The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. H. Heiland, Aristoclis Messenii reliquiae, Giessen: Meyer, 1925: 23–42, 45–89.
CTS identifier
urn:cts:greekLit:tlg1188.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

v1

Johannis Philoponi in Nicomachi isagogen Arithm.

Scholia (ed. R. Hoche [Gymnasialprogramm Wesel 1864]

p. 1) α.

Πλατωνικὸς ὢν ὁ πατὴρ τοῦ βιβλίου κατὰ τὸν Πλατωνικὸν

σκοπὸν ζητεῖ τὸ τέλος τῆς ὄντως φιλοσοφίας καὶ τὴν ὁδὸν τὴν

ἄγουσαν ἐπὶ ταύτην· ὅτι μὲν οὖν, ὡς καὶ Νικόμαχος [Arithm.

Isag. I 1, Hoche] ὁρίζεται, φιλοσοφία ἐστὶ φιλία σοφίας, παντὶ

προῦπτον· ζητητέον δὲ, τί ἐστι σοφία καὶ πόθεν ἔσχε τὸ ὄνομα;

Σοφία μὲν οὖν ἐκλήθη οἱονεὶ σάφειά τις οὖσα, ὡς σαφηνίζουσα

πάντα· τοῦτο δὲ τὸ σαφὲς εἴρηται οἱονεὶ φαές τι ὄν, παρὰ τὸ

φάος καὶ φῶς, διὰ τὸ εἰς φῶς ἄγειν τὰ κεκρυμμένα. Ἐπεὶ τοίνυν

τὰ νοητὰ καὶ θεῖα, ὡς Ἀριστοτέλης φησίν (Eth. Nic. X c 7,

1177 a 15, b 30; De an. I c 4, 408 b 29; Gen. an. II 3, 737 a 9),

εἰ καὶ φανότατά ἐστι κατὰ τὴν ἑαυτῶν οὐσίαν, ἡμῖν διὰ τὴν

ἐπικειμένην τοῦ σώματος ἀχλὺν σκοτεινὰ δοκεῖ καὶ ἀμυδρὰ, τὴν

ταῦτα ἡμῖν εἰς φῶς ἄγουσαν ἐπιστήμην σοφίαν εἰκότως ὠνόμασαν.

Ἐπειδὴ δὲ ὅλως σοφίαν καὶ σοφὸν ὀνομάζομεν, ἰστέον, ὅτι

ὁμώνυμόν ἐστι τὸ τῆς σοφίας ὄνομα καὶ τὸ τοῦ σοφοῦ· εἴληπται

γὰρ τοῖς παλαιοῖς κατὰ εʹ τρόπους, οὕς φησι καὶ Ἀριστοκλῆς ἐν

τοῖς περὶ φιλοσοφίας δέκα βιβλίοις. Χρὴ γὰρ εἰδέναι, ὅτι φθεί-

ρονται μὲν ἄνθρωποι διαφόρως· καὶ γὰρ ὑπὸ λοιμῶν καὶ λιμῶν

καὶ σεισμῶν καὶ πολέμων καὶ νόσων ποικίλων καὶ ὑφ' ἑτέρων

αἰτιῶν, μάλιστα δὲ ὑπὸ κατακλυσμῶν ἀθροώτερον· οἷος εἶναι λέγεται

ὁ ἐπὶ Δευκαλίωνος, μέγας μὲν, οὐ πάντων δὲ κατακρατήσας· οἱ

μὲν γὰρ νομεῖς καὶ ὅσοι ἐν τοῖς ὄρεσι τὰς διατριβὰς ἔχουσιν ἢ

ταῖς ὑπωρείαις, διασῴζονται, τὰ δὲ πεδία καὶ οἱ ἐν τούτοις οἰ-

κοῦντες κατακλύζονται· οὕτω γοῦν καὶ Δάρδανον τῷ κατακλυσμῷ

φασιν ἐκ Σαμοθρᾴκης εἰς τὴν ὕστερον Τροίαν κληθεῖσαν διανηξά-

μενον σωθῆναι. Δέει δὲ τοὺς ἐκ τοῦ ὕδατος σωθέντας τὰς

ὑπωρείας οἰκεῖν· ὡς δηλοῖ καὶ ὁ ποιητὴς, λέγων οὕτως [Υ 215—218].

Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς·

κτίσσε δὲ Δαρδανίην· ἐπεὶ οὔπω Ἴλιος ἱρὴ

ἐν πεδίῳ πεπόλιστο, πόλις μερόπων ἀνθρώπων,

ἄλλ' ἔθ' ὑπωρείας ᾤκεον πολυπιδάκου Ἴδης.

Τὸ γὰρ ἔτι δηλοῖ τὸ μήπω αὐτοὺς καταθαρρεῖν ἐν ταῖς πεδιάσι

τὰς διατριβὰς ἔχειν. Οὖτοι οὖν οἱ περιλειπόμενοι, μὴ ἔχοντες

ὅθεν τραφῶσιν, ἐπενόουν ὑπ' ἀνάγκης τὰ πρὸς τὴν χρείαν, ἢ τὸ

ἀλήθειν μύλαις σῖτον ἢ τὸ σπείρειν ἤ τι τοιοῦτον ἄλλο, καὶ ἐκά-

λεσαν τὴν τοιαύτην ἐπίνοιαν σοφίαν, τὴν εἰς τὰ ἀναγκαῖα τοῦ

βίου τὸ λυσιτελὲς ἐξευρίσκουσαν, καὶ σοφὸν τὸν ἐπινενοηκότα.

Πάλιν ἐπενόησαν τέχνας, ὥς φησιν ὁ ποιητὴς ὑποθημοσύνῃσιν

Ἀθήνης [Ο 412], οὐ μέχρι μόνης τῆς εἰς τὸν βίον ἀνάγκης ἱστα-

μένας, ἀλλὰ καὶ μέχρις τοῦ καλοῦ καὶ ἀστείου προϊούσας· καὶ

τοῦτο πάλιν σοφίαν κεκλήκασι καὶ τὸν εὑρόντα σοφὸν, ὡς τὸ

σοφὸς ἤραρε τέκτων [Ψ 712]

εὖ εἰδὼς σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης. [Ο 412]

Διὰ γὰρ τὴν ὑπερβολὴν τῶν εὑρημάτων εἰς θεὸν τὰς τούτων

ἐπινοίας ἀνέφερον. Πάλιν ἀπέβλεψαν περὶ τὰ πολιτικὰ πράγματα

καὶ ἐξεῦρον νόμους καὶ πάντα τὰ συνιστῶντα τὰς πόλεις. Καὶ

ταύτην πάλιν τὴν ἐπίνοιαν σοφίαν ἐκάλεσαν· τοιοῦτοι γὰρ ἦσαν

οἱ ἑπτὰ σοφοὶ, πολιτικάς τινας ἀρετὰς εὑρόντες. Εἶτα λοιπὸν ὁδῷ

προϊόντες καὶ ἐπ' αὐτὰ τὰ σώματα καὶ τὴν δημιουργὸν αὐτῶν

προῆλθον φύσιν, καὶ ταύτην ἰδικώτερον φυσικὴν ἐκάλεσαν θεωρίαν,

καὶ σοφοὺς τὰ περὶ τὴν φύσιν τοὺς τοιούτους φαμέν. Πέμπτον

ἐπ' αὐτὰ λοιπὸν ἔφρασαν τὰ θεῖα καὶ ὑπερκόσμια καὶ ἀμετάβλητα

παντελῶς, καὶ τὴν τούτων γνῶσιν κυριωτάτην σοφίαν ὠνόμασαν.

Οἱ μὲν οὖν πρὸ Πυθαγόρου συγκεχυμένως κατὰ πάντων τῶν

ῥημάτων τὸ τῆς σοφίας ἔφερον ὄνομα· πρῶτος δὲ Πυθαγόρας

αὐτὸ συνέστειλεν, ἐπὶ μόνης τῆς τῶν ἀϊδίων ἐπιστήμης τὸ τῆς

σοφίας θεὶς ὄνομα, καὶ φιλοσοφίαν τὴν τῆς σοφίας ταύτης φιλίαν

ὠνόμασε. Τοῦτο γάρ ἐστι τῆς σοφίας τὸ τέλος, ἡ τῶν θείων

πραγμάτων γνῶσις. Τὰ δὲ ἐπὶ ταύτην ἄγοντα τὴν σοφίαν, ὡς

Πλάτωνι καὶ Πλωτίνῳ δοκεῖ (ταὐτὸν νοῦς καὶ νοητόν), ἡ τῶν μα-

θημάτων ἐστὶν ἐπιστήμη. Παραδοτέον γὰρ τοῖς νέοις τὰ μαθήματα,

φησὶν ὁ Πλωτῖνος, πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως. Ἐπει-

δὴ γὰρ ὑλικοῖς συμπεπλέγμεθα σώμασι καὶ τούτων ἐκτὸς εἰθίσ-

μεθα νοεῖν οὐδὲν, ἀδύνατον ἦν ἀμέσως ἐξ αὐτῶν ἐπὶ τὰ νοητὰ καὶ

κεχωρισμένα παντελῶς σωμάτων ἐλθεῖν. Ἔμελλον γὰρ πάσχειν,

ὃ πάσχουσιν οἱ ἐκ σκοτεινοῦ οἴκου ἐπὶ φωτεινότατον ἀμέσως ἐρχό-

μενοι καὶ τῷ ἀθρόῳ φωτὶ τὰς ὄψεις ἀποτυφλούμενοι. Δεῖ γὰρ

ἐκ τῶν ἐναντίων κατὰ βραχὺ διὰ τῶν μέσων προϊόντας βαδίζειν

ἐπὶ τὰ ἐναντία. Ἐπειδὴ οὖν τῶν ἀχωρίστων παντελῶς εἰδῶν τῆς

ὕλης, οἷον σαρκὸς, ὀστοῦ, φλεβὸς καὶ τῶν φυσικῶν εἰδῶν ἁπάν-

των (τούτων γὰρ οὐδὲν οὐδὲ ὑποστῆναι οὐδὲ νοηθῆναι χωρὶς τῆς

ὑποκειμένης αὐτοῖς ὕλης δυνατόν) καὶ τῶν πάντῃ χωριστῶν καὶ

ἀσχέτων, οἷά εἰσι τὰ ὑπερκόσμια, τὰ μαθήματα μέσα ἐστὶ, τῇ

μὲν οὐσίᾳ σωμάτων ἀχώριστα, τῇ δ' ἐπινοίᾳ χωριστά (κύκλον γὰρ

καὶ τρίγωνον καὶ πᾶν σχῆμα καὶ νοῆσαι καὶ ὁρίσασθαι χωρὶς

πάσης ὕλης δυνατόν), μελέτῃ τε καὶ μαθήσει τούτων ἔστι δι'

αὐτῶν ἀΰλως τὰ χωριστὰ εἴδη νοεῖν καὶ τὴν ἐκείνων ὡς ἔστι

συλλογίζεσθαι οὐσίαν. Εἰ γὰρ ἔστιν εἴδη τὰ πάντα τῆς ὕλης

ἀχώριστα, ἔστι δὲ καὶ τὰ πῇ μὲν χωριστὰ, πῇ δὲ ἀχώριστα,

ἀνάγκη που καὶ τὴν τρίτην τῶν εἰδῶν εἶναι μοῖραν τῶν παντάπασιν

χωριστῶν καὶ τῇ οὐσίᾳ καὶ τῇ ἐπινοίᾳ. Πάντα μὲν οὖν τὰ μαθή-

ματα ὁδός ἐστι πρὸς τὰ νοητά· μάλιστα δὲ τούτων ἡ ἀριθμητικὴ,

ἀρχὴ πάντων οὖσα. Καὶ γὰρ μουσικῆς, εἴπερ αὐτὴ μὲν περὶ τὸ

ἐν σχέσει ποσὸν καταγίνεται, τὸν ἡμιόλιον φέρε ἀριθμὸν ἢ

ἐπίτριτον ἢ διπλασίονα ἢ ὁντιναοῦν, ἡ δ' ἀριθμητικὴ περὶ τὸ

ἄσχετον. Πρότερα δὲ τῶν ἐν σχέσει τὰ ἄσχετα. Ἀλλὰ δὴ καὶ

γεωμετρίας προτέρα. Πολλὰ γὰρ τῶν γεωμετρικῶν ἀποδείξεων

διὰ τῆς ἀριθμητικῆς προΐασι· καὶ ὅλως, ἐπειδὴ τὰ σχήματα

ἢ ἐκ μιᾶς γραμμῆς, ὡς ὁ κύκλος, ἢ ἐκ πλειόνων συνέστηκε (τοῦτο

δὲ ἀριθμοῦ, τὸ ἓν καὶ τὸ πλῆθος)· καὶ ὅτι παντὸς μεγέθους ἀρχή

ἐστιν ἡ μονάς. Καὶ γὰρ τὸ σημεῖον οἷον μονάς τις ὑπάρχει,

ἀμερὲς γάρ. Καὶ ὅτι ἡ μονὰς ἀδιαίρετος, ἥτις ἐστὶν ἀρχὴ

ἀριθμοῦ· τοιοῦτον δὲ καὶ τὸ σημεῖον, οὗ μέρος οὐδέν. Εἰ δὲ

γεωμετρίας ἡ ἀριθμητικὴ προτέρα, καὶ ἀστρονομίας ἐξ ἀνάγκης

ἐστὶ προτέρα· εἴπερ ἡ γεωμετρία μὲν περὶ μεγέθη ἁπλῶς

ἀκίνητα ἔχει, τὰ τούτων μόνον περιεργαζομένη εἴδη, ἀστρονομία

δὲ περὶ τὰ κινούμενα καὶ τὰς τούτων κινήσεις καὶ πρὸς ἄλληλα

σχέσεις αὐτῶν ζητοῦσα. Ἐπεὶ οὖν εἴρηται ἡμῖν καὶ τί ἐστι φιλο-

σοφία καὶ τί τὸ ταύτης τέλος καὶ τίς ἡ ἐπὶ τὸ τέλος ἄγουσα

ὁδὸς καὶ ὅτι σκοπὸς τῷ προκειμένῳ συγγράμματι τὴν ἐπὶ φιλο-

σοφίαν ἄγουσαν ἡμᾶς ὁδὸν παραδοῦναι, φέρε δὴ καὶ τὴν λέξιν

αὐτὴν ἐξετάσωμεν.

v1a

Johannis Philoponi in Nicomachi isagogen Arithm.

Scholia (ed. R. Hoche [Gymnasialprogramm Wesel 1864]

p. 5) ιεʹ.

Ἤδη εἰρήκαμεν τοῦ βιβλίου τούτου τὸν σκοπὸν καὶ ὅτι φιλο-

σοφία ἐστὶ φιλία σοφίας, ὡς δηλοῖ καὶ τὸ ὄνομα, καὶ ὅτι τὸ

σοφὸς, ὡς καὶ Ἀριστοκλῆς ἐν τοῖς περὶ φιλοσοφίας δέκα βιβλίοις

φησὶ, πενταχῶς λέγεται, καὶ ὅτι κυρίως φιλοσοφία ἐστὶν ἡ φιλο-

σοφοῦσα τὰ ἀεὶ καὶ ὡσαύτως ὄντα.

f1

Euseb. praep. en. XI c. 3 (p. 510 b)·

Ἐπιμαρτυρεῖ δὲ τοῖς αὐτοῖς καὶ ὁ Περιπατητικὸς Ἀριστοκλῆς ἐν ἑβδόμῳ

συγγράμματι ὧν περὶ φιλοσοφίας συνέταξεν ὧδε λέγων πρὸς ῥῆμα·

Ἐφιλοσόφησε δὲ Πλάτων εἰ καί τις ἄλλος τῶν πώποτε

γνησίως καὶ τελείως. Οἱ μὲν γὰρ ἀπὸ Θαλοῦ φυσιολογοῦντες

διετέλεσαν· οἱ δὲ περὶ Πυθαγόραν ἀπεκρύψαντο πάντα. Ξενοφάνης

δὲ καὶ οἱ ἀπ' ἐκείνου τοὺς ἐριστικοὺς κινήσαντες λόγους πολὺν

μὲν ἐνέβαλον ἴλιγγον τοῖς φιλοσόφοις, οὐ μὴν ἐπόρισαν γέ τινα

βοήθειαν. Οὐχ ἥκιστα δὲ καὶ Σωκράτης αὐτὸ δὴ τὸ λεγό-

μενον ἐγένετο πῦρ ἐπὶ πυρὶ καθάπερ αὐτὸς ἔφη Πλάτων. Εὐφυέ-

στατος γὰρ ὢν καὶ δεινὸς ἀπορῆσαι περὶ παντὸς ὁτουοῦν, ἐπεισ-

ήνεγκε τάς τε ἠθικὰς καὶ πολιτικὰς σκέψεις, ἔτι δὲ τὴν περὶ

τῶν ἰδεῶν πρῶτος ἐπιχειρήσας ὁρίζεσθαι· πάντα δὲ ἐγείρων

λόγον καὶ περὶ πάντων ζητῶν ἔφθη τελευτήσας. Ἄλλοι δ' ἀπο-

τεμόμενοι μέρη τινὰ περὶ ταῦτα διέτριψαν, οἱ μὲν ἰατρικήν, οἱ δὲ

τὰς μαθηματικὰς ἐπιστήμας, ἔνιοι δὲ περὶ τοὺς ποιητὰς καὶ τὴν

μουσικήν. Οἱ μέντοι πολλοὶ τὰς τῶν λόγων δυνάμεις ἐθαύμασαν,

ὧν οἱ μὲν ῥήτορας, οἱ δὲ διαλεκτικοὺς προσεῖπον ἑαυτούς. Οἱ

μέντοι Σωκράτην διαδεξάμενοι καὶ πάνυ τινὲς ἐγένοντο παντοῖοι

καὶ ὑπεναντίοι τὰς γνώμας. Οἱ μὲν γὰρ κυνισμοὺς καὶ ἀτυφίας

καὶ ἀπαθείας ὕμνουν, ἄλλοι δ' αὖ πάλιν ἡδονάς. Καὶ οἱ μὲν

εἰδέναι πάντα ἐκόμπαζον, οἱ δὲ ἁπλῶς μηθέν. Ἔτι δ' οἱ

μὲν ἐν μέσῳ καὶ ἐν ὅψει πάντων ἐκαλινδοῦντο τοῖς πολλοῖς ἐξο-

μιλοῦντες· ἄλλοι δ' αὖ τοὐναντίον ἀπρόσιτοι καὶ ἀπροσαύδητοι

διετέλουν ὄντες. Πλάτων μέντοι κατανοήσας ὡς εἴη μία

τις ἡ τῶν θείων καὶ ἀνθρωπίνων ἐπιστήμη, πρῶτος διεῖλε καὶ

ἔφη τὴν μέν τινα περὶ τῆς 〈τοῦ〉 παντὸς φύσεως εἶναι πραγματείαν,

τὴν δὲ περὶ τῶν ἀνθρωπίνων, τρίτην δὲ τὴν περὶ τοὺς λόγους.

Ἠξίου δὲ μὴ δύνασθαι τὰ ἀνθρώπινα κατιδεῖν ἡμᾶς, εἰ μὴ τὰ

θεῖα πρότερον ὀφθείη· καθάπερ γὰρ οἱ ἰατροὶ μέρη τινὰ θερα-

πεύοντες ἐπιμελοῦνται τῶν ὅλων σωμάτων πρῶτον, οὕτω χρῆναι

καὶ τὸν μέλλοντα τἀνθάδε κατόψεσθαι τὴν τῶν ὅλων φύσιν εἰδέναι

πρότερον μέρος τε εἶναι τῶν ὄντων τὸν ἄνθρωπον· καὶ τἀγαθὸν

διττὸν, τὸ μὲν ἡμέτερον, τὸ δὲ τοῦ παντὸς, κυριώτερον δὲ τὸ

τοῦ παντός· διὰ γὰρ ἐκείνου καὶ τοῦτο γίγνεσθαι. Φησὶ

δ' Ἀριστόξενος ὁ μουσικὸς Ἰνδῶν εἶναι τὸν λόγον τοῦτον. Ἀθήνησι

γὰρ ἐντυχεῖν Σωκράτει τῶν ἀνδρῶν ἐκείνων ἕνα τινὰ, κἄπειτα

αὐτοῦ πυνθάνεσθαι, τί ποιῶν φιλοσοφῴη· τοῦ δὲ εἰπόντος, ὅτι

ζητῶν περὶ τοῦ ἀνθρωπίνου βίου, καταγελάσαι τὸν Ἰνδὸν λέγοντα

μὴ δύνασθαί τινα τὰ ἀνθρώπινα κατιδεῖν ἀγνοοῦντά γε τὰ θεῖα.

Τοῦτο μὲν οὖν εἰ ἀληθές ἐστιν, οὐκ ἂν δύναιτό τις

διατεινόμενος εἰπεῖν. Διεῖλε δ' οὖν ὁ Πλάτων τήν τε περὶ τῶν

ὅλων φιλοσοφίαν καὶ τὴν πολιτικὴν, ἔτι δὲ τὴν λογικήν.

f2

Mullach fr. 7 p. 219. Euseb. praep. ev. p. 785 βʹ:

Περὶ τῆς κατ' Ἀριστοτέλην φιλοσοφίας, καὶ τῶν περὶ τοῦ ἀνδρὸς

ἱστορουμένων. Ἀπὸ τῶν Ἀριστοκλέους τοῦ Περιπατητικοῦ Dind.

I p. XLIV.

Euseb. praep. ev. XV c. 1, 13 (p. 791 b) Ἄρξομαι δὲ ἀπὸ

τῶν Ἀριστοτέλους ἄλλοι μὲν οὖν τὸν βίον τἀνδρὸς διαβεβλήκασι,

φιλόσοφοι δὲ καὶ ἄλλως οὐκ ἀφανεῖς τινες ἦσαν καὶ οὗτοι. ἐμοὶ δ' οὐ

φίλον τὸν ἄνδρα οὐδ' αὐταῖς ἀκοαῖς ἀνέχεσθαι κακῶς πρὸς τῶν οἰκείων

ἀγορευόμενον. διόπερ τὰς ὑπὲρ αὐτοῦ μᾶλλον ἐκθήσομαι ἀπολογίας

ἀπὸ τῶν Ἀριστοκλέους τοῦ Περιπατητικοῦ, ὃς ἐν τῷ ἑβδόμῳ περὶ

φιλοσοφίας τάδε περὶ αὐτοῦ λέγει·

Πῶς γὰρ οἷόν τε, καθάπερ φησὶν Ἐπίκουρος ἐν τῇ περὶ τῶν

ἐπιτηδευμάτων ἐπιστολῇ, νέον μὲν ὄντα καταφαγεῖν αὐτὸν τὴν

πατρῴαν οὐσίαν, ἔπειτα δὲ ἐπὶ τὸ στρατεύεσθαι συνεῶσθαι, κακῶς

δὲ πράττοντα ἐν τούτοις ἐπὶ τὸ φαρμακοπωλεῖν ἐλθεῖν, ἔπειτα

ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου πᾶσι παραβαλεῖν αὑτόν;

Ἢ πῶς ἄν τις ἀποδέξαιτο Τιμαίου τοῦ Ταυρομενίτου λέγοντος

ἐν ταῖς Ἱστορίαις [F H G I 210, 74] ἀδόξου θύρας αὐτὸν ἰατρείου

καὶ τὰς τυχούσας ὀψὲ τῆς ἡλικίας κλεῖσαι; Τίς δ' ἂν πεισ-

θείη τοῖς ὑπ'. Ἀριστοξένου τοῦ μουσικοῦ λεγομένοις ἐν

τῷ βίῳ τῷ Πλάτωνος; [F H G II 282, 33, 35] Ἐν γὰρ τῇ πλάνῃ

καὶ τῇ ἀποδημίᾳ φησὶν ἐπανίστασθαι καὶ ἀντοικοδομεῖν αὐτῷ

τινας Περίπατον ξένους ὄντας. Οἴονται οὖν ἔνιοι ταῦτα περὶ

Ἀριστοτέλους λέγειν αὐτὸν Ἀριστοξένου διὰ παντὸς εὐφημοῦντος

Ἀριστοτέλην. Καταγέλαστα δ' εἰκότως εἶναι φαίη τις ἂν καὶ

τὰ ἀπομνημονεύματα τὰ Ἀλεξίνου τοῦ Ἐριστικοῦ. Ποιεῖ γὰρ

Ἀλέξανδρον παῖδα διαλεγόμενον τῷ πατρὶ Φιλίππῳ καὶ διαπτύ-

οντα μὲν τοὺς τοῦ Ἀριστοτέλους λόγους, ἀποδεχόμενον δὲ

Νικαγόραν, τὸν Ἑρμῆν ἐπικληθέντα. Καὶ Εὐβουλίδης δὲ

προδήλως ἐν τῷ κατ' αὐτοῦ βιβλίῳ ψεύδεται, πρῶτον μὲν ποιήματα

ψυχρὰ προφερόμενος ὡς γεγραφότων ἄλλων περὶ τοῦ γάμου καὶ τῆς

πρὸς Ἑρμείαν οἰκειότητος αὐτῷ γεγονυίας, ἔπειτα Φιλίππῳ φάσκων

αὐτὸν προσκόψαι καὶ τελευτῶντι Πλάτωνι μὴ παραγενέσθαι, τά τε

βιβλία αὐτοῦ διαφθεῖραι. Τὴν μὲν γὰρ Δημοχάρους κατηγορίαν

κατὰ τῶν φιλοσόφων τί χρὴ λέγειν; Οὐ γὰρ Ἀριστοτέλην μόνον,

ἀλλὰ καὶ τοὺς ἄλλους κακῶς εἴρηκεν. Ἔτι γε μὴν αὐτὰς τὰς

διαβολὰς σκοπῶν ἄν τις ληρεῖν αὐτὸν φαίη. Λέγει γὰρ ἐπιστολὰς

Ἀριστοτέλους ἁλῶναι κατὰ τῆς πόλεως τῆς Ἀθηναίων, καὶ

Στάγειρα τὴν πατρίδα προδοῦναι Μακεδόσιν αὐτόν· ἔτι δὲ κατα-

σκαφείσης Ὀλύνθου μηνύειν ἐπὶ τοῦ λαφυροπωλείου Φιλίππῳ τοὺς

πλουσιωτάτους τῶν Ὀλυνθίων. Ἠλίθια δὲ διαβέβληκεν αὐτὸν

καὶ Κηφισόδωρος ὁ Ἰσοκράτους μαθητὴς τρυφερὸν καὶ τένθην

καὶ ἄλλα τὰ τοιαῦτα λέγων αὐτὸν εἶναι. Πάντα δ' ὑπερπαίει μωρίᾳ

τὰ ὑπὸ Λύκωνος εἰρημένα τοῦ λέγοντος εἶναι Πυθαγορικὸν

ἑαυτόν. Φησὶ γὰρ θύειν Ἀριστοτέλην θυσίαν τετελευτηκυΐᾳ τῇ

γυναικὶ τοιαύτην, ὁποίαν Ἀθηναῖοι τῇ Δήμητρι, καὶ ἐν ἐλαίῳ θερμῷ

λουόμενον τοῦτο δὴ πιπράσκειν· ἡνίκα δὲ εἰς Χαλκίδα ἀπῄει,

τοὺς τελώνας εὑρεῖν ἐν τῷ πλοίῳ λοπάδια χαλκᾶ πέντε καὶ

ἑβδομήκοντα. Καὶ σχεδὸν οἱ μὲν πρῶτοι διαβαλόντες Ἀριστο-

τέλην τοσοῦτοι γεγόνασιν· ὧν οἱ μὲν κατὰ τοὺς αὐτοὺς ἦσαν

χρόνους, οἱ δὲ μικρὸν ὕστερον ἐγένοντο, πάντες δὲ σοφισταὶ καὶ

ἐριστικοὶ καὶ ῥήτορες, ὧν καὶ τὰ ὀνόματα καὶ τὰ βιβλία τέθνηκε τῶν

σωμάτων μᾶλλον. Τοὺς μὲν γὰρ μετὰ ταῦτα γεγονότας εἶτα δὲ τὰ ὑπ'

ἐκείνων εἰρημένα λέγοντας παντάπασιν ἐᾶν δεῖ χαίρειν, καὶ μάλιστα

τοὺς μηδ' ἐντετυχηκότας τοῖς βιβλίοις αὐτῶν ἀλλ' αὐτοσχεδιάζοντας,

ὁποῖοί εἰσι καὶ οἱ λέγοντες τριακοσίας ἔχειν λοπάδας αὐτόν. Οὐδεὶς

γὰρ ἂν εὑρεθείη περὶ αὐτοῦ τοιοῦτον οὐθὲν εἰρηκῶς τῶν τότε ὄντων

ὅτι μὴ Λύκων. Οὗτος μέντοι, καθάπερ ἔφην, εἴρηκεν εὑρῆσθαι

λοπάδια πέντε καὶ ἑβδομήκοντα. Οὐ μόνον δὲ καὶ ἐκ τῶν

χρόνων καὶ ἐκ τῶν διαβεβληκότων τεκμήραιτό τις ἂν ὅτι ψευδῆ πάντα

τὰ εἰρημένα ἐστὶν, ἀλλὰ κἀκ τοῦ μὴ πάντας τὰ αὐτὰ διαβάλλειν, ἀλλ'

ἕκαστον ἴδιά τινα λέγειν, ὧν εἴπερ ἦν ἒν ὁτιοῦν ἀληθὲς, ἐχρῆν

δήπου μυριάκις, ἀλλ' οὐχ ἅπαξ αὐτὸν ὑπὸ τῶν τότε ἀπολωλέναι.

Φανερὸν οὖν, ὅτι καθάπερ πολλοῖς καὶ ἄλλοις οὕτω καὶ

Ἀριστοτέλει συνέβη διά τε τὰς πρὸς τοὺς βασιλεῖς φιλίας καὶ διὰ

τὴν ἐν τοῖς λόγοις ὑπεροχὴν ὑπὸ τῶν τότε σοφιστῶν φθονεῖσθει. Δεῖ

δὲ τοὺς εὖ φρονοῦντας μὴ εἰς τοὺς διαβάλλοντας ἀποβλέπειν μόνον

ἀλλὰ καὶ εἰς τοὺς ἐπαινοῦντας καὶ ζηλοῦντας αὐτόν· μακρῷ γὰρ

πλείους καὶ βελτίους εὑρεθεῖεν ἂν οὗτοί γε. Τὰ μὲν οὖν

ἄλλα προδήλως πέπλασται· δύο δὲ ταῦτα δοκεῖ πιστεύεσθαι δι'

ἃ ψέγουσί τινες αὐτόν· ἓν μὲν, ὅτι τὴν Ἑρμείου γήμειε φύσει

μὲν ἀδελφὴν, θετὴν δὲ θυγατέρα Πυθιάδα, κολακεύων αὐτόν·

Θεόκριτος γοῦν ὁ Χῖος ἐποίησεν ἐπίγραμμα τοιοῦτον· [Bergk

poet. lyr. II4 674.]

Ἑρμίου εὐνούχου τε καὶ Εὐβούλου τόδε δούλου

μνῆμα κενὸν κενόφρων τεῦξεν Ἀριστοτέλης·

ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν εἵλετο ναίειν

ἀντ' Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς.

ἕτερον δὲ, ὅτι ἠχαρίστησε Πλάτωνι. Περὶ μὲν οὖν

Ἑρμείου καὶ τῆς Ἀριστοτέλους πρὸς αὐτὸν φιλίας ἄλλοι τε

πολλοὶ συγγεγράφασι καὶ δὴ καὶ Ἀπελλικῶν, οὗ τοῖς βιβλίοις

ὁ ἐντυχὼν πεπαύσεται βλασφημῶν αὐτούς. Περὶ δὲ τοῦ

γάμου τοῦ Πυθιάδος ἀποχρώντως αὐτὸς ἐν ταῖς πρὸς Ἀντίπατρον

ἐπιστολαῖς ἀπολελόγηται. Τεθνεῶτος γὰρ Ἑρμείου διὰ τὴν πρὸς

ἐκεῖνον εὔνοιαν ἔγημεν αὐτὴν, ἄλλως μὲν σώφρονα καὶ ἀγαθὴν

οὖσαν, ἀτυχοῦσαν μέντοι διὰ τὰς καταλαβούσας συμφορὰς τὸν

ἀδελφὸν αὐτῆς.

Εἶθ' ἑξῆς φησι·

Μετὰ δὲ τὴν Πυθιάδος τῆς Ἑρμείου τελευτὴν Ἀριστοτέληςἔγημεν Ἑρπυλλίδα Σταγειρῖτιν, ἐξ ἧς υἱὸς αὐτῷ Νικόμαχος

ἐγένετο. Τοῦτον δέ φασιν ὀρφανὸν τραφέντα παρὰ Θεοφράστῳ

καὶ δὴ μειρακίσκον ὄντα ἀποθανεῖν ἐν πολέμῳ.

v2

Olympiod. in Plat. Gorg. comm. ed. Alb. Jahn in Archiv

für Phil. u. Paed. XIV (1848) 395. Rose fr. Aristot. ed. min.

673. Bergk Poet. Lyr. Gr. II4 336; cf. Menag. ad Diog.

Laert. V 27 (Hübn. I 602) et Cousin in Journal des sav. 1832

p. 743.

Ὅτι δὲ καὶ Ἀριστοτέλης σέβει αὐτὸν (scil. Platonem) ὡς διδάσκαλον,

δῆλός ἐστι γράψας ὅλον λόγον ἐγκωμιαστικόν. Ἐκτίθεται γὰρ τὸν βίον αὐτοῦ

καὶ ὑπερεπαινεῖ. Οὐ μόνον δὲ ἐγκώμιον ποιήσας αὐτοῦ ἐπαινεῖ αὐτόν, ἀλλὰ καὶ

ἐν τοῖς ἐλεγείοις τοῖς πρὸς Εὔδημον αὐτὸν ἐπαινῶν Πλάτωνα ἐγκωμιάζει, γρά-

φων οὕτως·

Ἐλθὼν δ' ἐς κλεινὸν Κεκροπίης δάπεδον

εὐσεβέως σεμνῆς φιλίης ἱδρύσατο βωμὸν

ἀνδρὸς, ὃν οὐδ' αἰνεῖν τοῖσι κακοῖσι θέμις·

ὃς μόνος ἢ πρῶτος θνητῶν κατέδειξεν ἐναργῶς,

οἰκείῳ τε βίῳ καὶ μεθόδοισι λόγων,

ὡς ἀγαθός τε καὶ εὐδαίμων ἅμα γίνεται ἀνήρ·

οὐ νῦν δ' ἔστι λαβεῖν οὐδενὶ ταῦτά ποτε.

f3

Euseb. praep. ev. p. 786 ιδʹ· Περὶ τῆς τῶν Στωϊκῶν φιλο-

σοφίας, ὅπως τε ὁ Ζήνων τὸν περὶ ἀρχῶν ἀπεδίδου λόγον. Ἀπὸ

τοῦ ζʹ περὶ φιλοσοφίας Ἀριστοκλέους. Dind. I p. XLV.

Euseb. praep. ev. XV c. 14 (p. 816 d.)

Τά γέ τοι τῆς κατ' αὐτοὺς (i. e. Ζήνωνα, Κλεάνθην, Χρύσιππον) φιλοσοφίας

δόγματα ὧδέ πως ἔχει·

Στοιχεῖον εἶναί φασι τῶν ὄντων τὸ πῦρ, καθάπερ Ἡράκλειτος

[Diels I2 66 fr. 30,31], τούτου δ' ἀρχὰς ὕλην καὶ θεὸν, ὡς

Πλάτων. Ἀλλ' οὗτος ἄμφω σώματά φησιν εἶναι, καὶ τὸ ποιοῦν

καὶ τὸ πάσχον, ἐκείνου τὸ πρῶτον ποιοῦν αἴτιον ἀσώματον εἶναι

λέγοντος. Ἔπειτα δὲ καὶ κατά τινας εἱμαρμένους χρόνους

ἐκπυροῦσθαι τὸν σύμπαντα κόσμον, εἶτ' αὖθις πάλιν διακοσμεῖσθαι.

Τὸ μέντοι πρῶτον πῦρ εἶναι, καθάπερεί τι σπέρμα, τῶν ἁπάντων

ἔχον τοὺς λόγους καὶ τὰς αἰτίας τῶν γεγονότων καὶ τῶν γιγνομένων

καὶ τῶν ἐσομένων· τὴν δὲ τούτων ἐπιπλοκὴν καὶ ἀκολουθίαν εἱμαρ-

μένην καὶ ἐπιστήμην καὶ ἀλήθειαν καὶ νόμον εἶναι τῶν ὄντων

ἀδιάδραστόν τινα καὶ ἄφυκτον. Ταύτῃ δὲ πάντα διοικεῖσθαι τὰ κατὰ

τὸν κόσμον ὑπέρευ, καθάπερ ἐν εὐνομωτάτῃ τινὶ πολιτείᾳ.

f4

Mullach fr. 5 p. 216. Eus. praep. ev. 716 κʹ Πρὸς τοὺς

περὶ Μητρόδωρον καὶ Πρωταγόραν, μόναις δεῖν πιστεύειν ταῖς

αἰσθήσεσι λέγοντας. Ἀπὸ τοῦ αὐτοῦ (i. e. Ἀριστοκλέους). Dind.

tom. I p. XLIV.

Euseb. praep. ev. XIV c. 19 (p. 766b)·

Ἐπεὶ οὖν οἵδε μόναις δεῖν ἔφασαν ταῖς αἰσθήσεσι πιστεύειν, τὰς πρὸς

αὐτοὺς ἀντιρρήσεις θεασώμεθα.

Γεγόνασι δέ τινες οἱ ἀξιοῦντες τῇ αἰσθήσει καὶ ταῖς φαντα-

σίαις μόναις δεῖν πιστεύειν. Ἔνιοι μέντοι φασὶ [Diels I2 452,35]

καὶ τὸν Ὅμηρον αἰνίττεσθαι τὸ τοιοῦτο πάντων ἀποφαίνοντα

[Ξ 201,302] τὸν Ὠκεανὸν ἀρχὴν, ὡς ἐν ῥύσει τῶν πραγμάτων

ὄντων· ὧν δ' ἴσμεν ἔοικε μὲν καὶ Μητρόδωρος ὁ Χῖος τὸ αὐτὸ

τοῦτο λέγειν, οὐ μὴν ἀλλ' ἄντικρύς γε Πρωταγόρας ὁ Ἀβδηρίτης.

Οὗτος γὰρ [Diels I2 525,24; 536,7,11,17] ἔφη μέτρον εἶναι πάν-

των χρημάτων τὸν ἄνθρωπον, τῶν μὲν ὄντων ὡς ἐστι, τῶν δ' οὐκ

ὄντων ὡς οὐκ ἔστιν· ὁποῖα γὰρ ἑκάστῳ φαίνεται τὰ πράγματα,

τοιαῦτα καὶ εἶναι· περὶ δὲ τῶν ἄλλων μηδὲν ἡμᾶς δύνασθαι διισ-

χυρίσασθαι. Πρὸς δὲ τούτους εἴποι τις ἂν, ἃ καὶ Πλάτων ἐν Θεαι-

τήτῳ· πρῶτον μὲν, τί δήποτε τοιούτων γε δὴ τῶν πραγμάτων ὄντων

ἠξίωσαν εἶναι μέτρον τῆς ἀληθείας τὸν ἄνθρωπον, ἀλλ' οὐ σῦν ἢ

κυνοκέφαλον; Ἔπειτα δὲ, πῶς ἔλεγον εἶναι σοφοὺς ἑαυτοὺς, εἰ δὴ πᾶς

τις αὐτὸς ἑαυτῷ μέτρον ἐστὶ τῆς ἀληθείας; Ἢ πῶς ἐλέγχουσι τοὺς

ἄλλους, εἴπερ ἑκάστῳ τὸ φαινόμενον ἀληθές ἐστιν; Ἀγνοοῦμέν τέ

τινα καίτοι πολλάκις αἰσθανόμενοι, καθάπερ ἐπειδὰν τῶν βαρβάρων

ἀκούωμεν. Ὅ γε μὴν θεασάμενος ὁτιοῦν, εἶτα μεμνημένος,

οἶδε μὲν, αἰσθάνεται δ' οὐκέτι. Καὶ εἰ θατέρῳ μὲν ὀφθαλμῷ μύσαι,

θατέρῳ δ' ὁρῴη, δῆλον ὅτι ταὐτὸ καὶ εἴσεται καὶ οὐκ εἴσεται.

Πρὸς δὲ τούτοις, εἰ τὸ φαινόμενον ἑκάστῳ καὶ ἀληθές ἐστιν,

ἡμῖν δὲ οὐ φαίνεται τὰ ὑπ' ἐκείνων λεγόμενα ἀληθῆ, καὶ τὸ μὴ

εἶναι πάντων πραγμάτων μέτρον τὸν ἄνθρωπον ἀληθὲς ἂν εἴη.

Καὶ μὴν οἵ γε τεχνῖται τῶν ἀτέχνων διαφέρουσι καὶ οἱ ἔμπει-

ροι τῶν ἀπείρων, καὶ διὰ τοῦτο μᾶλλον προορᾷ τὸ μέλλον ἔσεσθαι

κυβερνήτης καὶ ἰατρὸς καὶ στρατηγός. Ἁπλῶς τε ἀναιροῦσιν

οὗτοί γε τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ ἐξ ἀνάγκης καὶ τὸ ἐνδε-

χόμενον καὶ τὸ κατὰ φύσιν καὶ τὸ παρὰ φύσιν. Οὕτω δ' ἂν εἴη

ταὐτὸ καὶ ὂν καὶ οὐκ ὄν. Οὐδὲν γὰρ κωλύει ταὐτὸ τοῖς μὲν εἶναι

φαίνεσθαι, τοῖς δὲ μὴ εἶναι· καὶ ταὐτὸ ἂν εἴη ἄνθρωπος καὶ ξύλον·

ἔσθ' ὅτε γὰρ φαίνεται ταὐτὸ τῷδε μὲν ἄνθρωπος, τῷδε δὲ ξύλον.

Ἅπας τε λόγος ἀληθὴς ἂν εἴη, διὰ τοῦτο δὲ καὶ ψευδής· καὶ

οἱ βουλευόμενοι καὶ δικάζοντες οὐκ ἂν ἔχοιεν οὐδὲν ποιεῖν. Καὶ

τὸ δεινότατον, ἔσονται γὰρ οἱ αὐτοὶ σπουδαῖοι καὶ μοχθηροὶ καὶ

ταὐτὸ κακία καὶ ἀρετή. Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτά τις ἂν ἔχοι

λέγειν· ἀλλὰ γὰρ οὐδὲν δεῖ πλειόνων λόγων πρὸς τοὺς μὴ οἰομέ-

νους ἔχειν νοῦν καὶ λόγον· (Εἶθ' ἑξῆς ἐπιλέγει)

Ἐπεὶ δ' ἔτι νῦν εἰσί τινες οἱ πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαν-

τασίαν ἀληθῆ λέγοντες εἶναι, μικρὰ καὶ περὶ τούτων εἴπωμεν.

Ἐοίκασι γὰρ οὗτοί γε δεδοικέναι, μήποτε, εἰ ψευδεῖς εἴποιεν αἰσ-

θήσεις εἶναί τινας, οὐκ ἂν σχοῖεν τὸ κριτήριον καὶ τὸν κανόνα

βέβαιον οὐδ' ἐχέγγυον· οὐχ ὁρῶσι δὲ ὡς οὐκ ἂν φθάνοιεν οὕτω

γε καὶ τὰς δόξας ἁπάσας ἀληθεῖς ἀποφαίνοντες· πολλὰ γὰρ δὴ

καὶ ταύταις πεφύκαμεν κρίνειν· καὶ οὐδὲν ἧττον ἀξιοῦσιν αὐτῶν

τὰς μὲν ἀληθεῖς εἶναι, τὰς δὲ ψευδεῖς. Ἔπειτα δὲ σκοπῶν

ἴδοι τις ἂν οὐδὲν τῶν ἄλλων κριτηρίων ἀεὶ καὶ διὰ παντὸς ἀψευδὲς

οὐδὲν, οἷον λέγω ζυγὸν, ἢ τόρνον, ἤ τι τῶν τοιούτων· ἀλλ' ἕκαστον

αὐτῶν ὡδὶ μὲν ἔχον ὑγιές ἐστιν, ὡδὶ δὲ μοχθηρόν. Καὶ τουτονὶ

μὲν χρώμενον τὸν τρόπον ἀληθεύει, τουτονὶ δὲ ψεύδεται. Καὶ μὴν

εἴ γε πᾶσα αἴσθησις ἀληθὴς ἦν, οὐκ ἔδει τοσοῦτον διαφέρειν αὐτάς.

Ἄλλαι γάρ εἰσιν ἐγγύθεν καὶ πόρρωθεν καὶ νοσούντων καὶ ἐρρω-

μένων καὶ τεχνιτῶν καὶ ἀτέχνων καὶ φρονίμων καὶ ἀφρόνων. Τὰς

δὲ δὴ τῶν μεμηνότων παντάπασιν ἄτοπον ἂν εἴη λέγειν ἀληθεῖς εἶναι

καὶ τὰς τῶν παρορώντων καὶ παρακουόντων. Εὔηθες γὰρ ἂν

ἦν τὸ λεγόμενον, ὡς ὁ παρορῶν ἤτοι ὁρᾷ ἢ οὐχ ὁρᾷ· φαίη γὰρ ἄν

τις, ὅτι ὁρᾷ μὲν, ἀλλ' οὐκ ὀρθῶς. Ὁπόταν μέντοι φῶσιν ὡς ἡ

μὲν αἴσθησις οὖσα ἄλογος οὐδὲν προστίθησιν οὐδ' ἀφαιρεῖ, φαίνονται

τἀμποδὼν οὐχ ὁρῶντες· ἐπὶ γὰρ τοῦ ἐρετμοῦ τοῦ ἐν τῷ ὕδατι κἀπὶ

τῶν γραφῶν καὶ μυρίων ἄλλων, ἡ αἴσθησίς ἐστιν ἡ ἀπατῶσα.

Διὸ καὶ μεμφόμεθα πάντες ἐπὶ τῶν τοιούτων οὐ τὸν νοῦν ἡμῶν,

ἀλλὰ τὴν φαντασίαν. Ἐλέγχει γὰρ ὁ λόγος αὐτὸς ἑαυτὸν ἀξιῶν

ἅπασαν ἀληθῆ φαντασίαν εἶναι. Τὴν γὰρ ἡμετέραν δι' ἣν οὐκ

οἰόμεθα πᾶσαν εἶναι τοιαύτην, ψευδῆ πάντως ἀποφαίνει. Συμβαίνει

τοίνυν αὐτοῖς ἅπασαν φαντασίαν ἀληθῆ καὶ ψευδῆ λέγειν εἶναι.

Καθόλου δὲ ἁμαρτάνουσιν ἀξιοῦντες ὁποῖα ἂν ἡμῖν φαίνηται τὰ

πράγματα, τοιαῦτα καὶ εἶναι· τοὐναντίον γὰρ, ὁποῖα πέφυκε, τοι-

αῦτα φαίνεται, καὶ οὐχ ἡμεῖς αὐτὰ ποιοῦμεν οὕτως ἔχειν, ἀλλ'

ὑπ' ἐκείνων αὐτοὶ διατιθέμεθά πως. Ἐπεὶ καὶ γελοῖον εἴη, εἰ

διανοηθείημεν ἡμεῖς ὥσπερ ζωγράφοι καὶ πλάσται σκύλακας ἢ

χιμαίρας, ἀξιοῦν εὐθὺς εἶναι ταῦτα καὶ διὰ τοῦτο φαντάζεσθαι

καθάπερ ...... εὐτρεπῆ παρεστῶτα.

f5

Mullach fr. 2 p. 207; Eus. praep. ev. p. 716 ιζʹ: Πρὸς

τοὺς περὶ Ξενοφάνην καὶ Παρμενίδην τὰς αἰσθήσεις ἀναιροῦντας.

Ἀπὸ τοῦ ηʹ τῶν περὶ φιλοσοφίας Ἀριστοκλέους (Dind. tom. I p.

XLIV).

Euseb. praep. ev. XIV c. 17 (p. 756 b.)·

Ἐπειδὴ τῶν φυσικῶν φιλοσόφων οἱ μὲν πάντα κατέβαλλον ἐπὶ τὰς αἰσθή-

σεις, οἱ δ' αὖ πάλιν τούτοις ἀνθεῖλκον, ὡς οἱ περὶ τὸν Ξενοφάνην τὸν Κολοφώνιον

καὶ Παρμενίδην τὸν Ἐλεάτην, οἳ δὴ τὰς αἰσθήσεις ἀνῄρουν μηδὲν εἶναι φά-

σκοντες καταληπτὸν τῶν ἐν αἰσθήσει, διὸ μόνῳ δεῖν πιστεύειν τῷ λόγῳ, τὰ

πρὸς αὐτοὺς ἀντειρημένα διασκεψώμεθα.

Ἄλλοι δ' ἐγένοντο τούτοις τὴν ἐναντίαν φωνὴν ἀφιέντες. Οἴονται

γὰρ δεῖν τὰς μὲν αἰσθήσεις καὶ τὰς φαντασίας καταβάλλειν, αὐτῷ

δὲ μόνον τῷ λόγῳ πιστεύειν. Τοιαῦτα γάρ τινα πρότερον μὲν

Ξενοφάνης καὶ Παρμενίδης καὶ Ζήνων καὶ Μέλισσος ἔλεγον,

ὕστερον δ' οἱ περὶ Στίλπωνα καὶ τοὺς Μεγαρικούς. Ὅθεν ἠξίουν

οὗτοί γε τὸ ὂν ἓν εἶναι καὶ τὸ ἕτερον μὴ εἶναι μηδὲ γεννᾶσθαί

τι μηδὲ φθείρεσθαι μηδὲ κινεῖσθαι τὸ παράπαν. Τὸν μὲν οὖν

πλείω πρὸς τούτους λόγον εἰσόμεθα φιλοσοφοῦντες· νυνὶ μέντοι

τοσοῦτον λεκτέον. Εἴποιμεν γὰρ ἂν, ὡς ὁ μὲν λόγος ἡμῶν εἴη τὸ

θειότατον· οὐ μὴν ἀλλὰ δεῖ γε καὶ τῆς αἰσθήσεως, ὥσπερ γε δὴ

καὶ σώματος. Ὅτι δὲ καὶ ἡ αἴσθησις ἀληθεύειν πέφυκε, δῆλον·

οὐ γὰρ οἷόν τε τὸν αἰσθανόμενον μὴ οὐχὶ πάσχειν τι· πάσχων

δὲ τὸ πάθος ἂν εἰδείη· γνῶσις οὖν τίς ἐστι καὶ ἡ αἴσθησις.

Ἀλλὰ μὴν εἰ τὸ αἰσθάνεσθαι πάσχειν τί ἐστιν, ἅπαν δὲ τὸ

πάσχον ὑπό του πάσχει, πάντως ἕτερον ἂν εἴη τὸ ποιοῦν καὶ τὸ

πάσχον. Ὥστε πρῶτον μὲν εἴη ἂν τὸ λεγόμενον ἕτερον· οἷον τὸ

χρῶμα καὶ ὁ ψόφος· ἔπειτα δὲ ἓν τὸ ὂν οὐκ ἔσται· καὶ μὴν οὐδὲ

ἀκίνητον· ἡ γὰρ αἴσθησίς ἐστι κίνησις. Ταύτῃ δὲ βούλεται

πᾶς τις κατὰ φύσιν ἔχειν τὰς αἰσθήσεις, ἅτε δὴ πιστεύων, οἶμαι,

ταῖς ὑγιαινούσαις μᾶλλον ἢ ταῖς νοσούσαις. Εἰκότως ἄρα καὶ

δεινός τις ἔρως αὐτῶν ἡμῖν ἐντέτηκεν. Οὐδείς γέ τοι μὴ μεμη-

νὼς ἕλοιτ' ἄν ποτε μίαν αἴσθησιν ἀποβάλλειν, ὅπως αὐτῷ πάντα

τὰ ἄλλα ἀγαθὰ γένοιτο. Τοὺς δὴ διαβάλλοντας αὐτὰς ἐχρῆν

πεπεισμένους γε διότι μάτην ἔχοιεν αὐτάς, εἰπόντας ἅπερ ὁ Πάν-

δαρος λέγει παρὰ τῷ Ὁμήρῳ (Ε 214) περὶ τῶν ἑαυτοῦ τόξων,

Αὐτίκ' ἔπειτ' ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς,

εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην

χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ,

τὸ μετὰ τοῦτο διαλυμήνασθαι πάσας αἰσθήσεις ἑαυτῶν· οὕτω γὰρ

ἄν τις ἐπίστευεν αὐτοῖς ἔργῳ διδάσκουσιν, ὡς εἰς οὐδὲν αὐτῶν

δέοιντο. Νυνὶ δὲ τοῦτο καὶ τὸ ἀτοπώτατόν ἐστι· ἀχρήστους

γὰρ ἀποφαίνοντες αὐτὰς τῷ λόγῳ τοῖς ἔργοις τὰ μάλιστα χρώ-

μενοι διατελοῦσιν αὐταῖς. [Diels I2 142,32] Ὅ γέ τοι Μέ-

λισσος ἐθέλων ἐπιδεικνύναι, διότι τῶν φαινομένων καὶ ἐν ὄψει τού-

των οὐδὲν εἴη, τῷ ὄντι διὰ τῶν φαινομένων ἀποδείκνυσιν αὐτῶν·

φησὶ γοῦν· [Diels I2 142,32 147,9—148,2] „Εἰ γὰρ ἔστι γῆ καὶ

ὕδωρ καὶ ἀὴρ καὶ πῦρ καὶ σίδηρος καὶ χρυσός, καὶ τὸ μὲν ζῷον, τὸ δὲ

τεθνηκός, καὶ μέλαν καὶ λευκὸν καὶ τὰ ἄλλα πάντα, ὅσα φασὶν

οἱ ἄνθρωποι εἶναι ἀληθῆ, καὶ ἡμεῖς ὀρθῶς ὁρῶμεν καὶ ἀκούομεν,

εἶναι ἐχρῆν ἕκαστον τοιοῦτον οἷόν περ τὸ πρῶτον ἔδοξεν ἡμῖν εἶναι

καὶ μὴ μεταπίπτειν μηδὲ γίνεσθαι ἑτεροῖον, ἀλλ' ἀεὶ εἶναι ὅμοιον

οἷόν περ ἐστὶν ἕκαστον. Νῦν δέ φαμεν ὀρθῶς ὁρᾶν καὶ ἀκούειν

καὶ συνιέναι· δοκεῖ δὲ ἡμῖν τὸ θερμὸν καὶ ψυχρὸν γίνεσθαι, καὶ

τὸ ψυχρὸν θερμόν, καὶ τὸ σκληρὸν μαλακόν, καὶ τὸ μαλακὸν σκληρόν“.

Ταῦτα δὲ καὶ ἄλλα πολλὰ τοιαῦτα λέγοντος αὐτοῦ καὶ μάλα

εἰκότως ἐπύθετό τις ἄν· ἆρ' οὖν ὅτι ὃ νῦν θερμόν ἐστι κἄπειτα

τοῦτο γίνεται ψυχρόν, οὐκ αἰσθόμενος ἔγνως; Ὁμοίως δὲ καὶ περὶ

τῶν ἄλλων. Ὅπερ γὰρ ἔφην, εὑρεθείη ἂν οὐδὲν ἀλλ' ἢ τὰς αἰσ-

θήσεις ἀναιρῶν καὶ ἐλέγχων διὰ τὸ μάλιστα πιστεύειν αὐταῖς.

Ἀλλὰ γὰρ οἱ μὲν τοιοῦτοι λόγοι σχεδὸν ἱκανὰς ἤδη δεδώκασιν

εὐθύνας· ἐξίτηλοί γέ τοι γεγόνασιν, ὡς εἰ μηδὲ ἐλέχθησαν τὸ παρά-

παν. Ἤδη μέντοι θαρροῦντες λέγωμεν ὀρθῶς φιλοσοφεῖν τοὺς

καὶ τὰς αἰσθήσεις καὶ τὸν λόγον ἐπὶ τὴν γνῶσιν τὴν τῶν πραγ-

μάτων παραλαμβάνοντας.

f6

Mullach fr. 3 p. 208. Eus. praep. ev. p. 716 ιηʹ: Πρὸς

τοὺς κατὰ Πύρρωνα Σκεπτικοὺς ἢ καὶ Ἐφεκτικοὺς ἐπικληθέντας

μηδὲν καταληπτὸν εἶναι ἀποφηναμένους. Ἀπὸ τοῦ Ἀριστοκλέ-

ους (Dind. tom. I p. XLIV) Diels F. Ph. G. p. 175 sqq. (1901).

Euseb. praep. ev. XIV c. 18 (p. 758 c)·

Πύρρων, ἀφ' οὗ ἡ τῶν Σκεπτικῶν ἐπικληθέντων διατριβὴ συνέστη· οὓς

καὶ αὐτοὺς μηδὲν εἶναι τὸ παράπαν μήτ' ἐν αἰσθήσει μήτ' ἐν λόγῳ καταλη-

πτὸν ὁριζομένους, ἐπέχοντας δ' ἐν πᾶσιν, ὅπως ἀπήλεγχον οἱ ἀντιδοξάζοντες μαθεῖν

πάρεστιν ἀπὸ τοῦ δηλωθέντος συγγράμματος ὧδέ πῃ πρὸς λέξιν ἔχοντος·

Ἀναγκαίως δ' ἔχει πρὸ παντὸς διασκέψασθαι περὶ τῆς

ἡμῶν αὐτῶν γνώσεως· εἰ γὰρ αὐτοὶ μηδὲν πεφύκαμεν γνωρίζειν,

οὐδὲν ἔτι δεῖ περὶ τῶν ἄλλων σκοπεῖν. Ἐγένοντο μὲν οὖν καὶ

τῶν πάλαι τινὲς οἱ ἀφέντες τήνδε τὴν φωνήν, οἷς ἀντείρηκεν Ἀρι-

στοτέλης [Metaph. IV 5 p. 1007 b 20; X 1 p. 1053 a 35;

XI 6 init.]. Ἴσχυσε μέντοι τοιαῦτα λέγων καὶ Πύρρων ὁ Ἠλεῖος.

Ἀλλ' αὐτὸς μὲν οὐδὲν ἐν γραφῇ καταλέλοιπεν. Ὁ δέ γε μαθη-

τὴς αὐτοῦ Τίμων φησὶ δεῖν τὸν μέλλοντα εὐδαιμονήσειν εἰς τρία

ταῦτα βλέπειν· πρῶτον μὲν ὁποῖα πέφυκε τὰ πράγματα, δεύτερον

δὲ τίνα χρὴ τρόπον ἡμᾶς πρὸς αὐτὰ διακεῖσθαι, τελευταῖον δὲ τί

περιέσται τοῖς οὕτως ἔχουσι. Τὰ μὲν οὖν πράγματά φησιν

αὐτὸν ἀποφαίνειν ἐπ' ἴσης ἀδιάφορα καὶ ἀστάθμητα καὶ ἀνεπίκριτα·

διὰ τοῦτο μήτε τὰς αἰσθήσεις ἡμῶν μήτε τὰς δόξας ἀληθεύειν

ἢ ψεύδεσθαι. Διὰ τοῦτο οὖν μηδὲ πιστεύειν αὐταῖς δεῖν, ἀλλ'

ἀδοξάστους καὶ ἀκλινεῖς καὶ ἀκραδάντους εἶναι, περὶ ἑνὸς ἑκάστου

λέγοντας, ὅτι οὐ μᾶλλον ἔστιν ἢ οὐκ ἔστιν, ἢ καὶ ἔστι καὶ οὐκ ἔστιν,

ἢ οὔτε ἔστιν, οὔτ' οὐκ ἔστιν. Τοῖς μέντοι γε διακειμένοις

οὕτω περιέσεσθαι Τίμων φησὶ πρῶτον μὲν ἀφασίαν, ἔπειτα

δ' ἀταραξίαν, Αἰνησίδημος δὲ ἡδονήν. Τὰ μὲν οὖν κεφάλαια

τῶν λεγομένων ἐστὶ ταῦτα· σκεψώμεθα δ' εἰ ὀρθῶς λέγουσιν. Ἐπεὶ

τοίνυν ἐπ' ἴσης ἀδιάφορα πάντα φασὶν εἶναι καὶ διὰ τοῦτο κελεύουσι

μηδενὶ προστίθεσθαι μηδὲ δοξάζειν, εἰκότως ἂν οἶμαι πύθοιτό

τις αὐτῶν, ἆρά γε διαμαρτάνουσιν οἱ διαφέρειν αὐτὰ νομίζοντες ἢ

οὔ; Πάντως γὰρ, εἰ μὲν ἁμαρτάνουσιν, οὐκ ὀρθῶς ὑπολαμβάνοιεν ἄν.

Ὥστε ἀνάγκη λέγειν αὐτοῖς εἶναί τινας τοὺς τὰ ψευδῆ περὶ τῶν

ὄντων δοξάζοντας· αὐτοὶ τοίνυν εἶεν ἂν οἱ τἀληθῆ λέγοντες· οὕτω

δὲ εἴη ἂν ἀληθές τι καὶ ψεῦδος. Εἰ δ' οὐχ ἁμαρτάνομεν οἱ πολλοὶ

τὰ ὄντα διαφέρειν οἰόμενοι, τί μαθόντες ἐπιπλήττουσιν ἡμῖν; Αὐτοὶ

γὰρ ἁμαρτάνοιεν ἂν ἀξιοῦντες μὴ διαφέρειν αὐτά. Καὶ μὴν

εἰ καὶ δῴημεν αὐτοῖς ἐπ' ἴσης ἀδιάφορα πάντα εἶναι, δῆλον ὡς οὐκ

ἂν διαφέροιεν οὐδ' αὐτοὶ τῶν πολλῶν. Τίς οὖν εἴη ἂν αὐτῶν ἡ

σοφία; Καὶ διὰ τί Τίμων τοῖς μὲν ἄλλοις λοιδορεῖται πᾶσι, Πύρρωνα

δ' ὑμνεῖ μόνον; Ἔτι γε μὴν εἰ πάντα ἐπ' ἴσης ἐστὶν ἀδιάφορα

καὶ διὰ τοῦτο χρὴ μηδὲν δοξάζειν, οὐκ ἂν οὐδὲ ταῦτα διαφέροι·

λέγω δὲ τὸ διαφέρειν ἢ μὴ διαφέρειν καὶ τὸ δοξάζειν ἢ μὴ δοξάζειν.

Τί γὰρ μᾶλλον τοιαῦτά ἐστιν ἢ οὐκ ἔστιν; Ἢ ὥς φησι Τίμων,

διὰ τί ναὶ καὶ διὰ τί οὒ, καὶ διὰ τί αὐτὸ τὸ διὰ τί; Φανερὸν

οὖν ὡς ἀναιρεῖται τὸ ζητεῖν· ὥστε παυσάσθωσαν ἐνοχλοῦντες.

Ἐπεὶ νῦν γε μεμήνασι πόρρω τέχνης ἅμα μὲν ἡμῖν διακελευό-

μενοι μὴ δοξάζειν, ἅμα δὲ κελεύοντες αὐτὸ τοῦτο ποιεῖν καὶ

λέγοντες ὡς περὶ οὐδενὸς ἀποφαίνεσθαι δέοι, κἄπειτα ἀποφαινό-

μενοι. Καὶ ἀξιοῦσι μὲν μηδενὶ συγκατατίθεσθαι, πείθεσθαι δὲ

αὐτοῖς τοῖς κελεύουσιν· εἶτα λέγοντες μηδὲν εἰδέναι πάντας ἐλέγ-

χουσιν ὡς εὖ εἰδότες. Ἀνάγκη τε τοὺς φάσκοντας ὡς ἄδηλα

πάντα εἴη δυεῖν θάτερον, ἢ σιωπᾶν ἢ ἀποφαίνεσθαί τι καὶ λέγειν.

Εἰ μὲν οὖν ἡσυχίαν ἄγοιεν, δῆλον ὅτι πρός γε τοὺς τοιούτους οὐ-

δεὶς ἂν εἴη λόγος· εἰ δ' ἀποφαίνοιντο πάντῃ τε καὶ πάντως εἶναί

τι φαῖεν ἂν ἢ μὴ εἶναι, καθάπερ ἀμέλει νυνί φασιν ὡς εἴη πάντα

ἄγνωστα καὶ νομιστὰ πᾶσιν, † ὡς δ' οὐδέν. Τοῦτο τοίνυν ὁ

ἀξιῶν ἤτοι δηλοῖ τὸ πρᾶγμα καὶ ἔνεστιν αὐτὸ συνεῖναι λεγόμενον,

ἢ οὐκ ἔνεστιν. Ἀλλ' εἰ μὲν οὐ δηλοῖ, καθάπαξ οὐδεὶς οὐδ' οὕτω

πρὸς τὸν τοιοῦτον ἂν εἴη λόγος. Εἰ δὲ σημαίνοι, πάντως ἢ ἄπειρα

λέγοι ἂν ἢ πεπερασμένα· καὶ εἰ μὲν ἄπειρα, οὐδ' οὕτως ἂν εἴη

λόγος πρὸς αὐτόν· ἀπείρου γὰρ γνῶσις οὐκ ἔστι· πεπερασμένων

δὲ ὄντων τῶν δηλουμένων ἢ ἑνὸς ὁτουοῦν ὁ τοῦτο λέγων ὁρίζει τι

καὶ κρίνει. Πῶς οὖν ἄγνωστα καὶ ἀνεπίκριτα πάντα εἴη ἄν; Εἰ

δὲ φαίη ταὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι, πρῶτον μὲν ἔσται ταὐτὸ

καὶ ἀληθὲς καὶ ψεῦδος, ἔπειτα δ' ἐρεῖ τι καὶ οὐκ ἐρεῖ, καὶ λόγῳ

χρώμενος ἀναιρήσει λόγον, ἔτι δὲ ὁμολογῶν ψεύδεσθαι πιστεύειν

ἑαυτῷ φησὶ δεῖν. Ἄξιον δὲ ζητῆσαι πόθεν καὶ μαθόν-

τες ἄδηλα πάντα φασὶν εἶναι. Δεῖ γὰρ εἰδέναι πρότερον

αὐτοὺς, τί δὴ ποτέ ἐστι τὸ δῆλον· οὕτω γοῦν ἂν ἔχοιεν λέγειν ὡς οὐκ εἴη

τὰ πράγματα τοιαῦτα. Πρῶτον γὰρ εἰδέναι χρὴ τὴν κατάφασιν,

εἶτα τὴν ἀπόφασιν. Εἰ δὲ ἀγνοοῦσιν ὁποῖόν ἐστι τὸ δῆλον, οὐκ

ἂν εἰδεῖεν οὐδὲ τί τὸ ἄδηλον. Ὁπόταν γε μὴν Αἰνησίδημος

ἐν τῇ ὑποτυπώσει τοὺς ἐννέα διεξίῃ τρόπους (κατὰ τοσούτους

γὰρ ἀποφαίνειν ἄδηλα τὰ πράγματα πεπείραται) πότερον αὐτὸν

φῶμεν εἰδότα λέγειν αὐτοὺς ἢ ἀγνοοῦντα; Φησὶ γὰρ, ὅτι τὰ ζῷα

διαφέρει καὶ ἡμεῖς αὐτοὶ καὶ αἱ πόλεις καὶ οἱ βίοι καὶ τὰ ἔθη

καὶ οἱ νόμοι· καὶ τὰς αἰσθήσεις δέ φησιν ἡμῶν ἀσθενεῖς εἶναι καὶ

πολλὰ τὰ ἔξωθεν λυμαινόμενα τὴν γνῶσιν, ἀποστήματα καὶ μεγέθη

καὶ κινήσεις· ἔτι δὲ τὸ μὴ ὁμοίως διακεῖσθαι νέους καὶ πρεσβυ-

τέρους καὶ ἐγρηγορότας καὶ κοιμωμένους καὶ ὑγιαίνοντας καὶ

νοσοῦντας· οὐδενός τε ἡμᾶς ἁπλοῦ καὶ ἀκραιφνοῦς ἀντιλαμβάνεσ-

θαι. Πάντα γὰρ εἶναι συγκεχυμένα καὶ πρός τι λεγόμενα.

Ταῦτα δέ φημι καὶ τὰ τοιαῦτα κομψολογοῦντα αὐτὸν ἡδέως ἄν τις

ἔροιτο, πότερον εὖ εἰδὼς λέγει, διότι τὰ πράγματα τοῦτον ἔχει τὸν

τρόπον ἢ ἀγνοῶν· εἰ μὲν γὰρ οὐκ ᾔδει, πῶς ἂν ἡμεῖς αὐτῷ πι-

στεύοιμεν; Εἰ δ' ἐγίνωσκε, κομιδῇ τις ἦν ἠλίθιος ἅμα μὲν ἄδηλα

πάντα ἀποφαινόμενος, ἅμα δὲ τοσαῦτα λέγων εἰδέναι. Καὶ

μὴν ὁπότε γε τὰ τοιαῦτα διεξίοιεν, οὐδὲν ἄλλ' ἢ ἐπαγωγήν τινα

λέγουσι δεικνύντες, ὁποῖ' ἄττα εἴη τὰ φαινόμενα καὶ τὰ καθ'

ἕκαστα· τὸ δὲ τοιοῦτον ἔστι καὶ λέγεται πίστις. Εἰ μὲν οὖν αὐτῇ

συγκατατίθενται, δῆλον ὅτι δοξάζουσιν· εἰ δ' οὐ πιστεύουσιν, οὐδ'

ἂν ἡμεῖς προσέχειν αὐτοῖς βουληθείημεν. Ὅ γε μὴν Τίμων

ἐν τῷ Πύθωνι διηγεῖται [Diels F. Ph. G. p. 205 fr. 77] μακρόν

τινα κατατείνας λόγον, ὡς ἐντύχοι τῷ Πύρρωνι βαδίζοντι Πυθοῖδε

παρὰ τὸ ἱερὸν τὸ τοῦ Ἀμφιαράου καὶ τίνα διαλεχθεῖεν ἀλλήλοις.

Ἆρ' οὖν οὐκ εὐλόγως ἄν τις αὐτῷ ταῦτα συγγράφοντι παραστὰς

εἴποι· ‘Τί, ὧ πονηρὲ, ἐνοχλεῖς σεαυτῷ ταῦτα συγγράφων καὶ ἃ μὴ

οἶσθα διηγούμενος; Τί γὰρ μᾶλλον ἐνέτυχες ἢ οὐκ ἐνέτυχες αὐτῷ

καὶ διελέχθης ἢ οὐ διελέχθης;’ Αὐτός τε ἐκεῖνος ὁ θαυμα-

στὸς Πύρρων ἆρά γε ᾔδει τότε, διότι βαδίζοι Πύθια θεασόμενος,

ἢ καθάπερ οἱ μεμηνότες ἐπλανᾶτο κατὰ τὴν ὁδόν; Ἡνίκα δ' ἤρ-

ξατο κατηγορεῖν τῶν ἀνθρώπων καὶ τῆς ἀνοίας αὐτῶν, φῶμεν

αὐτὸν ἀληθῆ λέγειν ἢ μὴ, καὶ τὸν Τίμωνα παθεῖν τι καὶ συγκατα-

θέσθαι τοῖς λόγοις ἢ μὴ προσέχειν; Εἰ μὲν γὰρ οὐκ ἐπείσθη,

πῶς ἀντὶ χορευτοῦ φιλόσοφος ἐγένετο καὶ τὸν Πύρρωνα διετέλεσε

θαυμάζων; Εἰ δὲ συγκατέθετο τοῖς λεγομένοις, ἄτοπος ἂν εἴη τις,

αὐτὸς μὲν φιλοσοφῶν, ἡμᾶς δὲ κωλύων. Ἁπλῶς δὲ θαυμάσαι

τις ἂν, οἱ Τίμωνος σίλλοι καὶ αἱ κατὰ πάντων ἀνθρώπων

βλασφημίαι καὶ αἱ μακραὶ στοιχειώσεις Αἰνησιδήμου καὶ πᾶς

ὁ τοιοῦτος ὄχλος τῶν λόγων τί δήποτε βούλεται αὐτοῖς. Εἰ μὲν

γὰρ οἰόμενοι κρείττους ἡμᾶς ἀπεργάσεσθαι ταῦτα γεγράφασι, καὶ

διὰ τοῦτο πάντας οἴονται δεῖν ἐλέγχειν, ὅπως παυσώμεθα φλυα-

ροῦντες, βούλονται δηλονότι τὴν ἀλήθειαν ἡμᾶς εἰδέναι καὶ

ὑπολαβεῖν, ὅτι τοιαῦτα εἴη τὰ πράγματα καθάπερ ἀξιοῖ Πύρρων.

Ὥστε εἰ πεισθείημεν αὐτοῖς, ἐκ χειρόνων βελτίους ἂν γενοίμεθα,

κρίναντες τὰ συμφερώτερα καὶ τοὺς ἄμεινον λέγοντας ἀποδεξάμενοι.

Πῶς οὖν ἐπ' ἴσης ἀδιάφορα τὰ πράγματα καὶ ἀνεπίκριτα

δύναιτ' ἂν εἶναι; Καὶ πῶς ἀσυγκατάθετοι καὶ ἀδόξαστοι γενοίμεθ' ἄν;

Εἰ δ' οὐδὲν ὄφελός ἐστι τῶν λόγων, τί μὴν ἐνοχλοῦσιν; Ἢ διὰ τί

Τίμων φησὶν [Diels Fr. Ph. G. p. 186 fr. 8; Wachsmuth fr. 35].

Οὐκ ἂν δὴ Πύρρωνι γ' ἐρίσειεν βροτὸς ἄλλος;

Οὐ γὰρ μᾶλλον Πύρρωνα θαυμάσαι τις ἂν ἢ τὸν Κόροιβον ἐκεῖνον

ἢ τὸν Μελητίδην, οἳ δὴ δοκοῦσι μωρίᾳ διενεγκεῖν. Ἐνθυ-

μεῖσθαι μέντοι χρὴ καὶ ταῦτα. Ποῖος γὰρ ἂν γένοιτο πολίτης

ἢ δικαστὴς ἢ σύμβουλος ἢ φίλος ἢ ἁπλῶς εἰπεῖν ἄνθρωπος ὅ

γε τοιοῦτος; Ἢ τί τῶν κακῶν οὐ τολμήσειεν ἂν ὁ μηδὲν ὡς

ἀληθῶς οἰόμενος εἶναι κακὸν ἢ αἰσχρὸν ἢ δίκαιον ἢ ἄδικον; Οὐδὲ

γὰρ ἐκεῖνο φαίη τις ἂν, ὅτι τοὺς νόμους δεδοίκασι καὶ τὰς

τιμωρίας οἱ τοιοῦτοι· πῶς γὰρ οἵ γε ἀπαθεῖς καὶ ἀτάραχοι, καθά-

περ αὐτοί φασιν, ὄντες; Ὅ γέ τοι Τίμων ταῦτα καὶ λέγει περὶ

τοῦ Πύρρωνος [Diels F. Ph. G. p. 186 fr. 9; Wachsmuth

Sill. Graec. p. 141],

Ἀλλ' οἷον τὸν ἄτυφον ἐγὼ ἴδον ἠδ' ἀδάμαστον

πᾶσιν, ὅσοις δάμνανται ὁμῶς ἀφατοί τε φατοί τε

λαῶν ἔθνεα κοῦφα, βαρυνόμεν' ἔνθα καὶ ἔνθα

ἐκ παθέων δόξης τε καὶ εἰκαίης νομοθήκης.

Ὁπόταν μέντοι φῶσι τὸ σοφὸν δὴ τοῦτο, διότι δέοι κατακολου-

θοῦντα τῇ φύσει ζῆν καὶ τοῖς ἔθεσι, μηδενὶ μέντοι συγκατατίθεσθαι,

πάνυ τινές εἰσιν εὐήθεις. Εἰ γὰρ μηδενὶ ἄλλῳ, τούτῳ γοῦν αὐτῷ

δεῖ συγκαταθέσθαι καὶ ὑπολαβεῖν οὕτως ἔχειν αὐτό. Τί δὲ μᾶλλον

τῇ φύσει δεῖ κατακολουθεῖν καὶ τοῖς ἔθεσιν ἢ οὐ δεῖ, μὴ εἰδότας

γε δὴ μηθὲν, μηδὲ ἔχοντάς τι ὅτῳ κρινοῦμεν; Ἐκεῖνο μὲν

γὰρ καὶ παντάπασίν ἐστιν ἠλίθιον, ἐπειδὰν λέγωσιν, ὅτι καθάπερ

τὰ καθαρτικὰ φάρμακα συνεκκρίνει μετὰ τῶν περιττωμάτων καὶ ἑαυτὰ,

τὸν αὐτὸν τρόπον καὶ ὁ πάντα ἀξιῶν εἶναι λόγος ἄδηλα μετὰ τῶν ἄλλων

ἀναιρεῖ καὶ ἑαυτόν. Εἰ γὰρ αὐτὸς αὑτὸν ἐλέγχοι, ληροῖεν ἂν οἱ χρώ-

μενοι τοιούτῳ. Βέλτιον οὖν ἡσυχίαν ἄγειν αὐτοὺς καὶ μηδὲ τὸ στόμα

διαίρειν. Ἀλλὰ μὴν οὐδ' ὅμοιον ἔχει τι τὸ καθαρτικὸν φάρ-

μακον καὶ ὁ τούτων λόγος. Τὸ μὲν γὰρ φάρμακον ἐκκρίνεται κἀν

τοῖς σώμασιν οὐχ ὑπομένει, τὸν μέντοι λόγον ἐν ταῖς ψυχαῖς ὑπάρ-

χειν δεῖ τὸν αὐτὸν ὄντα καὶ πιστευόμενον ἀεί· μόνος γὰρ οὗτος εἴη ἂν

ὁ ποιῶν ἀσυγκαταθέτους. Ὅτι δ' οὐχ οἷόν τε τὸν ἄνθρωπον

ἀδόξαστον εἶναι καὶ ὡδὶ καταμάθοι τις ἄν. Ἀδύνατον γὰρ τὸν

αἰσθανόμενον μὴ αἰσθάνεσθαι. Τὸ δ' αἰσθάνεσθαι γνωρίζειν τι ἦν.

Διότι δὲ καὶ πιστεύει τῇ αἰσθήσει πᾶσι φανερόν· ἀκριβέστερον γὰρ

θέλων ἰδεῖν ἀπέψησε τὼ ὀφθαλμὼ καὶ προσῆλθεν ἐγγύτερον καὶ

ἐπηλυγάσατο. Καὶ μὴν ἡδόμενοί γε καὶ πονοῦντες ἴσμεν·

οὐ γὰρ οἷόν τε τὸν καιόμενον ἢ τεμνόμενον ἀγνοεῖν. Τὰς δὲ δὴ

μνήμας καὶ τὰς ἀναμνήσεις τίς οὐκ ἂν φαίη μεθ' ὑπολήψεως

γίγνεσθαι; Περὶ μὲν γὰρ τῶν κοινῶν ἐννοιῶν, ὅτι τὸ τοιοῦτον ἄν-

θρωπός ἐστιν, ἔτι δὲ περὶ τῶν ἐπιστημῶν καὶ τεχνῶν, τί λέγοι τις

ἄν; Οὐδὲν γὰρ ἦν τούτων, εἰ μὴ πεφύκειμεν ὑπολαμβάνειν. Ἀλλ'

ἔγωγε ἐῶ τἆλλα. Τοῖς μέντοι λεγομένοις ὑπὸ τούτων ἐάν τε πι-

στεύωμεν ἐάν τε ἀπιστῶμεν, ἀναγκαίως ἔχει δοξάζειν πάντῃ τε καὶ

πάντως. Ὅτι μὲν οὖν ἀμήχανόν ἐστι φιλοσοφεῖν τὸν τρόπον

τοῦτον φανερόν· ὅτι δὲ καὶ παρὰ φύσιν…

The complete text is available when the reading interface loads.