτητα τῶν
ὑγρῶν, καὶ δυσκινητότερον τό τε αἷμα καὶ τὴν σὺν αὐτῷ ἀναμεμιγμένην ὀῤῥώδη ὑγρό-
τητα ἐργάσασθαι, καὶ τὴν δυσκρασίαν τῶν νεφρῶν ἀνακαλέσασθαι. Ἀρχομένου τοίνυν
τοῦ πάθους εὐθέως, μηδέπω τελειωθέντος, ἄριστον τέμνειν τὴν ἐν ἀγκῶνι φλέβα,
καὶ σύμμετρον ἀφαιρεῖν, κεχρῆσθαι δὲ καὶ τοῖς μετρίοις τῶν διουρητικῶν διαῤ-
ῥύπτειν δυναμένοις τὴν ἀναπεπωμένην ἐν τοῖς νεφροῖς κακοχυμίαν. —Χρονίσαντος
δὲ τοῦ πάθους, μήτε φλεβοτομίαν παραλαμβάνειν, μήτε διουρητικὸν μηδὲν προσφέ-
ρειν· καταπίπτει γὰρ ἡ δύναμις ἐπὶ τῶν χρονιζόντων, καὶ δριμύτερον ἀποτελεῖται τὸ
πᾶν σῶμα ἐν ταῖς φλεβοτομίαις, καὶ τὰ διουρητικὰ δὲ διδόμενα ἐπὶ τῶν χρονιζόντων
πολλαπλασιάζει τὸ πάθος. Μέγιστον δὲ ἴαμα τῷ πάθει τούτῳ πιόντα ἐξεμεῖν αὐτίκα,
πίνειν δὲ ὡς ὅτι ψυχρότατον καὶ τῇ ἄλλῃ διαίτῃ ψυχροτέρᾳ κεχρῆσθαι, τῶν τε ψυχόν-
των λαχάνων ἐσθίοντα τῶν μὴ διουρητικῶν καὶ πτισάνης χυλὸν ψυχρὸν ῥοφοῦντα,
ἀντισπᾷν δὲ καὶ εἰς ἱδρῶτας τὴν ὕλην. —Ἄριστον δὲ, φησὶν Ἀρεταῖος, καὶ ἡ ἐν
πίθῳ γινομένη πυρία, ὥστε ὑπερέχειν ἄνω τοῦ πίθου τὴν κεφαλὴν, ἵνα τὸ μὲν πᾶν
σῶμα θερμαίνηται, ψυχρὸν δὲ ἕλκῃ ἀέρα, τὰ δὲ ἄλλα ὥσπερ καῦσον θεραπεύειν, ἵνα
ταχὺ ἄδιψος γένηται. Τήν τε οὖν πάλην τοῦ ἀλφίτου φυράσας ὀξεῖ καὶ ῥοδίνῳ κατά-
πλαττε τὸ ὑποχόνδριον, καὶ φύλλα ἀμπελοῦ τρίψας ἁπαλὰ, ἢ κοτυληδόνος, ἢ ἀνδρά-
χνης, καὶ σέρεως, καὶ ὅσα ἄλλα τοιαῦτα. Προπότιζε δὲ καὶ πολυγόνου χυλὸν συνεχῶς
ἐν οἴνῳ μέλανι, καὶ σύμφυτον, καὶ φοινίκων ἀπόβρεγμα, καὶ μύρτων, καὶ ἀπίων, καὶ
γῆς ἔντερα ἑφθὰ, μετὰ χυλοῦ τινος τῶν προειρημένων. Σιτία δὲ προσφέρεσθαι τὰ
εὔχυμα, καὶ ἄδηκτα, καὶ ἀμβλύνειν τὴν δριμύτητα δυνάμενα, οἷά ἐστιν ᾠὰ ῥοφητὰ,
καὶ σεμίδαλις, καὶ χόνδρος ἐσκευασμένος ἐν ῥοφήματος ἰδέᾳ, καὶ χοίρεια κρέα
ἀπίμελα λίαν ἑφθά· οἶνος δὲ ἐρυθρὸς παχύτερος, ψυχρῷ μᾶλλον κεραννύμενος εἰς
διάνιψιν τῶν ἁλμωδῶν χυμῶν τῶν ποιητικῶν τῆς δίψης· μεταβάλλει γὰρ ὁ οἶνος
τὴν σύγκρισιν ἐπὶ τὸ γλυκύ. Οὐκ ἄθετον δὲ διδόναι καὶ τυρὸν νεοπαγῆ ἄναλον, καὶ
γάλα διὰ κοχλάκων ἢ σιδήρων διαπύρων ἐσχισμένον, ἀρθέντος τοῦ ὀῤῥώδους. Ἀπρα-
κτούντων δὲ τῶν προειρημένων βοηθημάτων, καὶ ἐπιτεινομένης τῆς διαθέσεως, οὐκ
ἄτοπον καὶ τοῖς ναρκωτικοῖς κεχρῆσθαι προσφέροντας τὴν διὰ κωδυῶν ἀντίδοτον
ὑπνωτικὴν, ἤ τινα τῶν ἀνωδύνων τροχίσκων, καὶ ἐνέματι ὑπνωτικῷ κεχρῆσθαι, οἷόν
ἐστιν ὄπιον ὀροβιαῖον μέγεθος μετὰ ἴσου ἢ πλείονος καστορίου· διαλυέσθω δὲ γλυκεῖ
κρητικῷ ταῦτα, οὐχ ὥσπερ ἐπὶ κωλικῶν μετὰ πηγανίνου ἐλαίου· ἐμψύχειν γὰρ ἐπὶ
τούτων βουλόμεθα. Ἐνίεται χρησίμως καὶ ἔλαιον ἐν ᾧ γῆς ἔντερα ἐναφήψηται, καὶ
ἔξωθεν δὲ προσκομιστέον ταῖς λαγόσιν ὄπισθεν καὶ τῷ ἤτρῳ καταπλάσματα, καὶ
ψύγματα καὶ χρίσματα ψύχοντα, οἷον θριδακίνης, κοτυληδόνος, φακοῦ τοῦ ἐπὶ τῶν
τελμάτων, περδικίου, καὶ τὰ παραπλήσια, κηρωτὰς δὲ ἐπιτιθέναι τοῖς τόποις διὰ ῥο-
δίνου ἐσκευασμένας, ἢ χαμαιμηλίνου, προσλαβούσας χυλοῦ τῶν προειρημένων τινός.
Ἐπὶ ὧν δὲ σφόδρα ναρκῶσαι βουλόμεθα τὴν αἴσθησιν καὶ μανδραγόρου χυλοῦ προσ-
πλέκειν τῇ κηρωτῇ, καὶ μήκωνος φύλλων χυλοῦ, καὶ τὰ παραπλήσια· ἐκ διαλειμ-
μάτων δέ τινων διδόναι καὶ τῶν πρὸς τὰ θανάσιμα πεποιημένων ἀντιδότων, καὶ μά-
λιστα τῆς διὰ ἐχιδνῶν θηριακῆς Ἀνδρομάχου προσφάτως ἐσκευασμένης, καὶ τῆς
τοῦ Ἐσδρᾶ.
2
{Περὶ ἀτονίας νεφρῶν αἱματώδη οὖρα ἐκκρινόντων. Ἐκ τῶν Ῥούφου.}
Νεφρῶν γε μήν ἐστι καὶ ἄλλο πάθος, ἐπὶ οὗ λεπτὸς ἰχὼρ αἵματος οὐρεῖται, συμ-
βαίνει δὲ τοῦτο καὶ διὰ ἀτονίαν τῶν νεφρῶν, ὥσπερ ἐπὶ ἥπατι ἔφαμεν γίνεσθαι, καὶ
διὰ τὴν εὐρύτητα τῶν ἐκ τῆς κοίλης φλεβὸς εἰς τοὺς νεφροὺς τὸ οὖρον διηθούντων
στομάτων· εὐρύτεροι γὰρ οἱ πόροι τυγχάνοντες χαλῶσί τι καὶ τοῦ αἵματος ἐκ τῆς
φλεβὸς, καὶ ἄλλας παχύτητας, ὥστε μετὰ τὴν τῶν οὐρουμένων κατάστασιν ὑποστά-
σεις ἐν τῷ ἀγγείῳ εὑρίσκεσθαι καὶ ἐπιπάγους ἄνωθεν θαλασσίῳ πνεύμονι μάλιστα
ἐοικότας. Πεφθέντος μὲν οὖν τοῦ σιτίου καὶ παρελθόντος εἰς τὰς φλέβας, οὐρεῖται
ὁποῖα εἴρηται· νεαροῦ δὲ ἔτι ὄντος καὶ ἀπέπτου τοῦ σιτίου, καθαρὰ καὶ ὑδατώδη καὶ
ἀνυπόστατα ἐκκρίνεται τὰ οὖρα. Πονοῦσι δὲ οὐδὲν, ἢ βραχὺ παντελῶς, καὶ κουφίζονται
ἐπὶ ταῖς οὐρήσεσι, λεπτύνονταί γε μὴν τῷ χρόνῳ πάντες, καὶ μᾶλλον ὅσοις αἷμα
πλεῖον οὐρεῖται. Ἡσυχάζειν μὲν οὖν κατὰ ἀρχὰς τούτοις συμφέρει, καὶ σιτία στύ-
φοντα καὶ οἴνους μέλανας προσφέρεσθαι, τῶν δὲ διουρητικῶν ἀπέχεσθαι καὶ συνου-
σίας παντάπασιν, πίνειν δὲ τὰ τῶν αἱμοπτοϊκῶν φάρμακα, καὶ μάλιστα πολυγόνου
χυλὸν καὶ συμφύτου ῥίζης ἀφέψημα, καὶ τραγάκανθαν ἐν οἴνῳ μέλανι βεβρεγμένην.
Ἵστησι δὲ τὰς ἐκ νεφρῶν αἱμοῤῥαγίας καὶ στρατιώτου τοῦ ἐπὶ τῶν ὑδάτων νηχομένου
ὁ χυλὸς πινόμενος, καὶ τὸ ἀφέψημα τῆς ῥίζης τῆς μεγάλης κροκοδειλιάδος τῆς παρὰ
τὰ ὕδατα φυομένης, ἣν οἱ Σύροι ὀρόφην καλοῦσι, γλυκυσίδης ἤτοι παιωνίας κόκκοι
πυῤῥοὶ δώδεκα σὺν οἴνῳ, ἐλαφείου κέρατος κεκομμένου 𐅻 αʹ σὺν οἴνῳ, ἰτέας φύλλα
λεῖα σὺν οἴνῳ, λυσιμαχίου χυλὸς, λίθου αἱματίτου 𐅻 αʹ, λωτοῦ τοῦ δένδρου τῶν πρι-
σμάτων τὸ ἀπόβρεγμα, λευκῆς ἀκάνθης ῥίζης τὸ ἀφέψημα καὶ τὰ παραπλήσια, ἅ τινα
ἐν τῷ Περὶ αἱμοπτοϊκῶν λόγῳ προείρηται. Ἐπιτιθέναι δὲ καὶ τοῖς νεφροῖς καὶ τῇ ὀσφύι
ἔξωθεν τὰ πρὸς ῥοῦν γυναικεῖον ἀναγραφησόμενα ἐπιθέματα, καὶ τὰ πρὸς τὰς τοῦ
αἵματος πτύσεις, καὶ ὅσα τῇ στύψει καὶ τῇ ξηρότητι τόνον παρασχεῖν δύναται,
οἷά ἐστι βάτου φύλλα, καὶ δρυὸς φύλλα καὶ βάλανοι, καὶ μυρσίνης φύλλα καὶ ὁ καρ-
πὸς, σίδια καὶ βαλαύστια, καὶ τοῦ περδικίου τὰ φύλλα, καὶ τὰ παραπλήσια, ἀνα-
λαμβανόμενα φοίνιξι πατητοῖς καὶ ἐπιτιθέμενα. Μετὰ δὲ ταῦτα ἀνατρέφειν τὴν ἕξιν
γάλακτι καὶ σιτίοις, κρέασιν ὀρνιθείοις, καὶ ὑείοις ἀπιμέλοις, ὡς ἂν καὶ τὸ σύμπαν
σῶμα ἄγειν (ἄγηται?) εἰς ἰσχὺν, καὶ οἱ νεφροὶ ῥωσθέντες τὸ οἰκεῖον ἔργον ἐπιτελῶ-
σιν, οἰκεῖον δὲ τοῖς νεφροῖς ἐστι τὸ διακρίνειν καὶ διηθεῖν τὸ ὀῤῥῶδες ὑγρὸν ἀπὸ τοῦ
αἵματος.
3
{Περὶ τῶν κατὰ περίοδόν τινα αἷμα οὐρούντων. Ἐκ τῶν Ἀρχιγένους.}
Ἐκκρίνεται δὲ ἀπὸ τῶν νεφρῶν κατὰ περιόδους τινὰς ἐπί τινων αἷμα παραπλησίως
τῷ ἀπὸ τῶν αἱμοῤῥοΐδων ἐν ἕδρᾳ, καὶ κατὰ ἀρχὰς μὲν διὰ τὸ χωρίς τινος ὀδύνης ἐκ-
κρίνεσθαι οὐδὲ ὅλως οὐ δοκεῖ ἐπίφοβον εἶναι τοῖς πεπονθόσι, χρονισθὲν δὲ, εἰ ἐπι-
σχεθείη ποτὲ τὸ ἐκκρίνεσθαι ἔθος ἔχον, βάρος ἐπιφέρει καὶ ἑτέρων κακίστων νοση-
μάτων αἴτιον γίνεται, εἰς ἕτερα μόρια ῥέψαντος τοῦ αἵματος· ἀρθριτικαὶ γὰρ διαθέσεις
ἐπὶ ἐνίων ἐκ τῆς ἐποχῆς συμβαίνουσιν, ἢ σκοτώματα, ἢ μελαγχολικαὶ παράνοιαι, ἢ
μανίαι, ἢ ὄψεων πηρώσεις, ὥσπερ κἀκ τῆς τῶν αἱμοῤῥοΐδων ἐποχῆς· τὰ πολλὰ δὲ εἰς
καχεξίαν καὶ ὕδρωπα ἐντεῦθεν ἐπιτηδειότης γίνεται. Δήλη δὲ γίνεται ἡ ἐκ τῶν νεφρῶν
τοῦ αἵματος ἔκκρισις, συναισθανομένων αὐτῶν τῶν πασχόντων τῆς παρόδου τοῦ ἐκ-
κρινομένου αἵματος κατὰ τὸν τόπον τῶν νεφρῶν πολλάκις, καὶ μάλιστα ἐπειδὰν ἀνε-
πίμικτον οὔρου ἐκκρίνηται. Γίνεται δὲ τὸ πάθος μᾶλλον ἐπὶ ἀκμαζόντων καὶ νέων,
καὶ μάλιστα ἐπὶ τῶν ἀκολάστως κεχρημένων τοῖς ἀφροδισίοις. Ἐκκρίνεται δὲ ἐπί τινων
ἐκ τῶν νεφρῶν αἷμα, καὶ ῥήξεως ἀγγείου ἐν τοῖς νεφροῖς γινομένης, ὡς ἐπὶ τῶν φορ-
τίον βαρὺ ἀραμένων, ἢ μέγα πηδησάντων, ἢ ἐξ ὑψηλοῦ πεσόντων, ἤ τι τοιοῦτο ἕτε-
ρον βίαιον ὑπομεινάντων, ἐνίοτε καὶ διὰ δριμέων ἄνωθεν ἐπιῤῥυέντων χυμῶν ἀνάβρω-
σις γίνεται τῶν ἀγγείων. Πειρατέον μὲν οὖν εὐθὺς κατὰ ἀρχὰς ἐπισχεῖν τὴν φορὰν
τοῦ αἵματος, μάλιστα ἐπὶ τῶν κατὰ περίοδον ἐκκρινόντων· μελετῆς γὰρ γινομένης,
ὡς προείρηται, οὐδὲ ἡ ἐποχή ἐστιν ἀσφαλής. Φλεβοτομία τοίνυν ἀπὸ ἀγκῶνος εὐτε-
θήσει, ἐπὶ μὲν τῶν κατὰ περίοδον ἐκκρινόντων τὸ αἷμα ὀλίγον πρότερον τῆς πε-
ριόδου παραλαμβανομένη, ἐπὶ δὲ τῶν διὰ ῥῆξιν ἀγγείου εὐθὺς ἐξ ἀρχῆς, μεμερίσθαι
δὲ τὴν ἀφαίρεσιν ἄμεινον, ἵνα ἀντίσπασις κατὰ βραχὺ γένηται. Σκέπειν δὲ τὰ περὶ
τοὺς νεφροὺς σπόγγοις ὀξυκράτῳ δεδευμένοις, ἢ ἐρίοις οἰσυπηροῖς σὺν ῥοδίνῳ καὶ
ὄξει, μετὰ δὲ ταῦτα καὶ ἐμπλάστρους ἐπιτιθέναι ἐναίμους κολλητικάς. Ἐπιτήδειος δὲ
καὶ σικύα προστιθεμένη, καὶ μάλιστα εἰ φλεγμονὴ ὑποπτεύοιτο εἶναι ἐπὶ τῶν διὰ
ῥῆξιν ἀγγείου αἷμα οὐρησάντων. Ἁρμόσει δὲ καὶ τούτοις ποτήματα τὰ τοῖς αἱμοπτοϊ-
κοῖς διδόμενα, μετὰ δὲ τὸ παύσασθαι τὴν τοῦ αἵματος ἔκκρισιν διαιτᾷν ὥστε αἷμα
πολὺ μὴ γίνεσθαι, καὶ μάλιστα ἐπὶ τῶν κατὰ περίοδον ἐκκρινόντων, καὶ γυμνάζειν
συνεχῶς τὰ ἄνω μέρη τοῦ σώματος· ἐπὶ δὲ τῶν διὰ ῥῆξιν ἀγγείου αἷμα οὐρησάντων,
εἰ ἕλκωσις ὑπολειφθείη ἐν τοῖς τόποις μετὰ τὴν ἐποχὴν τοῦ αἵματος, θεραπευθήσεται
διὰ τῶν ῥηθησομένων ἐν τῷ Περὶ ἑλκώσεων τόπῳ. —* Ἔμπλαστρος νεφριτική· κηροῦ
οὐγγ. αʹ, κρόκου ἑξάγ. αʹ, λεκίθων (l. λεκίθοι) ᾠῶν δύο, φοινίκων (l. φοίνικες) ιʹ,
καὶ ῥοδίνου τὸ ἀρκοῦν.
4
{Περὶ λιθιώντων νεφρῶν. Ἐκ τῶν Ἀρχιγένους καὶ Φιλαγρίου.}
Ταῖς ἐν νεφροῖς λιθιάσεσιν οἱ προβεβηκότες ἁλίσκονται μᾶλλον τῶν παίδων,
ὥσπερ ταῖς ἐν κύστει οἱ παῖδες συνεχέστερον τῶν προβεβηκότων· αἰτίαι δὲ τῆς
τούτων γενέσεως ἀπεψίαι συνεχεῖς, διὰ ὧν πλῆθος ὕλης ἀπέπτου ἀθροίζεται, καὶ
πύρωσις περὶ τοὺς νεφροὺς καὶ τὴν κύστιν ἀποτελεῖται, ἥ τις κατοπτῶσα τὰ ὑγρὰ
συνίστησι καὶ ἀπολιθοῖ ὁμοιοτρόπως τοῖς ἐν τοῖς ἑψομένοις ὕδασι, κατὰ τὰ χαλκεῖα
μάλιστα τῶν βαλανείων εὑρισκομένοις πώροις. Συνίστανται δὲ ἐν τοῖς νεφροῖς οἱ
λίθοι κατὰ τὰς κοιλίας αὐτῶν, ἢ μικροὶ, ἢ μείζονες, καί ποτε μὲν εἷς, ποτὲ δὲ
πλείονες, διαφέροντες δὲ τῷ μεγέθει, καὶ τῷ σχήματι, καὶ τῇ χρόᾳ, καὶ τῇ τραχύ-
τητι, καὶ τῷ πλήθει· καὶ γὰρ μέλανες εὑρίσκονται, καὶ ὑπόλευκοι, καὶ ὠχροί· καὶ
οἱ μὲν περιφερεῖς καὶ λεῖοι εὐέκκριτοι· οἱ δὲ ἄλλως πως ἐσχηματισμένοι, καὶ μάλιστα
οἱ ἐπιμήκεις καὶ οἱ τραχεῖς, δυσέκκριτοι. Παρέπεται δὲ τοῖς πάσχουσι βάρος ἐντό-
πιον, ὄγκου μηδαμοῦ προφαινομένου ἐκτὸς, εἰ μὴ καὶ φλεγμονὴ διὰ τὸν λίθον ἀπο-
τελεσθείη, δυσκαμπής τε αὐτοῖς ἡ ῥάχις γίνεται, καὶ τὸ ὅλον σῶμα δυσκίνητον,
νάρκη τε περὶ τὰ σκέλη, καὶ μάλιστα τοῦ καταλλήλου σκέλους, οὖρά τε ὀλίγα μὲν
κατὰ ἀρχὰς τῆς σφηνώσεως ἐκκρίνεται καὶ ὑδατώδη, ὕστερον δὲ καὶ ἐποχὴ τελεία
γίνεται, καὶ ἡ κοιλία ἀδιαχώρητος μὲν μένει, προθυμίας δὲ πρὸς ἐκκρίσεις ποιεῖ
πολλὰς, ἐκκρίνεται δὲ ἐνίοτε καὶ αἷμα ὑπὸ τῆς βίας τῶν λίθων, καὶ μάλιστα τραχυτέ-
ρων ὄντων. Μετακινηθέντος δὲ τοῦ λίθου ἐκ τῶν νεφρῶν καὶ καταφερομένου ἐπὶ τὴν
κύστιν, οὖρά τε πολλὰ ἐκκρίνεται ὑπόστασιν ψαμμώδη ἔχοντα, καὶ ἡ κοιλία ἐκδίδωσι
δαψιλῆ, συναίσθησίς τε γίνεται τῷ πεπονθότι, ὡς παροδεύοντος ἀπὸ τῶν νεφρῶν
ἐπὶ τὴν κύστιν τοῦ λίθου.
5
{Θεραπεία τῶν λιθιώντων νεφρῶν.}
Σφηνωθέντος δὲ ἐν τοῖς νεφροῖς λίθου καὶ σφοδροτάτας ὀδύνας ἐπιφέροντος, καὶ
πλήθους αἵματος κίνδυνον ἀπειλοῦντος, ἐπὶ τὸ τεινόμενον μέρος προσκαλεῖται τὰς
ὕλας διὰ τὰς ὀξείας ὀδύνας. Τέμνειν μὲν οὖν προσήκει τὴν ἐν ἀγκῶνι τῆς καταλλήλου
χειρὸς φλέβα κατὰ τὸ πληθωρικῶς διακείμενον σῶμα, κενοῦν δὲ ἐλάττω πολλῷ ἤπερ
ἀπαιτεῖ τὸ πλῆθος· οὐ γὰρ πάντως διὰ ταχέων ἐλπίζομεν ἐκπεσεῖσθαι τῶν νεφρῶν
τὸν λίθον, καὶ μάλιστα εἰ μέγας· τηρεῖν οὖν χρὴ τὴν τοῦ αἵματος κένωσιν εἰς τὴν
μέλλουσαν γίνεσθαι ἐν τῷ σώματι τῷ χρόνῳ δαπάνην. Τοῖς μὲν οὖν αἵματος πλῆθος
ἀθροίζουσι φλεβοτομία χρήσιμος, τοῖς δὲ κακοχυμίαν κάθαρσις ἐπιτηδεία ἡ τῷ πλεο-
νάζοντι χυμῷ κατάλληλος· καὶ δεῖ ταύτην παραλαμβάνειν, εἰ μηδὲν ἕτερον κωλύοι.
Μετὰ δὲ τὴν τοῦ αἵματος κένωσιν ἢ τὴν κάθαρσιν παραλαμβάνειν ἐπὶ αὐτῶν τὴν ὑπο-
τεταγμένην κοινὴν ἐπιμέλειαν πάντων τῶν λιθιώντων. Ἀλγηδόνων μὲν οὖν ἐξαίφνης,
ἢ κατὰ ὀλίγον εἰσβαλλουσῶν, καὶ αὐξανομένων ἐπὶ ψαμμίοις προκεκενωμένοις σὺν
τοῖς οὔροις, εἶτα καὶ ὑδατωδῶν οὔρων ἐκκριθέντων, καὶ τῶν προῤῥηθέντων σημείων
παρεπομένων, κλύζειν αὐτίκα τὴν κοιλίαν διὰ ἀφεψήματος πιτύρων, ἰσχάδων, τήλεως
καὶ ἀριστολοχίας· καὶ εἰ μὲν κενωθεῖεν δεόντως, ἀρκεῖσθαι· εἰ δὲ μὴ, καὶ δὶς, καὶ
τρὶς κλύζειν, καὶ μάλιστα εἰ παρελείφθη τὸ τῆς φλεβοτομίας, ἢ τὸ τῆς καθάρσεως
βοήθημα. Μετὰ δὲ τὸ ἱκανὸν ἐκκρῖναι τὴν κοιλίαν ἐνιέναι χρή τι τῶν πραΰνειν καὶ
χαλᾷν τὰς φλεγμονὰς δυναμένων τῶν περὶ τὸν λίθον σωμάτων, τοῦτο δὲ ποιεῖν δυ-
νήσεται ἀνήθινον ἔλαιον, ἐντακέντος αὐτῷ στέατος ὀρνιθείου προσφάτου, καὶ μάλιστα
χηνὸς καὶ φασιανικοῦ, ἢ βουτύρου. Μὴ παρόντων δὲ τούτων, τῆλιν καὶ τῆς ἀλθαίας
τὴν ῥίζαν ἑψήσαντας τῷ ἐλαίῳ ἐνιέναι, καὶ ἐγκαθίσματα δὲ παραλαμβάνειν διὰ ἀφε-
ψήματος τήλεως, ἀλθαίας, ἀνήθου, ἀρτεμισίας, ἰσχάδων, καὶ ἐλαίου. Μάλιστα δὲ τὰ
ἐγκαθίσματα παραλαμβάνειν χρὴ ἐν τοῖς βαλανείοις καὶ μετὰ τοῦτο εὐθέως ἐμβιβά-
ζειν χλιαρωτέρᾳ ἐμβάσει, καὶ τοῦτο συνεχῶς ποιεῖν. Καὶ πυρίαι τοῖς τόποις προσαγό-
μεναι ὠφελιμώταται διὰ πιτύρων ἡψημένων τοῖς προῤῥηθεῖσιν ἀφεψήμασι, καὶ μετὰ
τὰς πυρίας καταπλάσσειν ἀλεύρῳ πυρίνῳ μετὰ λινοσπέρμου καὶ τήλεως, μέλιτός τε
καὶ ἐλαίου ἀνηθίνου ἢ γλευκίνου, ἐπιπάσσοντας ἐν τῇ ἑψήσει τῷ καταπλάσματι καὶ
ἀλθαίας ῥίζης κεκομμένης καὶ σεσησμένης· ἐπὶ τέλει δὲ τῆς ἑψήσεως καὶ τερεβινθίνη
ἐμβαλλέσθω. Κάλλιστον δὲ γίνεται κατάπλασμα καὶ ἐξ ἀλεύρων θερμίνων ἡψημένων
ἐν γλυκεῖ· μίσγειν δὲ τῷ ἀλεύρῳ καὶ πευκεδάνου ῥίζας ὡς λειοτάτας, καὶ χαμαιμήλου
λειοτάτου. Ἄγαθον δὲ καὶ ἄρτον ἕψοντας ἐν γλυκεῖ καταπλάσσειν ὀσφὺν καὶ κενεῶ-
νας· οὐ μὴν οὐδὲ κύστιν καὶ ἦτρον καταπλάσσειν ἄθετον· πυκνὰ δὲ ἄλλα καὶ ἄλλα
ἐπιφέρειν καταπλάσματα, πρὶν ψυχρὸν γενέσθαι τὸ πρῶτον· εἰ δὲ μὴ, θερμάσματί
γε ἔξωθεν ἑτέρῳ σκέπειν, ὡς μὴ καταψύχεσθαι, τοῦτο δὲ γενήσεται σακέλλων ἐπι-
τιθεμένων τῷ καταπλάσματι, ἢ πυριατηρίων. Πολλοῖς μὲν δὴ εἰς τὸ οὐρηθῆναι τὸν
λίθον ἤρκεσε καὶ ταῦτα μόνα· σὺ δὲ καὶ τῶν διουρητικῶν προπότιζε. Οὖρα δὲ πολλὰ
φέρειν δύναται μήου ἀθαμαντικοῦ, φοῦ ποντικοῦ, ἀκόρου, ἀγρώστεως, καὶ τῆς νάρδου
τὸ ἀφέψημα, καλάμου ἀρωματικοῦ, ἄμμεως, δαύκου, ὀρεοσελίνου, ὑπερικοῦ, λιβα-
νώτιδος, ἀσάρου, ἀσφοδέλου ῥίζης, βρυωνίας ῥίζης τὸ ἀφέψημα, καὶ κόκκος ὁ βα-
φικός. Τούτων ἕκαστον, καὶ τὰ τούτοις παραπλήσια κατὰ ἑαυτὰ καὶ σὺν ἀλλήλοις διδό-
μενα οὖρα κινεῖ ἐναργῶς· παχέα δὲ ἄγει οὖρα σκολύμου ῥίζης ἀφέψημα, ἐρυθροδάνου
ῥίζης ἀφέψημα πινόμενον, καππάρεως ῥίζης φλοιὸς καὶ τὰ ὅμοια. Ἐπεγείρει δὲ τῷ
ἐρεθισμῷ πρὸς ἔκκρισιν τὰς δυνάμεις σκόροδον, χαμαιδάφνης ἀσπάραγοι, βρυωνίας
ἀσπάραγος, σκίλλης τὸ τρίτον ἀφέψημα, προαποχυθέντος τοῦ πρώτου καὶ τοῦ
δευτέρου ἀφεψήματος· ποδηγητικὰ δὲ ἐπὶ τοὺς νεφροὺς γίνεται τῶν θρύπτειν τοὺς
λίθους δυναμένων πευκεδάνου ῥίζα, βρυωνία, σέλινον, στρούθιον. Θρυπτικὰ δὲ λίθων
ἐστὶ τῶν ἐν νεφροῖς σίον, ἀδίαντον, βδέλλιον, ἄγνου σπέρμα, ὀξυμυρσίνης ῥίζα, δά-
φνης φλοιὸς τῆς ῥίζης, παλιούρου σπέρμα, τριβόλου ἀφέψημα, σαξιφράγου, βεττο-
νικῆς, ἀγρώστεως ῥίζης, δαμασωνίου ῥίζης, ἐρεβίνθων ὁ ζωμὸς, κυπέρου ῥίζαι, λι-
νόσπερμον, τηκόλιθον, τῆς φιλανθρώπου λεγομένης καὶ ξανθίου τὸ σπέρμα τὸ ἐν
τοῖς ἀκανθώδεσι σφαιρίοις εὑρισκόμενον παρεοικὸς λίνου σπέρματι, ἐλειῶν ἀσπα-
ράγων ῥίζαι, ὕαλος κεκαυμένη λεία, ἀλθαίας ῥίζα καὶ τὸ σπέρμα, λαπάθου ἡμέρου
ῥίζαι, κοκκυμηλέας τὸ κόμμι, οἱ ἐκ τῶν σπόγγων λίθοι, γῆς ἔντερα ἑφθά· τούτων
ἕκαστον τὸ μὲν ἑψήσας, τὸ δὲ λειότατον ποιήσας, δίδου πίνειν. Ἔστι δὲ καὶ σύνθετα
πλεῖστα λίθων θρυπτικὰ, ὧν τὰ χρησιμώτερα ὑποτάξομεν τῇ θεραπείᾳ τῆς λιθιώσης
κύστεως. Τὰ μὲν οὖν διουρητικὰ καὶ τὰ τῶν λίθων θρυπτικὰ τότε διδόναι προσή-
κει, ὅταν ἔνδοσις τῶν σφοδρῶν ὀδυνῶν γένηται· μετακινουμένου γὰρ τοῦ λίθου
καὶ σαλευομένου ἐκ τῆς ἕδρας ἡ λώφησις τῶν ὀδυνῶν γίνεται. Εἰ δὲ ἐστηριγμένοι
εἶεν οἱ λίθοι, πεφυλάχθαι τὸ πλεῖον ποτὸν καὶ τὰ οὐρητικὰ, ταῖς πυρίαις δὲ καὶ
καταπλάσμασι καὶ ἐγκαθίσμασιν ἀνιέναι τὰ μέρη, καὶ κενοῦν τὴν γαστέρα κλύσμα-
σιν, ὡς μὴ πιέζωνται οἱ οὐρητῆρες. Μετὰ δὲ ταῦτα, πραϋνομένων ποσῶς τῶν ὀδυ-
νῶν καὶ αἱ σικύαι χρησίμως ἐπὶ αὐτῶν παραλαμβάνονται, καὶ μάλιστά γε σφοδραὶ
τιθέμεναι, φλεγμονῆς δηλονότι μὴ ὑποκειμένης· μετακινοῦσι γὰρ πολλάκις αἱ
σικύαι οὕτως ἀθρόως τοὺς λίθους, ὡς ἀποκοπὴν αἰφνίδιον φέρειν τῶν πόνων, εἰς
τὴν τῆς κύστεως εὐρυχωρίαν μετενεχθέντος τοῦ λίθου· διὸ κατὰ ἀρχὰς ἄνωθεν ἀπὸ
νεφροῦ ποιητέον τὴν τῶν σικυῶν πρόσθεσιν, καὶ ἐπὶ βουβῶνα μεθελκυστέον αὐτὰς
λοξῶς κατὰ τὴν τῶν οὐρητήρων θέσιν. Θερμοτέρου δὲ ὑπάρχοντος τοῦ θεραπευο-
μένου σώματος, καὶ δίψης σφόδρας ἐνοχλούσης, προκεκενωμένου δὲ ἤδη τοῦ παντὸς
σώματος διά τε φλεβοτομίας ἢ καθάρσεως καὶ κλυστήρων πρακτικωτάτων καὶ ἀπε-
ρίττου γενομένου, εἴ γε ἔθος ἔχοι πρὸς ψυχροποσίαν, σπλάγχνου μηδενὸς ἀσθε-
νοῦς ὑπάρχοντος, δεδώκαμεν πολλάκις ὕδωρ ψυχρὸν ἀθρόως τῷ κάμνοντι πιεῖν, καὶ
παραχρῆμα ῥωσθέντων τῶν νεφρῶν, ἐξώθησαν τὸν ἐσφηνωμένον ἐν αὐτοῖς λίθον·
ἐπὶ δὲ τῶν πληθωρικῶν καὶ περιττωματικῶν σωμάτων, καὶ ἐπὶ ὧν σπλάγχνον ἀσθενὲς
ὑπόκειται, παραφυλάττεσθαι χρὴ τὴν τοῦ ψυχροῦ δόσιν. Πολλάκις δὲ οἱ καταβαίνοντες
ἐκ τῶν νεφρῶν εἰς τὴν κύστιν λίθοι [ὡς?] ὑπὸ σφηνὸς ἐνισχόμενοι κατὰ τὸν τράχηλον
τῆς κύστεως εἰς ἔσχατον κίνδυνον ἄγουσι τὸν κάμνοντα τῇ τε τῶν πόνων ὀξύτητι,
καὶ ὡς μὴ συγχωροῦντες τὸ οὖρον ἐκκρίνεσθαι. Σχηματίζειν μὲν οὖν τοὺς τοιούτους
προσήκει κατὰ τὸ ὕπτιον σχῆμα γινομένους, καὶ ὑψηλότερα πολλῷ τὰ πρὸς τὰ ἰσχία
ἔχοντας, κἄπειτα διασείειν πολυειδῶς ἐκπεσεῖν τοῦ πόρου τῆς κύστεως τὸν λίθον
ἐπιτεχνωμένους, μετὰ ὃ δεῖ κελεύειν οὐρεῖν προθύμως καὶ ἀπουρήσαντα μὲν ἐᾷν· μὴ
κενούμενον δὲ διασείειν ἔτι τοῦτο πράξαντας πολλάκις· εἰ [δὲ?] μὴ κενωθείη, καθιέναι
σύμμετρον καθετῆρα πρὸς τὴν ἡλικίαν τοῦ κάμνοντος, καὶ κομίζειν τὸ ὑγρόν· οὕτω
δὲ ἀποῤῥύπτειν μετὰ ταῦτα τὸν λίθον διὰ τῶν πινομένων ἐν τῇ εὐρυχωρίᾳ τῆς κύ-
στεως γινόμενον. Εἰ δὲ ἐκ τῆς κύστεως μὲν ἐκπέσοι ὁ λίθος, κατὰ μέσον δὲ ἐστηρίχθη
τὸν πόρον τοῦ αἰδοίου, καὶ τιτρώσκων ἑλκώσεως κίνδυνον ἐπιφέρει, ἀφέψημά τινος
τῶν προειρημένων διουρητικῶν πλεῖστον διδόναι, καὶ ἀθροῖσαι κελεύειν πλῆθος
οὔρου, κἄπειτα ἐπιτρέπειν οὐρεῖν, καὶ ἐξωθεῖσθαι σπουδαιότερον· οὕτω γὰρ παρα-
συρεὶς ὁ λίθος ἐκπίπτει ταχέως. Οἶδα δὲ ἐπί τινος, φησὶν ὁ Φιλάγριος, τὰ μὲν ἄλλα
διεξελθόντα τὸν λίθον, οὐ πολλῷ δὲ ἐσωτέρω τοῦ ἄκρου τοῦ αἰδοίου ἐμφραγέντα ἰσχυ-
ρῶς, καὶ ὀλίγου ἐδέησεν ἀπολέσθαι τὸν ἄνθρωπον διὰ τὴν ἰσχουρίαν καὶ τὴν μεγί-
στην ὀδύνην· τῇ οὖν στενῇ λαβίδι ἠδυνήθημεν τοῦτον ἐξελκύσαι, μοχλεύοντες ἠρέμα
στενῇ μηλωτρίδι. Εἰ δὲ μὴ οὕτως ἐξέλκειν ἠδυνήθημεν, τέμνειν διελογιζόμεθα, τὴν
τομὴν ἐμβάλλοντες κατὰ τὸ μῆκος τῆς βαλάνου ἄνωθεν· κάτωθεν γὰρ οὐ χρὴ τέμνειν,
ἐπειδὴ ὡς ἐπίπαν συριγγοῦται καὶ ὕστερον διὰ τῆς διαιρέσεως τὸ οὖρον ἐκκρίνεται.
Ὅταν δ' οὐρηθῇ ὁ λίθος, γάλα ὄνειον κεραννύοντας μέλιτι ὀλίγῳ διδόναι, καὶ τὰ ἄλλα
χρηστότερον τοῦτον διαιτᾷν ὡς τὰ ἕλκη, διὰ τὸν ἐκ τοῦ λίθου γινόμενον σκυλμὸν ἐν
τοῖς τόποις· μετὰ δὲ τοῦτο προφυλάττειν τὸν ἄνθρωπον, ὅπως μὴ πάλιν οἱ νεφροὶ
λιθιῶσιν.
6
{Δίαιτα προφυλάττουσα μὴ παλιγγενεσίαν τῶν λίθων γενέσθαι.}
Μέγιστον δέ ἐστιν ἐν τῇ προφυλακῇ μετριότης σιτίου καὶ πέψεις χρησταί· αἱ γὰρ
πλησμοναὶ καὶ ἀπεψίαι οὐ μόνον παροξύνουσι τὴν νόσον, ἀλλὰ καὶ τὴν μὴ οὖσαν γεν-
νῶσιν· διὸ δὴ προσενέγκομεν ἐμεῖν ἀπὸ δείπνου πολλάκις, καὶ τοῦ ἀψινθίου πίνειν
συνεχῶς, καὶ διά τινος χρόνου καθαίρεσθαι διὰ κοιλίας καταλλήλῳ τῇ κράσει τοῦ
κάμνοντος καθαρτηρίῳ· σιτία δὲ αἱρεῖσθαι, ἀπὸ ὧν οὔτε πλησμοναὶ, οὔτε ἀπεψίαι
ἔσονται, καὶ τοῖς διουρητικοῖς δὲ κεχρῆσθαι, ἐπὶ ἡμέρᾳ μὲν ἐσθίοντας σταφυλῖνον
πάνυ κάθεφθον καὶ μάραθρον, σίον, σκόλυμον, γλήχωνα, καλαμίνθην καὶ τῶν θαλασ-
σίων ἐχίνους τε προσφάτους, καὶ στρόμβους, καὶ καράβους, καὶ ἀστάκους, καὶ τοὺς
ποταμίους καρκίνους. Ταῦτα μὲν ἐπὶ ἡμέρᾳ, διὰ δὲ πλειόνων ἡμερῶν ἠρυγγίου ῥίζης
ἀφέψημα πίνειν καὶ χαμαιπίτυος, καὶ δικτάμνου, καὶ τριβόλου ῥίζης, καὶ τὰ λοιπὰ τὰ
ἤδη προῤῥηθέντα, καὶ τὰ ῥηθησόμενα θρυπτικὰ τῶν λίθων φάρμακα. Χρὴ δὲ καὶ τὸ
ὕδωρ παρὰ πᾶσαν τὴν δίαιταν καθαρώτατον εἶναι καὶ διηθημένον, καὶ [ὁ?] οἶνος λεπτὸς
καὶ λευκὸς οὐρητικὸς, γυμνασίοις τε συμμέτροις κεχρῆσθαι καὶ ἀνατρίμμασιν ἐν τοῖς
λουτροῖς νίτρῳ ὀπτῷ καὶ τρυγὶ κεκαυμένῃ, καὶ κισσήρει. Καὶ ψιλώθρῳ δὲ συνεχῶς
κεχρῆσθαι, καὶ τῇ λοιπῇ δὲ προφυλακτικῇ διαίτῃ τῇ μελλούσῃ ῥηθήσεσθαι ἐν τῷ
Περὶ τῆς λιθιώσης κύστεως χωρίῳ.
{Δίαιτα προφυλάττουσα κ. τ. λ.}
Ἀρχιγένους σμῆγμα, πρὸς τὴν κύστιν καὶ νεφροὺς πεπονθότας ὡς ψάμμον
οὐρεῖν, ᾧ ἐν τοῖς λούτροις ἱδροῦντι χρήσῃ· πεπέρεως, ἀσβέστου, σινήπεως, τρυγὸς
οἵνου κεκαυμένου, σταφίδος ἀγρίας, νίτρου, ἀδάρκης, κησσίρεως, στυπτηρίας σχι-
στῆς, θείου ἀπύρου ἴσα· χρῶ, προαλείφων ἐλαίῳ. Ἐκ τῶν ἔξωθεν, θρυπτικὸν λίθων
#. Εἰ καθάρσεως ἔστι χρεία, τῷ ζέματι τοῦ μεγάλου ἀποζέματος, ἕψαι ἰδίος ποσὸς
πτερώματι βοηθήματος καὶ ἐάσας κατακαθίσαι τὴν ὕλην κάθηρον μετὰ τοῦ ὑγροῦ· τῇ
δὲ δευτέρᾳ ἢ γʹ τῶν ἡμέρων, λαβὼν κυκλαμίνου ῥίζης λείας χνοωδεστάτης ξηρᾶς
ὅσον τοῖς τρισὶ δακτύλοις, μέλιτος καὶ ἐλαίου καὶ βουτύρου ἐξ ἴσου, οἴνου δὲ διπλά-
σιον καὶ πλέον ὡς γενέσθαι ποσότητα ποτηρίου μικροῦ, πεπέρεως κόκκους ιδʹ, λι-
βάνου χόνδρους βʹ κυαμιαίους, ἀμφότερα λεῖα καὶ βαλὼν ἐν χυθριδίῳ πάντα ἕψῃ
ἀκάπνῳ πυρὶ ἕως εὔκρατον γένηται, μηδ' ὅλος δὲ βράσαι, καὶ δίδου ἐν τῇ ἐμβάσει καὶ
θρυφθεὶς ὁ λίθος ἐξούρηται.
7
{Συγχρίσματα νεφριτικῶν, Ὀριβασίου.}
Κυπρίνου λ γʹ, κηροῦ λ βʹ, τερεβινθίνης λ αʹ, ἀμαρακίνου μύρου, καὶ δαφνίνου ἀνὰ
λ αʹ· κενταυρίου, καστορίου, σατυρίου, σμύρνης, πεπέρεως, εὐφορβίου ἀνὰ Γοʹ γʹ·
κυπέρου, πυρέθρου, γλήχωνος ἀνὰ Γοʹ αʹ· ἀναλαβὼν, μίγνυε ἐπὶ τῷ τέλει· καὶ ὀπο-
βαλσάμου Γοʹ αʹ. Τινὲς δὲ εὐφορβίου Γοʹ αʹ 𐅶ʹʹ βάλλουσιν. —Ἄλλο μάλαγμα Ἀρχι-
γένους. Μάλαγμα δέ φησιν Ἀρχιγένης, ἐξειλέχθω τοῦτο ἐφ' ὧν λιθίωσιν νεφροὶ ἢ
κύστις· οὗ οὐκ ἂν εὕροις καταλληλότερον ταῖς τοιαύταις διαθέσεσιν. Πίσσης ὑγρᾶς
ἰταλικὰς κο. βʹ 𐅶ʹʹ, κηροῦ, πιτυίνης θείου ἀπύρου ἀνὰ λ αʹ 𐅶ʹʹ· νίτρου λ αʹ 𐅶ʹʹ, πυρέθρου
Γοʹ Ϛʹ, τρυγὸς οἴνου κεκομμένου λ βʹ, καρδαμώμου ἰταλικοῦ ξ αʹ, σταφίδος ἀγρίας
ξ αʹ, χαλβάνης Γοʹ Ϛʹ, τοῖς δὲ τηκτοῖς τακεῖσιν, ἔμπασσε τὰ ξηρὰ λεῖα.
{Ἔμπλαστρος νεφριτική.}
Ποιεῖ κωλικοῖς, ἰσχιαδικοῖς· ἐστὶ δὲ Ἀσκληπιάδου δόκιμον. Κηροῦ Γοʹ δʹ, στύρα-
κος Γοʹ αʹ 𐅶ʹʹ, ἀλόης Γοʹ αʹ 𐅶ʹʹ, κρόκου πυρέθρου, ὀποπάνακος, χαλβάνης, λιβάνου ἀνὰ,
Γοʹ αʹ, ἀμμωνιάκου θυμιάματος Γοʹ βʹ, ἐλαίου παλαιοῦ Γοʹ δʹ. Σκευάσας κατ' ὀλίγον,
ἀναλαβὼν, χρῶ θαῤῥῶν, καὶ θαυμάσεις, φησὶν ὁ Ἀσκληπιάδης. Ἐνίοτε δὲ τοῦ ἐλαίου
Γοʹ βʹ μόνας βάλλομεν.
8
{Δίαιτα ἐπὶ ὧν λιθιῶσι μὲν οἱ νεφροὶ, ἡ δὲ τοῦ παντὸς σώματος ἕξις ἰσχνή.
Ἐκ τῶν Φιλαγρίου.}
Μοχθηρὰ δὲ κατασκευὴ σώματος, κατὰ ἣν οἱ μὲν νεφροὶ λίθους γεννῶσιν, ἡ δὲ
τοῦ παντὸς σώματος φύσις ἰσχνὴ τετύχηκεν οὖσα· χρῄζουσι μὲν γὰρ οἱ λιθιῶντες
φαρμάκων καὶ διαιτημάτων λεπτυνόντων· ἐναντιώτατα δέ ἐστι ταῦτα τοῖς ἰσχνοῖς
σώμασιν· οἶδα γάρ τινα τῶν χρωμένων τῇ τοιαύτῃ διαίτῃ διὰ τὸ λιθιᾷν τοὺς νεφροὺς,
δυσκινήτων τε καὶ δυσαισθήτων καὶ ὥσπερ ψοφούντων καὶ καπυρῶν αἰσθανόμενον
τῶν ἑαυτοῦ δακτύλων. Οἱ δὲ συνήθεις αὐτοῦ ἰατροὶ κατεψύχθαι τοὺς δακτύλους αὐ-
τοῦ νομίζοντες καὶ παράλυσιν μελετᾷν, τοῖς διὰ εὐφορβίου καὶ ἀδάρκης ἐχρῶντο
φαρμάκοις· ἡ δὲ διάθεσις πολὺ χείρων ἐγίνετο, καὶ προσανέβαινεν ἀεὶ τὰ συμπτώ-
ματα τοῖς ἀνωτέρω μέρεσι μετὰ καὶ τοῦ σφοδρὰς ὀδύνας ἐπιφέρειν. Ὕστερον δὲ συν-
τυχών μοι ὁ κάμνων, φησὶν ὁ Φιλάγριος, καὶ δηλώσας τὰ συμβάντα παρεκάλει
βοηθεῖν. Δίαιταν τοίνυν αὐτῷ εὗρον κατὰ ἣν ἄνευ τοῦ βλάπτεσθαι τοὺς νεφροὺς ἰασά-
μην τὴν ξηρότητα τοῦ παντὸς σώματος. Πτισάνης οὖν χυλὸν ἐπενόησα καὶ τῶν
ἰχθύων τοὺς πετραίους τε καὶ πελαγίους, ὅσα τε ἄλλα μηδὲν ἔχουσι γλίσχρον, οὕτω
δὲ καὶ τῶν πτηνῶν ζῴων ὅσα παραπλησίαν ἔχει τὴν σάρκα, οἷά ἐστι τὰ τῶν ὀρείων
περδίκων καὶ ἀτταγήνων, ψαρῶν τε καὶ κιχλῶν, καὶ κοσσύφων, ἐφεξῆς δὲ τῶν ἐν
τοῖς πύργοις περιστερῶν καὶ τῶν πυργιτῶν στρουθῶν, εἶτα καὶ τῶν ἐν τόποις
ὑψηλοτέροις τρεφομένων ἀλεκτορίδων· γάλακτος δὲ τοῦ μὲν τῶν ἄλλων ζῴων ἀπέ-
χεσθαι παρεκελευσάμην, μόνῳ δὲ χρῆσθαι τῷ τῶν ὄνων, καὶ συντόμως εἰπεῖν, μέσα
τῶν παχυνόντων καὶ λεπτυνόντων ἐν τῇ διαίτῃ εἶναι χρὴ τὰ τούτοις διδόμενα τροφῆς
λόγῳ.
9
{Περὶ λιθιώσης κύστεως.}
Γεννῶνται λίθοι καὶ ἐν τῇ κύστει τοῖς παιδίοις συνεχέστατα μᾶλλον ἤπερ τοῖς τε-
λείοις· ἀδδηφάγα γὰρ τὰ παιδία καὶ ἀεικίνητα, καὶ τροφαῖς ταῖς τυχούσαις καὶ βλα-
βεραῖς κεχρημένα, καὶ μήτε ὥραν φυλάττοντα τῆς τροφῆς τεταγμένην, ἀλλὰ καὶ πρὶν
τὴν πρώτην ληφθεῖσαν πεφθῆναι ἑτέραν προσφέρονται· κινουμένων δὲ αὐτῶν σφο-
δρότερον μετὰ τροφὴν, ὠμὴ καὶ ἄπεπτος εἰς τὰς φλέβας ἀναδίδοται ἡ τροφή· μα-
λακὰ γάρ ἐστιν αὐτῶν τὰ σώματα καὶ εὔεικτα, καὶ τούτου χάριν οὐχ ὑπομένει τὴν
ἔμφραξιν κατὰ τοὺς νεφρούς· παχυτάτων δὲ τῶν οὔρων φερομένων, ἐν τῇ τῆς κύ-
στεως εὐρυχωρίᾳ ὑφίσταται ἐνταῦθα ὥσπερ ἡ τοῦ οἴνου τρὺξ καὶ ἡ τοῦ ὕδατος ἰλύς·
εἶτα ὑπὸ τῆς ἐγχωρίου θερμότητος ξηρανθεῖσα πῶρος γίνεται. Καὶ τὰ ἀκάθαρτα δὲ
τῶν ὑδάτων καὶ ἰλὺν πλείστην ἔχοντα, καὶ τὰ σκληρότερα καὶ σφόδρα ψυχρὰ συνερ-
γεῖ τῇ τῶν λίθων γενέσει. Τοὺς μὲν οὖν ἐν τῇ κύστει γενομένους λίθους κατὰ ἀρχὰς
πειρᾶσθαι ὑπεξάγειν φαρμάκοις τοῖς ὑποκειμένοις.
10
{Φάρμακα τῶν ἐν κύστει λίθων θρυπτικὰ, καὶ διουρητικά.}
Ἔστι δὲ καὶ φάρμακα τῶν ἐν τῇ κύστει λίθων θρυπτικά· πρασίου σπέρμα, ἱππομα-
ράθρου ῥίζα καὶ τὸ σπέρμα, ἀρτεμισίας, χαμαιμήλου, ἀμαράκου, ἀλθαίας ῥίζα καὶ
τὸ σπέρμα, βαλσάμου καρπὸς, σίον τὸ παρὰ τὰ ὕδατα, ἀγρώστεως ῥίζα, ἀδίαντον,
φιλεταιρίου ῥίζα, σμυρνίου σπέρμα, ὀξυμυρσίνης ῥίζα καὶ ὁ καρπὸς, μαράθρου ῥίζα,
γλυκυσίδη, ῥῶγες πύρινοι ἐσθιόμενοι, κοτυλήδωνος ῥίζα, λευκάνθεμον, λίθοι οἱ ἐκ
τῶν σπόγγων, ἄμωμον, τηκόλιθον, λιθόσπερμα, σκολοπένδριον βοτάνη, λίθος τῶν
ἐξουρηθέντων ὑπ' αὐτῶν τῶν πασχόντων τριβεὶς καὶ ποτιζόμενος, ξανθίας ἢ φιλανθρώ-
που βοτάνης τὸ σπέρμα, γῆς ἔντερα πρόσφατα ἑφθὰ λεῖα μετ' οἴνου ἢ κονδίτου ἢ
ἑτέρου προπόματος, παλιούρου σπέρμα, ἄμωμον. Τοῦτο καὶ τὰ λιθόγονα ὕδατα ἀπο-
καθαίρει. Συνεψομένων αὐτῶν, ἀμυγδάλης πίκρας τὸ κόμμι, ἀμπέλου δάκρυον, κοκ-
κυμηλέας δάκρυον τοῦτ' ἐστὶ τὸ κόμμι, στρουθίου ῥίζα μετὰ ῥίζης πάνακος καππάρεως
φλοιοῦ ἐξουρεῖν τοὺς λίθους ποιεῖ. Λιβανωτοῦ χόνδρος μικρὸς μετ' οἰνομέλιτος, ἀβρο-
τόνου σπέρμα μετὰ πεπέρεως ἴσα· δίδου μετ' οἴνου τούτων ἕκαστον. Μετ' οἴνου δίδοται
λευκοῦ ἀφεψημένον ἢ ἐμπασσόμενον ξηρὸν ἢ μετὰ μέλιτος ἢ μετὰ προπόματός τινος.
Δίδου δὲ πίνειν καὶ τὰ διουρητικά. Τοῖς μὲν θερμοτέροις τὴν ἕξιν, σικύου σπέρμα,
σελίνου, πετροσελίνου, ὑακίνθου βολβοῦ τὸ σπέρμα, λευκοῦ ἴου σπέρμα, κρόκου
ῥίζαν· καὶ τὰ παραπλήσια τὰ ἐπὶ τῶν λιθιώντων νεφρῶν εἰρημένα. Τοῖς δὲ ψυχροτέ-
ροις τὴν κράσιν, τὰ τούτων θερμότερα δίδου, ὁποῖόν ἐστι μεῖον φοῦ, ἄκορον, βαλ-
σάμου καρπὸς, ἴρις καὶ τὰ παραπλήσια τὰ προῤῥηθέντα ἐν τοῖς νεφριτικοῖς.
{Ἄλλο Ὀριβασίου πρὸς λιθιῶντας νεφροὺς καὶ κύστιν.}
Προσωπίδος βοτάνης, ἣν σκορδονίαν κάλουσιν οἱ Ῥωμαῖοι, καὶ περσώναν, ἔτι δὲ
πλατύφυλλος ὁμοία συμφύτῳ ταύτης Γοʹ αʹ, πεπέρεως 𐅻 αʹ, ἴρεως Γοʹ αʹ· ἀποτίθεσο
λεῖα ἐν ὑέλῳ· ἡ δόσις κοχλ. πλήρωμα μεθ' ὑδρομέλιτος· πότιζε δὲ διὰ τετάρτης.
{Ἄλλο Ὀριβασίου.}
Φλόμου ῥίζης, φλοιοῦ ἀπόζεμα· πότιζε πλῆθος ἐφεξῆς ἡμέρας εʹ καὶ διαλιπὼν
ἡμέρας ιʹ, πάλιν πότιζε εʹ.
11
{Κοινὰ βοηθήματα κύστεως καὶ νεφρῶν λιθιώντων.}
Ὀξύμελι κιρνώμενον ὕδατι παρέχειν δεῖ ποτὸν ἅπασι τοῖς λιθιῶσιν νεφροὺς ἢ
κύστιν, οἵασπερ ἂν τύχωσιν ὄντες κράσεως, καὶ ὁποῖόν ποτε αἷμα γεννᾶν δυνάμενοι,
πότιζε καὶ ὄξος τὸ σκιλλητικόν.
{Πόμα θεόπομπον πρὸς πώρους ἐν κύστει ἢ νεφροῖς.}
[Κ]ικίου τοῦ ἡμέρου ἐκλεπίσας, κώνων νεαρωτάτων, τήλεως κεκομμένης καὶ
σεσησμένης καὶ ἀμυγδάλων πικρῶν γυμνῶν κοπρύτων (?) καὶ μιχθέντων ἴσων ἀλλή-
λοις σὺν οἴνῳ σκυβελλίτῃ ἢ γοῦν ἀπὸ Παμφυλίας, ἢ πάντως γλυκέως, καὶ λάμβανε
ἐπὶ πτείστας ἡμέρας.
{Περὶ σκολύμου ῥίζης καὶ τεττίγων.}
Καὶ σκόλυμον χρὴ διδόναι πυκνῶς, καθεψεῖν δὲ τὰς ῥίζας αὐτῶν ἐν οἴνῳ λευκῷ,
καὶ λεπτῷ τὴν σύστασιν καὶ τὴν χροιάν· προσφάτως μὲν ἐκ τῆς γῆς ἀνειρημένον,
εἰ καιρὸς εἴη, ξηρὸν δὲ κατὰ τὴν ἄλλην ὥραν τοῦ ἔτους· προσφέρειν δὲ δαψιλέστε-
ρον τὸ πόμα· ἄγει γὰρ οὔρων πλῆθος παχέων, ἔκ τε τῶν φλεβῶν ἁπασῶν ἑλκομέ-
νων, ἔκ τε τῶν λιθιώντων μορίων. Σκόλυμος μὲν οὖν κατ' ἰδιότητά τινα τῆς ὅλης οὐσίας
τῆς οἰκείας κράσεως δύναμιν ἔχει ἑλκτικὴν τῶν πεπαχυσμένων ὑγρῶν.
{Ὀριβάσιος.}
Ἀγαθοὶ δὲ καὶ οἱ τέττιγες ξηροὶ λεῖοι τῷ ποτῷ ἐμπαττόμενοι καθ' ἑαυτοὺς καὶ
σὺν ναρδοστάχυι· συμμέτρως δὲ ἔχουσι νʹ τέττιγες πρὸς δύο 𐅶ʹʹ τῆς νάρδου 𐅻.
Δοτέον δὲ ἐφ' ἡμέρας θʹ κοχλ. αʹ, εἶτα βʹ κοχλ., εἶτα γʹ, εἶτα δύο τῆς ἡμέρας, εἶτα
αʹ, καὶ οὕτως ἀνακυκλητέον ἕως θʹ δόσεις γένωνται· αʹ, βʹ, γʹ, βʹ, αʹ, βʹ, γʹ, βʹ, αʹ.
{Περὶ τρωγλοδύτου.}
Ἄλλα δὲ ἄλλης τετύχηκε φύσεως δι' ἣν καὶ τὴν ἐνέργειαν ἔχει τὴν εἰρημένην,
ἥνπερ δὴ ὁ τρωγλοδύτης καλούμενος κέκτηται. Στρουθίων δὲ τοῦτο σμικρότατον,
κατὰ φραγμοὺς καὶ τοίχους παλαιοὺς διαιτώμενον· σμικρότατον δὲ τοῦτό ἐστι τὸ ζωΰ-
φιον ἁπάντων σχεδὸν τῶν ὀρνέων, πλὴν τοῦ βασιλίσκου καλουμένου· παρέοικε δὲ
τῷ βασιλίσκῳ κατὰ πολλὰ, ἄνευ τῶν ἐν τῷ μετώπῳ χρυσιζόντων πτερῶν· εὐμεγε-
θέστερος δέ ἐστι μικρῷ ὁ τρωγλοδύτης τοῦ βασιλίσκου, καὶ μελάντερος, καὶ τὴν
οὐρὰν ἐγηγερμένην ἔχων ἀεὶ, λευκῷ κατεστιγμένην ὄπισθεν χρώματι· μελάντερος
δὲ καὶ λαλίστερός ἐστιν οὗτος τοῦ βασιλίσκου. Καί τις ἔτι ψαρώτερος ἐν ἄκρᾳ περι-
γραφῇ τῆς πτέρυγος· βραχείας δὲ τὰς πτήσεις ποιεῖται· καὶ δύναμιν ἔχει φυσικὴν,
ἀξίαν θαύματος. Ταριχευθεὶς οὖν καὶ ἄνεφθος δοθεὶς, ἐξιάσατο τὴν νόσον τελείως.
Καί τινας οἶδα τῶν χρησαμένων αὐτῷ μηκέτι ὅλως, ὑπὸ τοῦ πάθους ὀχληθέντας·
ταριχεύεται δὲ καλῶς τῶν πτέρων περιαιρούμενος εἶτα χωσθεὶς εἰς ἅλας δαψιλούς.
Κἀπειδὰν ξηρὸς γένηται, βιβρώσκεται καὶ παύει τὸ πάθος τελείως. Ἄμεινον δὲ καὶ ἄλ-
λως ἐσθίειν αὐτοὺς εἰ πλείονες εἶεν· ἄφθονον δὲ, οἶμαι, τὸ γένος αὐτῶν ἐστι πανταχοῦ,
κατὰ τὸν χειμῶνα φαινόμενον. Δίδοται δὲ καὶ ἄλλως. Ζῶν προσήκει ἐμβαλεῖν σὺν τοῖς
πτεροῖς τὸ στρουθίον εἰς μίκρον χυθρίδιον, κἄπειθ' οὕτως πωμάσαντα καίειν, ἐπισκο-
πούμενον συνεχῶς μὴ λάθῃ κόνις γενόμενος ἐπὶ τῇ καύσει· καὶ πρὸς τὸν ἀέρα μένον
ἐπὶ τῇ καύσει διαφορηθῇ ὅλον· εἴωθε γὰρ τοῦτο συμβαίνειν καὶ αὐτῷ, τῷ στρουθίῳ
καὶ ἄλλοις καιομένοις. Διόπερ κάλλιον μὴ καταχρίειν τὸ πῶμα τοῦ χυθριδίου, ἵνα ἐκ
διαστημάτων τινῶν βαστάζοντες τὸ πῶμα καθορῶμεν τὸ τῆς καύσεως μέτρον. Δίδοναι
δὲ εἰς ἅπαξ ὅλην τὴν τοῦ ἑνὸς στρουθίου καυθέντος τέφραν καθ' ἑαυτὴν ἢ προσπλέ-
κοντας φύλλον βραχὺ καὶ πεπέρι, ἡδύσματος χάριν. Τὸ μὲν οὖν καιόμενον χρήσιμον
γίγνεται κατὰ τὰς ὁδοιπορίας, καὶ ἔξεστι τῷ βουλομένῳ, μέλιτι ἑφθῷ ἀναλαβόντα,
ἔχειν ἐν ἑτοίμῳ. Βέλτιον δέ μοι δοκεῖ τὸ τῆς ταριχείας καὶ ἔτι κάλλιον τοῖς δυνα-
μένοις χῶσαι κατὰ τοὺς ἅλας τὸ στρουθίον ζῶν προεκτιλθέντων τῶν πτερῶν, ὅπερ
κἀγὼ ποιῶ, φησὶν ὁ Φιλάγριος. Λογίζομαι γὰρ ἔχειν τι καὶ τὴν τοῦ αἵματος φύσιν
οὐ τὰ τυχόντα συντελέσαι δυνάμενον, ἐχούσης τι καὶ τῆς κόπρου δραστικὸν ὅπερ
ἐξασθενεῖν κατὰ τὴν καύσιν πείθομαι. Χρήσιμον δὲ τοῖς εὐποροῦσιν καὶ ὀπτὸν ἐσθίειν
ὁλόκληρον μηδὲν ἀποβαλλομένους ἐξ αὐτοῦ πλὴν τῶν πτερῶν μόνων. Ταῦτα μὲν
οὖν, κατ' ἰδιότητα τῆς ὅλης οὐσίας, ἐνεργεῖν εἴωθεν. Ἐπιτέμνουσι μέντοι γενναίως
τὸ τῆς λιθιάσεως ἐν νεφροῖς καὶ κύστει πάθος καὶ αἱ καυστικαὶ δυνάμεις. Πρότερον
δὲ ἑνὸς μνημονεύσω ἁπλοῦ φαρμάκου λίαν ἐπαινουμένου, καὶ τελείαν ἀναίρεσιν τοῦ
πάθους ἐπαγγελλομένου, καί πως ἐγγίζειν φαινομένου πρὸς τὰ κατ' ἰδιότητα τῆς
ὅλης οὐσίας ἐνεργεῖν δυνάμενοι· ἔχει δὲ οὕτως.
{Πρὸς λιθιῶντας φάρμακον ᾧ μαρτυρεῖ Μαρκιανὸς ὁ Ἄφρος ἰατρός.}
Λαγωοῦ δέρμα ἐπιτίθει ἐπὶ κεραμίδος, καὶ εἰσάγαγε εἰς φοῦρνον· καὶ ὅταν καῇ
ὡς δύνασθαι λειοῦσθαι καλῶς, λαβὼν καὶ λεάνας, δίδου ἐξ αὐτοῦ 𐆂 μετ' οἴνου νήστει
ἐν τῇ ἐμβάσει τοῦ θερμοῦ. Εἰ δὲ βούλει, φησὶ, δοκιμὴν λαβεῖν τοῦ φαρμάκου, βάλε
ἐξ αὐτοῦ εἰς οἶνον καὶ ἔμβαλε τῷ οἴνῳ, λίθον ἐκ ποταμοῦ, καὶ σκεπάσας ἔα ἡμέρας
ὀλίγας καὶ θρυβήσεται ὁ λίθος.
Τοῦ Πρεσβύτου τοῦ Ἰνδοῦ πρὸς λιθιῶντας, φασὶ δέ τινες, καὶ τῶν ἔξωθεν λίθων
δύνασθαι θρυβεῖν, ὡς τὸ πρὸ αὐτοῦ· Ἀκόρου, φοῦ, ὑπερικοῦ ἀνὰ 𐅻 Ϛʹ, πράσου
σπέρματος 𐅻 ιβʹ, ναρδουστάχυος 𐅻 ιʹ, κασίας, λινοσπέρμου, κυπέρου ἀνὰ 𐅻 κεʹ·
μέλιτι ἀναλάμβανε· ἡ δόσις κυάμου μέγεθος.
Ἄλλο, τάχιον ποιοῦν ἐξουρηθῆναι τῶν λίθων· μὴ καταφρόνει, φησὶ, τῆς εὐτελείας.
Σκόρδων ὀνυχία ζʹ, πεπέρεως κοκκοὺς εʹ· ἅμα λεάνας πάνυ μετ' οἴνου λευκοῦ πα-
λαιοῦ στύφοντος μιᾶς κράσεως· δίδου πίνειν ἐν βαλανείῳ ἐν τῷ εἰσιέναι εἰς τὰ θερμὰ
καὶ ἄπονον μὲν ποιεῖ τὸν πάσχοντα· ἐνίοτε δὲ καὶ τὸν λίθον ἀπὸ μιᾶς πόσεως
ἐκφέρει.
{Ὀριβασίου νεφριτικοῖς.}
Ἀκόρου, μείου, φοῦ, ἀσάρου, σαρξιφάγου, πεπέρεως μέλανος, πηγάνου σπέρ-
ματος, βετονίκης, ναρδοστάχυος, πεπέρεως λευκοῦ ἴσα· δίδου ξηρὰ 𐆂 σὺν οἴνῳ
στύφοντι ἢ ὕδατι.
{Ὀριβασίου νεφριτικοῖς ὕπνον ἐμποιοῦν.}
Ἀνίσου, σελίνου, πετροσελίνου, ναρδοστάχυος, πεπέρεως λευκοῦ καὶ μέλανος
καὶ μακροῦ, ἀνὰ 𐅻 ιʹ, κινναμώμου 𐅻 ηʹ, σμύρνης 𐅻 δʹ, ὀπίου 𐅻 δʹ, καστορίου, σίνονος,
δαύκου ἀνὰ 𐅻 βʹ, ὑοσκυάμου σπέρματος 𐅻 αʹ 𐅶ʹʹ· ῥᾶ, σαρξιφάγου, βετονίκης, κασίας,
κυμίνου, σικύου σπέρματος λελεπισμένου ἀνὰ 𐅻 αʹ· μέλιτι ἀναλάμβανε καὶ δίδου νή-
στει καρύου ποντικοῦ μέγεθος δι' ὕδατος θερμοῦ· ποιεῖ καὶ πρὸς ἕλκη.
{Ἄλλο τοῦ αὐτοῦ ἐπαινούμενον.}
Πεπέρεως μέλανος, πεπέρεως λευκοῦ, πεπέρεως μακροῦ, σαρξιφάγου, βετονίκης,
πετροσελίνου, ἀσάρου, κελτικῆς ναρδοστάχυος, ἴσα δίδου 𐅻 αʹ, μετὰ κονδίτου
θερμοῦ κεράσας.
12
{Περὶ τραγείου αἵματος.}
Καὶ πρὸς νεφριτικοὺς καὶ λιθιῶντας ἀπαράβατόν ἐστι τὸ τράγειον αἷμα εἰς τὸ
τούς τε προὐπάρχοντας λύειν λίθους, καὶ οὕτως ἐξουρεῖσθαι ποιεῖν, καὶ ἄλλους οὐκ
ἐᾶν γίνεσθαι· ἔστι δὲ ἀνώδυνον· ὅταν οὖν ἄρξηται ἡ σταφυλὴ περκάζειν, λάμβανε
λοπάδα καινὴν, καὶ βαλὼν ὕδωρ ἐν αὐτῇ ἕψε· ἵνα τὸ γεῶδες ἀποβάλῃ, καὶ σφάξας
τράγον ἐκ ποίμνης ἀκμαῖον περίπου δʹ ἐτῶν, δέξαι τοῦ αἵματος τὸ μέσον, μήτε τὸ
πρώτως ῥέον, μήτε τὸ ὕστερον δεχόμενος· εἶτα ἐάσας παγῆναι, κατάτεμε τὸ αἷμα
καλάμῳ ὀξεῖ εἰς πολλὰ τμήματα ἐν τῇ λοπάδι κείμενον καὶ σκεπάσας δικτύῳ πυκνῷ
ἢ ὀθόνη ἀραίᾳ ἢ κοσκίνῳ πυκνῷ τίθει ὕπαιθρον ἡλιοῦσθαι καὶ τῆς δρόσου μὴ μετα-
λαμβάνειν φυλαττόμενος μήτε βραχῆναι, ὄμβρου γιγνομένου, ξηρανθέντος, λείωσον
ἐπιμελῶς, καὶ ἔχε ἐν πυξίδι, καὶ δίδου ἐν ἀνέσει 𐆂 λειότατον πλῆρες, μετὰ γλυκέως
κρητικοῦ. Ἐπικαλεῖται δὲ τὸ φάρμακον θεοῦ χείρ. Τοῦτο ἡμεῖς, φησὶν ὁ Φιλάγριος,
ἐν ὀλίγῳ χρόνῳ πεῖραν οὐκ ἀδόκιμον εἰλήφαμεν· ἐνίοτε δὲ εὐωδίας χάριν προσπλέ-
κομεν τούτῳ φύλλου βραχὺ, ἢ ἀμώμου, ἢ τῶν ὁμοίων. Ἐγὼ δὲ, φησὶ, τοῦτο μίξας
τὸ φάρμακον τῷ τρωγλοδύτῃ κεκαυμένῳ μετὰ μεγάλας ὀδύνας, οὐδὲν ἐξουρήσαντί
τινι παμμεγέθη διαθρύψας λίθον ἐξέωσα.
13
{Ἀντίδοτοι διάφοροι πρὸς λιθιῶντας.}
Ἀντίδοτος Ἰουλιανοῦ διακόνου, ἣν ἐπὶ ἐμοῦ, φησὶν Ἀρχιγένης, πλειστάκις ἐπείρα-
σεν. Θρύπτει γὰρ τοὺς ἐν νεφροῖς λίθους καὶ κύστει, καὶ κατὰ βραχὺ ἐξουρεῖσθαι
ποιεῖ. Ποιεῖ δὲ καὶ ἐπιληπτικοῖς καλῶς· ἄγει καὶ ἔμμηνα διὰ πάχος ἢ ψύξιν ἐπισχη-
μένα.
Ὀστῶν ἐλαφείων κεκαυμένων Γοʹ γʹ, καστορίου, πεπέρεως λευκοῦ, ἀγαρικοῦ, ἀκό-
ρου, ἄμεως, κασίας, ἀμώμου, σαρξιφάγου, καππάρεως ῥίζης, φλοιοῦ, καλαμίνθου,
πάνακος ῥίζης, πυτίας λαγωοῦ, ἑρπύλλου, πετροσελίνου ἀνὰ Γοʹ αʹ· μέλιτος τὸ
ἀρκοῦν. Ἡ δόσις καρύου ποντικοῦ μέγεθος. Ἐπὶ μὲν νεφριτικῶν καὶ καταμηνίων
ἀγωγῆς, μετ' οἰνομέλιτος· ἐπὶ δὲ ἐπιληπτικῶν μεθ' ὕδατος θερμοῦ· πρὸς δὲ τὰ
ἰοβόλα, μετ' οἴνου.
{Ἀντίδοτος ἡ διὰ τραγείου αἵματος.}
Συντίθεται δὲ πρὸς λιθιῶντας, διὰ τοῦ τραγείου αἵματος ἀντίδοτος τοιαύτη. Σίνωνος
Γρʹ ιβʹ, ναρδοστάχυος Γρʹ ιβʹ, πεπέρεως κοινοῦ Γρʹ ιβʹ, καὶ πεπέρεως μακροῦ Γρʹ ιηʹ,
κυμίνου αἰθιοπικοῦ Γρʹ Ϛʹ, πετροσελίνου, δαύκου, ῥᾶ ποντικοῦ, κρόκου, καρώου λυγι-
στικοῦ, σμύρνης, ἀκόρου, ἀνὰ Γρʹ ιβʹ, αἵματος τραγείου ἐξηραμένου καθὰ προείρη-
ται, Γρʹ λϚʹ, μέλιτος ἀπηφρισμένου τὸ ἱκανόν· ἡ δόσις καρύου ποντικοῦ τὸ μέγεθος,
μετὰ κράσεως κονδίτου θερμανθέντος· δίδοται δὲ ἐν τῷ βαλανείῳ, ἐν τῇ ἐμβάσει
τοῦ θερμοῦ.
{Ἄλλη Ἀρχιγένους.}
Εὐδοκιμεῖ, φησὶν, ἐπὶ λιθιώντων καὶ τοῦτο ᾧ κέχρημαι· ταύτῃ, φησὶν, ἐχρήσατο
Φιλότιμος καὶ Ἰουστῖνος. Νάρδου στάχυος 𐅻 ιʹ, κρόκου 𐅻 ηʹ, σμύρνης 𐅻 εʹ, καστο-
ρίου 𐅻 δʹ, καὶ ὀβ. δʹ, κασίας, σχοίνου ἄνθους, κινναμώμου ἀνὰ 𐅻 δʹ, κόστου 𐅻 βʹ,
σκορδίου πολίου ἀνὰ 𐅻 γʹ· ἀσάρου 𐅻 αʹ, καὶ ὀβ. δʹ, μείου 𐅻 ιαʹ, πεπέρεως λευκοῦ καὶ
μακροῦ, δαύκου, πετροσελίνου, ὀποβαλσάμου, ῥόδων ξηρῶν ἀνὰ 𐅻 αʹ· καρποβαλ-
σάμου…
𐅻…
The complete text is available when the reading interface loads.