The Greek Library Catalogue

Anonymous

Iatricorum liber xiii

Edition reference
Iatricorum liber xiii, ed. S. Zervos, "Ἀετίου Ἀμιδηνοῦ περὶ δακνόντων ζῴων καὶ ἰοβόλων," Athena 18 (1906) 264–292.
CTS identifier
urn:cts:greekLit:tlg0718.tlg013.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

12

{Κοινὰ βοηθήματα πρὸς τὰς τῶν

ἰοβόλων πληγάς.}

Προφυλάττεσθαι μὲν οὖν χρὴ διὰ τῶν προειρημένων μὴ περιπεσεῖν

τοῖς κακοποιοῖς τῶν θηρίων. εἰ δ' ἄρα συμβῇ ὑπὸ ἰοβόλου τινὸς θη-

ρίου πληγῆναι, κοινῶς τοῖς τοιούτοις χρηστέον. Κουφοτέρας μὲν γὰρ

οὔσης τῆς πληγῆς ἢ τοῦ δήγματος, καταντλητέον ὀξυκράτῳ θερμῷ,

καὶ ἐκμυζᾶν τὸν τόπον οὕτως. Διακλυσάμενος τὸ στόμα πρότερον

ἐλαίῳ ὁ μέλλων ἐκμυζᾶν, πρὸς τὸ μὴ βλάπτεσθαι, οὕτω προσβαλὼν

τὸ στόμα τῷ πλήγματι, ἐκμυζάτω καὶ ἀποπτυέτω τὸν ἰόν. Δεῖ δὲ

τὸν ἐκμυζᾶν ἐπιχειροῦντα, μὴ ἡλκωμένον ἔχειν τί τοῦ στόματος ἢ

τῶν παρισθμίων, ἢ ἄλλως εὐπαθές τι τῶν ἐν τῷ στόματι μερῶν.

Μετὰ δὲ ταῦτα, τέφραν ὄξει συμφυράσαντα καταπλάσσειν. τέφρᾳ δὲ

τῇ τῶν συκίνων ξύλων ἢ δαφνίνων ἢ ἀμπελίνων κεκαυμένων χρη-

στέον. εἰ δὲ μή, τῇ παρατυχούσῃ, σπουδάζοντα ὡς ὅτι μάλιστα

φλεγμονὴν τῷ τόπῳ ἐγεῖραι, καὶ τὰς ὕλας παρὰ τῷ δήγματι προσ-

καλέσασθαι, καὶ μάλιστα εἰ ἀκυρότερον εἴη τὸ μόριον. Σφοδροτέρου

δὲ τοῦ δήγματος ὄντος, σικύαν προσβάλλειν τῷ δήγματι σὺν πολλῇ

φλογί, καὶ κατασχάζειν τοὺς πέριξ τόπους. συνεπισπασθήσεται γὰρ

σὺν τῇ τοῦ αἵματος καὶ πνεύματος ὁλκῇ, καὶ ὁ τοῦ θηρίου ἰός. καὶ

εἰ μὲν τροφὴν προσφάτως προσενεγκάμενος εἴη ὁ κάμνων, ὕδωρ πολὺ

χλιαρὸν διδούς, ἐμεῖν κέλευε, εἶθ' οὕτως προσφέρειν τὰ φάρμακα.

διατηρητέον δὲ καὶ ἐν ἀγρυπνίᾳ τὸν πάσχοντα ἀνακαθήμενον καθ'

ὅλον τὸν τῆς θεραπείας χρόνον, ἕως ἂν ἔνδοσιν ἀξιόλογον λάβῃ τὰ

παρακολουθοῦντα δυσχερῆ. τήν τε κοιλίαν κλύζειν ἐπεχομένην, ἀνυ-

περθέτως, καὶ τῆς κύστεως ἐπιμελεῖσθαι, ὅπως τὰ οὖρα ἀκωλύτως

ἐκδιδοῖ. Κάλλιστα δὲ ποιοῦσιν ἐπιτιθέμενα τῇ πληγῇ εὐθὺς ἐξ ἀρ-

χῆς μετὰ τὸν σικυασμόν, ἀνεπτυγμένα ζῷα μικρὰ ἔνθερμα, οἷον ὄρ-

νεις, ἐρίφια, ἄρνες, δέλφακες. ἀνιμᾶται γὰρ τὸν ἰὸν καὶ τὰς ὀδύνας

παρηγορεῖ. Ἐπιτήδεια δὲ τούτοις καὶ τὰ μικτὰ πάντα καταπλά-

σματα, οἷον σκόροδα λεῖα μετὰ μέλιτος, κρόμμυα μεθ' ἁλῶν, πήγα-

νον, σίλφιον λεῖον ἐπιπαττόμενον· λάσαρ, τάριχος ἰχθὺς μάλιστα

παλαιός· σκόροδον κεκαυμένον, ἀρνόγλωσσον μεθ' ἁλῶν, μελισσόφυλ-

λον, συκῆς ἀκρέμονες μετὰ μέλιτος, ὑὸς ἄφοδος ὄξει ἑφθή· καλα-

μίνθη καταπλασσομένη λεία· σπύραθος αἰγὸς μετ' ὄξους. Ἄκρως δὲ

ποιεῖ πρὸς παντὸς ἰοβόλου πληγὴν χωρὶς ἀσπίδος, ἄσβεστος μετ'

ἐλαίου καὶ μέλιτος ὡς κηρωτῆς πάχος ἔχειν, ἐπιτιθεμένη. καὶ μέντοι

καὶ ἐπικαυστέον τὰ δήγματα μέχρις ἐσχαρώσεως· ἢ σίνηπι

λεῖον μετὰ ζύθου ἐπιτίθει· ἢ ἅλας λεάνας καὶ ἀναλαβὼν ὑγροπίσσῃ

ἐπιτίθει. παραδόξως δὲ ποιεῖ καὶ ἡ δι' ἐχιδνῶν Ἀνδρομάχου, ὡς ἔμ-

πλαστρος ἐπιτιθεμένη.

13

{Περὶ Σφηκῶν καὶ Μελισσῶν.}

Ὑπὸ σφηκῶν ἢ μελισσῶν ἀπλήκτους φυλάσσει συγχριόμενα μαλά-

χης φύλλα μετ' ἐλαίου, καὶ κάμπη μετ' ἐλαίου. ἐπειδὴ δέ τινες

πληγέντες λάθρα ὑπὸ τούτων, ταράσσονται διὰ τὴν ἀλγηδόνα καὶ

δοκοῦσιν ὑπό τινος τῶν κακοήθων πεπλῆχθαι, ἀναγκαῖον πρῶτον δια-

σαφηνίσαι τὰ παρακολουθοῦντα ταῖς τούτων πληγαῖς σημεῖα. Τοῖς

τοίνυν ὑπὸ μελιττῶν πληγεῖσι παρακολουθεῖ τῷ τὴν πληγὴν ἀλγεῖν,

ἐρυθρὸν γίνεσθαι τὸν τόπον μετὰ οἰδήματος τῶν κύκλῳ μερῶν, τὸ

δὲ κέντρον πάντως εὑρεθήσεται ἐν τῷ πεπληγμένῳ τόπῳ. Τοῖς δὲ

ὑπὸ σφηκῶν, τὰ αὐτὰ παρακολουθεῖ μετ' ἐπιτάσεως, τὸ δὲ κέντρον

τῆς σφηκὸς οὐκ ἐναπομένει τῷ πληγέντι τόπῳ. Βοηθοῦνται δὲ οἱ ἀμ-

φότεροι πηλῷ ἢ βολβίτῳ καταχριόμενοι μετ' ὀξυκράτου, ἢ μαλάχης

φύλλοις σὺν ὀξυκράτῳ καταπλασσόμενοι, ἢ κιμωλίᾳ σὺν τῇ μαλάχῃ

καὶ ὀξυκράτῳ, ἢ σησάμῳ μεθ' ὕδατος. Φυσικῶς δὲ ὠφελεῖ, σφραγι-

ζομένης τῆς πληγῆς σφραγίτιδι σιδηρᾷ [τοῦ τιμίου καὶ ζωοποιοῦ

σταυροῦ], οὐκέτι γὰρ συγχωρεῖ φλεγμονὴν γενέσθαι. πότιζε δὲ αὐτοὺς

καὶ δάφνης φύλλων ἁπαλῶν 𐅻 β. μετ' οἴνου αὐστηροῦ.

15

{Πρὸς τὸ τῆς Σαλαμάνδρας δῆγμα,

καὶ τῆς Χαλκίδος Σαύρας.}

Τοῖς δὲ ὑπὸ σαλαμάνδρας πεπληγμένοις παρακολουθεῖ περιωδυνία

σφοδρὰ καὶ ἐσχάρωσις. παραλαμβανέσθω δὲ ἐπ' αὐτῶν ἡ προρρηθεῖσα

κοινὴ ἐπιμέλεια. Τοῖς δὲ ὑπὸ τῆς λεγομένης χαλκίδος σαύρας πλη-

γεῖσι, παρακολουθεῖ οἴδημα διαφανὲς ὥσπερ ἐκλάμπον, κύκλῳ δὲ τῆς

πληγῆς, μελανία· ἐπακολουθεῖ δὲ καὶ σῆψις. Θεραπευτέον δὲ τούτοις

τοῖς ῥηθησομένοις ἐπὶ μυγάλης.

16

{Περὶ Μυγάλης.}

Ἡ μυγάλη παρέοικε κατὰ μὲν τὴν χροιὰν γαλῇ, κατὰ δὲ τὸ μέ-

γεθος μυί, ὅθεν καὶ σύνθετον ἔσχε τὸ ὄνομα· στόμα δὲ ἔχει ὑπόμη-

κες καὶ λεπτὴν οὐράν· ὀδόντας λεπτούς, καὶ τούτους ἐν διστοιχίᾳ ὄν-

τας καθ' ἑκατέραν γενύωσιν, ὥστε τετραστοιχίαν ὀδόντων ἔχειν.

Τοῖς οὖν ὑπ' αὐτῆς δηχθεῖσιν, αἱ δήξεις ἐμφανεῖς γίνονται· τεσσάρων

γὰρ στοίχων δήξεις ὁραθήσονται· αἷμά τε ἐκκρίνεται πρῶτον καθα-

ρόν, μετ' ὀλίγον δὲ ἰχωρῶδες. Τὸ γὰρ ζῷον σήψει κτείνει· εἰώθασι

δὲ καὶ φλυκτίδες ἐπανίστασθαι· καὶ εἴ τις ἀποσύροι ταύτας, ὄψεται

τὴν ὑποκειμένην σάρκα καὶ τρυγώδη καὶ κατερρωγυῖαν· παρακολου-

θεῖ δὲ αὐτοῖς καὶ ἐμπνευμάτωσις. Πυκνότερον δὲ τὸ ζῷον περὶ τοὺς

ὄρχεις ἐπιπηδᾷ οὐ μόνον ἀνθρώπων, ἀλλὰ καὶ παντὸς ἄλλου ζῴου.

Βοηθοῦνται δὲ οὗτοι, ἐπειδὴ σήψει κινδυνεύουσι, μετὰ τὰ προειρη-

μέμα κοινὰ βοηθήματα, τοῖς τοιούτοις· δάφνης τῶν ἁπαλῶν φύλλων

𐅻 α ἢ καὶ β σὺν οἴνῳ λεάνας, δίδου πίνειν· ἁρμόδια δὲ αὐτοῖς καὶ

πάντα τὰ προρρηθέντα κοινὰ βοηθήματα, πινόμενα σὺν οἴνῳ γλυκεῖ.

Ἐπὶ δὲ τῶν δεδηγμένων κτηνῶν, λεάνας αὐτὰ μεθ' ὕδατος, ἔγχει

ταῖς ῥισίν· εἰ δὲ δυνατὸν αὐτὴν τὴν δάκνουσαν μυγάλην λειώσας μεθ'

ὕδατος, ἔγχει τοῖς μυκτῆρσιν· ἔστι γὰρ ἀντιφάρμακον ἑαυτῆς· ὅθεν

καὶ τοὺς ἀνεχομένους ἀνθρώπους ποτιστέον ὁμοίως. Κατάπλαττε δὲ

τὸ δῆγμα κυμίνῳ, σκορόδῳ σὺν τοῖς ἔξω λεπύροις ἐπίσης· καὶ λειώ-

σας μετ' ἐλαίου, συνάλειφε τοὺς κύκλῳ τόπους. Ἐὰν δὲ ῥαγῶσιν αἱ

φλυκτίδες καὶ ἕλκος γένηται, ὀξάλμῃ κατάντλει· καὶ κριθὰς κατα-

καύσας καὶ λεάνας κατάπλασσε· οὐκ ἐκραγήσεται δὲ, ἐὰν μὴ κύουσα

δάκῃ μυγάλη. Ἐὰν δὲ ἑλκωθῇ, σίδια γλυκείας ῥοιᾶς ἑφθὰ λεῖα ἐπι-

τίθει, καὶ τὰ ἕλκη κατάντλει τῷ αὐτῷ ἀφεψήματι ἢ μᾶλλον μυρσίνης.

17

{Πρὸς Σκολοπένδρου πληγάς.}

Καὶ τοῖς ὑπὸ σκολοπένδρου πληγεῖσι, τὰ αὐτὰ βοηθήματά ἐστι,

τὰ ἐπὶ τῆς μυγάλης προειρημένα· καὶ ἅλες μετὰ ὑγρᾶς πίσσης ἐπι-

τιθέμενοι, καὶ κεδρία μετὰ μέλιτος, καὶ σκόροδον μετὰ συκῆς φύλ-

λων καὶ κυμίνου καὶ οὔρων καὶ οἴνου· ὡσαύτως καὶ ποτὰ τὰ ἐπὶ τῆς

μυγάλης ῥηθέντα, καὶ ἀψίνθιον δὲ καὶ ἡδύοσμον μετ' οἴνου.

18

{Πρὸς ἀράχνης δῆγμα.}

Ἔστι δὲ καὶ ἀραχνῶν γένος, ὃ πλῆττον συντόνους πόνους ἐπιφέ-

ρει περὶ τὸ ὑποχόνδριον, ἐξ οὗ ἐρύθημα καὶ δυσουρία παρακολου-

θεῖ· ἐνίοτε δὲ καὶ πνιγμός. Πότιζε οὖν τοὺς τοιούτους ἄγριον κύμινον,

ἄγνου λευκῆς σπέρμα ἢ τὰ φύλλα δίδου δὲ ἐσθίειν καὶ σκόροδα πλεί-

ονα, καὶ οἶνον ἐπιρροφεῖν ἄκρατον.

19

{Περὶ Τετραγνάθων.}

Ὁ Τετράγναθος καλούμενος, εἶδος ἐστὶ φαλαγγίου, ὑπόπλατυς,

ὑπόλευκος, πόδας ἔχων τραχεῖς, κατὰ δὲ τὴν κεφαλὴν δύο ἐπιφύσεις,

μίαν εὐθεῖαν καὶ μίαν πλατεῖαν, ὡς στοχάζεσθαι. στόματα μὲν ἔχει

δύο, γνάθους δὲ δ. καὶ γραμμὴν ὁμοίαν ἔχει κατὰ τὸ στόμα. Τοῖς

δὲ ὑπὸ τούτου πληγεῖσι, κοινῶς μὲν παρακολουθεῖ τὰ ἐπὶ τῶν σκορ-

πίων, ἰδίως δὲ ἐπ' αὐτῶν ἀλγεῖ ἡ πληγὴ συντόνως, καὶ ὑπολευκαν-

θίζει ὁ πεπληγὼς τόπος· οἴδημα δὲ γίνεται περὶ τὸ πρόσωπον καὶ τὴν

κεφαλήν· καὶ ἰσχναίνεται τὰ πληγέντα μέλη μέχρι τῶν ἄρθρων· ἀτρο-

φοῦσί τε οἱ κάμνοντες, καὶ μετὰ τὴν ὑγείαν, ἀγρυπνία τούτοις ἐπι-

τεταμένη ἐπιγίνεται. Βοηθοῦνται δὲ ποτιζόμενοι καλαμίνθῃ ἢ τοῖς

φύλλοις τοῦ πηγάνου, πάνακί τε καὶ πολίῳ καταπλασσόμενοι, καὶ

τοῖς ῥηθησομένοις ἐπὶ φαλαγγιοδήκτων.

20

{Περὶ Φαλαγγιοδήκτων.}

Τῶν δὲ φαλαγγίων γένη μὲν πλείονα, ἃ δὲ κατὰ τὸ πλεῖστον ἱστό-

ρηται τοῖς τὰ θηριακὰ γράψασιν, εἰσὶν ἓξ τὸν ἀριθμόν· τὸ μὲν γὰρ

αὐτῶν καλεῖται ῥάγιον· τὸ δὲ μυρμήκιον, τὸ δὲ λύκος· τὸ δὲ κρονο-

λόπτης [κρανοκαλόπτης], τὸ δὲ σκληροκέφαλος, τὸ δὲ σκωλήκιον.

Τὸ μὲν γὰρ ῥάγιον σχήματι μὲν στρογγύλον, χρώματι δὲ μέλαν·

παρομοιότερον δὲ σταφυλῆς μελαίνης ῥαγί, διὸ καὶ προσηγόρευται

ῥάγιον. πόδας δὲ ἔχει στ. ἐξ ἑκατέρου μέρους μικροτάτους, καὶ τὸ

στόμα ὑπὸ τὴν κοιλίαν. Ὁ δὲ λεγόμενος λύκος, ἐν τοῖς ἀραχνίοις

διατρίβων εὑρίσκεται, ἐπιλαμβανόμενος τῶν μυῶν καὶ ἐσθίων αὐ-

τάς. στόμα δὲ ἔχει πλατὺ καὶ περιφερές, καὶ τὰ κατὰ τὸν αὐχένα

αὐτοῦ μέρη ἐγκεχάρακται, ἐπὶ δὲ τοῦ στόματος ἔχει ἐπιφύσεις τρεῖς.

Τὸ δὲ μυρμήκιον λεγόμενον, ὡμοίωται μύρμηκι μεγίστῳ, αἰθαλῶ-

δες κατὰ τὴν χρόαν· ἐντετύπωται δέ τινα τῷ σώματι αὐτοῦ οἱονεὶ

ἄστρα, μᾶλλον δὲ κατὰ τὰ νῶτα. Τὸ δὲ δ. καλούμενον κρονολό-

πτης [κρανοκαλόπτης.] ὑπόμηκές ἐστι καὶ χλωρόν. τὸ κέντρον δὲ

ἔχει περὶ τὸν τράχηλον. τοῦτο δὲ προσπίπτον, τοὺς κατὰ τὴν κεφα-

λὴν πλήσσει τόπους. Τὸ δὲ ε. σκληροκέφαλον λεγόμενον, κεφα-

λὴν ἔχει πετρώδη καὶ ἀπόσκληρον, καὶ ἐπιγραμμὰς ἔχει καθ' ὅλον

τὸ σῶμα, ἐμφερεῖς τοῖς ζώοις ἐκείνοις τοῖς περιϊπταμένοις τοὺς λύ-

χνους. Τὸ δὲ ἕκτον, σκωλήκιον ὀνομαζόμενον, ὑπόμηκες καὶ ὑπό-

σπιλόν ἐστι καὶ μάλιστα κατὰ τὴν κεφαλήν.

Τὰ μὲν εἴδη τῶν φαλαγγίων ταῦτα, ἅτινα δεῖ παραφυλάττεσθαι.

τὰ δὲ παρακολουθοῦντα τοῖς πληγεῖσιν ὑπ' αὐτῶν, κοινὰ παρὰ τὸ

μᾶλλον καὶ ἧττον. Δῆγμα δὲ λεπτὸν καὶ δυσθεώρητον· οἴδημα, πε-

λίωμα· τισὶ δὲ καὶ ἐρύθημα. ψύξις περὶ τὰ γόνατα καὶ ὀσφὺν καὶ

ὠμοπλάτας. ἔστι δ' ὅτε καὶ καθ' ὅλον τὸ σῶμα βάρος. ἔτι τὲ πόνος

σύντονος καὶ τρόμος· ὠχρίασις, ἀγρυπνία. τισὶ δὲ καὶ ἔντασις τοῦ αἰ-

δοίου καὶ κνησμὸς περὶ τὴν κεφαλήν· ἐνίοτε δὲ καὶ περὶ τὰς κνήμας.

ὀφθαλμοὶ ἔνυγροι καὶ δακρύοντες καὶ κοῖλοι. κοιλία ἀνώμαλος ἐπήρ-

τηται· οἰδαίνει τὸ σῶμα ὅλον, πρόσωπόν τε καὶ μάλιστα περὶ τὴν

γλῶτταν, ὡς ἀσάφειαν τῆς διαλέκτου γενέσθαι· τισὶ δὲ καὶ δυσουρία

παρέπεται μετ' ἐντάσεως τοῦ αἰδοίου καὶ ὀδύνης. Εἰ δὲ καὶ οὐρή-

σειεν, ὑδατώδη αὐτῶν ἐστὶ τὰ οὖρα, ἀραχνίοις παρεμφερόμενα ἔχοντα

ἐν αὐτοῖς, καὶ ἔμετοι παραπλήσιοι· ἔστι δὲ ὅτε καὶ κατὰ κοιλίαν

τοιαῦτα ἀποκρίνεται· καθιέμενοι δὲ εἰς θερμὸν ὕδωρ, ἀπονώτεροι δο-

κοῦσι γίνεσθαι· μετὰ δὲ ταῦτα συντόνως ἀλγοῦσι τὸ αἰδοῖον· οὐκ ἐν-

τείνεται δέ. Κοινῇ μὲν οὖν ταῦτα παρέπεται· Κρονολόπτου [κρανο-

καλόπτου] δὲ πλήξαντος, ἡ κεφαλὴ μᾶλλον ἀλγεῖ, καὶ σκοτώματα

παρέπονται· ῥῖγος σύντονον, παρακοπή, ῥιπτασμός, καρδιωγμός.

Βοηθοῦνται δὲ πάντες οἱ φαλαγγιόδηκτοι, λουτρῷ συνεχεῖ θερμῷ·

ἔστω δὲ καὶ τὸ καταντλούμενον τῇ πληγῇ ὕδωρ ἀφεψήματος τρι-

φύλλου τῆς ἀσφαλτώδους μετ' ἐλαίου· λιπαίνειν δὲ κηρωτῇ ὑγροτάτῃ

ὅλον τὸ σῶμα· ὠφελοῦνται δὲ πυριώμενοι σπόγγοις εἰς ὄξος θερμὸν

ἀποβαπτομένοις καὶ ἐπὶ πολὺ προσαγομένοις τῇ πληγῇ. Καταπλά-

σματα δὲ αὐτοῖς ἁρμόδια· βολβοί, πολύγονον, πράσα, πίτυρα, ἑφθὰ

ἐν ὄξει, κρίθινον ἄλευρον συνηψημένων αὐτῷ δάφνης φύλλων ἐν οἴνῳ

καὶ μέλιτι, πήγανον, ὄλυνθοι συκῆς· αἰγεία κόπρος μετ' οἴνου χρήσι-

μος· σάμψιχον μετ' ὄξους, κύπερον, ἄγριον πήγανον.

Ἀσκληπιάδης δέ φησι, χρῶ τούτῳ δοκίμῳ ὄντι· πηγάνου ἀγρίου

καὶ εὐζώμου σπέρματος, σταφίδος ἀγρίας, κάγχρυος, ἄγνου σπέρμα-

τος, κυπαρίσσου σφαιρίων ἢ τῶν φύλλων ἴσα, ὄξει λειώσας καὶ μέ-

λιτι ἀναλαβὼν, ἐπιτίθει· τὸ αὐτὸ καὶ πινόμενον ὠφελεῖ.

21

{Περὶ Σκορπιοδήκτων.}

Τοῖς δὲ ὑπὸ Σκορπίων τρωθεῖσι, παρέπεται τῇ πληγῇ πόνος σφο-

δρότατος, περίψυξις καὶ νάρκη περί τε τὴν πληγὴν καὶ ὅλον τὸ

σῶμα, ψυχρὸς ἱδρώς· καὶ τοῖς μὲν περὶ τὰ κάτω πληγεῖσιν, οἱ βου-

βῶνες ἐπεγείρονται· τοῖς δὲ περὶ τὰ ἄνω, αἱ μασχάλαι. Καὶ τοῖς μὲν

ἐλαφρῶς πληγεῖσι, τοιαῦτα παρακολουθεῖ· τοῖς δὲ εὐτονώτερον, καῦσις

περὶ τὴν πληγήν, ὡς ἐπὶ τῶν πυρικαύστων· μυρμηκίασίς τε περὶ τὰ

χείλη καὶ ὅλον τὸ σῶμα, ὡς δοκεῖν χαλάζαις βάλλεσθαι· προσώπου

διαστροφή, λῆμαι περὶ τοὺς ὀφθαλμοὺς κολλώδεις· δάκρυον γλίσχρον,

σκληρότης ἄρθρων· πρόπτωσις ἕδρας μετὰ τεινεσμωδῶν προθυμιῶν·

ἀφρὸς περὶ τὸ στόμα· ἔμετος δαψιλής, λυγμός, σπασμοὶ ὀπισθοτονι-

κοῖς ὅμοιοι.

Πότιζε οὖν τούτους, ἕρπυλον, ἀλθέας ῥίζαν, ἐλαφόβοσκον· παρα-

δόξως δὲ ποιεῖ καὶ χλωρὰ ἐσθιομένη καὶ ξηρὰ πινομένη· δίδου καὶ

σταφυλίνου ἀγρίου σπέρμα καὶ τὰ ποντικὰ κάρυα. Ταῦτα γὰρ φησίν,

ἐν τῇ ζώνῃ φορούμενα, οὐ συγχωρεῖν σκορπίον ἀδικεῖν.

22

{Περὶ Ἀσπιδοδήκτων.}

Τῶν ἀσπίδων δὲ ἐστὶν εἴδη κατὰ τοὺς θηριακοὺς τρία· αἱ μὲν γὰρ

αὐτῶν καλοῦνται χερσαῖαι· αἱ δέ, χελιδοναῖαι, παρὰ τῇ ὄχθῃ

τῶν ποταμῶν μάλιστα τοῦ Νείλου φωλεύουσαι· αἱ δέ, πτυάδες

ὀνομάζονται. Αἱ μὲν οὖν χερσαῖαι μείζους εἰσίν· εὑρίσκονται δὲ

ἐνίοτε καὶ ἕως πέντε πηχῶν τὸ μῆκος. [αἱ δὲ πτυάδες, μέγισται τού-

των εἰσίν]. Αἱ δὲ χελιδοναῖαι, μείζους ἑνὸς πήχεος εὑρίσκονται, καὶ

χροιὰν ὁμοίαν χελιδόνι ἔχουσιν· Αἱ δὲ πτυάδες, τεφρώδεις εἰσὶ τὴν

χροιάν, ἔγχλωροι χρυσίζουσαι· αἱ δὲ χερσαῖαι, καὶ αὗται μὲν τὰ

πολλὰ τεφρώδεις καὶ ὑπόχλωροι ἐνίοτε εὑρίσκονται. Κοινὰ δὲ συμ-

πτώματα καὶ σημεῖα συμβαίνουσι τοῖς δηχθεῖσιν ὑπ' αὐτῶν. Κεντή-

ματα γὰρ ἐπὶ τοῦ δεδηγμένου τόπου ὡς ἀπὸ βελόνης, δύο εὑρίσκον-

ται ἐπὶ τοῦ ἄρρενος, ἐπὶ δὲ τοῦ θήλεος δ. δίχα πολλοῦ πόνου· οὐδὲν

ἀποκρίνονται, εἰ μὴ βίαιον τὸ θηρίον τύχῃ. Παρέπεται δὲ νάρκη,

ὠχρίασις προσώπου, καὶ μετώπου κατάψυξις· χάσμαι συνεχεῖς· βλε-

φάρων ἐπιμύσεις· τραχήλου παρέγκλισις, [καρηβαρία], νωθρεία, κα-

ταφορὰ ὑπνώδης, ἐπὶ τέλει δὲ καὶ σπασμός. Ὁ δὲ θάνατος ἐν ὥραις

τρισὶ τὸ μήκιστον ἐπὶ τῆς χερσαίας, ἐπὶ δὲ τῆς χελιδοναίας, συντο-

μώτατα. Τοῖς δὲ ὑπὸ πτυάδος προσεμπυομένοις παρέπεται ἀμαύρωσις

ὄψεως, καρδίας πόνος, διόγκωσις προσώπου, ἀκοῆς ἀποκοπή, βράδιον

δὲ τούτοις ὁ θάνατος παρέπεται. Βοηθοῦνται δὲ οἱ ἀσπιδόδηκτοι καὶ

μάλιστα οἱ ὑπὸ πτυάδος δηχθέντες, ὄξος δριμύτατον πίνοντες· δίδου

δὲ ἕως τῆς ποιότητος τοῦ ὄξους ἁντιλαμβάνωνται κατὰ τὸ δεξιὸν

ὑποχόνδριον· τὸ γὰρ [ἧπαρ] ἀναισθητεῖν φασι πρῶτον ἐπὶ τῶν ἀσπι-

δοδήκτων. Εἰς δὲ τὸ προγνῶναι εἰ ζώσιμος ἐσεῖται ὁ δεδηγμένος,

κενταύριον λεάνας μετ' οἴνου, δίδου πίνειν· καὶ εἰ μὲν ἐμέσει τὸ φάρ-

μακον, ἀποθανεῖται· εἰ δὲ μή, ζήσεται. Εἰς δὲ τὸ καλῶς ἀπεμέσαι

τὴν ἐκ τῆς ἀναδόσεως τοῦ ἰοῦ φαυλότητα, σκόροδα λεάνας, δίδου

μετὰ ζύθου ἕως ὑπόναυτος γένηται· ἢ ὀποπάνακα δίδου μετ' οἴνου

κεκραμένου, καὶ παραχρῆμα ἐνεργήσει.

Νουμήνιος δέ φησιν, ὀρίγανον διδόναι μετ' οἴνου χλωρὸν ἢ ξηρὸν

πρὸς δύναμιν· μετὰ δὲ τοὺς ἐμέτους ταῖς θηριακαῖς ἀντιδότοις χρη-

στέον καὶ τοῖς προρρηθεῖσι κοινοῖς βοηθήμασιν. Ἐπιτίθεται δὲ ὠφε-

λίμως κατὰ τῆς πληγῆς μετὰ τὸν κατασχασμὸν καὶ τὴν σικύαν, κεν-

ταύριον σὺν σμύρνῃ καὶ βραχὺ ὄπιον· λάπαθον δὲ εἰ καταπλασθείη,

οὐδὲν βλάψει· παραδόξως δὲ ποιεῖ καὶ ἡ δι' ἐχιδνῶν θηριακὴ κατὰ

τῆς πληγῆς ἐπιτιθεμένη καὶ ποτιζομένη. Ὠφελοῦσι δὲ αὐτοὺς καὶ

αἱ συνεχεῖς διεγέρσεις μετὰ τιλμῶν τε καὶ πληγῶν, καὶ κίνησις ὅλου

τοῦ σώματος καὶ θάλασσα θερμὴ καταιονουμένη.

23

{Περὶ Ἔχεως καὶ Ἐχίδνης.}

Ἡ ἔχιδνα κατὰ μὲν τὴν χροιὰν ἐστὶν ὑπόξανθος, διακεκοσμημένη

στιγμαῖς πολλαῖς τριχοειδέσι· μέγεθος δὲ αὐτῆς πήχεος ἑνός, τῆς δὲ

μεγίστης παλαιστῶν τριῶν· οὐρὰν δὲ ἔχει ἀθρόως εἰς λεπτὸν λήγου-

σαν καὶ οὐ κατὰ βραχὺ μειουμένην, καὶ παντάπασιν ἄσαρκον καὶ

τραχεῖαν. Ὀφθαλμοὶ δὲ ταύτης ὑπέρυθροι, καὶ κεφαλὴ πλατυτέρα

καὶ τράχηλος στενότερος, γαστέρα δὲ προκολποτέραν ἔχει καὶ τὸν

πόρον πρὸς ἄκρα μᾶλλον τῇ οὐρᾷ. ἠρεμαῖον δὲ τὸν περίπατον ποιεῖ-

ται, καὶ τέσσαρας ἔχει κυνόδοντας. Ὁ δὲ ἔχις, λέγω δὴ ὁ ἄρρην,

τὴν αὐτὴν μὲν ἔχει χροιάν, τὴν δὲ κεφαλὴν ἔχει στενοτέραν, καὶ τὸν

τράχηλον παχύτερον, καὶ τὸ πᾶν σῶμα λεπτότερον καί πως ὡς εὐ-

μηκέστερον· τὸν δὲ πόρον ἄνω περὶ τὴν γαστέρα ἔχει, καὶ προπετε-

στέρως κινεῖται. κυνόδοντας ἔχει δύο μόνους· κατὰ βραχὺ δὲ λήγει

εἰς μείουρον, ὥσπερ οἱ ἄλλοι ὄφεις, οὐκ ἀθρόως ὥσπερ ἡ ἔχιδνα· καὶ

τούτοις διαφέρει τῆς θηλείας. Εὑρίσκονται τοίνυν ἐπὶ μὲν τῶν ὑπὸ

τοῦ ἄρρενος δηχθέντων κεντήματα δύο ἐπὶ τῆς πληγῆς, ἐπὶ δὲ τῶν

ὑπὸ τῆς θηλείας, κεντήματα δ. αἷμα δὲ πρῶτον ἐκκρίνεται· εἶτα αἱ-

ματώδης ἰχὼρ ἢ καὶ ἐλαιοειδὴς καὶ χολώδης· ὄγκος διάπυρος, φλυ-

κταινώδης, ὑπέρυθρος· εἶτα πελιὸς καὶ μελαινόμενος καὶ νεμόμενος·

στόμα κατάξηρον· ἔγκαυσις, ἔκλυσις, φρικώδης διαδρομή· ποτὲ δὲ

καὶ χολώδης ἔμετος· στρόφος, βάρος κεφαλῆς· σκοτοδινίασις, ὠχρία-

σις, λυγμός, πυρετός, ταχύπνοια, χρῶμα μολυβδῶδες, ἱδρὼς ψυχρός.

Ὁ δὲ θάνατος ἐν ὥραις ἑπτά· τὸ δὲ μήκιστον, τρίτῃ τῶν ἡμερῶν ἐπὶ

τῶν μὴ σωζομένων, καὶ μάλιστα τοῖς ὑπὸ ἐχίδνης δηχθεῖσι.

Προσήκει τοίνυν πρὶν δίαιμον οὐρῆσαι, σκόροδα πλείονα ἐσθίειν,

καὶ ἄκρατον πολὺν πίνειν καὶ ἐμεῖν· ἰσχυρότατον γὰρ ἐπ' αὐτῶν ἐστὶ

βοήθημα ἡ σκοροδοφαγία καὶ ἀκρατοποσία, φησὶν Ἀρχιγένης· ὥστ'

ἂν ὑπομένῃ τὶς τὴν πλείονα βρῶσιν καὶ πόσιν, μὴ χρήζειν ἄλλου βοη-

θήματος· δίδου δὲ ἀνυπερθέτως πίνειν καὶ τὴν δι' ἐχιδνῶν θηριακὴν

καὶ κατὰ τῆς πληγῆς ἐπιτίθει· καὶ αὐτὴν δὲ τὴν ἔχιδναν ἀποδείρας

καὶ ἑψήσας χωρὶς κεφαλῆς καὶ οὐρᾶς καὶ τῶν ἐντοσθίων δίδου φαγεῖν

ὅλην ὡς ἐγχέλην· τὴν δὲ ἀποκοπεῖσαν κεφαλὴν λαβίδι κατέχων ἀκρι-

βῶς ἐπιτίθει τῷ δήγματι τὸ πρὸς τὸν τράχηλον μέρος ἔνθερμον, καὶ

ἀφαρπάσεις τὸν ἰόν· ἢ ἐκμυζάτω τις τῷ στόματι τὴν πληγήν, προ-

διακλυσάμενος ἐλαίῳ, ὡς προείρηται ἐν τοῖς βοηθήμασιν, ἢ ὄρνιν

ἀνασχίσας, ἐπιτίθει τῷ δήγματι ἔνθερμον καὶ συνεχῶς ἄλλασε. Προ-

κατασχάζειν δὲ χρὴ κατὰ κύκλον τὸν τόπον καὶ σικυάζειν· εἶτα με-

λέας φύλλα κόψας καὶ χυλίσας, δίδου πιεῖν τὸν χυλόν· τῷ δὲ ἀπο-

θλίμματι κατάπλαττε τὸ δῆγμα. Ἔστι δὲ μελέα δένδρον ἐξ οὗ τὰ

λεγόμενα μελέϊνα ξύλα κομίζεται· πάνυ γὰρ ἐνεργές ἐστι τοῖς ἐχεο-

δήκτοις τὸ φυτόν, καὶ μελισσοφύλλου δὲ τὰ φύλλα καὶ ὁ χυλὸς πινό-

μενα σὺν οἴνῳ καὶ τῇ πληγῇ ἐπιτιθέμενα, ἐναργῆ τὴν ὠφέλειαν δεί-

κνυσι, κἂν ἤδη ἀποθνήσκῃ ὁ κάμνων· φασὶ δὲ ὅτι ἐάν τις μελανθίου

𐅻 δ φάγῃ, οὐκ ἀποθνήσκει· παραπλησίως δὲ ἐνεργεῖ καὶ ἡ μηκαφρό-

τιδος βοτάνη· καὶ καρκῖνοι δὲ ποτάμιοι λεῖοι σὺν γάλακτι λειωθέντες

καὶ πινόμενοι καὶ ἐπιτιθέμενοι ἐπὶ τῷ δήγματι, μεγάλως ὠφελοῦσι·

καὶ βάτραχοι ἐσθιόμενοι ἑφθοί, καὶ ὁ ζωμὸς τούτων πινόμενος· δίδου

ἐσθίειν καὶ κάρδαμα πολλά, ἢ λειώσας μετ' οἴνου πότιζε· ποιεῖ δὲ

θαυμασίως καὶ χελώνη θαλασσία ξηρὰ σὺν ἀγρίῳ κυμίνῳ πινομένη.

Χρῶ δὲ καὶ πᾶσι τοῖς προγεγραμένοις κοινοῖς βοηθήμασι. περιττὸν

γὰρ πλειστάκις ταῦτα γράφειν· καὶ μάλιστα τῇ ἀγχούσῃ ῥίζῃ καὶ τῷ

ἡλιοτροπίῳ σὺν οἴνῳ· δίδου δὲ καὶ λίθον αἱματίτην· βοηθοῦσι καὶ

ῥαφανίδες ἐσθιόμεναι πολλαὶ καὶ ἐμούμεναι. Δοτέον δ' ἐσθίειν μετὰ

τὸν ἔμετον τὴν θηριακὴν Ἀνδρομάχου, καταντλητέον τε τὴν πλη-

γὴν μετὰ τὸν κατασχασμὸν καὶ τὴν τῶν ὀρνίθων ἐπίθεσιν, τριφύλλου

τῆς ἀσφαλτίτιδος ἀφεψήματι θερμῷ ἐπὶ πολὺν χρόνον· χεῖρον γὰρ

διατίθεται ἐπ' ὀλίγον καταντληθεῖσα· ἔπειτα κατάπλασσε πράσων

καρπὸν μεθ' ἁλῶν, ἢ σκόροδον μετ' ὄξους, ἢ τὴν τέφραν αὐτοῦ κε-

καυμένην, ἢ μελέας τέφραν σὺν ὄξει, ἢ ἀσφοδέλου φύλλα, ἢ συκα-

μίνου φύλλα μετὰ τοῦ καρποῦ, ἢ δάφνης φύλλοις ἁπαλοῖς καὶ λείοις

μετ' ἐλαίου κατάπλασσε καὶ μάλιστα πρὸ τοῦ μῦσαι τοὺς τόπους, ἢ

αἰγὸς σπυράθους μετ' οἴνου ἐπιτίθει.

24

{Περὶ Διψάδος.}

Ἡ διψὰς ὑπό τινων καλεῖται καὶ Καῦσος· εἶδος δέ ἐστιν ἐχίδνης

ἐν τοῖς παραθαλασσίοις μᾶλλον εὑρισκομένη τῷ μεγέθει πηχυαῖα, ἐκ

πάχους ἐπὶ λεπτὸν ἠγμένη· στιγμαὶ δὲ καθ' ὅλον τὸ σῶμα εἰσὶ κιρ-

ραὶ καὶ μελαναί· ἡ δὲ κεφαλὴ στενοτέρα. Παρέπεται δὲ τοῖς ὑπ' αὐ-

τῆς δηχθεῖσιν, οἷά περ πρὸς τοὺς ὑπὸ ἐχίδνης δηχθέντας προείρηται·

δίψος ἀφόρητον, ὥστε καὶ πλείονος διδομένου τοῦ ποτοῦ μὴ παύεσθαι

τούτους τῆς δίψης· μήτε μὴν δι' οὔρων, μήτε δι' ἐμέτων, μήτε δι'

ἱδρώτων ἐκκρίνεσθαι μηδέν. Ἀπόλυνται δὲ κατὰ δύο τρόπους· ἢ δί-

ψει πολλῷ φλεγόμενοι ἢ λαμβάνοντες ποτόν, ἐν τῇ πληρώσει ὑποτα-

θείσης τῆς γαστρός, ῥήγνυνται ἢ κατὰ τοὺς βουβῶνας ἢ κατὰ τὸ

ὑπογάστριον, ὡς ἐπὶ τῶν ὑδρωπικῶν γίνεται. Βοηθοῦνται δ' οὗτοι

τοῖς ἐπὶ ἐχεοδήκτων εἰρημένοις· ἰδίως δὲ ἐπὶ τούτων διουρητικώτερα

ἔστω τὰ πινόμενα, καὶ τὴν κοιλίαν κλύζειν, καὶ ἔλαιον διδόντας σὺν

τοῖς ἀφεψήμασιν ἐμεῖν ἀναγκαστέον. Κατὰ δὲ τῆς πληγῆς μετὰ

τὸν ἐκμυζησμὸν καὶ τὸν κατασχασμὸν ἢ τὴν σικύαν καὶ τὰς ἀνεσχι-

σμένας ὄρνιθας, ἄσβεστον μετ' ἐλαίου ἐπιτίθει καὶ τὰς ἐπισπαστικὰς

ἐμπλάστρους [καὶ τὴν θηριακήν].

32

{Περὶ Παρώου καὶ Σπαθιούρου.}

Ὁ Παρῶος ὄφις ἐν τοῖς κατὰ Συρίαν εὑρίσκεται τόποις· τῷ δὲ

χρώματι, οἱ μὲν εἰσὶ χαλκίζοντες. οἱ δὲ μελανίζοντες· οὐκ ἀναιροῦσι

δὲ δάκνοντες, ἀλλ' ὡς ἀμφίσβαινα καὶ σκυτάλη, καὶ οὗτοι πλήξαν-

τες, φλεγμονὴν μόνον ἐπιφέρουσι· διὸ καὶ τοῖς αὐτοῖς θεραπευέσθωσαν

ἢ τοῖς ἐπὶ χερσύδρου ῥηθησομένοις. Ὁ δὲ Σπαθίουρος ἐν τοῖς κατὰ

Χαλκίδα τόποις μᾶλλον εὑρίσκεται· ἔστι δὲ ζῶον ἐκ πάχους ἐπὶ λε-

πτὸν ἠγμένον κατὰ τὴν οὐράν· πλατυκέφαλον δέ ἐστι καὶ τοὺς μῦς

ἐσθίει· οὐκ ἀναιρεῖ γοῦν οὐδ' οὗτος δάκνων, ἀλλὰ μόνον φλεγμονὴν

ἐπιφέρει, διὸ καὶ οἱ ὑπ' αὐτοῦ πληγέντες, τοῖς ὁμοίοις θεραπευέσθωσαν.

34

{Περὶ Βασιλίσκου.}

Ὁ Βασιλίσκος ἔστι μεγέθει παλαιστῶν τριῶν, ὑπόξανθος καὶ ὀξυ-

κέφαλος· ἐπί τε τὴν κεφαλὴν τρεῖς ὑπεροχὰς ἔχει δύναμιν δὲ κέ-

κτηται μεγίστην ὑπὲρ τὰ ἄλλα ἑρπετὰ πάντα, ὡς μὴ δύνασθαι τινὰ

αὐτῶν μηδὲ τὸν συριγμὸν αὐτοῦ ὑπομένειν· ἀλλὰ κἂν ἐπὶ τροφὴν ἢ

ποτὸν τινὰ τῶν ἄλλων ἐπείγηται ἰοβόλων, καὶ αἴσθηται τὴν τοῦ βα-

σιλίσκου παρουσίαν, ὑποχωρεῖν, μηδὲν τῆς ἀναγκαίας τροφῆς πρὸς τὸ

ζῆν φροντίσαντα. Τοῖς δὲ ὑπ' αὐτοῦ δηχθεῖσι συμβαίνει φλόγωσις

ὅλου τοῦ σώματος καὶ πελίωσις· ἀπορρέουσί τε καὶ αἱ τρίχες τοῦ σώ-

ματος εὐθέως, καὶ ἐν ἀκαρεῖ χρόνῳ ὁ θάνατος ἕπεται· ἀλλὰ μὴν καὶ

τοῦ νεκροῦ σώματος [θανόντος] οὐδὲ ἓν ζῶον σαρκοφάγον θιγγάνει·

εἰ δὲ ὑπὸ λιμοῦ βιασθὲν ἅψοιτο, αὐτίκα καὶ αὐτῷ ὁ θάνατος ἐπισκή-

πτει. Φασὶ δὲ ὅτι καὶ ὁραθεὶς μόνον καὶ συρίττων ἀκουσθείς, ἀναιρεῖ

τοὺς βλέψαντάς τε αὐτὸν καὶ τοὺς ὑπ' αὐτοῦ ὁραθέντας καὶ τοὺς

ἀκούσαντας αὐτοῦ· ὅθεν μάταιον καὶ περιττὸν ἡγούμεθα βοηθήματα

ἐπὶ τούτων ἀναγράφειν.

35

{Περὶ Δρακόντων.}

Ὁ δράκων οὐκ ἔστιν ἰοβόλον, ἀλκῇ δὲ καὶ δυνάμει ἀναιρεῖ. Πλεο-

νάζουσι μέντοι οἱ δράκοντες ἐν τῇ Αἰθιοπίᾳ καὶ ἐν τῇ Λυκίᾳ, τῷ δὲ

χρώματι διαφέρουσιν. Οἱ μὲν γὰρ αὐτῶν εἰσὶ μέλανες, οἱ δὲ κιρροί,

οἱ δὲ τεφρώδεις· καὶ οἱ μὲν εἰσὶ πήχεων πέντε, οἱ δὲ δέκα, οἱ δὲ καὶ

τριάκοντα, ἱστοροῦνται δὲ καὶ μείζονες. φολίσι τε κέχρηνται καθ'

ὅλον τὸ σῶμα τραχυτάταις, καὶ μεγάλους ἔχουσι τοὺς ὀφθαλμούς·

καὶ ὑπὲρ τοὺς ὀφθαλμούς, προϋπεροχάς τινας ἐοικυῖας ἐπισκηνίοις·

ὑπὸ δὲ τῷ γενείῳ ἀπόφυσίν τινα ἔχουσιν, ἣν καλοῦσι πόγωνα. Τὰ δὲ

διαστήματα τῶν στομάτων μεγάλα· γλῶσσα προπετής, καὶ ὀδόντες

μεγάλοι, ἐοικότες τοῖς τῶν ἀγρίων συῶν, ὅθεν καὶ κατάγματα ἀπερ-

γάζονται. Αἱ θεραπεῖαι τοίνυν ὡς ἐπὶ τῶν δακνόντων ζώων γινέσθω-

σαν καὶ ἐπὶ τῶν ἰοβόλων.

36

{Περὶ Χερσύδρου.}

Ὁ ὄφις οὗτος κατὰ τοῦτο ὠνομάσθη Χέρσυδρος· ἐν μὲν γὰρ ταῖς

ἀρχαῖς διατρίβει ἐν τοῖς ἐνύδροις τόποις καὶ λέγεται ὕδρος, μετέπειτα

δὲ ἐν τοῖς ξηροῖς τόποις καὶ κατὰ σύνθεσιν τῶν τόπων τὸ ὄνομα κέ-

κτηται. Ἐν τῇ χέρσῳ οὖν διατρίβων, καλεῖται χέρσυδρος, ὅτε καὶ

χαλεπώτερος ἑαυτοῦ μᾶλλον γίνεται· ἐν μὲν γὰρ τοῖς καθύγροις τό-

ποις τῆς ὑγρᾶς ἐμφορούμενος τροφῆς, οὐκ ἄκρατον τὸν ἰὸν ἔχει· χερ-

σαῖος δὲ γενόμενος, εἰλικρινέστατον τοῦτον ἔχει καὶ χαλεπώτερον.

ὡμοίωται δὲ χερσαίᾳ ἀσπίδι μικρᾷ, δίχα τοῦ πλατύνειν τὸν αὐχένα·

τοῦτο γὰρ ἐξαίρετον μόνον ἀσπίδες ἔχουσι παρὰ τοῦτον. Τοῖς οὖν

ὑπὸ τούτου δηχθεῖσι συμβαίνει τὰ κοινά, ἃ κἀπὶ τῶν ἄλλων· οἷον

διόγκωσις, πόνοι συνεχεῖς, πυρώδης καὶ πελιὸς ὁ τόπος καὶ τρυγώδης·

ἴλιγγος, ἐκλύσεις, ἔμετοι χολωδῶν δυσωδῶν· ἴδιον δέ, κίνησις ὅλου

τοῦ σώματος ἄτακτος, ὡς κατὰ κοιλίαν τινὰ φέρεσθαι ἀνοικείως· ὁ

δὲ θάνατος μέχρι τριῶν ἡμερῶν. Βοηθοῦνται δὲ τοῖς κοινοῖς βοηθή-

μασι καὶ ταῖς θηριακαῖς ἀντιδότοις, ἰδίως δὲ κυπαρίσσου καρποῦ,

μύρτων, ἀνὰ 𐅻 α· λεάνας, δίδου πίνειν σὺν ὑδρομέλιτι ἢ οἰνομέλιτι,

κατὰ δὲ τὸν πεπονθότα τόπον τὴν ἄσβεστον σὺν ἐλαίῳ ἐπιτίθει καὶ

τὰ ὅμοια.

37

{Περὶ Φρύνου.}

Ὁ φρύνος εἶδος βατράχου ἐστίν· ἐκ τῆς λιμνοβίου δὲ φύσεως με-

ταβεβηκὼς ἐπὶ τὴν χερσόβιον, φρύνος προσαγορεύεται, ἐμφερῶς τῷ

Χερσύδρῳ, πρὸς δυσαχθῆ κάκωσιν τῶν ἐντυγχανόντων. Ἔστι γὰρ

ζῶον τῷ μεγέθει ὡς μηδὲν ἐλαττοῦσθαι τῆς βραχείας χελώνης· τρα-

χύνει δὲ τὰ νῶτα, καὶ πολὺ ἐπὶ τῇ τοῦ πνεύματος ἐμπλήσει διοιδοῖ·

τολμηρότερόν τέ ἐστι· διαμύνεται γὰρ πρὸς τὸ ἄντικρυς, καὶ τοῖς

πηδήμασι τὸ μεταξὺ συναίρει διάστημα. Σπανίως μὲν δήγματι χρώ-

μενος· ἆσθμα δὲ τούτου πέφυκεν ἰῶδες ἐμποιοῦν σφοδρόν, ὥστε κἂν

μὴ θίγῃ, τῷ ἄσθματι βλάπτειν τοὺς πλησίον γιγνομένους· πλείονα δὲ

περὶ τοῦ ζώου τούτου ἱστορούμενα παραπέμπομαι, ὡς μόνα τὰ χρή-

σιμα παραθέσθαι. Παρακολουθεῖ δὲ τοῖς ὑπὸ τούτου βλαβεῖσιν, οἴ-

δημα ὅλου τοῦ σώματος καὶ κατάρρηξις καὶ σύντομος ἀπώλεια. Τὰ

οὖν ἁρμόζοντα τούτοις βοηθήματα παρενεκτέον ἐκ τῶν καθολικῶν

ἀντιδότων καὶ ἐπιθεμάτων καὶ τῆς ἄλλης ἐπιμελείας.

53

{Περὶ Πιτυοκάμπης.}

Τοῖς ὑπὸ Πιτυοκάμπης δηχθεῖσιν, εὐθέως πόνος περὶ τὸ στόμα καὶ

τὸν οὐρανίσκον γίνεται, γλώσσης δὲ φλεγμονὴ ἰσχυρά· καὶ στομάχου

ἄλγημα καὶ κοιλίας καὶ ἐντέρων ἰσχυρὸν μετὰ κνησμώδους περὶ τὸ

ἐντὸς αἰσθήσεως, πύρωσίς τε καθ' ὅλον τὸ σῶμα καὶ ἀσιτία. Βοηθεῖ

δὲ καὶ τούτοις τὰ ἐπὶ τῶν κανθαρίδων εἰρημένα, ἰδίως δὲ μήλινον

ἔλαιον συνεχῶς πινόμενον ἀντὶ τοῦ κοινοῦ καὶ ἐμούμενον.

54

{Πρὸς Κάμπας καὶ Σκώληκας.}

Εἰδέναι δεῖ ὅτι αἱ μὲν Κάμπαι οὐκ ἐν αὐτοῖς τοῖς στελέχεσιν ἐμ-

φωλεύουσιν, ἀλλ' ἔξωθεν ἕρπουσαι καταβλάπτουσι τὰ φυτά· οἱ δὲ

Σκώληκες ἔνδον τῶν δένδρων τρεφόμενοι, ταῦτα ξηραίνουσιν. οὔτε δὲ

κάμπαι οὔτε σκώληκες ἅψονται τῶν δένδρων, ἐὰν γράψας ἐπιδήσῃς

ἐν αὐτοῖς ταῦτα τὰ ῥήματα τοῦ Ψαλμοῦ «καὶ ἔσται ὡς τὸ ξύλον

τὸ πεφυτευμένον, ἕως τοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ

φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται»· ἀλλὰ καὶ τὰ φυτευόμενα οὐ

βλάπτουσι κάμπαι ἢ σκώληκες, ἐὰν σικύου ἀγρίου ῥίζαν ἀποβρέξας

ἐν ὕδατι, ἐν τούτῳ τὰ σπέρματα βρέξῃς· ἢ κόψας καὶ μίξας ὕδατι,

ἐν αὐτῷ τὰ φυτευόμενα βρέξον· ἢ γράψας εἰς ὄστρακον, ῥίψον ἐν τῷ

τόπῳ τὸ «ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον» ἢ ἄσφαλτον

καὶ θεῖον ὑποκάπνιζε τὰ δένδρα, καὶ διαφθαρήσονται αἱ κάμπαι καὶ

οἱ σκώληκες.

55

{Περὶ Αἰλούρου.}

Αἴλουρος ὄρνιθος οὐχ ἅπτεται, ἐὰν κρεμασθῇ ὑπὸ τὴν πτέρυγα αὐ-

τῆς ἄγριον πήγανον.

56

{Περὶ Σαλαμάνδρας.}

Ἡ Σαλαμάνδρα ἔστι ζῶον ὅμοιον ἀσκαλαβώτῃ· ταχύτερον δὲ τῆς

φαρμακίτιδος σαύρας· διαβαίνει δὲ τὸ ζῶον διὰ πυρὸς καιομένου καὶ

οὐδὲν πάσχει, περισχιζομένης καὶ ὑποχωρούσης αὐτῇ τῆς φλογός· εἰ

δὲ ἐμμείνῃ τῷ πυρὶ ἐπὶ χρόνον τινά, δαπανηθείσης τῆς ἐξ αὐτοῦ

ψυχρὰς καὶ μυξώδους ἐκρεούσης ὑγρότητος, καίεται. φασὶ δὲ αὐτὴν

καὶ βάρος ἔχειν, ὃ ἐστὶ σβεστικὸν καὶ ἐναντίον πυρός. Παρέπεται δὲ

τοῖς λαβοῦσι τὴν σαλαμάνδραν, γλώσσης φλεγμονή, διανοίας ἀποδι-

σμός, τρόμος μετά τινος νάρκης καὶ ἐκλύσεως· πελιοῦται δὲ αὐτοῖς

τινὰ μέρη τοῦ σώματος κυκλοτερῶς, ὥστε πολλάκις καὶ σηπόμενα

ἀπορρεῖν. Πρῶτον μὲν γὰρ οἱ σπίλοι λευκοὶ φαίνονται κατὰ τὸ

σῶμα, εἶτα ἐρυθροί, εἶτα μέλανες μετὰ σήψεως καὶ ῥύσεως τριχῶν.

Δοτέον δὲ καὶ τούτοις τὰ ἐπὶ τῶν κανθαρίδων εἰρημένα καὶ ἐμείτω-

σαν· ἰδίως δὲ πιτυΐνην ῥητίνην λεάνας μετὰ μέλιτος, δίδου ἐκλεί-

χειν ἢ χαλβάνην μετὰ μέλιτος ἢ στροβήλια λεῖα μετ' ἀφεψήμα-

τος χαμαιπίτυος ἢ κνίδης φύλλα συνεψηθέντα κρίνοις μετ' ἐλαίου·

ἢ ὠὰ χελώνης μετὰ καὶ τοῦ αὐτῆς αἵματος δίδου ξηρῷ καὶ [μετὰ]

μελικράτου ἢ ὑδρελαίου· παραδόξως δὲ ποιεῖ ἐπ' αὐτῶν, βατράχων

ζωμὸς συνεψηθεὶς μετὰ τῶν ἠρυγγίου ῥιζῶν, χελώνης τε ἄκρα κρέα

ζωμευθέντα ποιῶν δίδου· ἔοικε δὲ θεῖον καὶ ἄσφαλτος ἀντιπεπονθέναι

καὶ τίτανος.

58

{Περὶ τοῦ πόσα εἴδη Φρύνου.}

Φρύνου δὲ εἰσὶν εἴδη δύο· ὁ μὲν γὰρ ἐστὶ κωφός, ὁ δὲ οὔ· ἔστι δὲ

ὁ κωφὸς ἀναιρετικός· οὗτος δὲ νέμεται ἐπὶ τῶν καλάμων, λείχων τὴν

δρόσον, δι' οὗ σκευάζεται καὶ τὸ δηλητήριον· παρέπεται δὲ τοῖς λα-

βοῦσι πυρετὸς καὶ πίμπρησι τὰ ἄκρα· πολλῷ τε ἄσθματι καὶ δυσ-

πνοίᾳ συνέχεται ὁ λαβών· οἴδημα δὲ παρέπεται μετ' ὠχρότητος

ἐπιτεταμένης πυρώδους καὶ στόματος δυσωδία καὶ λυγμός· ἐνίοτε δὲ

καὶ σπέρματος ἀβούλητος ἔκκρισις. Εἰσὶ δὲ εὐβοήθητοι, μετὰ τὸν τοῦ

ὑδρελαίου ἔμετον, λαμβάνοντες ἄκρατον πολὺν ἢ πίσσαν μετ' οἴνου.

ῥίζας τε καλάμων ἐν οἷς οἱ αὐτοὶ φρύνοι νέμονται κόψας, μετ' οἴνου

δίδου πίνειν· ἢ τῆς ἐκεῖσε φυομένης κυπέρου ὅσον 𐅻 β. μετ' οἴνου ἢ

αἵματος θαλασσίας χελώνης μετὰ πιτύας λαγωοῦ καὶ κυμίνου δίδου

σὺν οἴνῳ ἢ ἧπαρ φρύνου λιμναίου δίδου φαγεῖν· ἔστι γὰρ ἐνεργές.

Πίθον δὲ πυρώσας ἢ κλίβανον ἢ φοῦρνον, καὶ ἀνασπάσας τὸ πῦρ

καὶ ἐνθεὶς πλίνθον, κάθιε τὸν κάμνοντα· καὶ ἱδρούτω ἐπὶ πολύ· ἀναγ-

καζέσθωσαν δὲ καὶ συντόνως περιπατεῖν καὶ τρέχειν καὶ γυμνάζεσθαι

διὰ τὸ ἐν αὐτοῖς ναρκῶδες· ἐνεργεῖ γὰρ σφόδρα ἐπ' αὐτῶν τὸ γυμνά-

σιον, καὶ λουέσθωσαν δὲ καθ' ἡμέραν.

59

{Περὶ τῶν εἰληφότων βάτραχον τὸν ἐν τοῖς ἔλεσι.}

Τοῖς δὲ βάτραχον ἔλειον εἰληφόσι παρέπεται ἀνορεξία, στόματος

καθυγρασμός, ναυτία, ἔμετος καὶ καρδιωγμὸς κουφότερος. Θερα-

πεύονται δὲ οἴνῳ πολλῷ ποτιζόμενοι σὺν τοῖς θερμαίνουσι πᾶσιν οἷον

ὀπῷ Κυρηναϊκῷ ἢ λασαρίῳ, σιλφίῳ, κυμίνῳ, πεπέρει καὶ τοῖς ὁμοίοις.

{ΑΕΤΙΟΥ ΛΟΓΟΣ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΣ} {Περὶ οἰδημάτων.} Ὥσπερ ἐπὶ χολώδει ῥεύματι τὸ ἐρυσίπελας, οὕτως ἐπὶ φλεγμα-τώδει οἴδημα γίνεται· ἔστι δὲ χαῦνός τις ὄγκος ἀνώδυνος, ἔχων ἐνἑαυτῷ τι τοῦ καλουμένου φυσώδους πνεύματος, ὅπερ ἀτμώδους ὑγρό-τητος ἔγγονον ὑπάρχει καὶ μάλιστα ἐν τοῖς ὑδερικοῖς πάθεσι καὶφθόαις ἀθροίζεται τοιοῦτον μᾶλλον κατὰ τοὺς πόδας, βοθρούμενονκατὰ τὰς πιέσεις τῶν δακτύλων· τῇ δὲ χροιᾷ ὠχρόλευκόν ἐστι,ἐνίοις δὲ καὶ τὸ πρόσωπον οἰδέει. Ἰᾶσθαι δὲ τούτους προσήκει, τρί-βοντας τὰ οἰδοῦντα μέρη, ἐνίοτε μὲν δι' ὀξυροδίνου, ποτὲ δὲ δι' ἁλῶνκαὶ ἐλαίου, καὶ ὅλως διὰ τῶν διαφορούντων καὶ ξηραινόντων ἀλύ-πως. Ἐφ' ὧν δὲ φλέγματος πλείονος ἐπιρρυέντος τὸ οἴδημα κατε-σκεύασται, σπόγγον ὑδαρεῖ ὀξυκράτῳ βρέχοντας χρὴ ἐπιτιθέναι καὶἐπιδεσμεῖν ἠρέμα σφίγγοντας, ἐκ τῶν κάτω μὲν ἀρχομένους, τελευ-τῶντας δὲ εἰς τὰ ἄνω· καινὸν δὲ εἶναι χρὴ τὸν σπόγγον, εἰ δὲ μὴπαρείη τοιοῦτος, ἐκκαθαίρειν χρὴ καὶ ἀποπλύνειν τὸν παρόντασπόγγον ἀφρονίτρῳ καὶ μᾶλλον τῇ στακτῇ κονίᾳ· μὴ καθισταμένουδ' ἐπὶ τούτοις τοῦ οἰδήματος, ἐπιβάλλειν χρὴ τῷ ὀξυκράτῳ βραχύτι τῆς στυπτηρίας, ἀγαθὸν δὲ καὶ τὸ ταρσικὸν ἐλλύχνιον ἢ ἕτερονμαλακώτατον τῷ τοιούτῳ ὑγρῷ δευθὲν καὶ ἐπιτιθέμενον ἀντὶ τοῦσπόγγου· ἐπιτήδειον δὲ εἰς τὰ τοιαῦτά ἐστι καὶ τὸ γλαύκιον καὶτὸν δι' αὐτοῦ σκευαζόμενον τροχίσκον καὶ τὸν ἐπὶ ταῖς λυχνίαιςσυνιστάμενον ἐκ τῶν λύχνων ῥύπον λαμβάνειν· ἀνίεται δὲ καὶ αὐτὰδιὰ τοῦ ὀξυκράτου. Ἐπὶ δὲ τῶν κεχρονικότων οἰδημάτων, προϋπα-λείψας ἐλαίῳ τὸ μόριον, ἐπιτίθει σπόγγον καινὸν τῇ κονίᾳ βεβρεγ-μένον καὶ σφίγγε βιαιότερον ἐκ τῶν κάτω μὲν ἀρχόμενος, τελευτῶνδὲ εἰς τὰ ἄνω καὶ θεραπεύσεις· καὶ ἰσάτις δὲ ἥμερος τοὺς οἰδημα-τώδεις περὶ τοὺς πόδας ὄγκους θαυμαστῶς διαφορεῖ τε καὶ προστέλ-λει, καὶ γῆ λιπαρὰ πᾶσα καὶ μάλιστα ἡ ἐν τῇ φακῇ εὑρισκομένημέλαινα καταχριομένη ἐν ἡλίῳ κάλλιστα διαφορεῖ· προγέγραπται δὲπερὶ ταύτης ἀκριβέστατα ἐν τῷ Δευτέρῳ Λόγῳ. {Περὶ ἐμφυσημάτων.} Πνεῦμα φυσῶδες ἀθροιζόμενον ἔν τινι τῶν μορίων τὰ ἐμφυσήματαγεννᾷ· ἀθροίζεται δὲ ποτὲ μὲν ὑπὸ τῷ δέρματι, ποτὲ δ' ὑπὸ τοῖςπεριοστέοις ὑμέσιν ἢ τοῖς τοὺς μῦς περιέχουσιν ἤ τι τῶν σπλάγχνωνἢ τὰ ἔντερα· δῆλον δὲ ὅτι περὶ μὲν τὰ σπλάγχνα ἐκ φαύλης διαί-της ἡ τούτου γένεσίς ἐστι, κατὰ δὲ τοὺς μυώδεις τόπους θλάσμα-τος προηγησαμένου, τοὐπίπαν τὸ ἐμφύσημα γίνεται τῶν μυῶν, καὶδυσίατοι γίνονται αἱ τῶν μυῶν τοιαῦται διαθέσεις, ἐπειδὴ κατὰ τὰπολλὰ μόρια τοῦ μυὸς διασπείρεται τὸ φυσῶδες πνεῦμα, σφιγγόμενονὑπό τε τῶν περιεχόντων αὐτῶν σωμάτων αὐτὸ καὶ τῶν ἔξωθεν πολ-λῶν ἐπιβλημάτων ἄχρι τοῦ δέρματος. Ἐπὶ μὲν οὖν τῶν κατὰ τὴνγαστέρα καὶ τὰ σπλάγχνα, τὰ λεπτύνοντα καὶ θερμαίνοντα σὺνἐλαίῳ ἑψούμενα καὶ καταντλούμενα καὶ ἐνιέμενα ἀραιοῖ καὶ δια-πνεῖσθαι παρασκευάζει τὸ πνεῦμα· καὶ σικύα δὲ μεγίστη χωρὶς ἐγ-χαράξεως ἐπιτιθεμένη κατὰ μέσης τῆς κοιλίας, ὥστε περιλαμβάνεινἐν κύκλῳ τὸν ὀμφαλόν, οὕτω ταχέως ἀπήλλαξε τῆς ὀχλήσεως τὸνἄνθρωπον, ὥστε θαυμάζεσθαι τὸ τάχος καὶ μαγείᾳ παραπλήσιονεἶναι δοκεῖν τοῖς ὁρῶσιν. Ἐπὶ δὲ τῶν μυῶν διὰ θλάσιν ἐμφυσωμένων,ὅτι μὲν διαφορεῖσθαι χρὴ τὸ πνεῦμα πρόδηλον· ἐπεὶ δὲ θερμὰ καὶδριμέα τοὐπίπαν εἰσὶ τὰ διαφοροῦντα φάρμακα, συμβαίνει τοὺς μῦςἀγανακτεῖν καὶ τὰς ὀδύνας ἐπιτείνεσθαι, διὰ τὸ μείζους γίνεσθαιτὰς φλεγμονάς· μικτῆς οὖν διὰ τοῦτο δυνάμεως εἶναι χρὴ τὰ τοὺςἐμπεφυσημένους μῦς ὠφελήσοντα καὶ μάλιστα, ὅταν ἡ θλάσις αὐτῶνἔχῃ τι καὶ φλεγμονῆς καὶ δυσίατοι γίνωνται. Ἐπικρατεῖν μὲν οὖνχρὴ ἐν ἀρχῇ μὲν τὸ παρηγορητικὸν εἶδος τῶν φαρμάκων, ἐπὶ τελευτῇδὲ τὸ διαφορητικόν· οὐκ ἀθρόως δὲ χρὴ μεταβαίνειν, ἀλλὰ κατὰ βρα-χύ, τῶν μὲν παρηγορητικῶν ἀφαιροῦντας, τῶν δὲ διαφορητικῶν προσ-τιθέντας. Παρηγορητικὸν μὲν οὖν ἐστι τῆς τοιαύτης διαθέσεως τῶνμυῶν ἕψημα καὶ οἴσυπον μετ' ἐλαίου βραχέος· διαφορητικὸν δὲ ἐστὶνὄξος καὶ νίτρον καὶ μᾶλλον ὁ ἀφρὸς αὐτοῦ καὶ ἡ στακτὴ κονία· διὸκατ' ἀρχὰς μὲν ἀρκεῖ μόνῳ χρῆσθαι τῷ ἑψήματι, βραχέος ἐλαίουμιχθέντος, ἐνίοτε δὲ καὶ οἴνου ὀλίγου, ἵνα ἔχῃ τι καὶ ἀποκρουστι-κόν· ἀναλαμβάνεται δὲ ταῦτα θερμανθέντα οἰσυπηροῖς ἐρίοις, εἰ δὲμὴ παρείη ταῦτα, αὐτὸν τὸν οἴσυπον ἅμα τοῖς θερμαινομένοις ἀνα-λάμβανε τοῖς παρατυχοῦσιν ἐρίοις καὶ χρῶ· πρὸ πάντων δὲ φυλάτ-τεσθαι προσήκει μήτε ψυχρὰν τὴν ἐπιβροχὴν προσφέρειν, μήτ' ἐπὶπλείονα χρόνον ἐπικειμένην ἐᾶν καὶ καταψύχεσθαι. Περιβάλλεσθαιοὖν ἔξωθεν ἔρια θερμὰ προσήκει, καὶ ὅταν μηκέτι ὁ κάμνων τῆς ἀπὸτῶν ἐπικειμένων θερμασίας αἰσθάνηται, αὖθις νεαροποιεῖν τὴν ἐμ-βροχήν· παρηγορηθέντος δὲ καὶ ἀπονωτέρου τοῦ κάμνοντος γενομέ-νου, ἐκ τοῦ τε ὄξους παραμιγνύναι χρὴ τῇ ἐμβροχῇ καὶ ἐκ τοῦ νί-τρου, κατὰ βραχὺ αὐξάνοντας τὸ πλῆθος αὐτῶν. Ὅσα δὲ τῶν ἐμφυ-σημάτων ἀμεληθέντα χρονίζει, πρῶτον μὲν ἐπ' αὐτῶν τῇ διὰ κονίαςἐμβροχῇ χρῆσθαι δεῖ, κἄπειτα τῶν ἐμπλάστρων τινὶ τῶν μαλακτι-κῶν τε καὶ διαφορητικῶν, οἷόν ἐστι τοῦτο· γλοιὸν ἀπὸ βαλανείουλαβὼν καὶ ἀναζέσας διήθησον πρῶτον, ὥστε γενέσθαι καθαρόν· εἶτ'ἐμβαλὼν τὸν γλοιὸν τῇ κακάβῃ, τίτανον ζῶσαν λειώσας, ἐπίπασεὡς ἄλευρον μέχρι πηλώδους συστάσεως καὶ χρῶ· ἀγαθὸν δ' ἐπὶ τού-των ἐστὶ καὶ τὸ διὰ τοῦ ὀποῦ τῶν συκομόρων φάρμακον καὶ τὰ πα-ραπλήσια. {Περὶ τῶν σκιρρουμένων μορίων Γαληνοῦ.} Ἐναντία διάθεσίς ἐστιν ἡ τῶν σκιρρουμένων σωμάτων τῇ τῶνοἰδημάτων· καὶ γὰρ ἐπ' ἐκείνων ἐν ταῖς σημειώσεσιν εἴκει καὶ βο-θροῦται τὰ σώματα κατὰ τὰς τῶν δακτύλων ἐπερείσεις, ἐπὶ δὲ τῶνσκιρρουμένων σωμάτων ἀντίτυπός ἐστι καὶ σκληρὸς ὄγκος ἀεὶ καὶμᾶλλον εἰς δυσαισθησίαν προερχόμενος, ὡς εἰς τὰ τελευταῖα καὶἀναίσθητοι οἱ τόποι γίνονται καὶ ἀκριβῶς σκληροί, ὥσπερ τὰ ὀστᾶ,καὶ εἰσὶν οἱ τοιοῦτοι παντάπασιν ἀνίατοι· ἀτροφοῦσι δὲ ἐπ' αὐτῶναἱ ἐπικείμεναι τῷ τόπῳ τρίχες, καὶ τότε ψιλοῦνται τελέως. Συνί-σταται δὲ ποτὲ μὲν φλεγμονῆς προηγησαμένης καὶ σφοδρῶς ψυχθεί-σης, ἐνίοτε δ' ἐπὶ τρισὶν ἐρυσιπέλασιν, ἐπειδὴ καὶ μᾶλλον ἐπὶ τού-των τὰ ἐμψύχοντα προσάγουσιν οἱ ἰατροὶ μέχρι πλείονος χρόνου,καίτοι δεόμενα μετὰ τὰς ἀρχὰς διαφορεῖσθαι· καὶ οἱ μὲν ἐπὶ τοῖςἐρυσιπέλασι γιγνόμενοι, παρὰ τὸ δέρμα μόνον ἔχουσι τὴν σκληρίαν,οἱ δ' ἐπὶ ταῖς φλεγμοναῖς, καὶ παρὰ τὰς ὑποκειμένας σάρκας· καὶ ἐπὶτοσοῦτον βάθος, ἐφ' ὅσον καὶ αἱ φλεγμοναὶ τῶν ἐρυσιπελάτων ἐνβάθει τὴν κατασκευὴν λαμβάνουσιν. Ἐπὶ μὲν οὖν τῶν ἀρχομένων