The Greek Library Author

Cassius Iatrosophista

Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά

Scientific editors
Julius Ludwig Ideler
Edition reference
Physici et medici Graeci minores. · Berlin · Reimer · 1841
CTS identifier
urn:cts:greekLit:tlg0733.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

1. Διὰ τί τὰ στρογγύλα ἕλκη δυσαλθέστερα καθέστηκε τῶν ἄλλων; οἱ μὲν οὖν Ἡροφίλειοι τὴν αἰτίαν ἀποδιδόασι, γεωμετρῇ χρώμενοι ἀποδείξει· φασὶ γάρ, ὅτι τὰ κυκλικὰ σχήματα τῶν ἑλκῶν μικρὰ μὲν φαίνεται τῇ περιοχῇ, οὐ τοιαῦτα δ᾽ ἐστίν, ἀλλ᾽ ἔχει τῇ δυνάμει μείζονα τὰ ἐμβαδά, ἤπερ φαίνεται. τὸ μεῖζον δὲ πλείονος χρόνου δεῖται πρὸς τὴν ἐπούλωσιν· ὥστε εἰκότως τὰ τοιαῦτα ἕλκη φαίνεται δυσαλθῆ, εἴ γε καὶ μικρὰ φαίνεται· κατὰ δὲ τὸ ἀληθὲς οὐχ οὕτως ἔχει, ἀλλ᾽ ἐστὶ μείζονα. τοῦτο δὲ περικειμένως διεκρούσατο Ἀσκληπιάδης· εἴτις στρογγύλου ἕλκους ὑποκειμένου, ἐπιδιέλῃ τὰ παρακείμενα σώματα, ὥστε ἐκ τῆς ἐπιδιαιρέσεως γενέσθαι ἐπιμηκέστερον τὸ σχῆμα τοῦ ἕλκους, θᾶττον ἂν γένοιτο ἡ ἐπούλωσις. τοῦτο δ᾽ ἐναντίον τῷ τοῦ Ἡροφίλου ἀρέσκοντι. εἰ γὰρ τὸ μέγεθος τοῦ ἕλκους, ὡς αὐτοί φασιν, αἴτιον γίνεται τῆς δυσθεραπευσίας, ἐχρῆν τοῦ αὐτοῦ ὑποκειμένου μεγέθους καὶ ἑτέρου προσγινομένου ἐκ τῆς ἐπιδιαιρέσες, μᾶλλον γίνεσθαι δυσιατότερα ταῦτα, τὰ ἕλκη. αὐτὸς δὲ ὁ Ἀσκληπιάδης τοιαύτην ἀποδίδωσιν αἰτίαν· φησὶ γάρ, ὅτι ἐπὶ παντὸς πράγματος, ᾧ σύμφυτόν ἐστι τὸ κινεῖσθαι, ἡ σφοδροτέρα κίνησις γίνεται ἐκ τῶν κατ᾽ αὐτὰ ἀρχῶν. ἀρχὰς δὲ λέγει τὰ μέσα τῶν κινουμένων. ὑποδείγμασι δὲ χρῆται πρὸς σαφήνειαν τῇ τε τῶν ποταμῶν κινήσει καὶ τῇ τοῦ πυρός. ὡς γὰρ ἐπὶ τούτων μάλιστα κινεῖται καὶ σφοδρότερον τὰ μέσα, οὕτω συμβαινει καὶ ἐπὶ τῶν ἑλκῶν· οἷόν τί ἐστι τὸ λεγόμενον, ἐπεὶ τῶν ποταμῶν ἐπὶ τοῦ πλεονάζοντος μέρους σφοδροτέρα γίνεται ἡ κίνησις. πλεονάζει δὲ δηλονότι τὸ μέσον ἐν αὐτοῖς ἐκεῖ γὰρ μάλιστα συντρέχει τὸ πλέον. ὁ δ᾽ ὅμοιος λόγος καὶ περὶ τῆς φλογὸς τοῦ πυρός. κατὰ γὰρ τὸν μέσον μάλιστα τόπον σφοδρότερον κινεῖται αὕτη οὕτως, ὡς καὶ πολλάκις προαναπηδᾶν κατὰ τοῦτο τὸ μέρος τὴν φλόγα. ἐπεὶ οὖν καὶ τὰ στρογγύλα ἕλκη, καθότι αὐτὰ ὥσπερ συνῆκται, καὶ οἷον εἰς μέσα ἐστὶ κατὰ πᾶν μέρος, διὰ τοῦτο συμβαίνει σφοδροτέραν τὴν κίνησιν ἐπ᾽ αὐτῶν γίνεσθαι. κίνησις δὲ γίνεται δηλονότι ὄγκων τινῶν φυσικῶς φερομένων ἐπὶ τὰ ἔξω διὰ τῶν πόρων, καὶ τῇ σφοδρᾷ τούτων παρόδῳ συμβαίνει ἀνακρούεσθαι τὴν ἐπούλωσιν. ῥητέον δὲ πρὸς τοῦτο, ὅτι εἰ τῶν ὄγκων ἡ σφοδρὰ κίνησις ἐπὶ τὸ ἔξω αἰτία γίγνεται τοῦ εἶναι τὰ τοιαῦτα ἕλκη δυσαλθῆ, ἐχρῆν μάλιστα τοῦτο συμβαίνειν ἐπὶ τῶν ἀκμαζόντων· καὶ ἐκ τούτων ἂν συμβαίη ἕλκῃ ἐπ᾽ αὐτῶν τὰ τοιαῦτα· ἐπὶ γὰρ τούτων μάλιστά εἰσιν ὀξυκίνητοι οἱ ὄγκοι καὶ πολλοὶ τῷ πλήθει, ἐπὶ δὲ τῶν γεγηρακότων ὀλίγοι τέ εἰσι καὶ νωχελεῖ τῇ κινήσει χρῶνται· καὶ ἐπίπαν ἐπὶ τούτων διαλθέστερα τὰ τοιαῦτα τῶν ἑλκῶν γίνεται. ῥητέον οὖν, ὅτι ἐπὶ μὲν τῶν κατὰ οἱονεὶ ἐγγώνιον σχῆμα συνισταμένων ἑλκῶν συμβαίνει τὴν ἐπούλωσιν θᾶττον γίνεσθαι, διὰ τὸ τὰ ὑγιεινὰ σώματα μᾶλλον εἶναι ἀλλήλων πλησίον, καθὸ μάλιστα οἱονεὶ γωνία γίνεται τοῦ ἕλκους. τὰ δὲ ὑγιῆ οὐχ ὡς ἔτυχε συμβάλλεται τῇ ἐπουλώσει. καὶ δῆλον τοῦτο ἐκ τοῦ μᾶλλον εἶναι εὐιατότερα, ἔχοντα παρακείμενα σώματα, τὰ δοκοῦντα μὲν ὑγιῆ, πεπονθότα δέ. ἐπὶ δὲ τῶν στρογγύλων τὰ ὑγιῆ σώματα πανταχόθεν ἐπίσης ἀφέστηκε τῶν ἑλκῶν, καὶ πλέον ἤπερ κατὰ σχῆμα τὸ ἐγγώνιον γινόμενον· ὥσπερ ἐπὶ κύκλου εἰ λάβοιμεν ἐκ βραχέος διαστήματος σημεῖά τινα καὶ ἐπιζεύξοιμεν εὐθεῖαν κατὰ τὰ σημεῖα, καὶ ὁμοίως ἐφ’ ἑτέρου τριγώνου, ἂν οὕτω τύχῃ, καὶ ἐπιζεύξοιμεν βραχὺ ἀπὸ τῆς γωνίας διαστήσαντες, εὑρίσκεται μείζων ἡ ἐν τῷ κύκλῳ ἐπιζευχθεῖσα εὐθεῖα· οὕτω καὶ ἐπὶ τῶν στρογγύλων ἑλκῶν καὶ τῶν μὴ τοιούτων ἔχει, ὡς ἔφαμεν. διὰ τοῦτο συμβαίνει ῥᾳδίαν τὴν ἐπούλωσιν γίνεσθαι ἐπὶ τῶν κατὰ γωνιῶτχῆμα γινομένων, διὰ τὸ τὰ ὑγιενὰ σώματα μᾶλλον εἷναι πλησίον ἀλλήλων, καὶ συμβάλλεσθαι ταῦτα τῇ ἐπουλώσει· ὅθεν καὶ ὡς ἐπίπαν ἀπὸ τῶν ἄκρων ἄρχεται ἡ ἐπούλωσις καθὸ μάλιστα συνεργεῖ ἀπὸ τῶν παρακειμένων ὑγιεινῶν σωμάτων. ἐπὶ δὲ τῶν στρογγύλων διὰ τὸ πανταχόθεν ἐπίσης ἀφεστᾶναι τὰ ὑγιεινὰ ἀλλήλων καὶ μὴ δύνασθαι συναιρεῖσθαι τῇ ἐπουλώσει, μὴ ῥᾴδιον γίνεσθαι ταύτην.

Διὰ τί ἐπιτήδεια τὰ ἄκρα μέρη τοῦ σώματος πρὸς νομήν, ὁμοίως δὲ καὶ τὰ κοῖλα; ἢ ἐπειδὴ ἡ νομὴ νέκρωσίς τίς ἐστι καὶ σῆψις, εὐπερίψυκτα δὲ τὰ ἄκρα δι᾽ ἔνδειαν ὕλης, ὡς διὰ τοῦτο τὴν νέκρωσιν ὑπομένειν· τὰ δὲ κοῖλα, διὰ τὸ πλεονάζειν ἐν αὐτοῖς ὕλην ὑγρὰν καὶ διὰ τοῦτο τὴν σῆψιν ὑπομένειν.

Διὰ τί ὑγιαζομένων τῶν ἑλκῶν καὶ λεπτυνομένων τῶν φλεγμονῶν, κνησμοὶ γίνονται; ῥητέον, ἐπειδὴ ἐπικρατεῖ τότε τὸ οἰκεῖον. ἐπικρατοῦν δὲ τοῦτο τὸ ἀνοίκειον ἀπελαύνει ἐκ τοῦ βάθους. ἡ φύσις δὲ ἥδεται χωριζομένου τοῦ ἀνοικείου.

Διὰ τί ἐπὶ τῶν ὑδρωπικῶν δίψα γίνεται, καίτοι πολλοῦ τοῦ ὑγροῦ ὑποκειμένου; ῥητέον, ὅτι ἡ ὄρεξις αὕτη γίνεται κατ᾽ ἐπιζήτησιν τοῦ κατὰ φύσιν ὑγροῦ, οὐ τοῦ παρὰ φύσιν. τὸ δὲ παρακείμενον ἐπὶ τούτων παρὰ φύσιν ἐστί. γίνεται δὲ ἡ ἀνάπαυλα τῆς ὀρέξεως, παρατιθεμένου τοῦ κατὰ φύσιν ὑγροῦ. ἢ ὅτι οὐκ εἰς δεομένους πόρους τὸ κατὰ φύσιν ὑγρὸν μερίζεται, ἀλλ᾽ ἔξω διωθεῖται. διψῶσιν οὖν ὡς μὴ πίνοντες.

Διὰ τί μὴ ὄντες ἐν δίψει, εἰ περιβάλλοιμεν πρὸς λουτρόν, προσγίνεται τὸ διψᾶν, καὶ ἀνάπαλιν, εἰ ἐν δίψει ὄντες, παύεται τὸ δίψος; ὅτι τὸ δίψος γίνεται κατὰ ξηρότητα. εἰ οὖν διψῶντες περιβάλλοιμεν τὸ λουτρόν, τὸ σῶμα, διὰ τὸ μετέχειν ζωτικῆς δυνάμεως αὐτό, οἱονεὶ ἐπισπᾶται διὰ τῶν τῆς ἐπιφανείας πόρων τὸ ὑγρόν, καὶ οὕτω συμβαίνει ὑγραίνεσθαι τὸ βάθος, ἐξ οὗ μάλιστα γίνεται τὸ δίψος. ἐπὶ δὲ τῶν μὴ διψώντων καὶ περιβαλλόντων τὸ λουτρόν, ὑπόκειται ὑγρὸν ἐν τῷ σώματι καὶ προΐεται τοῦτο διὰ τῶν ἱδρώτων, διὰ τὸ μὴ ἀντιποιεῖσθαι ὑγρασίας.

Διὰ τί ἐπὶ τῶν ἧπαρ ἢ σπλῆνα ἢ πνεύμονα πασχόντων, ἐπὶ τὸ πεπονθὸς ῥᾴων ἡ κατάκλισις; καὶ μὴν ἐχρῆν ἐπιθλιβομένων τῶν μερῶν σφοδρύνεσθαι τὰ ἀλγήματα. ἀλλὰ ῥητέον, ὅτι ἐπὶ τὸ ἐναντίον εἰ γένοιτο ἡ κατάκλισις, ὡς ἐκκρεμασμός τις γίνεται. ἐκκρεμαμένων δὲ τῶν πεπονθότων, μείζων ἡ κατάκλισις γίνεται.

Διὰ τί ὡς ἐπίπαν ἐν τοῖς παροξυσμοῖς τὰ ἄκρα περιψύχεται; ὅτι ἐφ᾽ ὧν ἡ ἀρχὴ τῆς κινήσεως γίνεται, ἐπ᾽ ἐκεῖνα συντρέχουσιν αἱ ὕλαι. ἡ δὲ ἀρχὴ τῆς κινήσεως ἐν τῷ βάθει τῶν μέσων. εἰκὸς οὖν ἐπὶ τοῦτο τὸ μέρος συντρεχούσης τῆς ὕλης ἐκ παντὸς μέρους τοῦ σώματος ἀποσυλᾶσθαι καὶ τὰ ἄκρα τῆς περιεχομένης ἐν αὐτοῖς ὕλης καὶ φέρεσθαι ἐπὶ τὸ μέσον. ἀποσυληθέντα γὰρ ἐκεῖνα καὶ ἐν ἐνδείᾳ τῆς ὕλης γενόμενα, τὴν περίψυξιν ὑπομένει.

Ἡ ἡδονὴ ὥσπερ διάχυσις καὶ ἄνεσις τοῦ σώματός ἐστι, καὶ τοῦτο τρόπον τινὰ αὐτὴ ἡ αἴσθησις παρεγγυᾷ. δῆλον δέ, ὅτι καὶ ἡ ἡδονὴ γίνεται ὕπνου γενομένου. καὶ τοῦτο ἡ πεῖρα μαρτυρεῖ, καὶ ὁ ποιητής, ἐν πολλοῖς ήδυμ αὐτὸν ὀνομάζων, ὡς ἂν ἡδονῆς παρεκτικόν. Εἰ τοίνυν ἡ ἡδονὴ διάχυσίς ἐστι τοῦ σώματος, ταύτην δὲ ἀπεργάζεται ὁ ὕπνος, τί οὐ χαλαστικὸν μᾶλλόν φαμεν τὸν ὕπνον, ἤπερ πυκνωτικόν, ὡς οἴονται οἱ μεθοδικοί; ἀλλὰ καὶ ἡ διὰ σκάφης αἰώρα χαλαστική ἐστι, καὶ τῷ παραλαμβάνεσθαι ταύτην ὑπνώδεις πως γίνονται, καταφερόμενοι μεθ’ γ̔δονῆς τινος, ὥστε καὶ ἐκ τούτων ἐστὶ συμβαλεῖν, ὅτι ἄρα μᾶλλόν ἐστι χαλαστικὸς ὁ ὕπνος, ἤπερ ἐφεκτικός. Ἢ πρὸς τοῦτο ῥητέον, ὅτι οὐ πάνυ συμβεβηκός ἐστι τοῦ ὕπνου ἡδονή, ἀλλὰ συμβαίνει τούτου γενομένου, τὴν ἡδονὴν γίγνεσθαι διὰ τὸ τὰ σώματα εἰς τὸ οἰκεῖον ἀποκαθίστασθαι κατάστημα, οἱονεὶ ὑφιεμένου τοῦ κόπου ἐκ τῶν ἐνεργειῶν τῶν ἐν τῇ ἐγρηγόρσει· ὅτι δὲ οὐ πάντως ἡ ἡδονὴ γίνεται διὰ τὴν διάχυσιν τῶν σωμάτων, ἐντεῦθέν ἐστιν εὑρεῖν· ἡ δίψα κατὰ ξηρότητα γίνεται· ἡ δὲ ξηρότης πύκνωσιν ἀπεργάζεται. διψῶντες οὖν ἔσθ᾽ ὅτε εἰ προσενεγκοίμεθα ὕδωρ ψυχρόν, ἡδόμεθα σφόδρα, καίτοι τῆς προυποκειμένης πυκνότητος ἐπιτεινομένης ἐκ τῆς μίξεως τοῦ ψυχροῦ. καὶ ὥσπερ τὸ ψυχρὸν οὐ λέγομεν χαλαστικὸν διὰ τὸ ἡδονὴν ἐμποιεῖν τοῖς σώμασιν, οὕτω οὐδὲ τὸν ὕπνον ἂν εἴποιμεν χαλαστικόν, ἐπειδὴ ἡδονῆς γίγνεται παρεκτικός. γίγνεται γάρ, ὡς ἔφαμεν, ἡ ἡδονὴ διὰ τὴν εἰρημένην αἰτίαν. ἡ δὲ διὰ τῆς σκάφης αἰώρα διαφορητικὴ μὲν εἶναι δύναται τῶν παχυμερῶν σωμάτων, τοῦ δὲ αἰσθητικοῦ πνεύματος πυκνωτική, ἐπιθολοῦσα αὐτὸ καὶ συστέλλουσα διὰ τὴν ἀκινησίαν τῶν λοιπῶν ὑλῶν. συστελλομένου γὰρ τούτου, ὕπνον ἐπιγίνεσθαι συμβαίνει. καὶ οὐ δεῖ θαυμάζειν, εἰ ἡ αὐτὴ αἰώρα διαφορεῖ μὲν τὸ σῶμα, πυκνοῖ δὲ (ὡς ἔφαμεν) τὸ αἰσθτιὸν πνεῦμα. ὥσπερ γὰρ τὸ θερμὸν ὕδωρ ἀνίησι μὲν τὰ ἡμέτερα σώματα, εἰ δὲ ἐπιχυθείη πυρί, σβέννυσι τοῦτο, οὕτω καὶ ἡ αἰώρα τῶν ἐναντίων ἐστὶ ποιητική. καὶ πολλὰ ἄν τις εὕροι τὰ ἐναντία ἀποτελεῖν δυνάμενα.

Διὰ τί ἐπὶ τῶν ἐν τῇ κεφαλῇ τραυμάτων, διαιρέσεως γινομένης ἐπὶ τοσοῦτον ὥστε καὶ μήνιγγα τρωθῆναι, καὶ περιγεγονότων τῶν πεπονθότων καὶ λοιπὸν εἰς ἀπούλωσιν ἐλθόντων τῶν τραυμάτων σπασμὸς ἔσθ᾽ ὅτε γίνεται, ὥστε καὶ ἀπόλλυσθαι τοὺς τοῦτο παθόντας; ῥητέον οὖν ὅτι φυσικῶς πάλλοντος τοῦ ἐγκεφάλου, συμβαίνει τὴν μήνιγγα προστρίβεσθαι τοῖς ὀστέοις τοῖς περικειμένοις, ἀφ᾽ ὧν ἐκομίσθη τὰ ἀφαιρεθέντα, καὶ προστριβομένην ἀνελκοῦσθαι· ἀνελκώσεως δὲ γενομένης, καὶ ῥυπωθείσης, καὶ μὴ δυναμένης τῆς ὕλης ἐκείνης τῆς συλλεχθείσης ἐκ τῆς ἑλκώσεως διαπνευσθῆναι (διὰ τὸ ἤδη σαρκοφυῆσαι τὰ ἐπικείμενα σώματα, ἅμα καὶ διὰ τὸ εἶναι πυκνοτέραν τὴν γενομένην οὐλὴν) χωρεῖν ταύτην (λέγω δὲ τὴν συλλεχθεῖσαν ἐκ τῆς ἑλκώσεως ὕλην) ἐπὶ τὰ κύρια μέρη τοῦ ἐγκεφάλου, καὶ θλίψιν ἀπεργάζεσθαι, ὥστε καὶ τὸν σπασμὸν ἐπακολουθεῖν, μὴ δυνηθεισῶν τῶν ὑλῶν διαπνεῖσθαι, τῷ τὴν οὐλήν, σάρκωσιν παρὰ φύσιν οὖσαν, σκληρὰν γίνεσθαι.

Πάντῃ τοῦτο παρατετήρηται, ὅτι τραυμάτων περὶ κεφαλὴν φινομένων τοσούτων, ὡς καὶ ὀστῶν διαίρεσιν γίνεσθαι, ἐπικινδυνώτερα μὲν τὰ περὶ τὴν κορυφὴν καὶ βρέγμα, ἐλθόντα δὲ εἰς ἐπούλωσιν, εὐϊατοτέρα τυγχάνει τῶν περὶ τὸ ἰνίον συστάντων τραυμάτων. Ῥητέον, ὅτι κυριώτερα τὰ περὶ τὸ βρέγμα μέρη ὄντα, λεπτὴν ἔχει τὴν ἐπικειμένην μήνιγγα, καὶ εἰκὸς διὰ τοῦτο ἐπικίνδυνον εἶναι μέρος πρὸς δὲ ἐπούλωσιν ἐλθόντα εὐιατότερά ἐστιν ἐκ τῆς τῶν κυριωτέρων μερῶν συνεργείας σφοδροτέρας γινομένης· τὰ δὲ περὶ τὸ ἰνίον ἀκινδυνώτερά ἐστι, διὰ τὸ τὴν ἐπικειμένην τοῖς τόποις μηνιγγα σαρκώδη εἶναι, δυσιατότερα δέ, τῷ μήτε συνεργείας τοιαύτης τινὸς τυγχάνειν, ἀλλὰ μὴν καὶ σύνοδον γινομένην ἀναξηραίνειν τὰ μέρη.

Ἔτι δὲ τοῦτο παρατετήρηται, ὅτι ἐφ᾽ ὧν τοιαῦτα τραύματα περὶ τὴν κεφαλήν ἐστιν, εἰ συμβαίνει αὐτομάτως λυθῆναι τὴν κοιλίαν, θάνατος ἐπιγίνεται· εἰ δὲ λόγῳ τῆς διαίτης, τὴν τῆς σωτηρίας πρόνοιαν ὑποφαίνει. Ὅτι εἰ μὲν αὐτομάτως ἡ γαστὴρ ὑπεξέλθοι, ἐκ τῆς κεφαλῆς τὴν ὑπόστασιν ἔχουσα διὰ τὸ πάθος, κίνδυνον ἀπειλεῖ, τοῦ πάθους περιγιγνομένου τῆς φύσεως· εἰ δὲ λόγῳ τῆς διαίτης εἴη αὐτὴ ἐξυγρανθεῖσα, λεπτοποιουμένης τῆς ὕλης καὶ ἐπὶ τὰ κάτω μέρη συνδιδομένης, μένει τὰ περὶ τὴν κεφαλὴν μέρη ἀνενόχλητα, καὶ οὕτω μηδενὸς βάρους συνεδεύοντος, εὐΐατα γίνεται.

Διὰ τί ἡ ἐκ τῆς ἀνθρακιᾶς θέρμη ὡς ἐπίπαν κεφαλαλγίας ἐστὶ ποιητική, ἡ δὲ τῶν ξύλων οὐ τοιαύτη; Ὅτι ἡ μὲν ἀπὸ τῶν ἀνθράκων ὑπερβάλλουσα θέρμη πυκνοῖ κατά τινα ξηρότητα· ἡ δὲ ἐκ τῶν ξύλων ἔχει καὶ ἰκμάδα τινά, ἥτις δηλοῦται καὶ ἐξ αὐτοῦ τοῦ καπνοῦ. ὁ γὰρ καπνὸς τῆς ἐν τοῖς ξύλοις ὑγρασίας ἐστὶ δηλωτικός· δεῖ δὲ τοὺς ἄνθρακας σβεννύειν ἐν οἴνῳ ὀλίγῳ, ἵνα ἐκ τούτου μὴ παρακολουθῇ αὐτοῖς ἡ γινομένη ἐξ αὐτῶν βλάβη.

Διὰ τί ἐπὶ τῶν θαλαττουργῶν μάλιστα ἐπιπολάζει τὰ πτερύγια; γίνεται μὲν γὰρ καὶ ἐν ἄλλοις, ἐπιπολάζει δὲ ἐπὶ τῶν κατὰ τὴν θάλατταν ἐργαζομένων. Ῥητέον οὖν, ὅτι διαφοραὶ πτερυγίων εἰσὶ δύο· ἢ γὰρ γίνεται, ὁτὲ μὲν τῆς ὑπιοκειμένης τῷ κανθῷ τοῦ ὀφθαλμοῦ κατὰ φύσιν σαρκὸς ἐπεκτεινομένης, ἢ ἐξ συναυξήσεως, ὁτὲ δὲ τοῦ λεπτοῦ καὶ περιτεταμένου ὑμένος περιτυλουμένου καὶ ἐξοιδαίνοντος. ἔστι δὲ οὗτος ἐπὶ μὲν ἀνθρώπων δυσόρατος δι᾽ ὑπερβάλλουσαν λεπτότητα, ἐπὶ δὲ ζῴων καὶ μάλιστα ἀρνειῶν ἐκδηλότατος, παχύτερος ὑπάρχων· οὐ μὴν ἐπ᾽ ἀνθρώπου. οὗτος τοίνυν ἐκ τῶν θαλαττίων ἀτμῶν δριμυτέρων ὄντων ἐστὶ βιβρωσκόμενος, καὶ τύλωσιν μετὰ φλεγμονῆς ἀνἀέχεται, ὡς ἐκ τούτου παχυνθέντος τὸ τοῦ πτερυγίου πάθος ὑφίστασθαι. ἴσμεν δέ, ὅτι δύο διαφοραί εἰσι πτερυγίων· καὶ τὰ μέν ἐστι προσηρτημένα, τὰ δὲ ὥσπερ συμπεφυκότα.

Διὰ τί αἱ μονοπάθειαι τῶν ὀφθαλμῶν στραγγότεραί εἰσιν; ἢ ὅτι τοῦ ἑτέρου κατὰ φύσιν διακειμένου καὶ κινουμένου φυσικήν τινα κίνησιν, συγκινεῖται καὶ ὁ πεποθώς, τῷ ἐκ μιᾶς βάσεως αὐτῶν τὴν φύσιν εἶναι, καὶ διὰ τοῦτο τῆ συγκινήσει παροξύνει τὸν πεπονθότα; χρεία γὰρ ἠρεμίας ἐστὶ τῷ κάμνοντι. ἀμφοτέρων δὲ κατὰ τὸ αὐτὸ πασχόντων, μετριώτερον γίνεται πάθος. ἅμα γὰρ ἑκάτερος ἠρεμεῖ καὶ οὐ παροξύνεται· καὶ οὕτως ἐκ τῆς ἠρεμίας ῥώμη ταχεῖα γίνεται.

1.5 Διὰ τί ἐπ᾽ ἐνίων ὀφθαλμιασάντων πυρετὸς εἰ ἐπιγίγνοιτο, λύει ταύτην, ἐπ᾽ ἐνίων δὲ οὐ μόνον οὐ λύει, ἀλλὰ καὶ πήρωσιν ἀπεργάζεται τελείαν; τίς οὖν ἡ αἰτία τοῦ ἐπὶ μὲν ἐνίων ὑγιάζειν, ἐπὶ δ᾽ ἐνίων ἀφανίζειν; Ὅτι ὁ πυρετὸς ἐπιγίνεται λόγῳ τινὶ μετασυγκρίσεως καὶ εἰ μὲν εἴη οὗτος μέτριος, τῷ καὶ τὴν ἐξ αὐτοῦ γεγενημένην μετασύγκρισιν μετρίαν εἶναι, ὠφέλειαν παρακολουθεῖν συμβαίνει. εἰ δὲ σφοδρὸς εἴη εἰσβαλὼν οὗτος, τῷ καὶ τὴν κίνησιν σφοδροτέραν γίνεσθαι, ἡ ἐσχάτη βλάβη παρακολουθεῖ. ἴποι δ᾽ ἄν τις, ὅτι καὶ ὁ πυρετὸς ἀναξηραντικός· καὶ ὅτι μὲν ἀναξηραντικός, ἴδοι ἄν τις ἐκ τοῦ παρακολουθοῦντος δίψους τοῖς πυρέττουσιν· ὅτι δὲ καὶ ἐναποσκηπτικός, δηλοῖ ἐκ τοῦ, ἐπιγινομένου τούτου, περισσοπαθεῖν τινα τῶν μερῶν. καὶ ἡ μὲν ὠφέλεια γίνεται, ἀναξηραντικοῦ συμπεσόντος, διὰ τὸ ἐπερχόμενον ῥεῦμα ἀναξηραίνεσθαι. ὅτε δὲ βλάπτει, ἐναποσκηπτικὸς οὗτος ὑπάρχει, καὶ τῷ τὰ παθόντα μέρη μᾶλλον ἐμπαθέστερα ὄντα, ἐπιδέχεσθαι πλείονα, καὶ τῷ ἐπιστηρίζειν ἐναποσκηπτικὸν τυγχάνοντα. καὶ οὕτως ἡ πήρωσις γίνεται ἐκ τῆς πολλῆς σκήψεως.

Διὰ τί ἐν τῷ θέρει μᾶλλον αἱ ὀφθαλμίαι γίνονται, ἤπερ ταῖς ἄλλαις ὥραις, καίτοι ξηροῦ τούτου ὑπάρχοντος καὶ ἀλεεινοῦ; ἔδει γὰρ διὰ μὲν τὸ παρακολουθεῖν τῷ καιρῷ ξηρόν, ῥεῦμα μὴ γίνεσθαι οὐ μὴν οὐδὲ κατὰ στέγνωσιν συμβαίνειν ὤφελεν διὰ τὴν προσοῦσαν ἁλέαν. Ῥητέον, ὅτι εἰ καὶ ταῦτα παρακολουθεῖ, ἀλλ᾽ ὅμως τὸ φαιδρὸν πολὺ ὄν, μᾶλλον βλάπτει τὰς ὄψεις, διὰ τὸ πᾶν τὸ ὑπὲρ τὸ μέσον λευκόν, ταρακτικὸν καὶ συγχυτικὸν εἶναι. οὕτω γὰρ καὶ ἠρεμίαν προστάσσοντες κελεύομεν ἐν σκοτεινῷ τόπου μέρει ταύτην παραλαμβάνεσθαι, ὡς πᾶσαν τὴν συγκριτικὴν αἰτίαν φεύγειν. ἐν τῷ οὖν θέρει τὸ αἴτιον τῆς ὀφθαλμίας, καθὼς δέδεικται, ὑπάρχει τὸ φαιδρὸν τοῦ ἡλίου.

Διὰ τί, ὁμοιότητος ὑπαρχούσης ἐπί τε τῶν ὀφθαλμῶν καὶ τῶν ὤτων, ὀφθαλμὸς ὀφθαλμῷ συμπάσχει, [οὖς δὲ ὠτὶ οὐκ ἔτι]; Ὅτι οὐ μόνον ὁμοιότης ἐπὶ τῶν ὀφθαλμῶν ὑπάρχει, ἀλλὰ καὶ πολλὴ ἐγγύτης· ἐπὶ δὲ τῶν ὤτων, πολύ ἐστι τὸ μεταξὺ διάστημα. καὶ ὅτι τὰ μὲν τῶν ὀφθαλμῶν συγκινητικὰ ἐκ τῶν ἔνδοθεν τὴν ἀρχὴν λαμβάνει, ἐπὶ δὲ τῶν ἀκοῶν, ἔξωθεν προσπίπτει.

Διὰ τί τινες τῶν ὀφθαλμιασάντων ὀξύτερον ὁρῶσιν; ἢ δῆλον, ὅτι ᾧ λόγῳ τὰ ἀποδακρυτικὰ κολλύρια ὀξυδορκικὰ λέγεται, τῷ ἐκ τῆς ἀποδακρύσεως καὶ ὡς εἰπεῖν καθάρσεως ὀξύτερον ὁρᾶν τοὺς χρωμένους· οὕτω καὶ ἐπὶ τῶν ἐκ τῆς ὀφθαλμίας ἀποδακρυσάντων, ἐκ παχυτέρας καὶ ἐπικειμένης τινὸς ὕλης συμβαίνει τὸ ἄμεινον ὁρᾶν, καθάρσεως γενομένης;

Διὰ τί ἐπὶ τῶν μελλόντων ὑποχεῖσθαι, συμβαίνει ὁρᾶσθαι κωνωποειδῆ καὶ μυιοειδῆ καὶ μυρμηκοειδῆ, καὶ ὅσα παρακολουθεῖν πέφυκεν; ἢ δῆλον, ὅτι ὁποίαν τὴν πῆξιν λάβοι τὸ ὑγρόν, τοιαῦτα καὶ ὑποπίπτειν ἀνάγκη ἅμα τῷ ἄρξασθαι πήγνυσθαι τὸ ὑγρόν. καὶ ἔτι, κατὰ τὴν αὐτὴν ἐπιβολὴν ἐνεργεῖ τὸ ὁρατικὸν διὰ παντὸς τοῦ ὁρατικοῦ· ἀλλὰ γὰρ ἐμποδίζεται κατ’ ἐκεῖνα τὰ μέρη, καθ᾽ ἃ μάλιστα ἡ πῆξις γίνεται. οἷον οὖν ἂν συμβῇ τὸ πρωτοπαγὲς τοῦ ὑγροῦ σχῆμα, τοιαῦται καὶ αἱ ἀντιλήψεις γίνονται τῶν ἐκτὸς ὑποκειμένων.

Διὰ τί οἱ χασκόμενοι ἐπ’ ἔλαττον ἀκούουσιν; ὅτι ἐν τῷ διΐστασθαι τὰς γένυς, συμπιέζεται ἡ ἀκοή, ἅμα καὶ πνεύματος κατεχομένου, ὅθεν καὶ ἦχοι γίνονται. τοῦ οὖν ἔξωθεν ἀέρος μὴ ἔχοντος παρείσδυσιν, οὐ γίνεται ἀντίληψις.

Διὰ τί σκαλευόντων ἡμῶν τὰς ἀκοὰς οἷα μηλωτίσιν ἤ τισιν ἄλλοις, συμβαίνει βῆχα κινεῖσθαι, ὥσπερ ἐρεθιζομένης τῆς ἀρτηρίας; ἢ ὅτι πολλὴ συγγένεια οὐ τῇ φωνῇ μόνῃ πρὸς τὴν ἀκοήν, ἀλλὰ καὶ τοῖς μέρεσι πρὸς τὰ μέρη οὕτως, ὡς καὶ τὸ φωνητικὸν ὄργανον συμπαθεῖν. γίνεται δὲ τὸ βηχίον ἐν τῷ φωνητικῷ.

Τίνος ἕνεκα τῶν κεφαλαλγούντων οἱ μὲν ὀξέως αἰσθάνονται τῶν φωνῶν, οἱ δὲ οὐδόλως αἰσθάνονται; ἢ δῆλον τό, ἐὰν γένωνται σφοδραὶ αἱ κεφαλαλγίαι, ὡς σφήνωσιν πλείονα γενέσθαι πρηγησαμένης καὶ σκοτώσεως, συμβαίνει τὸν νοῦν κατὰ φύσιν μὴ διακεῖσθαι· νοῦς δὲ ὁρᾷ, ὥς φησί τις τῶν ἀρχαίων· ὥστε καὶ τούτου κακωθέντος, καὶ τῆς φωνήσεως ὑποκειμένης, εἰκότως οὐκ ἀντιαμβάνονται τῶν φωνῶν.

Διὰ τί κώφωσιν ἔχοντες διὰ τῶν μυκτήρων φθέγγονται; δῆλον, ὅτι ἐκ πρώτου τοῦ πάθους συναισθήσεις γίνονται αὐτοῖς, οἷον εἰς δύναμιν ἀνευρύνουσι τὰς ἀκοάς· ὧν ἀνευρυνομένων καὶ οἱ πόροι ἀνευρύνονται τῶν μυκτήρων ἐκ τῆς διαστάσεως μυσάντων. οὕτω δὲ τοῦ πνεύματος ἐκ τῆς διαστάσεως φερομένου, εὐμαρῶς ὥσπερ φθογγή τις ἀποτελεῖται.

Διὰ τί ἡ πολυυπνία καὶ ἡ ἀγρυπνία ἡ ἐπιπολὺ γενομένη βάρος ἐμποιοῦσι τῇ κεφαλῇ; καὶ οὐκ ἔστι λέγειν ὅτι ὡς ὑπερβολαὶ κακοῦσι τὸ σῶμα· οὐ γαρ τοῦτό ἐστι τὸ ζητούμενον, ὅτι διὰ τί κακοῦται ἡ κεφαλὴ ὑπὸ τῶν ἐναντίων, ἀλλ᾽ ὅτι διὰ τί τὸ αὐτὸ πρὸς ἀκρίβειαν ἐπιγίνεται σύμπτωμα ἔκ τε τῆς ἀγρυπνίας καὶ πολυυπνίας, ἐναντίων ὄντων; Ῥητέον οὖν, ὅτι ἐκ μὲν τῆς πολυυπνίας τοῦτο συμβαίνει, τῆς ἀναπεμπομένης εἰς τὴν κεφαλὴν ὕλης μὴ δυναμένης διαπνεῖσθαι διὰ τὴν πυκνότητα τὴν ἐκ τοῦ ὕπνου. Ἐπὶ δὲ τῆς ἀγρυπνίας τὸ αὐτὸ ἀποτελεῖται διὰ τήνδε τὴν αἰτίαν· λεπτοποιουμένων γὰρ τῶν ὑλῶν ἐκ τῶν ἐν τῇ ἐγρηγόρσει ἐνεργειῶν, ἀναδίδονταί τινες ἀτμοὶ εἰς τὰ μετεωρότερα (οὕτω γὰρ καὶ εἰς τὴν κεφαλὴν) καὶ συμβαίνει ἐπὶ πλεῖον λεπτοποιουμένης τῆς ὕλης ἐκ τῆς συντόνου ἀγρυπνίας ἐπὶ πλέον καὶ τὴν ἀνάδοσιν γίνεσθαι. συμβαίνει δὲ ἐκ τῆς ἀγρυπνίας μὴ τὰς τροφὰς κατὰ λόγον διοικεῖσθαι, ἀλλὰ τρέπεσθαι ἐπὶ τὸ ἐφθαρμένον· ὡς καὶ αὐτοὺς τοὺς ἀναδιδομένους εἰς τὴν κεφαλὴν ἀτμοὺς μὴ μόνον διὰ τὸ πλῆθος ταύτην βαρεῖν, ἀλλὰ καὶ διὰ τὸ τετράφθαι ἐπὶ τὸ χεῖρον τὴν τροφήν.

Διὰ τί οἱ μὲν ἐγρηγορότες ἐν τῷ φωτὶ τῆς σελήνῆς, κἂν ἐπὶ πολὺ τύχωσιν ἐν τούτῳ διατρίβοντες, οὐδὲν ὅλως βλάπτονται ὑπὸ τούτου, οἱ δὲ καθεύδοντες ἐπὶ τούτῳ σφηνοῦνται τὰς κεφαλάς; ἢ δῆλον, ὅτι θερμοῦ τε ἄμα ὄντος καὶ ὑγροῦ τοῦ ταύτης φωτός, βαρύνονται τὰς κεφαλὰς οἱ ἐν τούτῳ καθεύδοντες; ἢ τοῦτο συμβαίνει τρόπον πληγοειδῆ ἐπὶ τῶν καθευδόντων προσπίπτοντος τοῦ φωτός, διὰ τὸ συμπεπλέχθαι βαρύτητι τῇ ἐκ τῆς ὑγρότητος, ὥσπερ ἐπὶ τῶν μετὰ ἀράξεως κρουνιζομένων; ἐπὶ γὰρ τούτων, διὰ τὴν ἄραξιν, πληγοειδεῖς γίνονται αἱ ἐπίρροιαι, ὡς σφήνωσιν μᾶλλον ἢ ἀραίωσιν γίνεσθαι. οὕτως οὖν συμβαίνει καὶ τοῦ φωτὸς τῆς σελήνης μετὰ βαρύτητος προσπίπτοντος διὰ τὴν εἰρημένην αἰτίαν, σφήνωσιν ἢ βαρύτητα γίνεσθαι, συνεργούσης καὶ τῆς ἐκ τοῦ ὕπνου πυκνώσεως.

Διὰ τί ἠρέμα μὲν τῇ κινήσει χρώμενοι, κἂν ἔχωσι βαρυτέρας τὰς κεφαλὰς πρὸ τῆς κινήσεως, κουφίζονται ταύτας μετὰ τὴν κίνησιν, οἱ δὲ μετὰ δρόμου κινούμενοι καὶ μὴ πρότερον ἀντιλαμβανόμενοι βαρύτητος, μετὰ τὴν κίνησιν βαρύνονται τὰς κεφαλάς; Ῥητέον, ὅτι ἐπὶ μὲν τῶν ἠρέμα τῇ κινήσει χρωμένων συμβαίνει ἠρέμα τὰς ὕλας ἀποσυλᾶσθαι ἐπὶ τὰ κάτω μέρη· ἐπὶ δὲ τῶν ἐπιτεταμένη χρωμένων τῇ κινήσει, καὶ ἀνταποπάλσεις γίνονται, ὅθεν αἱ φερόμεναι ἐπὶ τὰ κάτω μέρη ὕλαι πάλιν ἀναπέμπονται ἀνταποπάλσεως γενομένης· ὥσπερ ἔχει ἐπὶ ῥιπτομένων ἐπὶ τὸ ἔδαφος στρογγύλων τινῶν. ἐνταῦθα γάρ, ἐὰν μὲν ἠρέμα τις ἀφῇ ἐπὶ τοῦ ἐδάφους, μένει καὶ οὐκ ἀντιπάλλεται. εἰ δέ τις μετὰ σφοδρότητος ῥίψει ταῦτα, πάλιν φέρεται ἐπὶ τὸ ἄνω, ὥς ἐστιν ἐπὶ τῶν σφαιρῶν ἰδεῖν· τὸ αὐτὸ δὴ συμβαίνει καὶ ἐπὶ τῶν τρεχόντων, πάλιν οὕτω τῆς ὕλης ἐπὶ τὰ ἄνω φερομένης μετὰ ἀντιτυπίας. καὶ ὅτι συμβαίνει καὶ ἐν τῇ βιαίᾳ κινήσει καὶ τὸ πνεῦμα ἐπέχεσθαι καὶ ἐντείνεσθαι, ὡς καὶ διὰ τοῦτο τὴν σωτηρίαν μὴ γίνεσθαι.

Διὰ τί αἱ ἐπ᾽ εὐθείας κινήσεις οὐ ποιοῦσιν ἰλίγγους, αἱ δὲ κυκλικαὶ τοῦτο ποιοῦσι, καὶ ἐπὶ τοσοῦτον, ὥστε οἴεσθαι καὶ πάντα συμπερικινεῖσθαι τὰ ἐκτός; Ὅτι, ῥητέον, αἱ μὲν ἐπ᾽ εὐθείας γενόμεναι κινήσεις οὐ κωλύουσι γίνεσθαι τὴν διαπνοὴν τῆς ὕλης· αἱ δὲ κυκλικαὶ οὐκ ἐῶσι γίνεσθαι τὴν διαπνοήν, σφοδρότερον προσπίπτοντος τοῦ ἀέρος καὶ κωλύοντος γίνεσθαι ταύτην. ὁμοίως δὲ τῇ γενομένῃ κινήσει συμβαίνει καὶ τὰς ἐν ἡμῖν ὕλας κινεῖσθαι κυκλικῶς· συμφερόμεναι γὰρ τῷ σώματι καὶ μὴ δυνάμεναι διαπνεῖσθαι διὰ τὴν εἰρημένην αἰτίαν, καὶ παυσαμένου τοῦ τῆς κινήσεως αἰτίου, αἱ ὕλαι κινοῦνται κυκλικῶς. καί ἐστιν αὐταῖς ἡ τοιαύτη κίνησις παρὰ φύσιν ἀντίληψις· οἷον οἱ ἰκτεριῶντες τῶν ἐκτὸς ἀντιλαμβάνονται χρωμάτων, κατὰ τὸ πάθος, τὸ περὶ τοὺς ὀφθαλμούς· ὁμοίως οἱ ὑποσφάγματα ἔχοντες ὑπέρυθρα πάντα νομίζουσιν· οὕτως ἔχει ἐν τῇ κυκλικῇ κινήσει, οἰομένων πάντα περιδινεῖσθαι· τῶν γὰρ περὶ τὰς ὄψεις ὑλῶν ἔτι κυκλικῶς δινουμένων, συμβαίνει κατὰ τοῦτο τὸ πάθος καὶ τὴν ἀντίληψιν γίνεσθαι. τοῦτο κατάδηλον, ὅτι ὀφθαλμὸς ὑγρὰ περιέχει· τό τε ὑδατῶδες, ἀφ᾽ οὗ τὸ δάκρυον, καὶ τὸ κρυσταλλοειδὲς καὶ τὸ ὑελοειδές· πάντα δὲ ταῦτα ὑγρά, διαυγῆ καὶ λευκανθίζοντα ὑπάρχει. πρὸς τούτοις δηλονότι ὁ πρῶτος χιτὼν λευκός ἐστι· διὸ λεπτοποιεῖται κατὰ μέσον τὸν ὀφθαλμόν, καθὸ φαίνεται μέλαν· οὐ τοιοῦτος δὲ τῇ χρόᾳ, ὥς φαμεν, ὑπάρχει· ἀλλὰ πᾶς διαυγὴς καὶ κατὰ τοῦτο τὸ μέρος. γνώριμον δὲ καὶ τοῦτο, ὅτι ὁ δεύτερος μέλας ὢν χιτὼν τῇ φύσει, ὑπέστρωται τῷ κερατοειδεῖ οὐ κατὰ πᾶν μέρος, ἀλλ᾽ ἔχει τινὰ τρῆσιν περιφανῆ, καθὸ δὴ φαίνεται ἡ κόρη. ἐκ τούτων οὖν ἁπάντων ἀναφαίνεται ἡ ζήτησις.

Διὰ τί τοῖς ὑποθλίψασι τοῦ ὀφθαλμοῦ ἤτοι τὸ ἄνω ἢ τὸ κάτω βλέφαρον συμβαίνει διπλᾶ φαίνεσθαι τὰ ὑποκείμενα; τοῦτο δὲ κἀν τοῖς μέθης κοινωνήσασι μάλιστα συμβαίνει. Διότι μὲν οὐ μερίζεσθαι συμβαίνει τὸ ὁρατικὸν πνεῦμα, καὶ τοῦτο μὴ συμβαίνει δίχα τοῦ ὑποθλίψαι, ἐν τῷ ὁρᾶν κοινῶς τὸ ἐξ ἀμφοτέρων πνεῦμα, ἂν ἐπιβάλλῃ τῷ ἐκτὸς ὑποκειμένῳ· ἐν δὲ τῷ ὑποθλίβειν τὸν ἕτερον ὀφθαλμὸν οὐκ ἔτι κοινῇ ἐπιβάλλουσι τῷ ὑποκειμένῳ, ἀλλὰ μεμερισμένως ἕκαστος ὀφθαλμὸς ἰδίᾳ. καὶ τοῦτό ἐστι καταλαβεῖν, εἰ βούλοιτό τις, οὕτω· παρακειμένου γὰρ ἔτι τοῦ ὑποθλίβοντος δακτύλου τὸν ὀφθαλμόν, εἴ τις τὸν ἕτερον τούτων, τοῦτ᾽ ἐστι τὸν μὴ θλιβόμενον ἐπιμύσει, προ0͂ενέγκας τὴν χεῖρα, οὐκ ἔτι φαίνεται διπιλᾶ, καίτοι τῆς παραθλίψεως ἐπιγινομένης· οὕτως ἄρα αἴτιος ὁ μερισμὸς τοῦ πνεύματος τοῖς τοιούτοις, ὥσπερ καὶ ἐπὶ τῶν μεθυσθέντων πολλαπλασίονα θεωρεῖται τὰ ὑποκείμενα.

Διὰ τί ἐν μὲν τοῖς ὕδασιν ὄντες οὐκ ἀντιλαμβανόμεθα τῆς φωνῆς, ὥσπερ διὰ τῶν τοίχων καίτοι στερεωτέρων ὄντων τῶν διειργότων; Ὅτι ἐν μὲν τοῖς ὕδασιν, ὥσπερ μύσις τις ἀκριβὴς γίνεται, ὡς μὴ ἐνδέχεσθαι τὸν ἀέρα παρεισδύνειν. ἡνίκα δὲ διὰ τῶν τοίχων φθεγγόμεθα, τῷ μὴ ἐγκεῖσθαι τῇ ἀκοῇ τὸ διεῖργον, εἰκότως τοῦ εἰς τὸ ἐναντίον ἀέρος πληττομένου καὶ διαδιδομένου διὰ τοῦ ἐμπεριεχομένου ἐν τῷ τοίχῳ, συμβαίνει πλήττεσθαι τὸν ἀέρα, ὡς ἐκ τούτου γίνεσθαι τὴν ἀντίληψιν τοῦ ῥήματος.

Διὰ τί ἐν ταῖς παρακμαῖς τῶν χαλεπῶν νοσημάτων ὡς ἐπίπαν παρωτίδες γίνονται, ἃς καὶ Διοσκούρους τινὲς καλοῦσιν, ὡς ἐπὶ λύσει γινομένας τῶν κακῶν; Ἴσμεν ὅτι ἐν τοῖς χαλεποῖς νοσήμασι ἀνορεξίαι γίνονται· ἤδη δὲ ῥωσθέντες, μᾶλλον ὀρεκτικοὶ γίνονται. καὶ τῆς τροφῆς προσγενομένης πλείονος, κίνησις γίγνεται τῶν γενύων. ἐκ δὲ τῆς διαιρέσεως τῆς κατὰ τὴν μάσσησιν γίγνεται φλεγμονή. ἐναποσκηπτούσης δὲ τῆς φλεγμονῆς, ἀποτελοῦνται παρωτίδες.

[Διὰ τί λοβοὶ ἀνεστραμμένοι τῶν ὤτων ἐν τοῖς νοσήμασι θάνατον σημαίνουσι; ἡ αἰτία αὕτη· τοῦ αἵματος ἐναποσβεννυμένου, εἰκὸς περὶ ταῦτα πλείονα ξηρότητα συμβαίνειν, διὰ τὸ τῇ φύσει ξηρὰ καὶ ὀλιγόαιμα εἶναι τὰ μέρη. τοῦτο δὲ γίνεται παραπησίως τῷ ἐπὶ τῶν ἱμάντων· ὃν γὰρ τρόπον ἐπὶ τούτων ἡ ἔκλειψις τοῦ ὑγροῦ αἰτία τῆς οἱονεὶ κυρτώσεως γίγνεται, τὸν αὐτὸν τρόπον συμβαίνει καὶ ἐπὶ τῶν λοβῶν.

Διὰ τί αἱ κυψέλαι φύουσαι πικραί, γλυκεῖαι γίνονται ἐπὶ τῶν ἀπολλυμένων; Ὅτι δεικνύουσι πολλὴν τὴν ἐπὶ τὸ ἐναντίον ἐκ τοῦ κατὰ φύσιν μεταβολήν, μάλιστα κριτηρίου τοῦ γλυκέως καὶ τοῦ πικροῦ ἀκριβοῦς ὑπάρχοντος.

Διὰ τί ἴονθοι γίνονται περὶ τὸ πρόσωπον κατὰ τὸν καιρὸν τῆς ἀκμῆς, ὅθεν καὶ ἀκμὰς αὐτούς τινες τῶν ἰδιωτῶν προσαγορεύουσιν; οὗτοι οὖν, ὡς ἔφαμεν, γίγνονται περὶ ὅλον μὲν πρόσωπον, μάλιστα δὲ περὶ τὴν ῥῖνα πλεονάζουσιν. εὔδηλον οὖν, ὅτι ἐκ τῆς αὐξήσεως τοῦτο συμβαίνει· κατὰ γὰρ τοῦτον τὸν καιρὸν πρόσφυσις καὶ πρόσνευσις γίνεται ἐκ τῆς τροφῆς. ἑκάστου δὲ τῶν μερῶν μεταβάλλοντος κατὰ τὴν οἰκείαν δύναμιν τὴν προσχροῦσαν τροφήν, τὰ περὶ τὸ πρόσωπον μέρη, μάλιστα δὲ τὰ περὶ τὴν ῥῖνα, οὐ δύναται πᾶσαν τὴν χρηγυμένην μεταβάλλειν εἰς σάρκα· καὶ οὕτω συμβαίνει τὸ πλεονάζον τῆς εἰς αὐτὸ τροφῆς ἐπὶ τὸ ἀλλότριον μεταβάλλεσθαι. ὅτι δ᾽ αἴτιον τῆς τούτου γενέσεως, τὸ ὀλιγόσαρκα εἶναι τὰ μέρη, δῆλον ἀπὸ τοῦ ἐν τοῖς χείλεσι μὴ γίγνεσθαι τοὺς ἰόνθους, διὰ τὸ εἶναι σαρκώδη ταῦτα τὰ μέρη.

Ζητητέον, δι᾽ ἣν αἰτίαν, ὕδατος ψυχροῦ προσενεχθέντος τῷ μυκτῆρι ἐπὶ αἱμορραγίας μυκτῆρος, αἵματος ῥύσις πλείων γίνεται, καίτοι πυκνοτέρου τῇ φύσει ὄντος τοῦ ψυχροῦ; Ῥητέον οὖν, ὅτι εὔθρυπτα καθέστηκε τὰ πρὸς τὴν ῥῖνα σώματα καὶ ἀγγεῖα. συμβαίνει οὖν πυκνώδες γενομένης, τινὰ μὲν πυκνοῦσθαι καὶ συστρέφεσθαι, τινὰ δὲ διατείνεσθαι. ὅσῳ γὰρ συστρέφεται πρὸς ἑαυτὰ αἰτίων· ἢ καὶ ὑποκειμένης ἐπιτηδειότητος πρὸς τὴν ῥύσιν, προσενεχθὲν τὸ ὕδωρ συνδιατίθησι τὸ σῶμα, ὑπομιμνῆσκον ἐκ τούτου γίνεσθαι, καὶ οὕτως ἐπακολουθεῖ τὴν αἰτίαν αἵματος ῥύσιν.

Διὰ τί ἐπὶ τῶν θυμιωμένων ἀρωμάτων, μᾶλλον ἀντιλαμβάνονται οἱ πόρρω ὄντες τῆς πυρᾶς, ὅθεν ἐπιβέβληται τὰ ἀρώματα, ἤπερ οἱ πλησίον; εὔδηλον ὅτι εὐωδία γίνεται δυναμικτέρα κατακιρνωμένη τῷ περιέχοντι ἀέρι οὕτω γὰρ καὶ ὁ ποιητὴς ἔφη Κνίσση δ᾽ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. καὶ εἰκότως ἀντιληπικωτέρα γίνεται ἡ εὐωδία τοῖς πόρρωθεν· λεπτυνομένη γὰρ μᾶλλον αἴσθησιν κινεῖ.

Διὰ τί δυσχεραίνοντες πολλάκις περὶ τὸν πταρμόν, εἰ προσέχοιμεν τῇ αὐγῇ τοῦ ἡλίου, συμβαίνει εὐοδοῦσθαι τὸν πταρμόν; τίς οὖν ἡ αἰτία; Ὁτι ἡ ἀκτὶς τοῦ ἡλίου προσπίπτουσα τοῖς ἔνδον μέρεσι τῆς ῥινός, καρφίου δίκην ἀνακινεῖ τὸν πταρμόν, διερεθίζουσα τοὺς πόρους. ἢ ὅτι πταρμοὺς γίνεται, πνεύματος ὑποτρέχοντος καὶ ἐρεθίζοντος τὰ μέρη; ἡ δὲ ἀκτὶς θερμαίνουσα τὰ ἐν τῇ ῥινί, πλέον ἐξατμίζει ταῦτα καὶ συνεργεῖ τῷ πνεύματι. ὅπερ εἰ ἐπικρατέστερον γένοιτο, θᾶττον ἀποτελεῖ τὸν πταρμόν, ἐρεθίσαν τὰ σώματα.

Διὰ τί πταρμὸς σπανιάκις γίνεται εἷς καὶ σπανιάκις πολλοί, ἀλλὰ πταρμοὶ πλεονάκις γίνονται κατὰ δύο; Πρόχειρος οὖν ἡ αἰτία· δύο γάρ εἰσι καὶ οἱ πόροι τῆς ῥινός· καὶ ἐπειδὴ ὁ πταρμὸς γίνεται κατ᾽ ἐκτιναγμὸν πνεύματος, τοῦ ἑνὸς καθ᾽ ἕνα πόρον γενομένου τοῦ πταρμοῦ, συνδιατίθεται καὶ ὁ ἕτερος.

Ζητήσειεν ἄν τις, δι᾽ ἣν αἰτίαν ἐπὶ μὲν τῶν κώλων κατάγματος μετ᾽ ἐγκυρτώσεως γενομένου, ἔσωθεν φύεται σὰρξ τοῦ ἀποπρισθέντος ὀστέου οὕτως, ὥστε ἀναπληρῶσαι τὴν μεταξὺ τῶν ὀστῶν στερέωσιν καὶ ἰσοδυναμεῖν ἐπὶ δὲ τῶν αἰγιλώπων εἰ γένοιτο τῇ τῶν ὀστέων φύσει. σύντριψις τοῦ ὀστέου, μένει τὰ μέρη μὴ σαρκοφυοῦντα; ἢ ὅτι ἐπὶ μὲν τῶν κώλων πλείονά ἐστι τὰ περικείμενα σώματα, καὶ ἄλλως συνέχειαν ἔχει πρὸς ἄλληλα, καὶ οὐκ ἀφέστηκεν ἀλλήλων· ἐπὶ δὲ τῆς ῥινὸς καὶ ὀλιγόσαρκα τὰ μέρη καὶ συνέχειαν οὐκ ἔχει, καὶ τὴν μεταξὺ κενὴν χώραν.

Διὰ τί κρυώδους τοῦ ἀέρος γινομένου, λεπτὸν τὸ ὑγρὸν πάνυ καὶ πολὺ φαίνεται διὰ τῶν μυξωτήρων, καίπερ παχυτέρου ὀφείλοντος φέρεσθαι διὰ τὴν ἐκ τοῦ κρύους πῆξιν; Ἐπειδὴ πύκνωσις γίνεται περὶ τὸ πρόσωπον ὑπερβάλλουσα καὶ ὥσπερ κατὰ διήθησίν τινα φέρεται τὸ ὑγρὸν ἀπὸ τῶν παρακειμένων τῇ ῥινί, καὶ συμβαίνει λεπτὸν αὐτὸ εἶναι.

Διὰ τί προσπταίσματος γινομένου, τὰ μὲν σύνεγγυς οὐ συμπάσχει, τὰ δὲ πολὺ ἀφεστῶτα συνδιατίθεται, οἷον βουβῶνες τοῖς ἐν ποσὶ προσπταίσμασιν; Ὁ οὖν Ἀσκληπιάδης ἐν τῷ περὶ ἑλκῶν φησιν ὅτι πρὸς τὰ πληττόμενα κατ᾽ ἀρχὰς ἡ ὕλη φέρεται, καὶ φερομένης αὐτῆς, ὅσον μὲν δύναται ὑποδέξασθαι τὰ πεπονθότα μέρη, αὕτη χωρεῖ εἰς αὐτά· πληρωθέντων δὲ τούτων, καὶ μὴ δυναμένων ἐπιδέξασθαι ἕτερον πλῆθος, ἡ φερομένη ὕλη ἐκρέουσα καὶ μὴ ὑποδεχθεῖσα ὑπὸ τῶν μερῶν, ἐφ᾽ ἃ ἠνέχθη, εἶτα φερομένη, ἐὰν ἐπιτύχῃ κοίλων τόπων, μένει εἰς αὐτούς, ὥσπερ καὶ ἐπὶ τῶν ὑδάτων ἔχει. ταῦτα γὰρ ἔως μὲν ἐπ᾽ ἰσοπέδῳ φέρεται, ὁμαλῇ τῇ κινήσει χρῆται· τυχόντα δὲ κοίλων τόπων, μένει εἰς αὐτούς. ταὐτὸν οὖν συμβαίνει καὶ ἐπὶ τῆς φερομένης ὕλης ἐπὶ τὰ πληγέντα. ὅσην γὰρ ὑποδέξασθαι δύναται, αὕτη χωρεῖ εἰς αὐτά· ἡ δὲ λοιπὴ εἰς κοῖλα, καὶ μᾶλλον εἰς ἀραιοπόρους ἐμπίπτει τοὺς βουβῶνας, καὶ διογκοῖ τούτους. Ἔστι μὲν οὖν καὶ αὕτη πιθανὴ ἡ ἀπολογία· αἰτιάσαιτο δὲ ἄν τις καὶ τὸ πάνυ εὐπαθὲς τοῦ νευρώδους· τοῦτο γὰρ δι’ ὑπερβάλλουσαν εὐπάθειαν, θᾶττον τῶν ἄλλων μερῶν τοῦ σώματος, συμπαθεῖ τοῖς πεπονθόσι μέρεσι. διὰ τοῦτο γοῦν καὶ κατὰ τοὺς ἀδένας χοιράες συνίστανται περὶ τράχηλον, ἑλκῶν ὄντων περὶ τὴν κεφαλήν. καὶ βουβῶνες ἐν μασχάλῃ, ἑλκῶν περὶ χεῖρα ὄντων.

Διὰ τί ἐπὶ τῆς κεφαλῆς, ἐκ μὲν τῶν δεξιῶν μερῶν τῆς μήνιγγος τρωθείσης, τὰ ἀριστερὰ παραλύεται· εἰ δὲ ἐκ τῶν ἀριστερῶν τοῦτο συμβαίη, τὰ δεξιὰ τὴν παράλυσιν ὑπομένει; Ῥητέον οὖν, ὅτι αἰτία ἡ θέσις τῶν νεύρων. ταῦτα γὰρ τὴν ἔκφυσιν ἔχει ἐκ τῆς βάσεως τοῦ ἐγκεφάλου. κεῖται γὰρ ἐναλλὰξ ἀλλήλων· τὰ μὲν γὰρ ἀπὸ τῶν δεξιῶν μερῶν τῆς βάσεως ἐκφυόμενα, φέρεται ἐπὶ τὰ ἀριστερὰ μέρη τῆς κεφαλῆς· τὰ δὲ ἀπὸ τῶν ἀριστερῶν μερῶν ἐκφυόμενα ἐπὶ τὰ δεξιὰ φέρεται μέρη· ὡς τὴν σύνθεσιν αὐτῶν γίνεσθαι ἐναλλάξ· εἰκότως οὖν τρωσθέντος τινὸς ἐκ τῶν δεξιῶν μερῶν τῆς μήνιγγος, τὰ ἀριστερὰ παραλύεται· ἐπὶ δὲ τοῦ ἑτέρου τὸ ἐναντίον. 30

Διὰ τί ἐν τοῖς πολέμοις ἐπὶ τὴν τρῶσιν ἡ πτῶσις γίνεται; τοῦτο γὰρ τετήρηται, ὅτι ἐπὶ τὸ τὴν τρῶσιν ὑπομένον μέρος γίνεται ἡ πτῶσις· οἷον εἱ τύχοι τῆς τρώσεως κατὰ τὰ ἐμπρόσθια μέρη γενομένης, οὐκ ἐπὶ τὰ νῶτα γίνεται ἡ πτῶσις, ἀλλ᾽ ἐπὶ [τὰ] ἐμπρόσθια. Ῥητέον ὅτι ἐφ᾽ ὃ σκάζει ἡ φύσις, ἐπ᾽ ἐκεῖνο γίνεται ἡ φορά· οἷον, εἰ ἡ φύσις τοῦ σώματος ἐν ἰσορροπίᾳ τινί ἐστι καὶ βούλεται ἐπίσης ἑστάναι. εἰ οὖν συμβαίνει τι προπεσεῖν καὶ κινῆσαι τοῦτο ὥστε σκάσαι, ἐφ᾽ ὃ σκάζει, φέρεται· ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν κεκλιμένων τοίχων. ἐπὶ γὰρ τούτων, εἰ καὶ ἐκ τῶν ἐναντίων τις ἀντιθεῖναί τι θελήσει, ὥστε ἀντιβῆναι τῇ κλίσει, ὅμως ἐπ᾽ ἐκεῖνο φέρονται, ἐφ’ ὃ ἡ κλίσις γέγονε· καὶ μάλιστα, εἰ βιαιοτέρᾳ χρήσαιο πληγῇ ἐν τῷ ἀντερείδειν.

Διὰ τί ἐπὶ μὲν τῶν ζώντων καιομένων, φλύκταιναι ἐπανίστανται, ἐπὶ δὲ τῶν νεκρῶν οὐδαμῶς; Ῥητέον, ὄτι ἐπὶ τῶν ζώντων σωμάτων καὶ πνεύματά πως ὑπέσπαρται ἐν ὅλῳ τῷ σώματι, ἐπὶ δὲ τῶν νεκρῶν οὐδαμῶς· ἢ ὅτι τῶν μὲν νεκρῶν τὰ σώματα ἄθρυπτα καθέστηκε, τῶν δὲ ζώντων τοιαῦτά ἐστιν, ὥστε καὶ περιτένειαν ὑπομένειν καὶ δύνασθαι περιτείνεσθαι. προενεχθέντος οὖν τοῦ πυρός, γίνεταί τις ὁλκὴ ὕλης περὶ τὴν ἐπιφάνειαν καὶ ἀποτελεῖ τὰς φλυκταίνας. ἐπὶ οὖν τῶν νεκρῶν σωμάτων αὗται οὐ γίνονται, διὰ τὸ μὴ εἶναι ἐν αὐτοῖς τὸ οὐσιοποιὸν τῆς φλυκταίνης.

Διὰ τί μόνος ὁ πταρμὸς ἡμῖν τῆς νυκτὸς γίνεται κατὰ φύσιν ἔχουσιν, ἢ σπανίως· τὰ δ᾽ ἄλλα, ὡς εἰπεῖν, ἅπαντα καὶ τῆς ἡμέρας καὶ τῆς νυκτός; ἢ ὅτι ὁ μὲν πταρμὸς γίνεται ὑπὸ θερμοῦ τινος κινήσαντος τὸν τόπον τοῦτον, ἀφ᾽ οὗ γίνεται. διὸ καὶ ἀνακύπτομεν πρὸς τὸν ἥλιον, ὅταν βουλώμεθα πταρῦναι· καθευδόντων δ᾽ ἡμῶν ἀντιπερισπᾶται τὸ θερμόν. διὸ καὶ γίνεται τὰ κάτω θερμὰ τῶν καθευδόντων κατὰ πολύ. εἰκότως οὖν οὐ πτάρνυμεν ἀπαλλαγέντος τοῦ θερμοῦ ἐκ τῆς κεφαλῆς, ὃ κινεῖν πέφυκε τὸ ἐνταῦθα ὑγρόν, οὗ ἐξωθουμένου γίνεται ὁ πταρμός. [καὶ τὸ συμβαῖνον πάθος εἰκὸς μὴ γίνεσθαι.]

Διὰ τί τρίψαντες τὸν ὀφθαλμόν, παυόμεθα τῶν πταρμῶν; ἢ διότι ἡ ἀναπνοὴ γίνεται αὕτη τῷ ὑγρῷ; δακρύει γὰρ ὁ ὀφθαλμὸς μετὰ τὴν τρίψιν. [ὁ δὲ πταρμὸς διὰ πλῆθος ὑγρῶν. ἢ ὅτι ἔλαττον θερμὸν φθείρεται ὑπὸ τοῦ πλείονος·] ὁ δὲ ὀφθαλμὸς τριφθεὶς πλείω λαμβάνει θερμότητα τῆς ἐν τῇ ῥινί. διὰ ταῦτα δὲ καὶ ἐάν τις αὐτὴν τὴν ῥῖνα τρίψῃ, παύεται ὁ πταρμός.

Διὰ τί οἱ γέροντες οὐχ οἱ παῖδες τὴν ἀσιτίαν φέρουσιν; ὅτι δυσκίνητον τὸ γῆρας, ὡς κατεψυγμένον. τὰ δὲ βρέφη πολύθερμα καὶ πολυκίνητα. διαφορεῖ δὲ καὶ ἡ κίνησις. οἱ δὲ διαφορούμενοι τροφῆς δέονται.

Διὰ τί μετὰ τὸν θάνατον, πάντων τῶν μελῶν χαλωμένων, οἱ δίδυμοι μόνοι ἄνω σπῶνται; ὅτι ἐν τῷ τελευτᾶν σπερμαίνουσιν οἱ ἄνθρωποι· ἐκκρίνεται δὲ τὸ σπέρμα συνήθως τῶν διδύμων ἀνατρεχόντων, ὅθεν ἄνω κρατηθέντες μένουσι.

Διὰ τί οἱ μέθυσοι φαῦλον οἶνον ἡδέως πίνουσιν; Ὅτι οἱ πολυπόται ἁδροπόροι εἰσί. διὰ μεγάλων οὖν πόρων ὁ λεπτός κάλλιστος οἶνος χωρὶς ἀντιλήψεως ἀνατρέχει. ὁ δὲ φαῦλος παχὺς ὢν ἵσταται καὶ μένει, καὶ τὴν ἐξ αὐτοῦ ἡδονὴν τότε δοκεῖ παρέχειν.

Διὰ τί οἱ μὲν ὀργιζόμενοι ἐρυθαίνονται τὸ πρόσωπον, ὠχριῶσι δὲ οἱ φοβούμενοι; ἡ μὲν ὀργὴ ἀθρόα τοῦ πνεύματός ἐστιν ἐκδρομή, ὁ δὲ φόβος, ὑποστολή· ὅθεν ὅπου μὲν περισσεύει, πυροῖ· ἔνθα δὲ ὑστερεῖ, ψύχει.

Διὰ τί τινες τῶν προβεβηκότων φαλακροῦνται, τινὲς δὲ οὔ; ὅτι τινές τινων μᾶλλον πολύθερμοι. οἱ γὰρ κατεψυγμένοι οὐ τριχοποιοῦσι.

Διὰ τί οἱ τερατόμορφοι καὶ ἄφρονες; ὅτι τοῖς σωματικοῖς τὰ ψυχικὰ συμπάσχει, ὥσπερ τοῖς ψυχικοῖς τὰ σωματικά.

Διὰ τί τὰ μεγάλα ἕλκη ἐν τῇ θεραπείᾳ ὅτε ἀνακαθαίρονται θανάσιμά ἐστιν; ὅτι διὰ πολλῶν πόρων κατὰ τὸ λεληθὸς τὸ ψυχικὸν πνεῦμα διαπνεῖ.

Διὰ τί ἐν τοῖς καύμασιν οἱ περιοδικῶς νοσοῦντες φρικιῶσιν; ὅτι ἀραιωθέντων τῶν πόρων, ἔξω τὸ θερμὸν διαπνεῖ· πυκνωθέντων δέ, ἔσω ἀποκλείεται· χωρήσαντος οὖν ἔξω τοῦ ἐν ἡμῖν θερμοῦ, κατάψυξις γίνεται. φρίκαι δὲ συστελλομένων διὰ ψῦξιν τῶν σωμάτων, συνίστανται.

Διὰ τί στερεὰν τροφὴν καταπιόντες πνιγόμεθα; ὅτι ἔμπροσθεν τοῦ στομάχου ἐστὶν ὁ βρόγχος κατὰ μῆκος αὐτῷ παρακείμενος. πληρωθεὶς οὖν οὗτος, θλίβει τὴν ἀρτηρίαν καὶ τὸ πνεῦμα ἐπέχει. 35

Διὰ τί ἡ λευκὴ γῆ ἄφορος κατὰ τὸ πλεῖστον; ὅτι κατάψυχρός ἐστιν, ἡ μέλαινα δὲ πολύθερμος· καὶ ἡ μὲν ἑρπετῶν ἐστι γεννητική (ψυχρὰ δὲ ταῦτα), ἡ δὲ καρπῶν (θερμοὶ δὲ οὗτοι). καὶ γὰρ τῶν γυναικῶν αἱ μέλαιναι ὡς ἐπὶ τὸ πλεῖστον διὰ τὸ ἐν αὑταῖς πλέον θερμόν, πολυτόκοι.

Διὰ τί τὰ βρέφη σφοδρότερον πυρέσσει; ὅτι πολύθερμά ἐστιν· ἐπίτασις δὲ τῆς ἐμφύτου θερμασίας ὁ πυρετὸς γίνεται.

Διὰ τί σημεῖον πωρωθέντων ὀστῶν τὸ τὰς ἐπιδεσμίδας ἐφαιμάσσεσθαι, καίπερ τοῦ κατάγματος ἄνευ τραύματος συστάντος; ὅτι ἡνίκα συρρεῖ ὁ πῶρος, τὰς ἐσπαρμένας τοῖς ἀραιώμασι τῶν ὀστῶν ῥανίδας τοῦ αἵματος θλίβει.

Πῶς πῶρος συνίσταται; τὸν τρόπον τοῦτον· ἐκ τῆς τροφῆς οὐσία μεταβληθεῖσα καὶ εἰς τοὺς τόπους ἐκείνους ἐνεχθεῖσα, τοιάδε ἀποτελεῖ, καὶ γίνεται ὁ καλούμενος πῶρος. ὃν γὰρ τρόπον καὶ ἐν τοῖς μυξωτῆρσι φθάσασα αὕτη ἡ μεταβολὴ γίνεται μύξα, ἐν δὲ μαστοῖς γάλα, οὕτως καὶ ἐν ὀστοῖς πῶρος διὰ τοιαύτην κατασκευὴν καὶ φύσιν τοῦ μέρους. πρὸς ὃ γὰρ πέφυκε τὰ μέρη, τῇ ἑαυτῶν φύσει συνεξομοιοῖ τὴν τροφήν, ὡς ἐπὶ κήπου τοῦ πολυφύτου. ἑνὸς γὰρ ὄντος τοῦ ὕδατος ἀρδεύοντος τὰ φυτά, πρὸς ὃ ἔχει ἕκαστον φύσιν, οὕτως ἀναδέχεται τὸ ὕδωρ· οἷον τὸ μὲν ἀψίνθιον τῇ μὲν ἑαυτοῦ φύσει ἐξοικειοῖ τὸ ἐνεχθὲν εἰς αὐτὸ ὕδωρ, καὶ τὸ ὤκιμον ὡσαύτως, καὶ τὰ ἑξῆς. ὡς δὲ Ἀνδρέας ὁ Καρύστιός φησι, προσχεόμενος ὁ μυελὸς ταῖς κοιλότησι τῶν ὀστῶν καὶ περιπηγνύμενος τοῖς χείλεσι τῆς τοῦ ὀστέου διαιρέσεως, καὶ σκληρυνθεὶς γίνεται πῶρος.

Διὰ τί οἱ χολέρᾳ ἁλισκόμενοι, ἐπιταθέντες τῷ πάθει τὰς γαστροκνημίας συνέλκονται; ῥητέον ὅτι ἡ χολέρα πεῖσίς ἐστι τοῦ στομάχου. νευρώδης δὲ οὗτος· ἀξιολόγως οὖν ἐπιταθεὶς συνδιατίθησι τοὺς ἐν ἡμῖν μύας· νευρώδεις γὰρ οἱ μύες εἰσίν.

Διὰ τί ὑπαλειφθέντες κολλύριον στυπτικόν, μεμυκότες μὲν τοὺς ὀφθαλμούς, ἧττον τῆς στύψεως ἀντιλαμβάνονται ἀνοίξαντες δὲ τούτους, σφοδρότερον τῆς στύψεως ἀντιλαμβάνονται; διότι μεμυκότα τὰ βλέφαρα τὸν κερατοειδῆ ὑμένα ἠρεμεῖν ποιοῦσιν· ἐπηρεμοῦντος οὖν τοῦ βολβοῦ, τὸ ὑπαλειφθὲν παρεμφράσσον τοὺς πόρους, τῆς ἰδίας στύψεως ἀντίληψιν ἥττονα παρέχει· ἀνοίξαντες δὲ τὰ βλέφαρα, εἰκότως μᾶλλον τῆς στύψεως ἴσχομεν τὴν ἀντίληψιν. τῇ γὰρ συνεχεῖ κινήσει τοῦ ὀφθαλμοῦ, ὁ βολβὸς πρὸς τὰ βλέφαρα παρατριβόμενος, θερμασίας αἴτιος γίνεται ταύτης δὲ ἀποτελεσθείσης, οἱ λόγῳ θεωρητοὶ πόροι χαυνοῦνται καὶ ἀνευρύνονται· ἀνευρυνθέντων δὲ τούτων, ἀνάγκη δέχεσθαι, ὡς εἰπεῖν, τοὺς λόγῳ θεωρητοὺς ὄγκους τοῦ κολλυρίου· ὅθεν στυπτικωτέραν παρέχει τὴν στύψιν. Ἢ ὅτι ἐν τῷ διάγειν τοὺς ὀφθαλμοὺς μετὰ τὴν ὑπάλειψιν συμπεριδονούμενον τῷ βολβῷ τὸ κολλύριον, λεπτύνεται· ἀεὶ γὰρ τὰ κινούμενα εὐφυῆ πρὸς λεπτυσμόν· ὅσῳ τοίνυν λεπτύνεται, τοσούτῳ τὴν ἀντίληψιν παρέχει τῆς στύψεως.

Διὰ τί οἱ φρενιτικοὶ καὶ οἱ μεμηνότες ἐν τοῖς παροξυσμοῖς ἰσχυρότεροί τέ εἰσι καὶ τὴν δύναμιν ἐπιτεb ταμένην ἔχουσι; ῥητέον, ὅτι θρασύνονται μὲν ὑπὸ τῆς…

Διὰ…

Δι…

The complete text is available when the reading interface loads.