The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. H. Thesleff, The Pythagorean texts of the Hellenistic period, Åbo: Åbo Akademi, 1965: 3–48.
CTS identifier
urn:cts:greekLit:tlg1177.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

{Καθολικοὶ λόγοι δέκα}

Nolle fr. 35 a, p. 34—39 (Mullach 1 p. 570) Ἐν πράτοις ἐνὶ

πάσᾳ τέχνᾳ ταῦτα ἕπονται τὰ πέντε, ὕλη, ὄργανον, μέρος, λόγος

ὁριστικὸς καὶ τέλος. καὶ ὁ μὲν πρᾶτος λόγος, ἡ οὐσία, πρᾶγμα

αὐθύπαρκτον καὶ ὑφεστός, μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν, κἂν

γενέσει ὑπόκειται καθὸ γέγονε· μόνον γὰρ τὸ θεῖον ἀγέννατον καὶ

κυρίως αὐθύπαρκτον. οἱ δὲ λοιποὶ λόγοι θεωροῦνται περὶ τὰν οὐσίαν,

ποτὶ οὓς ἀντιδιαστελλομένα λέγεται πρᾶγμα αὐθύπαρκτον, ἐπεὶ

οὐχ ὡς πρὸς τὸ θεῖον· οἱ γὰρ ἐννέα λόγοι γίνονται καὶ ἀπογίνονται

χωρὶς τᾶς τοῦ ὑποκειμένου φθορᾶς, ὅπερ [ἐστὶ] τὸ συμβεβακὸς

λεγόμενόν ἐντι ὡς τὸ καθόλου συμβεβακός· τὸ γὰρ αὐτὸ μέγα καὶ

μικκὸν γενόμενον κατὰ τὰν ποσότητα τᾶς φύσιος οὐκ ἐξίσταται·

ἁ μὲν γὰρ εἰς ἄκρον εὐεξία ἔειδεν ἐμποιεῖν αὔξασιν καὶ τῷ σάματι

ὄγκωσιν, ἡ δὲ ἐγκράτεια καὶ τὸ ὀλιγοσιτῆν [καὶ] ὑποσπασμόν τινα.

τὸ δὲ αὐτὸ μένει καὶ ὑποκείμενον, οἷον οἱ ἄνθρωποι ὡσαύτως παῖδες

ὄντες εἰς ἀνδρὸς ἁλικίαν ἐλάσαντες οἱ αὐτοὶ κατ' οὐσίαν μένομες

τᾷ ποσότατι διαφέροντες· καὶ νῦν μὲν λευκόν, νῦν δὲ μέλαν τὸ αὐτὸ

ὁρᾶται διαλλάττον τᾷ ποιότατι, τὰν δὲ οὐσίαν οὐκ ἀμείβει· καὶ νῦν

μὲν φίλος ὁ αὐτός, νῦν δὲ ἐχθρὸς διαφέρων τᾷ σχέσει καὶ τῷ πρός τι

λεγομένῳ καὶ κατὰ τὴν οὐσίαν οὐ διαφέρει· καὶ νῦν μὲν ἐν ταῖς Θήβαις,

4

νῦν δὲ ἐν Ἀθήναις, ὅπερ τὸ τοῦ λόγου ὂν ἑτερούσιον οὐκ ἐργάζεται.

καὶ κατὰ τὴν οὐσίαν καὶ πέρυσι καὶ νῦν ὁ αὐτὸς διαμένει μὴ ἀλλοιούμενος,

ἔστι τε τοῦ πότε λόγου· καὶ ἀνάκειται καὶ κάθηται ὁ αὐτός, πάλιν

δὲ τοῦ κεῖσθαι· καὶ ὁπλεῖται καὶ ἄνοπλος ὁ αὐτός, ἔντι δὲ τοῦ ἔχειν·

καὶ τύπτων τις καὶ τέμνων ὁ αὐτὸς μένει τῆς οὐσίας μὴ ἐξιστάμενος,

ἔστι δὲ τοῦ ποεῖν· καὶ τέμνεταί τις καὶ τύπτεται, ὅπερ ἐστὶ τοῦ πάσχειν,

τὸν τοῦ εἶναι λόγον διασῴζων ἀναλλοίωτον.

Αἱ μὲν οὖν τῶν ἄλλων λόγων διαφοραὶ ἐκδηλότεραί εἰσιν, ἁ δὲ

ποότης καὶ τὸ ἔχειν καὶ τὸ πάσχειν δυσθεωρητέρας ἔχουσι διαφοράς·

τὸ γὰρ πυρέττειν ἢ ῥιγᾶν ἢ ἀγάλλεσθαι ἀμφιβολίαν [ἂν] τινὰ ἔχει,

πότερον τᾶς ποότητός εἰσιν ἢ τοῦ ἔχειν ἢ πάσχειν λόγου. διακρίνεται

δὲ οὕτως· εἰ μὲν γὰρ πυρετός ἐστιν εἴπομεν ἢ ῥῖγος ἢ ἀγαλλίασις

τὰν ποότητα ἐσαμάναμεν· ἂν δὲ πυρέττειν ἢ ῥιγᾶν ἢ ἀγάλλεσθαι τὸ

ἔχειν. διαφέρει δὲ πάλιν τὸ ἔχειν τοῦ πάσχειν, ὅτι τὸ μὲν ἔχειν αὐτὸ

καθ' ἑαυτὸ θεωρεῖται ἄνευ τοῦ ἐνεργοῦντος, τὸ δὲ πάσχειν ποτὶ τὸν

ἐνεργοῦντα διαστέλλεται καὶ ἀπὸ τοῦ ποοῦντος καταλαμβάνεται· εἰ

μὲν εἴπομες τέμνεται ἢ πλήττεται τὸν πάσχοντα ἐδαλώσαμες, εἰ

ὁδυνᾶται ἢ ἀλγεῖ τὸ ἔχειν ἐσαμανάμεσθα.

Δέκα οὖν 〈οὐ〉 πλείους λόγους ἔμμεναι λέγομες, ὡς ἐκ τᾶσδε τᾶς

διαιρέσεως ἐντὶ μαθεῖν. τὸ ὂν ἢ ἐν ὑποκειμένῳ ἐντὶ ἢ οὐκ ἐν ὑποκειμένῳ·

καὶ τὸ μὲν οὐκ ἐν ὑποκειμένῳ ποεῖ τὰν οὐσίαν, τὸ δὲ ἐν ὑποκειμένῳ

ἢ καθ' ἑαυτὸ θεωρεῖται ἢ οὐ καθ' ἑαυτό. καὶ τὸ μὲν οὐ καθ' ἑαυτὸ

ποεῖ τὰ πρός τι· σχέσ[ε]ις γάρ ἐστι τὰ πρός τι μὴ καθ' ἑαυτὸ θεω-

ρούμενα, ἀλλὰ συνεισάγοντα ἕτερον· τὸ γὰρ υἱὸς ὄνομα συνεισάγει

πατέρα, τὸ δὲ δοῦλος δεσπόταν καὶ ἁπλῶς πάντα τὰ πρός τι ἐν σχέσει

εἰσὶ καὶ οὐ καθ' ἑαυτὰ θεωρούμενα. τὸ δὲ καθ' ἑαυτὸ ἢ μεριστόν ἐστι

καὶ ποεῖ τὰν ποσότατα ἢ ἀμέριστον καὶ ποιεῖ τὰν ποότητα. οἱ δὲ λοιποὶ

λόγοι ἓξ ἀπὸ τῆς τούτων μίξεως γίγνονται. ἁ γὰρ οὐσία τῇ ποσότητι

μιγνυμένα ἢ ἐν τόπῳ ὁράεται καὶ τὸν τοῦ ποῦ λόγον ποεῖ ἢ ἐν χρόνῳ

καὶ τὸν τοῦ πότε ἀποτελεῖ λόγον· τῇ δὲ ποότητι μιγνυμένη ἢ ἐνέργειαν

ἔχει καὶ ἔστι τὸ ποεῖν ἢ πάθος καὶ ποεῖ τὸ πάσχειν· τοῖς δὲ πρός τι

συντρέχουσα ἢ ἐν ἄλλῳ τίθεται καὶ τὸ κεῖσθαι λέγεται ἢ περιτίθεται

ἑτέρῳ καὶ τὸ ἔχειν ἐστί.

Τέτακται 〈δὲ〉 μετὰ τὴν οὐσίαν ἡ ποσότης καὶ πρὸ τῆς ποότητος, ὅτι

5

κατὰ φύσιν πο〈σ〉οῦται τὸ ὁτιοῦν πρᾶγμα καὶ ὄγκον λαμβάνει καὶ οὕτω

περὶ αὐτὸ ἡ ποότης καθορᾶται καὶ λέγεται. ἡ δὲ ποότης πάλιν προηγέ-

εται τοῖς πρός τι, ὅτι τὸ μὲν καθ' ἑαυτό, τὸ δὲ πρός τι ἐν σχέσει.

πρῶτον δὲ καθορᾶται καὶ λέγεται καθ' ἑαυτὸ ἕκαστον καὶ οὕτως ἐν

σχέσει. ἀκολούθως δὲ τούτοις καὶ τὰ λοιπὰ τέτακται· τὸ μὲν γὰρ

ποεῖν προηγέεται τοῦ πάσχειν, ὅτι τὸ μὲν ἐνεργεῖν τοῦ πάσχειν ἐστὶ

δυνατώτερον. τοῦ δὲ κεῖσθαι λόγος πάλιν προηγέεται τοῦ ἔχειν, ὅτι

τὸ τίθεσθαι τῶ περιτίθεσθαι ἁπλούστερον. τὸ μὲν γὰρ τίθεσθαί ἐντι

καὶ τῶ περιτίθεσθαι δίχα καὶ περιτίθεσθαι ἄνευ τοῦ τίθεσθαι οὐκ

ἔστιν εὑρεῖν· ὁ γὰρ περιτιθέμενος καὶ αὐτὸς πάντως κεῖταί που κατὰ

μίαν τινὰ τοῦ κεῖσθαι θέσιν, στάσιν καὶ καθέδραν καὶ ἀνάκλισιν.

Τᾶς μὲν οὖν οὐσίας ἴδιον τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον·

οὐ μᾶλλον ζῷον ὁ ἄνθρωπος τοῦ ἵππου ὑπάρχει ταῖς οὐσίαις· καὶ τὸ

τῶν ἐναντίων ἀνεπίδεκτον εἶναι. τῆς δὲ ποότητος τό γε μᾶλλον καὶ τὸ

ἧττον ἐπιδέχεσθαι· λευκὸν γὰρ μᾶλλον καὶ ἧττον λέγεται καὶ μέλαν.

τῆς δὲ ποσότητος ἴδιον τὸ ἴσον καὶ ἄνισον· ἡ γὰρ σπιθαμὴ τῇ ὀργυιᾷ

ἄνισος καὶ τρεῖς παλαισταὶ τῇ σπιθαμῇ ἴσαι καὶ τὰ πέντε τοῖς δέκα

ἄνισα, τὰ δὲ δὶς πέντε ἴσα τοῖς δέκα. τοῦ πρός τι δὲ ἴδιον τὸ συνάγειν

τὰ ἀντικείμενα· πατρὸς γὰρ ὄντος ἔστι καὶ υἱὸς καὶ δεσπότου ὄντος

ἔστι καὶ δοῦλος. καὶ λέγεται τοῦ δὲ ποῦ περιοχά, τοῦ δὲ πότε τὸ μὴ

διαμένειν, τοῦ δὲ ποεῖν ἁ ἐνέργεια, τοῦ δὲ πάσχειν τὸ πάθος, τοῦ δὲ

κεῖσθαι ἁ ἐπίθεσις, τοῦ ἔχειν δὲ ἁ περίθεσις.

Προτερεύει τὰ ἐκ τῆς οὐσίας καὶ τῆς ποσότητος τῶν ἐκ τᾶς οὐσίας

καὶ τᾶς ποότητος, τὰ δὲ ἐκ τᾶς οὐσίας πάλιν καὶ τᾶς ποότητος τῶν

ἐκ τᾶς οὐσίας καὶ τῶν πρός τι. πάλιν τὸ ποῦ προτερεύει τοῦ πότε,

ὅτι τὸ μὲν ποῦ τοπικόν ἐστιν, ὁ δὲ τόπος διαμονὴν ἔχει, τὸ δὲ πότε

χρονικόν ἐστιν, ὁ δὲ χρόνος οὐκ ἔχει διαμονὴν ἀεικίνατος ὤν. τὸ δὲ

ἀρεμέειν προτερεύει τᾶς κινάσεως· τὸ δὲ ποεῖν πάλιν τοῦ πάσχειν

προτέτακται, ὅτι τὸ ἐνεργεῖν τοῦ πάσχειν ἐστὶ προηγούμενον. τὸ δὲ

κεῖσθαι προηγέεται τοῦ ἔχειν.

<〈Τῆς οὐσίας λόγος α.〉> διαιρεῖται ἁ οὐσία εἰς σῶμα καὶ

ἀσώματον, τὸ σῶμα εἰς ἔμψυχον καὶ ἄψυχον, τὸ ἔμψυχον εἰς αἰσθητὸν

καὶ ἀναίσθητον, τὸ αἰσθητὸν εἰς ζῷον καὶ ζῳόφυτον οὐκ

ἀντιδιαιρούμενον μέν, διαιρέεται δὲ [οὖν] ὅμως τὸ ζῷον εἰς λογικὸν

καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον, τὸ θνητὸν εἰς τὰ

ὑπ' αὐτῷ τῷ εἴδει, ἄνθρωπον, βοῦν καὶ ἵππον καὶ τὰ λοιπά, τὰ δὲ

εἴδη εἰς τὰ καθ' ἕκαστα οὐτιδανά. ἕκαστον δὲ πάλιν τῶν ἄνωθεν

6

ἀντιδιαιρουμένων ἰδίως ἔχει διαιρέσεις παραπλησίως μέχρι τῶν ἀτόμων

καὶ οὐτιδανῶν καὶ καθ' ἕκαστα προιούσας.

<Τῆς ποσότητος λόγος β.> τὸ δὲ ποσὸν εἰς ἑπτὰ διαιρεῖται,

εἰς γραμμάν, ἐπιφάνειαν, σῶμα, τόπον, χρόνον, ἀριθμὸν καὶ λόγον. καὶ

τὸ μέν ἐντι αὐτῆς τῆς ποσότητος συνεχές, τὸ δὲ διωρισμένον. καὶ

συνεχοῦς τὰ πέντε, τοῦ δὲ διωρισμένου τὰ δύο, ὁ ἀριθμὸς καὶ ὁ λόγος.

ἔτι τῆς ποσότητος τὸ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλλαλα τῶν ἑαυτοῖς

μορίων συνέστακεν, οἷον ἁ γραμμά, ἁ ἐπιφάνεια, τὸ σᾶμα καὶ ὁ τόπος,

τὸ δὲ ἐξ οὐκ ἐχόντων θέσιν, ὡς ὁ ἀριθμὸς καὶ ὁ λόγος καὶ ὁ χρόνος.

εἰ γὰρ καὶ τοῦ συνεχοῦς ἐντι ὁ χρόνος, ὅμως θέσιν οὐκ ἔχει, ὅτι μὴ

διαμένον. τὸ δὲ οὐ διαμένον πῶς ἂν ἔχοι θέσιν; ἀπὸ δὲ τοῦ ποσοῦ καὶ

αἱ τέσσαρες τῶν ἐπισταμῶν ἐξευρέθησαν· τὸ γὰρ συνεχὲς ποσὸν ἢ

ἀκίνατον καὶ ποεῖ τὰν γεωμετρίαν ἢ κινατὸν καὶ ποεῖ τὰν ἀστρονομίαν·

τὸ δὲ διωρισμένον ἢ ἀκίνατόν ἐντι καὶ ποιεῖ τὰν ἀριθμητικὰν ἢ κινατὸν

καὶ ποεῖ τὰν μουσικάν.

<Λόγος ποότητος τρίτος.> ἁ δὲ ποότης διαιρεῖται εἰς

ταῦτα, ἕξιν καὶ διάθεσιν, παθητικὰν ποότητα καὶ πάθος, δύναμιν καὶ

ἀδυναμίαν, σχῆμα καὶ μορφάν. ἔστι δὲ ἁ μὲν ἕξις ἐπίτασις διαθέσεως

καὶ μονιμότας καὶ ἵδρυσις ἐκ τῆς συνεχοῦς καὶ ἐνεργουμένας διαθέσεως

οἷον εἰς φύσιν μετενεχθεῖσα καὶ δευτέρα τις χρηματίσασα φύσις.

λέγεται δὲ ἕξις καὶ τὰ κατὰ φύσιν ἄμμιν προσόντα καὶ μὴ ἐκ διαθέσεως

καὶ προκοπᾶς ἐγγινόμενα, ὡς ἡ ὄψις καὶ αἱ λοιπαὶ τῶν αἰσθήσεων· καὶ

ἁ παθητικὰ ποότης ὁμοίως τοῦ πάθους ἐστὶν αὔξησις καὶ ἐπίτασις καὶ

μείωσις. τὸ δὲ πάθος καὶ τὰν παθητικὰν ποότητα ἐπὶ ὀργῆς καὶ μίσους

καὶ ἀκολασίας καὶ τῶν λοιπέων τᾶς κακίας παθῶν καὶ τῶν ἐκ νόσου

παθημάτων, θερμότητος καὶ ψυχρότητος, νῦν μὲν ἐπὶ τῆς ἕξεως καὶ

διαθέσεως τίθησιν, νῦν δὲ ἐπὶ τᾶς παθητικᾶς ποότητος 〈καὶ〉 τοῦ

πάθους καὶ ἔντιν εἰπεῖν 〈ὅτι〉 καθὸ μὲν μεθεκτὸν ἕξιν προσηγόρευσαν,

καθὸ δὲ πάθος ἐμποιεῖ, παθητικὰν ποότητα ταῦτα ὠνόμασαν, ὃ ἔστιν

εἰς ἵδρυσιν καὶ μονιμότητα εἰπεῖν. ἡ γὰρ μετρία ἀλλοίωσις πάθος

ὠνόμασται, ὥστε ἀπὸ τοῦ μὲν μετέχοντος ἕξις ἂν γένοιτο ἡ θερμότης,

ἀπὸ δὲ τοῦ ἀλλοιοῦντος παθητικὰ ποότης ἢ πάθους δύναμις λέγεται,

οἷον ἐπὶ τοῦ βρέφους, ὅταν λέγῃ 〈τις〉 δυνάμει δρομικόν ἐστι, δυνάμει

φιλόσοφον καὶ ἁπλῶς ὅταν ἄρτι μὲν οὐκ ἔχῃ τὸ δύνασθαι ἐνεργεῖν,

περιόδοις 〈δὲ〉 χρονικαῖς ἐνδεχόμενον ἐγγενέσθαι τὸ δύνασθαι. ἀδυναμία

δέ, ὅταν ἀνεπίδεκτος ἁ φύσις ἁ ἐπὶ τῷ τινά ποτε ἐνέργειαν παραδέξασθαι,

7

οἷον ἀνθρώπῳ τὸ ἀναπτᾶναι ἀδύνατον καὶ ἵππῳ τὸ ὁμιλέειν καὶ ἀετῷ

βιοτεύειν ἐν ὕδατι ἢ ὅσα κατὰ φύσιν ἀδύνατα. σχῆμα δὲ λέγεται ἡ

τοιάδε διατύπωσις καὶ διάπλασις· μορφὰ δὲ ἡ ἔξωθεν ἐπιφαινομένη

ποιότης ἐκ χρώματος καὶ διαμόρφωσις ἢ ἡ ἐπιπολάζουσα εὔχροια ἢ

καὶ ἡ τοὐναντίον δύσχροια καὶ ἁπλῶς ἡ τοιάδε τις ἐπιβάλλουσα τῇ

ὄψει τῆς ἐπιφανείας μορφά. οἱ δὲ τὸ μὲν σχᾶμα ἐπὶ τῶν ἀψύχων διέλαβον,

τὰν δὲ μορφὰν ἐπὶ τῶν ἐμψύχων. οἱ δὲ εἶπον σχᾶμα μὲν τὸ ἐγχωροῦν

διὰ βάθους, μορφὰν δὲ τὴν ἐξ ἐπιπολῆς ἐπιφάνειαν, περὶ ὧν μεμαθήκατε.

<Λόγος τέταρτος 〈τοῦ πρός τι〉.> τῶν πρός τι γενικώ-

τερον διαίρεσις τετραχῶς διαιρέεται, φύσει, τέχνᾳ, τύχᾳ καὶ προαιρέσει·

φύσει μὲν ὡς πατὴρ πρὸς τὸν υἱόν, τέχνᾳ δὲ ὡς μαθητὴς πρὸς διδάσκαλον,

τύχᾳ δὲ ὡς δῶλος πρὸς δεσπόταν καὶ προαιρέσει ὡς φίλος πρὸς φίλον

καὶ ἐχθρὸς πρὸς ἐχθρόν, εἰ καὶ ἁπλῶς πάντα φύσει.

<Λόγος πέμπτος 〈τοῦ ποῦ〉.> τὸ ποῦ διαιρεῖται κατὰ τὸ

ἁπλούστερον ἑξαχῶς, ἄνω, κάτω, ἔμπροσθεν, ὄπισθεν, δεξιὰ καὶ

ἀριστερά. ποικίλλεται δὲ ἕκαστον τούτων· τοῦ γὰρ ἄνω πολλαὶ διαφοραὶ

ἐν αἰθέρι, ἐν ἄστροις μέχρι τοῦ πόλου, ὑπὲρ τὸν πόλον, καὶ τὰ κάτω

ὡσαύτως καὶ [τὰ] ἀπειράκις ἀπείρως τοῖς μερικωτέροις τόποις ποικίλλε-

ται. ἡ δὲ τούτων ἡ μεγίστη ἀμφιβολία λεχθήσεται.

<Λόγος τοῦ πότε ἕκτος.> τὸ δὲ πότε εἰς τὸν ἐνεστῶτα,

παρῳχαμένον καὶ μέλλοντα διαιρεῖται. ὁ ἐνεστὼς ἀδιαίρετος, ὁ

παρῳχαμένος εἰς ἐννέα, ὁ μέλλων εἰς πέντε. ἐν δὲ τοῖς ὑπερτάτοις

περὶ τούτων ἐλέχθη.

<Λόγος ἕβδομος τοῦ ποεῖν.> τὸ δὲ ποεῖν διαιρεῖται εἰς

πρᾶξιν καὶ λόγον καὶ διανόημα. ἁ πρᾶξις εἰς τὰν διὰ χειρῶν ἐργασίαν,

εἰς τὰν δι' ὀβελῶν καὶ ὀργάνων ἐργασίαν καὶ εἰς τὰν διὰ ποδῶν. καὶ

τούτων ἕκαστον εἰς ἰδικὰς ἐργασίας τὰς κατὰ μέρος διαιρουμένας. ὁ δὲ

λόγος εἰς τὰν Ἑλλάδα γλῶτταν, εἰς βάρβαρον· καὶ τούτων ἑκάστη εἰς

διαλέξεις ποικίλλεται [καὶ] διαφόρως, τὸ δὲ διανόαμα εἰς μυρία τῶν νοα-

μάτων ἐγκοσμίων τε καὶ ὑπερκοσμίων. ὑπὲρ τοῦ ποέειν καὶ ὁ λόγος καὶ

τὸ διανόαμα ἐνεργεῖαί ἐντι τοῦ λογικοῦ· φαμὲν γὰρ «τί ποέει ὁ δεῖνα;»

ἀποκρινόμεθα «ὁμιλέει, διαλέγεται, διανοέεται, λογίζεται» καὶ τὰ ἑξῆς.

<Λόγος ὄγδοος τοῦ πάσχειν.> τὸ πάσχειν διαιρεῖται εἰς

ψυχὴν καὶ σᾶμα καὶ τούτων ἕκαστον εἰς τὰ ἐξ ἐνεργείας ἑτέρου πάθη.

ἐξ ἐνεργείας δέ ἐστιν, ὅταν τύπτεταί τις. τὰ δὲ δίχα τοῦ ἐνεργοῦντος,

ἃ πάλιν εἰς τὰ μυρία τῶν παθέων εἴδη τὰν διαίρεσιν δέχεται.

8

<Λόγος ἔννατος τοῦ κέεσθαι.> τὸ δὲ κέεσθαι εἰς τρία

διαιρεῖται στάσιν, καθέδραν, ἀνάκλισιν, ὧν ἕκαστον πάλιν τρόποις

διαφόροις ποικίλλεται· ἅ τε γὰρ στάσις διάφορος ἢ ἐφ' ὅλου τοῦ πέλματος

ἢ ἐπ' ἄκρων δακτύλων ἢ ἐπ' ὀρθῶν τῶν ἰγνύων ἢ ὀκλαζόντων ἐπὶ

βημάτων ἴσων ἢ ἀνίσων, ἐπ' ἀμφοτέροις τοῖς ποσὶν ἢ ἐφ' ἑνὶ ποριζόμενον,

ἥ τε καθέδρα ὁμοίως ὄρθωσις πρηνής, ὕπτιος ἐπ' ὀρθογωνίῳ τῷ τῶν

γονάτων σχήματι καὶ ἀμβλυγωνίῳ ἢ ὀξυγωνίῳ καὶ ἐναλλὰξ τῶν ποδῶν

ἢ ἄλλως διακείμενος, ἥ τε ἀνάκλισις ὡσαύτως ἢ ὕπτιος ἀνάκειται ἢ

πρηνὴς καὶ πλάγιος ἐκτάδην ἢ ἡπλωμένως ἢ ἐν καμπύλῳ ἢ σκολιῷ

τῷ σχήματι. καὶ ἁπλῶς ποικίλος καὶ οὐ μονοειδὴς ἡ διαίρεσις. ἔτι

διαιρέεται τὸ κέεσθαι καὶ εἰς χύσιν ὡς ἐπὶ τοῦ σίτου, ψάμμου, ἐλαίου

καὶ ὕδατος καὶ τῶν λοιπῶν ὅσα τοῦ κέεσθαί ἐστι ξηρὰ ὄντα καὶ εἴ τι

ὑγρᾶς γνωρίζομεν φύσεως· καὶ μέντοι καὶ τὸ ἡπλῶσθαι τοῦ κεῖσθαί

ἐστιν, ὡς ἐπὶ λίνου καὶ τῶν ἐπιπλόων.

<Λόγος δέκατος τοῦ ἔχειν.> τὸ δὲ ἔχειν εἰς περίθεσιν

διαιρέεται, ὡς τὸ ὑποδεδέσθαι, ὡπλίσθαι, ἐσκεπάσθαι· εἴς τε ἔνθεσιν

ὡς ἐπὶ μεδίμνου καὶ κεραμίου καὶ τῶν λοιπῶν ἀγγείων· λέγομεν γὰρ

πυροὺς ἔχειν τὸν μέδιμνον ἢ οἶνον τὸν κέραμον· καὶ εἰς πλοῦτον καὶ

κτῆσιν, οἷον πλοῦτον ἔχον, ἀγρόν, ζεῦγος καὶ τὰ τούτοις παραπλήσια.

{Ὀψαρτυτικά}

{Περὶ ἀνδρὸς ἀγαθοῦ καὶ εὐδαίμονος}

Stob. 3.1.107 p. 57 He. (Mullach 1 p. 553, Nolle fr. 41 p. 44)

Τοῦ αὐτοῦ Περὶ ἀνδρὸς ἀγαθοῦ καὶ εὐδαίμονος.

Πρῶτον μὲν ὦν χρὴ τοῦτο γινώσκειν, ὅτι ὁ μὲν ἀγαθὸς ἀνὴρ οὐκ

εὐθέως εὐδαίμων ἐξ ἀνάγκας ἐστίν, ὁ δὲ εὐδαίμων καὶ ἀγαθὸς ἀνήρ

ἐστιν. ὁ μὲν γὰρ εὐδαίμων ἐξ ἐπαινετῶ καὶ μακαριστῶ γίνεται, ὁ δὲ

ἀγαθὸς ἀνὴρ ἐξ ἐπαινετῶ μόνον. γίνεται δὲ ὁ μὲν ἔπαινος ἐπ' ἀρετᾷ, ὁ

δὲ μακαρισμὸς ἐπ' εὐτυχίᾳ. καὶ ὁ μὲν ἀγαθὸς ἀνὴρ ἐπὶ τοῖς παρ' ἀρετᾶς

9

ἀγαθοῖς γίνεται τοιοῦτος, ὁ δ' εὐδαίμων καὶ ἐπὶ τοῖς διὰ τύχαν. καὶ

ὁ μὲν ἀγαθὸς ἀνὴρ ἀναφαίρετον ἔχει τὰν ἀρετάν, ὁ δ' εὐδαίμων ἔστιν

ὅκα ἀφαιρέεται τὰν εὐδαιμοσύναν. τᾶς μὲν γὰρ ἀρετᾶς ἀνυπεύθυνος ἁ

δύναμις, τᾶς δ' εὐδαιμοσύνας εὐθυνομένα. νόσοι τε γὰρ μακραὶ σώματος

καὶ πηρώσιες αἰσθαταρίων ἀπομαραίνοντι τὰν εὐθάλειαν τᾶς

εὐδαιμοσύνας.

Stob. 3.1.108 p. 58 He. (Mullach 1 p. 553, Nolle fr. 42 p. 45)

Ἐν ταὐτῷ. Διαφέρει δὲ θεὸς ἀνθρώπω ἀγαθῶ, ὅτι θεὸς μὲν οὐ μόνον

εἰλικρινῆ καὶ διυλισμέναν ἔχει τὰν ἀρετὰν ἀπὸ παντὸς τῶ θνατῶ

πάθεος, ἀλλὰ καὶ τὰν δύναμιν αὐτᾶς ἄτρυτον πέπαται καὶ ἀνυπεύθυνον,

ὡς πρὸς αἰωνίων ἔργων σεμνότητά τε καὶ μεγαλοπρέπειαν. ἄνθρωπος

δ' οὐ μόνον τῶ θνατῶ τῆς φύσεως καταστάματι μείονα ταύταν πέπαται,

ἔστι δ' ὅκκα καὶ δι' ἀγαθῶν ἀμετρίαν καὶ διὰ συνήθειαν ἰσχυρὰν καὶ

διὰ φύσιν μοχθηρὰν καὶ δι' ἄλλας αἰτίας πολλὰς ἀδυνατεῖ κατ' ἄκρας

γεναθῆμεν παναλαθέως ἀγαθός.

Stob. 3.1.109 p. 58 He. (Mullach 1 p. 553, Nolle fr. 43 p. 45)

Ἐν ταὐτῷ. Φαμὶ δὴ τὸν ἀγαθὸν ἄνδρα τοῦτον εἶμεν, τὸν πράγμασι

μεγάλοις καὶ καιροῖς καλῶς χρεόμενον. οὗτος δέ κ' εἴη ὁ εὐτυχίαν τε

δυνάμενος καλῶς φέρεν καὶ πάλιν ἀτυχίαν, καὶ ὁ ἔν τε τοῖς καλοῖς καὶ

τιμίοις ἄξιος γενόμενος τῶν ὑποκειμένων καὶ μεταβαλοίσας τᾶς τύχας

εὖ τὸ παρὸν ἐκδεχόμενος. εἰ δὲ συντόμως τε καὶ κεφαλαιωδῶς δεῖ

φράσαι, ὁ ἐν πάντεσσι τοῖς καιροῖς καλῶς ἀγωνιζόμενος ἐκ τῶν

ἐνδεχομένων, καὶ μὴ μόνον αὔταυτον οὕτως διατιθείς, ἀλλὰ καὶ τοὺς

ἐμπιστεύσαντας αὐτῷ καὶ συναγωνισαμένους.

Stob. 3.1.110 p. 59 He. (Mullach 1 p. 553, Nolle fr. 44 p. 45)

Ἐν ταὐτῷ. Ἐπεὶ ὦν τῶν ἀγαθῶν ἃ μὲν αὐτά ἐντι δι' αὔταυτα αἱρετά,

οὐ μὰν δι' ἕτερον· ἃ δὲ δι' ἕτερον, οὐ μὰν δι' αὔταυτα· εἴη ὦν κα τρίτον

τι εἶδος ἅτερον ἀγαθῶν, ὃ καὶ δι' αὔταυτον αἱρετόν ἐντι καὶ δι' ἕτερον.

τίν' ὦν [οὖν] ἐντὶ τὰ τοιαῦτα τῶν ἀγαθῶν, ἅπερ αὐτὰ δι' αὔταυτα

αἱρετὰ πέφυκεν ἦμεν, οὐ μὰν δι' ἕτερον; φανερὸν ὅτι ἁ εὐδαιμοσύνα.

10

ταύτας γὰρ ἕνεκα τὰ ἄλλα αἱρεόμεθα, αὐτὰν δὲ ταύταν οὐδενὸς ἀτέρω.

τίνα δὲ πάλιν ἐντί, ἃ δι' ἅτερον μὲν αἱρεόμεθα [αὐτὰν δὲ ταύταν αἱ-

ρεόμεθα] οὐ μὰν δι' αὔταυτά γε; δᾶλον ὅτι τὰ ὠφέλιμα καὶ τὰ

προαιρετικὰ τῶν ἀγαθῶν, ἅπερ αἴτια γίνεται τῶν ἁτέρων, οἷον πόνοι

μὲν σώματος καὶ γυμνάσια καὶ τρίψιες εὐεκτίας, ἀναγνώσιες δὲ καὶ

μελέται καὶ ἐπιτηδεύσιες καλῶν καὶ ἀρετᾶς. τίνα δὲ καὶ δι' αὔταυτα

αἱρετὰ καὶ [τὰ] δι' ἕτερον; οἷον αἵ τε ἀρεταὶ καὶ αἱ ἕξιες αὐτῶν, καὶ αἱ

προαιρέσιες, καὶ αἱ πράξιες, καὶ πᾶν τὸ ἐχόμενον τᾶς τῶ καλῶ οὐσίας.

τὸ μὲν ὦν δι' αὔταυτο αἱρετόν, οὐ μὰν δι' ἕτερον, μονῆρες ἀγαθόν

ἐντι καὶ ἕν· τὸ δὲ καὶ δι' αὔ〈ταυ〉το καὶ δι' ἅτερον τριχᾷ δέδασται.

τὸ μὲν γάρ τι αὐτῶ περὶ ψυχάν ἐστι, τὸ δὲ περὶ σῶμα, τὸ δέ τι ἐκτός·

περὶ ψυχὰν μὲν αἱ τᾶς ψυχᾶς ἀρεταί, περὶ σῶμα δὲ αἱ τῶ σώματος,

ἐκτὸς δὲ φίλοι δόξα τιμὰ πλοῦτος. παραπλησίως δὲ καὶ τὸ δι' ἅτερον

αἱρετόν· τὸ μὲν γάρ τι αὐτῶ τὰ ποιητικὰ τῶν τᾶς ψυχᾶς ἀγαθῶν,

περὶ σῶμα δὲ τὰ τῶ σώματος, ἐκτὸς δὲ τὰ αἴτια πλούτω καὶ δόξας

καὶ τιμᾶς καὶ φιλίας. ὅτι δὲ τὰν ἀρετὰν ἦμεν συμβέβακεν αὐτὰν δι'

αὐταύταν αἱρετάν, δᾶλον καὶ ἐκ τῶνδε. εἰ γὰρ τὰ καταδεέστερα τᾷ

φύσει, λέγω δὴ τὰ σώματος ἀγαθά, αὐτὰ δι' αὔταυτα αἱρεόμεθα,

κρέσσον δὲ ψυχὰ σώματος, φανερὸν ὅτι καὶ τὰ τᾶς ψυχᾶς ἀγαθὰ αὐτὰ

δι' αὔταυτα ἀγαπέομες, ἀλλ' οὐ διὰ τὰ ἀποβαίνοντα ἀπ' αὐτῶν.

Stob. 3.1.111 p. 61 He. (Mullach 1 p. 555, Nolle fr. 45 p. 46)

Ἐν ταὐτῷ. Ὅτι ὁ ἀγαθὸς ἀνὴρ οὕτω διάκειται ποτ' εὐτυχίαν, ὥσπερ

καὶ ὁ τῷ σώματι καλῶς ἔχων καὶ ῥωμαλέως. καὶ γὰρ ἐκεῖνος οἷός τε

καὶ θάλπος καὶ ψῦχος ὑπομένεν καὶ βάρος ἆραι μέγα καὶ πολλὰς ἁτέρας

εὐχερῶς ὑπομένεν κακοπαθείας.

Stob. 3.1.112 p. 61 He. (Mullach 1 p. 554, Nolle fr. 46 p. 46)

Ἐν ταὐτῷ. Τῶ δ' ἀνθρωπίνω βίω καιροὶ τρεῖς, ὁ μὲν ἐν εὐτυχίᾳ ὁ

δ' ἐν ἀτυχίᾳ, ὁ δὲ μεταξὺ τούτων. ἐπεὶ ὦν ἀγαθὸς ἀνὴρ ὁ ἔχων ἀρετὰν

καὶ ὁ χρεόμενος ἀρετᾷ, χρᾶται δὲ αὐτᾷ κατὰ τὼς τρεῖς καιρώς· ἢ γὰρ

ἐν ἀτυχίᾳ ἢ ἐν εὐτυχίᾳ ἢ ἐν τοῖς μεταξὺ τούτων· καὶ ἐν ἀτυχίᾳ μέν

11

ἐντι κακοδαίμων, ἐν δ' εὐτυχίᾳ εὐδαίμων, ἐν δὲ τᾷ μέσᾳ καταστάσει

οὐκ εὐδαίμων· φανερὸν οὖν ὅτι οὐδὲν ἅτερόν ἐστιν εὐδαιμοσύνα ἀλλ'

ἢ χρᾶσις ἀρετᾶς ἐν εὐτυχίᾳ. λέγομες δὲ νῦν εἰδαιμοσύναν τὰν τῶ

ἀνθρώπω. ὁ δ' ἄνθρωπος οὐχ ἁ ψυχὰ μόνον, ἀλλὰ καὶ τὸ σῶμα· τὸ γὰρ

ἐξ ἀμφοτέρων ζῷον καὶ τὸ ἐκ τοιούτων ἄνθρωπος. καὶ γὰρ εἰ τᾶς

ψυχᾶς ὄργανον τὸ σῶμα πέφυκεν, ἀλλὰ καὶ τῶ ἀνθρώπω μέρος καὶ

τοῦτο καὶ ἁ ψυχά. διὸ καὶ τῶν ἀγαθῶν ἃ μὲν ἔντι τῶ ἀνθρώπω, ἃ δὲ

τῶν μερέων. καὶ ἀνθρώπω μὲν ἀγαθὸν εὐδαιμοσύνα· τῶν δὲ μερέων τῶ

ἀνθρώπω ψυχᾶς μὲν φρόνασις ἀνδρεία δικαιοσύνα σωφροσύνα, σώματος

δὲ κάλλος ὑγίεια εὐεκτία εὐαισθησία. τὰ δ' ἐκτὸς πλοῦτος καὶ δόξα

καὶ τιμὰ καὶ εὐγένεια πέφυκεν ἐπιγεννάματα ἦμεν τῶ ἀνθρώπω καὶ

ἀκόλουθα 〈τοῖς〉 φύσει προϋφεστακόσιν ἀγαθοῖς· δορυφορεῖται τὰ

μῄονα τῶν ἀγαθῶν τὰ μέζονα· φιλία μὲν καὶ δόξα καὶ πλοῦτος σῶμα

καὶ ψυχάν, ὑγίεια δὲ καὶ ἰσχὺς καὶ εὐαισθησία ψυχάν, φρόνασις δὲ καὶ

ἀνδρεία καὶ σωφροσύνα καὶ δικαιοσύνα τὸν νόον τᾶς ψυχᾶς, ὁ δὲ νόος

τὸν θεόν· οὗτος γὰρ ὁ κράτιστός ἐστι καὶ ὁ ἁγεμονεύων. καὶ τούτω

ἕνεκα καὶ τὰ ἄλλα τῶν ἀγαθῶν δεῖ παρῆμεν. στρατεύματος μὲν γὰρ

ἁγεῖται στρατηγός, πλωτήρων δὲ κυβερνάτας, τῶ δὲ κόσμω θεός, τᾶς

δὲ ψυχᾶς νόος, τᾶς δὲ περὶ τὸν βίον εὐδαιμοσύνας φρόνασις· οὐθὲν γὰρ

ἅτερόν ἐστι φρόνασις, εἰ μὴ ἐπιστάμα τᾶς περὶ τὸν βίον εὐδαιμοσύνας, ἢ

ἐπιστάμα τῶν κατὰ φύσιν ἀνθρώπω ἀγαθῶν.

Stob. 3.1.113 p. 63 He. (Mullach 1 p. 555, Nolle fr. 47 p. 47)

Ἐν ταὐτῷ. Καὶ θεῶ μὲν εὐδαιμοσύνα καὶ βίος ἄριστος, τῶ δ' ἀνθρώπω

ἐξ ἐπιστάμας καὶ ἀρετᾶς καὶ τρίτω εὐτυχίας σωματουμένα παραγίνεται.

λέγω δὲ ἐπιστάμαν σοφίαν μὲν τῶν θείων καὶ δαιμονίων, φρόνασιν δὲ

τῶν ἀνθρωπίνων καὶ 〈τῶν〉 περὶ τὸν βίον· τὰς γὰρ λόγοις καὶ

ἀποδειξίεσι ποτιχρωμένας ἀρετὰς δέον ἐπιστάμας ποταγορεύεν· ἀρετὰν

δὲ τὰν ἠθικὰν καὶ βελτίσταν ἕξιν τῶ ἀλόγω μέρεος τᾶς ψυχᾶς, καθ'

ἃν καὶ ποιοί τινες ἦμεν λεγόμεθα κατὰ τὸ ἦθος, οἷον ἐλευθέριοι δίκαιοι

καὶ σώφρονες· εὐτυχίαν δὲ τὰν παρὰ τὸν λόγον τῶν ἀγαθῶν παρουσίαν

καὶ μὴ δι' αὐτὸν γινομέναν. ἐπεὶ ὦν ἁ μὲν ἀρετὰ καὶ ἐπιστάμα ἐφ'

ἁμῖν, ἁ δ' εὐτυχία οὐκ ἐφ' ἁμῖν· ἐν δὲ θεωρίαις καὶ πράξεσι τῶν καλῶν

12

τὸ εὐδαιμονέν· αἱ δὲ θεωρίαι καὶ αἱ πράξιες ποτάντεις μὲν οὖσαι λει-

τουργίαν καὶ ἀνάγκαν ἐπιφέροντι, εὐοδοῦσαι δὲ διαγωγὰν καὶ

εὐδαιμοσύναν· γίνεται δὲ ταῦτα ἐν εὐτυχίᾳ· φανερὸν ὅτι οὐδὲν ἅτερόν

ἐστιν εὐδαιμοσύνα, εἰ μὴ χρᾶσις ἀρετᾶς ἐν εὐτυχίᾳ.

Stob. 3.1.114 p. 64 He. (Mullach 1 p. 555, Nolle fr. 48 p. 48)

Ἐν ταὐτῷ. Ἐπεὶ ὦν εὐδαιμοσύνα χρᾶσις ἀρετᾶς ἐν εὐτυχίᾳ, περὶ

ἀρετᾶς καὶ εὐτυχίας λέγωμες, καὶ πρῶτον περὶ εὐτυχίας. τῶν γὰρ

ἀγαθῶν ἃ μὲν οὐκ ἐπιδέχεται ὑπερβολάν, οἷον ἀρετά· οὐ γάρ ἐστιν

ὑπερβάλλουσά τις ἀρετὰ καὶ ὑπερβαλλόντως τις ἀγαθός· ἁ γὰρ ἀρετὰ

στάθμαν ἔχει τὸ δέον, καὶ ἔστι τῶ δέοντος ἕξις ἐν τοῖς πρακτοῖς. ἁ δ'

εὐτυχία καὶ τὰν ὑπερβολὰν ἐπιδέχεται καὶ τὰν μῄωσιν. ὑπερβάλλοισα

δὲ γεννᾷ τινας κακίας καὶ ἐξίστησι τὸν ἄνθρωπον ἐκ τᾶς κατὰ φύσιν

ἕξιος, ὥστε πολλάκις ἀντιβαίνεν καὶ τᾷ συστάσει τᾶς ἀρετᾶς. καὶ οὐ

μόνον ἁ εὐτυχία, ἀλλὰ καὶ ἅτεραι αἰτίαι πλείονες. οὐδέποκα γὰρ δεῖ

θαυμαίνεν περὶ μὲν αὐλητικὰν ἦμέν τινας ἀλαζόνας, οἳ τὰ ποτ' ἀλάθειαν

ἐάσαντες φαντασίᾳ τινὶ ψευδεῖ τὼς ἀμώσως αἱρέοντι, περὶ δὲ τὰν

ἀρετὰν μὴ ἦμεν τὸ τοιοῦτον γένος, ἀλλ' ὅσῳ περ σαμνότερόν ἐστι,

τοσούτῳ καὶ τὸ ποτιποιούμενον περὶ αὐτὰν πλέον ἦμεν γένος. πολλὰ

γάρ ἐστι τὰ διαστρέφοντα τὰς περὶ τὰν ἀρετὰν ἐπιφανείας, ὧν ἓν μέν

ἐστι τὸ τῶν ἐπιβουλευόντων καὶ ποτιποιουμένων γένος· ἅτερα δὲ

φυσικὰ πάθεα παρακολουθέοντα ἐνίοκα ποιέοντι ἐναντίαν ἐπιπρέπειαν

τᾶς ἀληθινᾶς διαθέσιος· τινὰ δὲ καὶ δι' ἔθος συνεκτεθραμμένα ἐκ

παλαιῶν χρόνων· οὐκ ὀλίγα δὲ καὶ δι' ἁλικίας ἁβατικάς τε καὶ γεροντικάς,

καὶ δι' εὐτυχίας ἢ καὶ ἀτυχίας, καὶ δι' ἁτέρως παμπλαθέας τρόπως.

ὥστε οὐδέποκα δεῖ θαυμαίνεν, εἰ πάντ' ἀντεστραμμένως ἐνίοκα κρίνεται,

τᾶς ἀληθινᾶς διαθέσιος μεταπιπτοίσας. ὥσπερ καὶ τέκτονα τὸν ἄριστον

εἶμεν δοκέοντα πολλὰ ἐν τοῖς ὑποκειμένοις ἔργοις ὁρέομες ἁμαρτάνοντα,

καὶ στραταγὸν καὶ κυβερνάταν καὶ γραφέα καὶ πάντας ἁπλῶς, καὶ

ὅμως οὐκ ἀποστεροῦμες τᾶς ὑπαρχοίσας ἕξιος· οὕτως οὐδὲ τὸν ἀκο-

λασταίνοντα ἔν τισι καιροῖς οὐδὲ τὸν ἀδικήσαντα οὐδὲ τὸν

13

ἀποδειλιάσαντα εἰς τὼς κακὼς τακτέον ἄνδρας, οὐδὲ μὰν τὼς τούτων

τι κατορθώσαντας εἰς τὼς ἀγαθώς· ἀλλὰ τοῖς τε φαύλοις τὸ τυχὲν

ποτὲ δοτέον τοῖς τε ἀγαθοῖς τὸ διαμαρτάνεν· τὰν δὲ ἀλαθινὰν κρίσιν

〈κριτέον〉 οὐ ποθ' ἕνα καιρὸν ἐπιβλέποντας οὐδ' ἐπὶ χρόνου τι πλᾶ-

θος, ἀλλ' ἐπὶ πάντα τὸν βίον. ὥσπερ δὲ τὸ σῶμα βλάπτει μὲν καὶ τὸ

τᾶς ἐνδείας καὶ τὸ τᾶς ὑπερβολᾶς εἶδος, οὐ μὰν ἀλλὰ νόσως γε μέζονας

ἐμποιεῖν πέφυκεν ἁ ὑπερβολὰ καὶ τὰ καλεόμενα περισσώματα· οὕτω

καὶ 〈τὰν〉 ψυχὰν βλάπτει μὲν καὶ τὸ τᾶς εὐτυχίας ἢ ἀτυχίας εἶδος

ἀκαίρως παραγενόμενον, οὐ μὰν ἀλλὰ νόσως γε μέζονας ποὲν πέφυκεν

ἁ λεγομένα παρὰ πάντεσσιν εὐτυχία, ὥσπερ οἶνος καταμεθύσκουσα

τοῖς ἀγαθοῖς τὰν διάνοιαν.

Stob. 3.1.195 p. 148 He. (Mullach 1 p. 556, Nolle fr. 49 p. 49)

Ἀρχύτα Πυθαγορείου Περὶ ἀνδρὸς ἀγαθοῦ καὶ εὐδαίμονος. Ὅθεν οὐκ

ἀτυχίαν ἐνεγκὲν ἐμμελῶς χαλεπώτερόν ἐστιν, ἀλλ' εὐτυχίαν. πάντες

[μὲν] γὰρ ἐν ἀτυχίᾳ μὲν ὄντες ὡς ἐπὶ πολὺ μέτριοι καὶ κόσμιοι τὸ

ἦθος εἶμεν φαίνονται, ἐν δ' εὐπραγίαις ἀνδρεῖοι, μεγαλόφρονες,

μεγαλόψυχοι. δεινὰ γὰρ 〈ἁ〉 ἀτυχία συναγαγὲν καὶ καταρτίσαι τὰν

ψυχάν, ἁ δ' εὐπραγία τοὐναντίον ἐπᾶραι καὶ κενῶσαι. διὸ ποθεκτικοὶ

μὲν ἅπαντες καὶ συνετοὶ τὸν τρόπον ἀτυχέοντες, ἐπιθετικοὶ δὲ καὶ

θαρσαλέοι τὸν τρόπον εὐτυχίοντες.

Stob. 3.1.196 p. 149 He. (Mullach 1 p. 556, Nolle fr. 50 p. 49)

Ἐν ταὐτῷ. Ὅρος δέ ἐστιν εὐτυχίας, ἃν προέλοιτο ὁ ἀγαθὸς ἀνὴρ

συνεργὸν αὐτῷ γινομέναν ποττὰς ἰδίας πράξιας· ὥσπερ καὶ μέγεθος

ναὸς καὶ μέγεθος παδαλίω, ᾧ καθικνεῖσθαι δύναται ὁ ἀγαθὸς κυβερνάτας

μεγάλα πελάγεα διαπεραιούμενος καὶ μεγάλαν ναυκλαρίαν στελλόμενος.

ἁ δ' ὑπερβολὰ τᾶς εὐτυχίας τοῖς ἀγαθοῖς οὐ κρατεῖσθαι πέφυκεν

ὑπὸ τᾶς ψυχᾶς, ἀλλὰ κρατὲν αὐτᾶς. ὥσπερ γὰρ τὸ λαμπρὸν φάος

μαραυγίαν περιτίθησι τοῖς ὀφθαλμοῖς, οὕτω καὶ ἁ ὑπερβάλλουσα

εὐτυχία τῷ νόῳ τᾶς ψυχᾶς. καὶ περὶ μὲν οὖν εὐτυχίας ἅλις εἰρήσθω.

Stob. 3.3.65 p. 217 He. (Mullach 1 p. 556, Nolle fr. 51 p. 49)

Ἀρχύτα Πυθαγορείου ἐκ τοῦ Περὶ ἀνδρὸς ἀγαθοῦ καὶ εὐδαίμονος. Φρόνιμος

14

δὲ ἀνὴρ οὕτως ἂν μάλιστα γένοιτο· φύσιος πρᾶτον εὐστόχω τε καὶ

μναμονικᾶς καὶ φιλοπόνω τυχών, ἐν λογισμοῖς τε καὶ μαθημάτεσσι

καὶ ταῖς ποτ' ἀκρίβειαν θεωρίαις εὐθὺς ἐκ νέω γυμνάσαιτο τὰν διάνοιαν,

φιλοσοφίας ἁπτόμενος ὀρθᾶς, μετὰ δὲ ταῦτα ἐθέων τε καὶ νόμων καὶ

βίων ἀνθρωπίνων ἐμπειρίαν λάβοι. δύο γάρ ἐντι ἐξ ὧν τῶ φρονίμω

διάθεσις παραγίνεται, ὧν τὸ μέν ἐστιν ἕξιν μαθηματικήν τε καὶ γνωστικὴν

λαβεῖν, τὸ δὲ θεωρήματα καὶ πράγματα πολλὰ ἐπελθέν, τὰ μὲν καὶ

αὐτὸν ἰδόντα, τὰ δὲ καὶ δι' ἑτέρω τινὸς τρόπω κατανοήσαντα. οὔτε

γὰρ ὁ ἐν λογισμοῖς καὶ μαθημάτεσσι καὶ ταῖς ποτ' ἀκρίβειαν θεωρίαις

εὐθὺς ἐκ νέω γυμνάσας τὰν διάνοιαν ἱκανός ἐστι ποτὶ φρόνασιν· οὔθ'

ὁ τούτων μὲν ἀπολειφθείς, ἐν 〈δ'〉 ἀκροαμάτεσσι πολλοῖς καὶ πραγμά-

τεσσιν ἀναστρεφθείς. ἀλλ' ὁ μὲν ἐν τῷ καθ' ἕκαστα κρίνεν τυφλὸς ἐγένετο

τὰν διάνοιαν· ὁ δ' ἐν τῷ καθόλω θεωρὲν ἀεί. καθάπερ 〈γὰρ ἔνι〉 ἐπὶ

τῶν λογισμῶν τὰ μέρεα συντιθέντας τὸ ὅλον ἐξ αὐτῶν λογίζεσθαι,

οὕτω καὶ ἐπὶ τῶν πραγμάτων δύναται ὁ μὲν λόγος τὰν καθόλω θεωρίαν

ὑπογράφεν, ἁ δ' ἐμπειρία καθ' ἕκαστα κρίνεν.

Stob. 4.50.28 p. 1031 He. (Mullach 1 p. 557, Nolle fr. 52 p. 50)

Ἀρχύτα Πυθαγορείου ἐκ τοῦ Περὶ ἀνδρὸς ἀγαθοῦ καὶ εὐδαίμονος. Παρα-

πλησίως δὲ καὶ γῆρας ἔχει ποτὶ νεότατα, καὶ ποεῖ ἁ μὲν νεότας

ἐγχειρητικώς, τὸ δὲ γῆρας ποτινοατικώς ... καὶ μηδέποκα ἀφύλακτον

αὐτὸ ἀφίεμεν διανοίας, ἀλλὰ καὶ τί πράσσει καὶ τί πέπραγεν ἐπισκοπεῖ,

ἵνα τὰ μὲν μέλλοντα τοῖς παρεόντεσσι σταθμευόμενος, τὰ δ' ἐνεστακότα

τοῖς παρῳχημένοις αὐτὸς αὐταυτὸν διορθοῦν δύνηται, ποτὶ μὲν τὸν

παροιχόμενον 〈χρόνον〉 τὰν μνάμαν ἐφαρμόζων, ποτὶ δὲ τὸν παρεόντα

τὰν αἴσθασιν, ποτὶ δὲ τὸν μέλλοντα τὰν πρόνοιαν. ἔστι γὰρ ἀεὶ μνάμα

μὲν ἁμὶν τῶ παρεληλυθότος χρόνω, πρόνοια δὲ τῶ μέλλοντος, αἴσθασις

15

δὲ τῶ παρεόντος. διὸ δὴ δεῖ τὸν ὀρθῶς καὶ καλῶς βιοτεύεν μέλλοντα

μὴ μόνον αἰσθατικὸν καὶ μναμονικὸν ἀλλὰ καὶ προνοατικὸν ἦμεν.

{Περὶ ἀντικειμένων}

Simpl. CAG 8 p. 407.15 K. (Schulte p. 75, Nolle p. 39)

Συμπληρωθέντος δὲ τοῦ παρὰ Ἀριστοτέλει περὶ τῆς τῶν ἀντικειμένων διαφορᾶς

λόγου καλῶς ἂν ἔχοι καὶ τὰ Ἀρχύτου περὶ αὐτῶν ἐν τῷ Περὶ ἀντικειμένων

βιβλίῳ ἀρχέτυπα τῶν εἰρημένων ὄντα παραγεγράφθαι, καὶ μάλιστα, ὅτι οὐδὲ

ὁ θεῖος Ἰάμβλιχος ἀπὸ τούτου τοῦ βιβλίου τι τοῖς ὑπομνήμασιν ἐνέταξεν, καὶ

ἴσως οὐκ ἦλθεν εἰς αὐτόν· οὐ γὰρ ἂν αὐτὸ παρῆκεν ὁ τὸ τοῦ Ἀριστοτέλους

Περὶ ἀντικειμένων βιβλίον ἐπισκεψάμενος. ἔχει δὲ οὕτως· καὶ κατὰ νόμον

καὶ κατὰ φύσιν ἀντικεῖσθαι ἀλλήλοις λέγεται τὰ μὲν ὡς ἐναντία, οἷον

ἀγαθὸν κακῷ καὶ ὑγιὲς κάμνοντι καὶ ἀληθὲς ψευδεῖ· τὰ δὲ ὡς ἕξις

στερήσει, οἷον ζωὰ θανάτῳ καὶ ὅρασις τυφλότατι καὶ ἐπιστάμα λάθᾳ·

τὰ δὲ ὡς πρός τί πως ἔχοντα, οἷον διπλάσιον ἡμίσει, ἄρχον ἀρχομένῳ

καὶ δεσπόζον δεσποζομένῳ· τὰ δὲ ὡς κατάφασις ἀποφάσει, οἷον τὸ

ἄνθρωπον ἦμεν τῷ μὴ ἦμεν καὶ τὸ σπουδαῖον ἦμεν τῷ μὴ ἦμεν.

Simpl. CAG 8 p. 407.26 K. Ἐκθέμενος οὕτως τὰς τέσσαρας

ἀντιθέσεις ἐπάγει ταῦτα περὶ τῆς διαφορᾶς αὐτῶν· διαφέροντι δὲ ταῦτα

ἀλλάλων, ὅτι τὰ μὲν ἐναντία οὐκ ἀναγκαῖα ἅμα γίνεσθαι οὐδ' ἅμα

φθείρεσθαι. ὑγίεια γὰρ νόσῳ ἐναντίον καὶ ἀρεμία κινήσει, ἀλλ' οὔτε

ὑγεία νόσῳ συνυπάρχει οὔτε ἀρεμία κινήσει, οὐδὲ μὰν ἅμα γίνεται

οὐδὲ μὰν ἅμα φθείρεται ἑκάτερον αὐτῶν. ἕξις δὲ [γενέσιος] καὶ στέρησις

διαφέροντι τούτων, ὅτι τὰ μὲν ἐναντία μεταβάλλειν πέφυκεν εἰς ἄλλαλα,

οἷον τὸ ὑγιὲς ἐς τὸ κάμνον καὶ τὸ κάμνον ἐς τὸ ὑγιὲς καὶ τὸ ὀξὺ ἐς

τὸ βαρὺ καὶ τὸ βαρὺ ἐς τὸ ὀξύ, ἕξις δὲ καὶ στέρησις οὐκέτι, ἀλλ' ἕξις

μὲν ἔρχεται εἰς τὰν στέρασιν, στέρησις δὲ οὐκ ἔρχεται εἰς τὴν ἕξιν·

16

τὸ μὲν γὰρ ζῷον θνᾴσκει, τὸ δέ γε θνᾷσκον οὐδέποκα ζήσει. ὅλως δὲ

ἕξις μέν ἐντι συνοχὰ τῶ κατὰ φύσιν, στέρησις δὲ ἔκλειψις τῶ κατὰ φύσιν.

τὰ δὲ πρός τι ἅμα ἀναγκαῖα καὶ γίνεσθαι καὶ φθείρεσθαι· ἀδύνατον γὰρ

διπλάσιον μὲν ἦμεν, ἡμίσεον δὲ μή, ἢ ἡμίσεον μὲν ἦμεν, διπλάσιον δὲ

μή, καὶ αἴκα τι γένηται διπλάσιον, ἅμα καὶ ἡμίσεον γίνεται, καὶ αἴκα τι

φθείρεται διπλάσιον, ἅμα καὶ ἡμίσεον φθείρεται. κατάφασις δὲ καὶ

ἀπόφασις [καὶ] λόγου εἴδεά [καὶ μᾶλλον] ἐντι καὶ ἀλαθέος καὶ ψευδέος,

μᾶλλόν ἐντι σημαντικά. τὸ γὰρ ἦμεν ἄνθρωπον ἀληθές ἐστιν, ὅκκα

ὑπάρχῃ, ψευδὲς δέ, ὅκκα μὴ ὑπάρχῃ. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τᾶς

ἀποφάσιος· καὶ γὰρ αὐτὰ ἀλαθὴς ἢ ψευδὴς παρὰ τὸ πρᾶγμα τὸ σημαινό-

μενον· ἀληθὴς μέν, ὅκκα ὑπάρχῃ, ψευδὴς δέ, ὅκκα μὴ ὑπάρχῃ. ἔτι

ἀγαθῶ μὲν καὶ κακῶ μέσον τι, τὸ μήτε ἀγαθὸν μήτε κακόν, καὶ πολλῶ

καὶ ὀλίγω τὸ μέτριον, καὶ βραδέος καὶ ταχέος τὸ ἰσοταχές, ἕξιος δὲ

καὶ στερήσιος οὐδέν ἐντι μέσον· ζωᾶς τε γὰρ καὶ θανάτω μεταξὺ οὐδὲν

καὶ ὁράσιος καὶ τυφλότητος, εἰ μή τις λέγοι τὸ μήπω γενόμενον ζῷον,

ἀλλὰ γινόμενον, μεταξὺ ἦμεν ζωῆς καὶ θανάτω καὶ τὸ μήπω βλέπον

κυνίδιον μεταξὺ ἦμεν τῶ τετυφλῶσθαι καὶ ὁρῆν. οὕτω δὲ λέγων κατὰ

συμβεβηκὸς ἀποδώσει τὰν μεσότατα, οὐ κατὰ τὸν οἰκεῖον ὅρον τῶν

ἐναντιοτάτων. τὰ δὲ πρός τι ἐπιδέχεται μεσότατας· μεταξὺ γὰρ τῶ

δεσπόζοντος καὶ δούλω τὸ ἐλευθέριον καὶ μεταξὺ τοῦ μείζονος καὶ

μείονος τὸ ἴσον καὶ μεταξὺ τοῦ πλατέος καὶ στενῶ τὸ ἐφαρμόζον. καὶ

τῶν ἄλλων ἐναντίων εὑρεθήσεταί τι μέσον, ἢ καὶ ὠνυμασμένον ἢ καὶ

ἀνώνυμον. καταφάσιος δὲ 〈καὶ ἀποφάσιος〉 μεταξὺ οὐδέν ἐντι, οἷον

τῶ τε ἦμεν ἄνθρωπον καὶ τῶ μὴ ἦμεν ἄνθρωπον καὶ τῶ ἦμεν μουσικὸν

καὶ τῶ μὴ μουσικόν. καὶ ἄλλως δὲ ἀνάγκα καταφῆσαι ἢ ἀποφῆσαι

λέγοντα περί τινος· καταφῆσαι μέν, ὅκκα τι εἶναι δηλοῖ, οἷον ἄνθρωπον,

ἵππον, καὶ συνυπάρχεν τι τούτῳ οἷον ἀνθρώπῳ μὲν τὸ μουσικῷ ἦμεν,

ἵππῳ δὲ τὸ πολεμιστᾷ· ἀποφῆσαι δέ, ὅκκα μὴ ἦμέν τι δαλοῖτο, οἷον

μὴ ἦμεν ἄνθρωπον ἢ μὴ ἦμεν ἵππον, ἢ μὴ συνυπάρχεν τι τούτῳ, οἷον

μὴ ἦμεν τὸν ἄνθρωπον μουσικὸν ἢ μὴ ἦμεν τὸν ἵππον πολεμιστάν·

μεταξὺ δέ γε τᾶς καταφάσιος αὐτᾶς καὶ ἀποφάσιος οὐδέν.

17

Simpl. CAG 8 p. 391.1 K. (Schulte p. 79, Nolle p. 41) Καλὸν δὲ

ἂν εἴη λοιπὸν καὶ τὰ Ἀρχύτου παραθέσθαι περὶ τῆς τῶν ἐναντίων διαφορᾶς

ἔχοντα οὕτως· διαιρεῖται δὲ καὶ τὰ τῶν ἀντιθέσεων τούτων εἰς τὰ

ποτεχέα εἴδεα ἀλλάλοις· τῶν γὰρ ἐναντίων ἃ μὲν ἄμεσά ἐντι, ἃ δὲ

ἔχει μέσον· μεταξὺ γὰρ ὑγείας καὶ νόσω οὐδέν ἐντι μέσον οὐδὲ ἀρεμίας

καὶ κινάσιος οὐδὲ ἐγραγορότος καὶ ὑπνόωντος οὐδὲ εὐθέος καὶ καμπύλω

οὐδὲ τᾶν ἀλλᾶν ἐναντιοτάτων, πολλῶ δὲ καὶ ὀλίγω μεταξὺ τὸ μέτριον,

καὶ ὀξέος δὲ καὶ βαρέος τὸ ὁμόφωνον καὶ ταχέος καὶ βραδέος τὸ ἰσοταχὲς

καὶ μέζονος καὶ μείονος τὸ ἴσον. τὸ καθόλω ὦν, ὧν μὲν ἐναντιοτάτων

ἀναγκαῖον μίαν ἦμεν περὶ τὸ ἐπιδεκτικὸν αὐτᾶν, αὗται δὲ οὐκ ἐπιδέχονται

μέσον· μεταξὺ γὰρ ὑγείας καὶ νόσω οὐδέν ἐντι μέσον, καὶ ἀναγκαῖον

πᾶν ζῷον ἢ νοσὲν ἢ ὑγιαίνεν, οὐδὲ ἐγραγόρσιος καὶ ὕπνω, καὶ ἀναγκαῖον

πᾶν ζῷον ἢ ἐγρηγορὲν ἢ εὕδεν, οὐδὲ ἠρεμίας καὶ κινάσιος, καὶ ἀναγκαῖον

πᾶν ζῷον ἢ ἠρεμὲν ἢ κινέεσθαι. ὧν δὲ ἐναντιοτάτων οὐκ ἀναγκαῖον

οὔτε ἀμφοτέραν οὔτε τὰν ἑτέραν αὐτῶν ἦμεν περὶ τὸ ὑποδεκτικὸν

αὐτᾶν, αὗται ἐπιδέχονται μεσότητα· μεταξὺ γὰρ λευκῶ καὶ μέλανος

τὸ φαιόν, καὶ οὐκ ἀναγκαῖον πᾶν ζῷον ἢ λευκὸν ἢ μέλαν ἦμεν, καὶ

μεγάλω καὶ μικρῶ τὸ ἴσον καὶ οὐκ ἀναγκαῖον πᾶν ζῷον ἢ μέγα ἢ μικρὸν

ἦμεν, καὶ σκληρῶ καὶ μαλακῶ τὸ εὐαφές, καὶ οὐκ ἀναγκαῖον πᾶν ζῷον

ἢ σκλαρὸν ἢ μαλακὸν ἦμεν. ἔτι τῶν ἐναντίων διαφοραὶ τρεῖς· τὸ μὲν

ὡς ἀγαθὸν κακῷ ἀντίκειται, οἷον ὑγεία νόσῳ, τὸ δὲ ὡς κακὸν κακῷ,

οἷον ἀνελευθερία ἀσωτίᾳ, τὸ δὲ ὡς οὐδέτερον ἑτέρῳ, οἷον λευκὸν μέλανι,

βαρὺ κούφῳ. ἔτι τῶν ἐναντίων ἃ μὲν ἐν γένεσι γενῶν ἐγγίνεται· ἀγαθὸν

γὰρ κακῷ ἐναντίον καὶ γένος τὸ μὲν ἀγαθὸν τῶν ἀρετῶν, τὸ δὲ κακὸν

τῶν κακιῶν· ἃ δὲ ἐν γένεσιν εἰδῶν· ἀρετὰ γὰρ κακίᾳ ἐναντίον, καὶ γένος

ἁ μὲν ἀρετὰ φρονάσιος καὶ σωφροσύνας, ἁ δὲ κακία τᾶς ἀφροσύνας καὶ

ἀκολασίας· ἃ δὲ ἐν εἴδεσιν· ἐναντία γὰρ ἀνδρεία δειλίᾳ καὶ δικαιοσύνα

ἀδικίᾳ, καὶ ἔντι εἴδεα δικαιοσύνα μὲν καὶ ἀνδρεία τᾶς ἀρετᾶς, ἀδικία

δὲ καὶ ἀκολασία τᾶς κακίας. τὰ μὲν οὖν πρᾶτα γένη, ἃ καὶ γένη γενῶν

ὀνυμάζομεν, ἐπιδέχεται μὲν τομάν, τὰ δ' ἔσχατα εἴδεα καὶ ποτὶ τὰν

αἴσθασιν οὐκ ἂν γένη γε μόνον ἐντί, ἀλλὰ καὶ εἴδεα. τὸ γὰρ τρίγωνον τοῦ

18

μὲν ὀρθογωνίω καὶ ἰσοπλεύρω καὶ σκαληνέος γένος, τῶ δὲ ἀγαθῶ εἶδος.

Simpl. CAG 8 p. 417.12 K. (Schulte p. 83, Nolle p. 42)

Διττῆς οὖν οὔσης (sc. τῆς στερήσεως) οἱ ἄνδρες οὗτοι (sc. Ἀριστοτέλης καὶ

Ἀρχύτας) τὴν ἐν τῷ ἐστερῆσθαι μόνην στέρησιν καλοῦσιν διὰ τὸ παντελῶς

ἀδύναμον, τὰ δὲ ἐν τῷ στερίσκεσθαι ὡς ἐναντία τίθενται διὰ τὸ ἐνεῖναί τινα

δύναμιν αὐτοῖς ἔτι ἀπὸ τοῦ παραμεμῖχθαί τι τῆς ἕξεως, καίτοι τοῦ Ἀρχύτου

ταύτην εἰδότος τὴν διαφορὰν ἐν τῷ Περὶ τῶν ἀντικειμένων βιβλίῳ, καὶ οὐ μόνον

ταύτην, ἀλλὰ καὶ τρίτην ἄλλην προστιθέντος· λέγει δὲ οὕτως· ἁ δὲ στέρη-

σις καὶ τὸ ἐστερῆσθαι λέγεται τριχῶς· ἢ γὰρ τῷ μὴ ἔχεν παντάπασιν,

οἷον ὡς τὸ τυφλὸν ὅρασιν καὶ τὸ νωδὸν φωνὰν καὶ τὸ ἀμαθὲς ἐπιστάμαν·

ἢ ἐν τῷ μῇον ἔχεν, ὡς τὸ δύσκωφον ἀκοὰν καὶ τὸ πτιλῶσσον ὅρασιν·

ἢ ἐν τῷ μὴ οἷον δεῖ ἔχεν, ὡς τὸ σκαμβόπουν πόδας καὶ τὸ κακόφωνον

φωνάν.

Simpl. CAG 8 p. 383.20 K. (Schulte p. 84, Nolle p. 43)

Τὴν δὲ αἰτίαν τούτου (sc. τὰ μὲν τῶν πρός τί ἐστι τῶν πρὸς ἃ λέγεται, τὰ δὲ οὔ)

γέγραφεν Ἀρχύτας ἐν οἷς τὰς διαφορὰς τῶν κατὰ τὰ πρός τι ἀντικειμένων

παραδίδωσιν, καὶ κάλλιον ὅλην ἐκείνην παραγράψαι τὴν λέξιν· τῶν δὲ πρός

τι τὰ μὲν ἀντιστρέφει ἀλλάλοις ἐξ ἑκατέρων, ὡς τὸ μέζον καὶ τὸ μεῖον

καὶ τὸ ἀδελφὸν καὶ τὸ ὅμοιον. τὰ δὲ ἔχει μὲν ἀντιστροφάν, οὐ μὰν ἐξ

ἀμφοτέρων γε τῶν μερῶν· ἁ μὲν γὰρ ἐπιστάμα λέγεται τῶ ἐπιστατῶ

καὶ ἁ αἴσθασις τῶ αἰσθατῶ, οὐ μὰν ἀνάπαλιν τὸ ἐπιστατὸν τᾶς ἐπιστάμας

καὶ τὸ αἰσθατὸν τᾶς αἰσθάσιος. τὸ δὲ αἴτιον, ὅτι τὸ μὲν κρινόμενον

ἄνευ τοῦ κρίνοντος δυνατὸν ἦμεν, οἷον τὸ αἰσθατὸν ἄνευ αἰσθάσιος καὶ

τὸ ἐπιστατὸν ἄνευ ἐπιστάμας, τὸ δὲ κρῖνον ἄνευ τῶ κρινομένω ἀδύνατον

ἦμεν, οἷον τὰν αἴσθασιν ἄνευ τῶ αἰσθατῶ καὶ τὰν ἐπιστάμαν ἄνευ τῶ

ἐπιστατῶ. τῶν δὲ ἐξ ἀμφοτέρων ἐχόντων τῶν μερῶν τὰν ἀντιστροφὰν

τὰ μὲν ἀδιαφόρως ἀντιστρέφει ἀλλάλοις, ὡς τὸ ὅμοιον καὶ τὸ ἴσον καὶ

τὸ ἀδελφόν· τοῦτο γὰρ τούτῳ ὅμοιον καὶ τοῦτο τούτῳ πάλιν, καὶ

τοῦτο τούτῳ ἴσον καὶ τοῦτο τούτῳ πάλιν, καὶ τοῦτο τούτῳ ἀδελφὸν

καὶ τοῦτο τούτῳ πάλιν. ἃ δὲ ἀντιστρέφει μὲν ἀλλάλοις ἐξ ἀμφοτέρων

19

τῶν μερῶν, οὐ μὰν ἀδιαφόρως· τοῦτο μὲν τούτω μέζον, τοῦτο δὲ

τούτω μεῖον, καὶ οὗτος μὲν τούτω πατήρ, οὗτος δὲ τούτω υἱός.

{Περὶ ἀρχῶν}

Stob. 1.41.2 p. 278 Wa. (Mullach 1 p. 567, Nolle fr. 1 p. 1)

Ἐκ τοῦ Ἀρχύτου Περὶ ἀρχῶν. Ἀνάγκα [καὶ] δύο ἀρχὰς εἶμεν τῶν

ὄντων, μίαν μὲν τὰν συστοιχίαν ἔχουσαν τῶν τεταγμένων καὶ ὁριστῶν,

ἑτέραν δὲ τὰν συστοιχίαν ἔχοισαν τῶν ἀτάκτων καὶ ἀορίστων. καὶ

τὰν μὲν ῥητὰν καὶ λόγον ἔχουσαν καὶ τὰ ἐόντα ὁμοίως συνέχειν καὶ

τὰ μὴ ἐόντα ὁρίζειν καὶ συντάσσειν (πλατιάζουσαν γὰρ ἀεὶ τοῖς γινομένοις

εὐλόγως καὶ εὐρύθμως ἀνάγειν ταῦτα καὶ τὸ καθόλω οὐσίας τε καὶ

εἴδεος μεταδιδόμεν)· τὰν δ' ἄλογον καὶ ἄρρητον καὶ τὰ συντεταγμένα

λυμαίνεσθαι καὶ τὰ ἐς γένεσίν τε καὶ ὠσίαν παραγινόμενα διαλύειν

(πλατιάζουσαν γὰρ ἀεὶ τοῖς πράγμασιν ἐξομοιοῦν αὑτᾷ ταῦτα).

Ἀλλ' ἐπείπερ ἀρχαὶ δύο κατὰ γένος ἀντιδιαιρούμεναι τὰ πράγματα

τυγχάνοντι τῷ τὰν μὲν εἶναι ἀγαθοποιόν, τὰν δ' εἶμεν κακοποιόν,

ἀνάγκα καὶ δύο λόγως εἶμεν, τὸν μὲν ἕνα τᾶς ἀγαθοποιῶ φύσιος, τὸν

δ' ἕνα τᾶς κακοποιῶ. διὰ τοῦτο καὶ τὰ τέχνᾳ καὶ τὰ φύσει γινόμενα

δύο τούτων πράτων μετείληφε, τᾶς τε μορφῶς καὶ τᾶς οὐσίας. καὶ

ἁ μὲν μορφώ ἐστιν αἰτία τοῦ τόδε τι εἶμεν· ἁ δὲ ὠσία τὸ ὑποκείμενον,

παραδεχόμενον τὰν μορφώ.

Οὔτε δὲ τᾷ ὠσίᾳ οἷόν τέ ἐστι μορφᾶς μετεῖμεν αὐτᾷ ἐξ αὑτᾶς,

οὔτε μὰν τὰν μορφὼ γενέσθαι περὶ τὰν ὠσίαν, ἀλλ' ἀνάγκα ἁτέραν

τινὰ εἶμεν αἰτίαν, τὰν κινάσοισαν τὰν ἐστὼ τῶν πραγμάτων ἐπὶ τὰν

μορφώ· ταύταν δὲ τὰν πράταν τᾷ δυνάμει καὶ καθυπερτάταν εἶμεν τᾶν

ἀλλᾶν· ὀνομάζεσθαι δ' αὐτὰν ποθήκει θεόν· ὥστε τρεῖς ἀρχὰς εἶμεν

ἤδη, τόν τε θεὸν καὶ τὰν ἐστὼ τῶν πραγμάτων καὶ τὰν μορφώ. καὶ

τὸν μὲν θεὸν 〈τὸν〉 τεχνίταν καὶ τὸν κινέοντα, τὰν δ' ἐστὼ τὰν ὕλαν καὶ

20

τὸ κινούμενον, τὰν δὲ μορφὼ τὰν τέχναν καὶ ποθ' ἃν κινέεται ὑπὸ τῶ

κινέοντος ἁ ἐστώ.

Ἀλλ' ἐπεὶ τὸ κινεόμενον ἐναντίας ἑαυτῷ δυνάμεις ἴσχει τὰς τῶν

ἁπλῶν σωμάτων, τὰ δ' ἐναντία συναρμογᾶς τινος δεῖται καὶ ἑνώσιος,

ἀνάγκη ἀριθμῶν δυνάμιας καὶ ἀναλογίας καὶ τὰ ἐν ἀριθμοῖς καὶ

γεωμετρικοῖς δεικνύμενα παραλαμβάνειν, ἃ καὶ συναρμόσαι καὶ ἑνῶσαι

τὰν ἐναντιότατα δυνασεῖται ἐν τᾷ ἐστοῖ τῶν πραγμάτων ποττὰν

μορφώ. καθ' αὑτὰν μὲν γὰρ ἔσσα ἁ ἐστὼ ἄμορφός ἐστι, κιναθεῖσα δὲ

ποτὶ τὰν μορφὼ ἔνμορφος γίνεται καὶ λόγον ἔχουσα τὸν τᾶς συντάξιος.

ὁμοίως δὲ καὶ τὸ δι' ὃ κινέεται τὸ κινεόμενόν ἐστι τὸ πράτως κινέον.

ὥτ' ἀνάγκα τρεῖς εἶμεν τὰς ἀρχάς, τάν τε ἐστὼ τῶν πραγμάτων καὶ

τὰν μορφὼ καὶ τὸ ἐξ αὑτῶ κινατικὸν καὶ πρᾶτον τᾷ δυνάμει. τὸ δὲ

τοιοῦτον οὐ νόον μόνον εἶμεν δεῖ, ἀλλὰ καὶ νόω τι κρέσσον· νόω δὲ

κρέσσον ἐστὶν ὅπερ ὀνομάζομεν θεόν, φανερόν.

Ὁ μὲν τῶ ἴσω λόγος περὶ τὰν ῥητὰν καὶ λόγον ἔχοισαν φύσιν ἐστίν·

ὁ δὲ τῶ ἀνίσω περὶ τὰν ἄλογον καὶ ἄρρητον· αὕτα δ' ἐντὶ ἁ ἐστώ· καὶ

διὰ τοῦτο γένεσις καὶ φθορὰ γίνεται περὶ ταύταν καὶ οὐκ ἄνευ ταύτας.

{Περὶ αὐλῶν}

{Περὶ γεωργίας}

21

{Περὶ τῆς δεκάδος}

{Περὶ τῶν καθόλου λόγων}

22

Nolle fr. 35 p. 27—34 Ἀρχύτου Ταραντίνου Περὶ τοῦ καθόλου

λόγου ἤτοι τῶν κατηγοριῶν.

Περὶ τοῦ παντὸς λόγου πειράσομαι γράφειν, οἷς χρώμενος ὁ

ἄνθρωπος ἑρμηνεύς τε γίνεται τῶν πραγμάτων καὶ γνωρίζει τὰ ὄντα

ἀκριβῶς. φημὶ δὲ ἐγὼ λόγον μὲν εἶναι τὸν συγκείμενον ἐκ διανοίας καὶ

λέξεως· καὶ διάνοιαν μὲν εἶναι τὴν σημαινομένην, λέξιν δὲ τὴν

σημαίνουσαν. εἶναι δὲ καὶ τὰ σημαινόμενα καθόλου δέκα καὶ τὰ

σημαίνοντα ἴσα τὸν ἀριθμὸν τούτοις. λέγω δὲ τὰ μὲν σημαινόμενα

οὐσίαν, ποιότητα, ποσότητα, πρός τί πως ἔχον· ἔτι δὲ…

ἔχειν…

The complete text is available when the reading interface loads.