The Greek Library Author

Anonymous

Fragmenta

Authority group
Cleanthes (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta, ed. J. U. Powell, Collectanea Alexandrina, Oxford: Clarendon Press, 1925 (repr. 1970): 227–231.
CTS identifier
urn:cts:greekLit:tlg1269.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Κύδιστ' ἀθανάτων, πολυώνυμε παγκρατὲς αἰεί,

Ζεῦ φύσεως ἀρχηγέ, νόμου μετὰ πάντα κυβερνῶν,

χαῖρε· σὲ γὰρ καὶ πᾶσι θέμις θνητοῖσι προσαυδᾶν.

Ἐκ σοῦ γὰρ γενόμεσθα, θεοῦ μίμημα λαχόντες

μοῦνοι, ὅσα ζώει τε καὶ ἕρπει θνήτ' ἐπὶ γαῖαν·

τῷ σε καθυμνήσω, καὶ σὸν κράτος αἰὲν ἀείσω.

Σοὶ δὴ πᾶς ὅδε κόσμος ἑλισσόμενος περὶ γαῖαν

πείθεται ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται·

τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶν

ἀμφήκη πυρόεντ' αἰειζώοντα κεραυνόν·

τοῦ γὰρ ὑπὸ πληγῇς φύσεως πάντ' ἔργα βέβηκεν,

ᾧ σὺ κατευθύνεις κοινὸν λόγον, ὃς διὰ πάντων

φοιτᾷ μιγνύμενος μεγάλῳ μικροῖς τε φάεσσιν ....

[ὡς τόσσος γεγαὼς ὕπατος βασιλεὺς διὰ παντός.]

Οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθονὶ σοῦ δίχα, δαῖμον,

οὔτε κατ' αἰθέριον θεῖον πόλον, οὔτ' ἐνὶ πόντῳ,

πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέραισιν ἀνοίαις.

Ἀλλὰ σὺ καὶ τὰ περισσὰ ἐπίστασαι ἄρτια θεῖναι,

καὶ κοσμεῖν τἄκοσμα, καὶ οὐ φίλα σοὶ φίλα ἐστίν.

Ὧδε γὰρ εἰς ἓν πάντα συνήρμοκας ἐσθλὰ κακοῖσιν,

ὥσθ' ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα,

ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσιν,

δύσμοροι, οἵ τ' ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες

οὔτ' ἐσορῶσι θεοῦ κοινὸν νόμον οὔτε κλύουσιν,

ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν·

αὐτοὶ δ' αὖθ' ὁρμῶσιν ἄνοι κακὸν ἄλλος ἐπ' ἄλλο,

οἳ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες,

οἳ δ' ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ

ἄλλοι δ' εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα

...... ἐπ' ἄλλοτε δ' ἄλλα φέρονται,

σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι.

Ἀλλὰ Ζεῦ πάνδωρε κελαινεφὲς ἀργικέραυνε,

ἀνθρώπους ῥύου 〈μὲν〉 ἀπειροσύνης ἀπὸ λυγρῆς,

ἣν σύ, πάτερ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαι

γνώμης, ᾗ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾷς,

ὄφρ' ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ,

ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε

θνητὸν ἐόντ', ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον

οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν.

2

Ἄγου δέ μ', ὦ Ζεῦ, καὶ σύ γ' ἡ πεπρωμένη,

ὅποι ποθ' ὑμῖν εἰμὶ διατεταγμένος,

ὡς ἕψομαί γ' ἄοκνος· ἢν δὲ μὴ θέλω

κακὸς γενόμενος, οὐδὲν ἧττον ἕψομαι.

3

Τἀγαθὸν ἐρωτᾷς μ' οἷον ἔστ'; ἄκουε δή·

τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές,

κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον,

αὐστηρόν, αὐθέκαστον, αἰεὶ συμφέρον,

ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον,

ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον,

ἔντιμον, 〈εὐχάριστον〉, ὁμολογούμενον,

εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾶον, σφοδρόν,

χρονιζόμενον, ἄμεμπτον, αἰεὶ διαμένον.

4

Μὴ πρὸς δόξαν ὅρα, ἐθέλων σοφὸς αἶψα γενέσθαι,

μηδὲ φοβοῦ πολλῶν ἄκριτον καὶ ἀναιδέα βάξιν·

οὐ γὰρ πλῆθος ἔχει συνετὴν κρίσιν, οὔτε δικαίαν

οὔτε καλήν, ὀλίγοις δὲ παρ' ἀνδράσι τοῦτό κεν εὕροις.

5

Ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει,

ὡς δὴ παρ' ἐκείνης τευξόμενος καλοῦ τινος.

6

Κακῶς ἀκούειν κρεῖσσον ἢ λέγειν κακῶς.

7

{Λογισμός.} Τί ποτ' ἔσθ' ὃ βούλει, Θυμέ; τοῦτό μοι φράσον.

{Θυμός.} Λέγω, Λογισμέ· πᾶν ὃ βούλομαι ποιεῖν.

{Λ.} Ἦ βασιλικόν γε· πλὴν ὅμως εἶπον πάλιν.

{Θ.} Ὧν ἂν ἐπιθυμῶ, ταῦθ' ὅπως γενήσεται.

8

Ὅστις ἐπιθυμῶν ἀνέχετ' αἰσχροῦ πράγματος,

οὗτος ποιήσει τοῦτ', ἐὰν καιρὸν λάβῃ.

9

Πόθεν ποτ' ἆρα γίνεται μοιχῶν γένος;

ἐκ κριθιῶντος ἀνδρὸς ἐν ἀφροδισίοις.

10

Κακουργότερον οὐδὲν διαβολῆς ἔστι πω·

λάθρα γὰρ ἀπατήσασα τὸν πεπεισμένον

μῖσος ἀναπλάττει πρὸς τὸν οὐδὲν αἴτιον.

Diogenes Laërt. VII 168. <Κλεάνθης> Φανίου Ἄσσιος. οὗ-τος πρῶτον ἦν πύκτης, ὥς φησιν Ἀντισθένης ἐν Διαδοχαῖς. ἀφικό-μενος δὲ εἰς Ἀθήνας τέσσαρας ἔχων δραχμάς, καθὰ φασί τινες, καὶΖήνωνι παραβαλὼν ἐφιλοσόφησε γενναιότατα καὶ ἐπὶ τῶν αὐτῶν ἔμεινεδογμάτων. διεβοήθη δὲ ἐπὶ φιλοπονίᾳ, ὅς γε, πένης ὢν ἄγαν, ὥρμησεμισθοφορεῖν· καὶ νύκτωρ μὲν ἐν τοῖς κήποις ἤντλει, μεθ' ἡμέραν δὲἐν τοῖς λόγοις ἐγυμνάζετο· ὅθεν καὶ Φρεάντλης ἐκλήθη. φασὶ δὲαὐτὸν καὶ εἰς δικαστήριον ἀχθῆναι, λόγους δώσοντα πόθεν ἐς τοσοῦ-τον εὐέκτης ὢν διαζῇ, ἔπειτα ἀποφυγεῖν τόν τε κηπουρὸν μάρτυραπαρασχόντα, παρ' ὃν ἤντλει, καὶ τὴν ἀλφιτόπωλιν, παρ' ᾗ τὰ ἄλφιταἔπεττεν. ἀποδεξαμένους δὲ αὐτὸν τοὺς Ἀρεωπαγίτας ψηφίσασθαι δέκαμνᾶς δοθῆναι, Ζήνωνα δὲ κωλῦσαι λαβεῖν. φασὶ δὲ καὶ Ἀντίγονοναὐτῷ τρισχιλίας δοῦναι. ἡγούμενόν τε τῶν ἐφήβων ἐπί τινα θέανὑπ' ἀνέμου παραγυμνωθῆναι καὶ ὀφθῆναι ἀχίτωνα· ἐφ' ᾧ κρότῳ τιμη-θῆναι ὑπὸ Ἀθηναίων, καθά φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμω-νύμοις. ἐθαυμάσθη οὖν δὴ καὶ διὰ τόδε. φασὶ δὲ καὶ Ἀντίγονοναὐτοῦ πυθέσθαι ὄντα ἀκροατήν, διὰ τί ἀντλεῖ· τὸν δ' εἰπεῖν· „ἀντλῶγὰρ μόνον; τί δ' οὐχὶ σκάπτω; τί δ' οὐκ ἄρδω καὶ πάντα ποιῶ φιλο-σοφίας ἕνεκα;” καὶ γὰρ ὁ Ζήνων αὐτὸν συνεγύμναζεν εἰς τοῦτο καὶἐκέλευεν ὀβολὸν φέρειν ἀποφορᾶς. καί ποτε ἀθροισθὲν τὸ κέρμαἐκόμισεν εἰς μέσον τῶν γνωρίμων καί φησι· „Κλεάνθης μὲν καὶ ἄλ-λον Κλεάνθην δύναιτ' ἂν τρέφειν, εἰ βούλοιτο· οἱ δὲ ἔχοντες ὅθεντραφήσονται παρ' ἑτέρων ἐπιζητοῦσι τὰ ἐπιτήδεια, καίπερ ἀνειμένωςφιλοσοφοῦντες.“ ὅθεν δὴ καὶ δεύτερος Ἡρακλῆς ὁ Κλεάνθης ἐκαλεῖτο.ἦν δὴ πονικὸς μέν, ἀφύσικος δὲ καὶ βραδὺς ὑπερβαλλόντως· διὸ καὶΤίμων περὶ αὐτοῦ φησιν οὕτως· (fr. 24 W.) τίς δ' οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν, μωλυτὴς ἐπέων φίλος Ἄσσιος, ὅλμος ἄτολμος.καὶ σκωπτόμενος ὑπὸ τῶν συμμαθητῶν ἠνέσχετο καὶ ὄνος ἀκούωνπροσεδέχετο, λέγων αὐτὸς μόνος δύνασθαι βαστάζειν τὸ Ζήνωνος φορ-τίον (secuntur apophthegmata).——174 τοῦτόν φασιν εἰς ὄστρακακαὶ βοῶν ὠμοπλάτας γράφειν ἅπερ ἤκουε παρὰ τοῦ Ζήνωνος, ἀπορίᾳκερμάτων ὥστε ὠνήσασθαι χαρτία. τοιοῦτος δὲ ὢν ἐξίσχυσε, πολλῶνκαὶ ἄλλων ὄντων ἀξιολόγων Ζήνωνος μαθητῶν, αὐτὸς διαδέξασθαιτὴν σχολήν. Plutarchus de audiendo 18 p. 47e. ὥσπερ ὁ <Κλεάνθης>καὶ ὁ Ξενοκράτης βραδύτεροι δοκοῦντες εἶναι τῶν συσχολαστῶν οὐκἀπεδίδρασκον ἐκ τοῦ μανθάνειν οὐδ' ἀπέκαμνον, ἀλλὰ φθάνοντες εἰςἑαυτοὺς ἔπαιζον, ἀγγείοις τε βραχυστόμοις καὶ πινακίσι χαλκαῖς ἀπει-κάζοντες, ὡς μόλις μὲν παραδεχόμενοι τοὺς λόγους, ἀσφαλῶς δὲ καὶβεβαίως τηροῦντες. Plutarchus de vitando aere alieno 7 p. 830d. ὅσον τὸ φρό-νημα τἀνδρός, ἀπὸ τοῦ μύλου καὶ τῆς μάκτρας πεττούσῃ χειρὶ καὶἀλούσῃ γράφειν περὶ θεῶν καὶ σελήνης καὶ ἄστρων καὶ ἡλίου. Seneca epist. 44, 3. <Cleanthes> aquam traxit et rigando hortolocavit manus.——epist. 6, 6. Zenonem <Cleanthes> non expressisset, sitantummodo audisset; vitae eius interfuit, secreta perspexit, observavitillum, an ex formula sua viveret. Quintilianus Instit. orat. XII 7, 9. cum et Socrati collatumsit ad victum et Zenon, <Cleanthes>, Chrysippus mercedes a discipulisacceptaverint. Ind. Stoic. Herc. col. XIX. ”οὐκ ἐκόμισας, ἔφη, τὸ προσ-|ταχθέν” καὶ προσό(μοια) | διε(λ)έχθη καὶ τῇ κατό|πιν, ἕως παρέσ(χεναὐτὸν) | φέρειν καὶ τὸ ὅ(λον, εἶτ') | ἀποδοὺς ἐκέλε(υσεν τοῖς) | γονεῦσιἐκπέμψαι. (Δι)|ὸ καί τινες τοῦτον (οὐκ) | ὄντα πλούσιο(ν) ὡς (φι|-λ)άργυρον ἐμέμφ(ον)|το!! Stobaeus Floril. XVII 28 (Vol. I p. 496 Hense). Αἰλιανοῦἐκ τῆς συμμίκτου ἱστορίας· <Χρύσιππος> ὁ Σολεὺς ἐποιεῖτο τὸν βίονἐκ πάνυ ὀλίγων, <Κλεάνθης> δὲ καὶ ἀπὸ ἐλαττόνων. Plutarchus de adul. et amico 11 p. 55c. καὶ Βάτωνι τὴν