The Greek Library Author

Hephestion

Enchridion de Metris

Scientific editors
Maximilian Corsbruch
Edition reference
Hephaestionis Enchiridion · Leipzig · Teubner · 1906
CTS identifier
urn:cts:greekLit:tlg1402.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

〈Περὶ βραχείας.〉

(1) Βραχεῖά ἐστι συλλαβὴ ἡ ἔχουσα βραχὺ φωνῆεν ἢ βραχυνόμενον μὴ ἐπὶ τέλους λέξεως, οὕτως ὡς μὴ εἶναι μεταξὺ τούτου τοῦ φωνήεντος καὶ τοῦ ἐν τῇ ἑξῆς συλλαβῇ σύμφωνα πλείονα ἑνὸς ἁπλοῦ, ἀλλ’ ἤτοι ἓν ἢ μηδὲ ἕν.

Περὶ μακρᾶς.

(2) Μακρά ἐστι συλλαβὴ ἡ ἔχουσα μακρὸν φωνῆεν ἢ μηκυνόμενον ἢ μίαν τῶν καλουμένων διφθόγγων, οὕτως ὡς ἑξῆς εἶναι σύμφωνον ἤτοι τελικὸν αὐτῆς τῆς συλλαβῆς ἢ τῆς ἑξῆς ἀρκτικόν [οἷον θ̅η̅ς θ̅ω̅ς ̅κ̅α̅ὶ ̅ν̅α̅ῦ̅ς]. εἰ δὲ μή, οὔκ εἰσιν ἄντικρυς μακραί, ἀλλὰ κοιναί, ὡς ἑξῆς ῥηθήσεται.

(3) Θέσει μακραὶ γίνονται, ὅταν βραχέος ὄντος ἢ βραχυνομένου φωνήεντος σύμφωνα πίπτῃ μεταξὺ αὐτοῦ καὶ τοῦ τῆς ἑξῆς συλλαβῆς φωνήεντος πλείονα ἑνὸς ἁπλοῦ. γίνεται δὲ τοῦτο κατὰ πέντε τρόπους.

ἤτοι γὰρ λήξει εἰς δύο σύμφωνα οἷον Τίρυνς οὐδέ τι τεῖχος ἐπήρκεσε (adesp.), καὶ κεῖνος ἐν σάλεσσι 〈πολλοῖς〉 ἥμενος μάκαρς ἀνήρ (Alcm. 10), καὶ Τιμοκρέοντος ἐκ τῶν ἐπιγραμμάτων (9) ᾧ ξυμβουλεύειν χὲρς ἄπο, νοῦς δὲ πάρα, καὶ Ἐμπεδοκλῆς (56) ἃλς ἐπάγη ῥιπῇσιν ἐωσμένος ἠελίοιο.

ἢ ἐν τῇ ἑξῆς ἐστι ταῦτα συλλαβῇ οἷον Ἕ–κτωρ ἢ τῇ ἑξῆς ἐστι ταῦτα συλλαβῇ οἷον Ἕ–κτωρ [δ’ ἐν κλισίῃσιν]. ἔνθα καὶ δεῖ παρατηρεῖν, μὴ τὸ μὲν πρότερον ἄφωνον ᾖ, τὸ δὲ δεύτερον ὑγρόν· αἱ γὰρ τοιαῦται κοιναί, ὡς ἑξῆς εἰρήσεται.

ἢ λήγει μὲν εἷς ἕν, ἔχει δὲ καὶ τὴν ἑξῆς ἀρχομένην ἀπὸ ἑτέρου οἷον ἄλ-λος, ἢ εἰς διπλοῦν λήγει οἷον ἕξ, ἢ τὴν ἑξῆς ἔχει ἀπὸ διπλοῦ ἀρχομένην οἷον ἔξω.

Περὶ κοινῆς.

(4) Κοινὴ γίνεται συλλαβὴ κατὰ τρόπους τρεῖς· ἤτοι ὅταν μακρῷ φωνήεντι ἢ μηκυνομένῳ ἢ διφθόγγῳ ἐπιφέρηται φωνῆεν οἷον Ἄνδρα μοι ἔννεπε μοῦσα (α 1), πλάγχθη ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον (α 2), τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα (Δ 109). ῥᾷον μὲν οὖν γίνεται ἡ τοιαύτη κοινή, εἴγε ἡ συλλαβὴ εἰς μέρος λόγου ᾖ πεπερατωμένη ὡς ἐν τοῖς προκειμένοις παραδείγμασι, σπανιώτερον δὲ ἐπὶ μέσης λέξεως· οὐ μὴν ἀλλ’ ὅμως εὑρίσκεται καὶ μάλιστα ἐν τοῖς ἄλλοις μέτροις· ἐν μὲν ἰαμβικῷ Αἰσχύλος ἐν Νιόβῃ (155) Ἴστρος τοιαύτας παρθένους [λοχεύεται]. ἐν δὲ ἰωνικῷ τῷ ἀπὸ μείζονος Σωτάδου ἐξ Ἀδώνιδος τόδε τίνα τῶν παλαιῶν ἱστοριῶν θέλετ’ ἐσακοῦσαι· ἐν δὲ ἀντισπαστικῷ Ἀνακρέοντος (1) ἥ κου νῦν ἐπὶ Ληθαίου·

(5) ἐν δὲ τοῖς ἔπεσι σπανιώτερον, οὕτως ὥστε τὸ τοῦ Ἀρχελάου ὄνομα Σοφοκλῆς ἐν ταῖς ἐλεγείαις οὐκ ᾤετο ἐγχωρεῖν οὔτε εἰς ἔπος οὔτε εἰς ἐλεγεῖον· φησὶ γοῦν (1) Ἀρχέλεως· ἦν γὰρ σύμμετρον ὧδε λέγειν· καὶ Παρθένιος δὲ ἐπικήδειον εἰς Ἀρχελαΐδα γράφων ἐλεγειακὸν τὸν τελευταῖον μόνον στίχον ἀντὶ ἐλεγείου ἰαμβικὸν ἐποίησεν, ἐν ᾧ τὸ ὄνομα ἐρεῖν ἔμελλεν (2) ἀμυσχρὸν οὔνομ’ ἔσσετ’ Ἀρχελαΐδος. διὰ τοῦτο καὶ παρ’ Ὁμήρῳ συστέλλομεν τὴν Πηνελέοιο ἄνακτος (Ξ 489). Ῥίνθων μὲν γὰρ καὶ ἐν ἰάμβῳ ἐπισημασίας ἠξίωσε τὸ τοιοῦτον· ἐν γὰρ Ὀρέστῃ δράματί φησιν (10) ὅ σε Διόνυσος αὐτὸς ἐξώλη θείη εἶτα Ἱππώνακτος τὸ μέτρον· οὐδέν μοι μέλει.

(6) ὅμως μέντοι καὶ ἐν ἔπεσιν εὑρίσκεται, ὡς παρὰ Θεοκρίτῳ (11, 18). ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα, καὶ παρ’ Ὁμήρῳ (Ν 275) οἶδ’ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι; καὶ παρ’ Ἀνακρέοντι ἐν ἐλεγείαις (95) οὐδέ τί τοι πρὸς θυμόν, ὅμως γε μὲν ὡς ἀδοιάστως· ἐπὶ μὲν γὰρ τῶν τοιούτων (Π 235) σοὶ ναίουσ’ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι καὶ (κ 243) ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν ἴσως διὰ τὸ φαντασίαν τινὰ παρέχειν τοῦ ἀπηρτίσθαι τὴν λέξιν ἐν τῷ χαμαι, ὡς μία ἡ χαμαὶ ἀκούεται. ― Τῇ μέντοι γε υι διφθόγγῳ ἐὰν παρακολουθήσῃ τὸ τοιοῦτον, τελείως τραχὺς ὁ στίχος γίνεται οἷον Ἕκτορ υἱὲ Πριάμοιο (Η 47, Λ 200, Ο 244).

(7) Δεύτερος δέ ἐστι τρόπος, ὅταν βραχεῖ ἢ βρα νομένῳ φωνήεντι ἐπιφέρηται ἐν τῇ ἑξῆς συλλαβῇ σύμφωνα δύο, ὧν τὸ μὲν πρῶτον ἄφωνόν ἐστι, τὸ δὲ δεύτερον ὑγρόν, οἷον ὅ‐πλον, ἄ‐κρον, Πάτροκλέ μοι δειλῇ (Τ 287). ὅταν δὲ τὸ προηγούμενον ἡμίφωνον ᾖ, οὐκέτι κοινή ἐστιν ἡ προκειμένη, ἀλλὰ τελείως μακρά. ― Προτάσσεται δὲ ἡμίφωνον ὑγροῦ τὸ μὲν ͞͞μ τοῦ ͞ν οἷον ἀμνός, τὸ δὲ ͞σ τοῦ ͞μ οἷον ἑσμὸς, καὶ τὸ ͞σ ὅ τοῦ ͞λ κατὰ πάθος ὡς ἐν τῷ μάσλης καὶ σπανίως τοῦ ͞ν ὡς ἐν τῷ Πάσνης καὶ Μάσνης, ἃ δὴ ὀνόματα παρὰ Ξάνθῳ εἰσὶν ἐν τοῖς Λυδιακοῖς. ―

(8) Ἤδη μέντοι ἡ διὰ τοῦ μ͞ν σύνταξις ἐποίησέ που καὶ βραχεῖαν, ὡς παρὰ Κρατίνῳ ἐν Πανόπταις (154) ἀλλοτριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσι καὶ παρ’ Ἐπιχάρμῳ ἐν Μεγαρίδι (91) εὔυμνος καὶ μουσικὰν ἔχουσα πᾶσαν φιλόλυρος †ἠχὴ καὶ παρὰ Καλλιμάχῳ (27) τὼς μὲν ὁ Μνησάρχειος ἔφη ξένος. Ἐὰν μέντοι ἐν τῇ προτέρα συλλαβῇ τελικὸν ᾖ τὸ ἄφωνον, τῆς δὲ δευτέρας ἀρκτικὸν τὸ ὑγρόν, οὐκέτι γίνεται κοινὴ συλλαβή, ἀλλὰ ἄντικρυς μακρά, ὡς παρὰ Ἀλκαίῳ (95) ἔκ μ’ ἐλάσας ἀλγέων. [ἐκ ῥ’ ἀσαμίνθου βάντες]

(9) φησὶ δὲ ὁ Ἡλιόδωρος τὸ ͞μ ἐπιφερόμενον ἀφώνῳ ἧττον τῶν ἄλλων ὑγρῶν κοινὰς ποιεῖν ἐν τοῖς ἔπεσι 〈τὰς〉 συλλαβάς· διὰ τοῦτο καὶ Κρατῖνος ἐν τοῖς Χείρωσι πεποίηκε (235) σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν ὡς ὑποθήκας ἀντὶ τοῦ ἐλήλυθμεν’· ὅπερ ἐξηλέγξαμεν ψεῦδος ὄν. πρὸς γὰρ τῷ μυρίαν εἶναι τὴν χρῆσιν παρὰ τοῖς ἄλλοις ἐδείξαμεν ἔτι καὶ παρ’ αὐτῷ τῷ Κρατίνῳ πολλάκις οὖσαν, ὡς ἐν Κλεοβουλίναις (87) ἔστιν ἄκμων καὶ σφῦρα νεανίᾳ εὔτριχι πώλῳ καὶ ἐν Πανόπταις (153) κρανία δισσὰ φορεῖν, ὀφθαλμοὶ δ’ οὐκ ἀριθματοί καὶ ἐν Ὥραις (260) οὐδὲ πρὸς εἶδος ἄρ’ ἦν οὐδὲν προσιδόντι τεκμαρτόν· ἄλλως τε καὶ τὸ ἐλήλυμεν ἐδείξαμεν καὶ ἐν ἄλλοις μέτροις συνήθως αὐτοῖς λεγόμενον, ὡς παρὰ Ἀχαιῷ ἐν Κύκνῳ (24) Κύκνου δὲ πρῶτα πρὸς δόμους ἐλήλυμεν, παρ’ ᾧ καὶ τὸ δεύτερόν ἐστιν ἀκολούθως Κύκνου δὲ πρῶτα πρὸς δόμους ἐλήλυμεν, παρ’ ᾧ καὶ τὸ δεύτερόν ἐστιν ἀκολούθως πρόσωπον (43) τοιοῦδε φωτὸς πρὸς δόμους ἐλήλυτε.

(10) Τρίτος δέ ἐστι τρόπος, ὅταν βραχεῖα συλλαβὴ τελικὴ λέξεως ᾖ, μὴ ἐπιφερομένων τῶν τῆς μακρᾶς ποιητικῶν συμφώνων, ἀλλ’ ἤτοι ἑνὸς ἢ μηδενός, ὡς ἐν τῷ οἱ δὲ μέγα ἰάχοντες ἐπέδραμον (Ξ 421), ἢ αὐτὰρ ἐπεὶ Δαναῶν γένετο ἰαχή τε (M 143 sq. = Ο 395 sq.), Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1), ἀλλὰ τά γ’ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται (ι 109), καὶ μέν οἱ Λύκιοι τέμενος τάμον (Ζ 194). ἐνταῦθα καὶ εἰς μέρος λόγου ἡ κοινὴ ἔληξεν καὶ τοῦ ποδὸς τελευταία ἐστίν· αἱ γὰρ ἄλλαι κοιναὶ ἃς εἶπον ἀρκτικαὶ ποδὸς ἦσαν, αὕτη δὲ καὶ τοῦ ποδὸς ληκτική [κ͞αι͞ μ͞ε͞ν]

Περὶ συνεκφωνήσεως.

(1) Συνεκφώνησίς ἐστιν, ὁπόταν δύο συλλαβαὶ σύμφωνον μὴ ἔχουσαι μεταξὺ ἀλλήλων ἀντὶ μιᾶς παραληφθῶσι.

(2) Τρόποι δέ εἰσι τῆς συνεκφωνήσεως οἵδε· ἢ γὰρ δύο μακραὶ εἰς μίαν μακρὰν παραλαμβάνονται οἷον ἢ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας (Ε 349) καὶ βουκόλ’ ἐπεὶ οὔτε κακῷ (υ 227)· ἢ βραχεία καὶ μακρὰ εἰς μίαν μακρὰν πλέων ἐπὶ οἴνοπα πόντον (α 183) ἢ δύο βραχεῖαι εἰς μίαν μακρὰν (ι 283) νέα μέν μοι κατέαξε Ποσειδάων [ἐνὶ πόντῳ]· 〈ἡ μακρὰ καὶ βραχεῖα εἰς μίαν μακρὰν (Β 544) θώρηκας ῥήξειν δηίων ἀμφὶ στήθεσσιν·〉

(3) ἢ δύο βραχεῖαι εἰς μίαν βραχεῖαν, ὅπερ ἐν τοῖς ἄλλοις εὑρίσκεται μέτροις, ὡς παρὰ Σωτάδῃ ἐν τῇ Ἰλιάδι σείων μελίην Πηλιάδα δεξιὸν κατ’ ὦμον, ἐν δὲ τοῖς ἔπεσι σπανίως· ὥστε Κριτίας ἐν τῇ εἰς Ἀλκιβιάδην ἐλεγείᾳ οὐκ ᾤετο ἐγχωρεῖν τοῦ Ἀλκιβιάδου τὸ ὄνομα· φησὶ γὰρ (3) καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις· οὐ γάρ πως ἦν τοὔνομ’ ἐφαρμόζειν ἐλεγείῳ· νῦν δ’ ἐν ἰαμβείῳ κείσεται οὐκ ἀμέτρως. Ἔστι μέντοι καὶ ἐν ἔπει, ὡς παρὰ Κορίννῃ ἐν τῷ πέμπτῳ (9) ἢ διανεκῶς εὕδης; οὐ μὰν πάρος ἦσθα Κόριννα, καὶ παρὰ Πραξίλλῃ ἐν διθυράμβοις ἐν ᾠδῇ ἐπιγραφομένῃ Ἀχιλεὺς (1) ἀλλὰ τεὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.

(4) Τὰ μὲν γὰρ τοιαῦτα ὦκα ἑκατόγχειρον καλέσασ’ (Α 402) καὶ θῖνα ἐφ’ ἁλὸς πολιῆς (Α 350. Ν 682. Ξ 31.) οὐ μᾶλλον συνεκφώνησιν ἔχει ἢ συναλοιφήν.

(5) Ἔστι δὲ ὅπου καὶ βραχεῖα καὶ κοινὴ ἀντὶ βραχείας παραλαμβάνονται ὡς ἐν τῷ δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι (Γ 152) καὶ χρυσέῳ ἀνὰ σκήπτρῳ (Α 15. 374).

Περὶ ποδῶν.

(1) Ἐκ τῶν συλλαβῶν εἰσιν οἱ πόδες· ὧν δισύλλαβοι μὲν τέσσαρες· δίχρονος εἷς, ἐκ δύο βραχειῶν, [ὁ] πυρρίχιος. τρίχρονοι δὲ δύο· ἐκ μακρᾶς καὶ βραχείας, τροχαῖος· ἐκ βραχείας καὶ μακρᾶς, ἴαμβος. τετράχρονος δὲ εἷς, ἐκ δύο μακρῶν, σπονδεῖος.

(2)Τρισύλλαβοι δὲ οἱ τούτων διπλασίονες ὀκτώ· τρίχρονος εἷς, ἐκ τριῶν βραχειῶν, τρίβραχυς καὶ χορεῖος. τετράχρονοι δὲ τρεῖς· ἐκ μακρᾶς καὶ δύο βραχειῶν, δάκτυλος· ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας, ἀμφίβραχυς· ἐκ δύο βραχειῶν καὶ μακρᾶς, ἀνάπαιστος. πεντάχρονοι δὲ οἱ ἴσοι τούτοις τρεῖς· ἐκ βραχείας καὶ δύο μακρῶν, βακχεῖος· ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, ἀμφίμακρος ἢ κρητικός· ἐκ δύο μακρῶν καὶ βραχείας, παλιμβάκχειος. ἑξάχρονος δὲ εἷς, ἐκ τριῶν μακρῶν, μολοττός.

(3)Τετρασύλλαβοι δὲ οἱ τούτων διπλασίονες ις′, ὧν τετράχρονος εἷς, ἐκ τεσσάρων βραχειῶν, προκελευματικός· πεντάχρονοι δὲ τέσσαρες· ἐκ μακρᾶς καὶ τριῶν βραχειῶν, παιὼν πρῶτος· ἐκ βραχείας καὶ μακρᾶς καὶ δύο βραχειῶν, παιὼν δεύτερος· ἐκ δύο βραχειῶν καὶ μακρᾶς καὶ βραχείας, παιὼν τρίτος. ἐκ τριῶν βραχειῶν καὶ μακρᾶς, παιὼν τέταρτος. ἑξάχρονοι δὲ ἕξ· ἐκ δύο βραχειῶν καὶ δύο μακρῶν, Ἰωνικὸς ἀπ’ ἐλάττονος· ἐκ βραχείας καὶ δύο μακρῶν καὶ βραχείας, ἀντίσπαστος· ἐκ δύο μακρῶν καὶ δύο βραχειῶν, Ἰωνικὸς ἀπὸ μείζονος· ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς καὶ βραχείας, τροχαϊκὴ ταυτοποδία ἢ διτρόχαιος· ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, ἰαμβικὴ ταυτοποδία ἢ διΐαμβος· ἐκ μακρᾶς καὶ δύο βραχειῶν καὶ μακρᾶς, χορίαμβος. ἑπτάχρονοι δὲ τέσσαρες· ἐκ βραχείας καὶ τριῶν μακρῶν, πρῶτος ἐπίτριτος· ἐκ μακρᾶς καὶ βραχείας καὶ δύο μακρῶν, δεύτερος ἐπίτριτος ἢ καὶ τροχαϊκὴ ἑπτάσημος, ὁ καὶ Καρικός· ἐκ δύο μακρῶν καὶ βραχείας καὶ μακρᾶς, τρίτος ἐπίτριτος ἢ ἰαμβικὴ ἑπτάσημος, ὁ καὶ Ῥόδιος· ἐκ τριῶν μακρῶν καὶ βραχείας, τέταρτος ἐπίτριτος ἢ ἀντισπαστικὴ ἑπτάσημος, ὁ καὶ μονογενής. ὀκτάχρονος δὲ 〈εἷς〉, ἐκ τεσσάρων μακρῶν, σπονδειακὴ ταυτοποδία ἢ δισπόνδειος.

Περὶ ἀποθέσεω; μέτρων.

(1) Ἀκατάληκτα καλεῖται μέτρα, ὅσα τὸν τελευταῖον πόδα ὁλόκληρον ἔχει, οἷον [ὡς] ἐπὶ δακτυλικοῦ (Alcm.45) Μῶσ’ ἄγε Καλλιόπα θύγατερ Διός,

(2) καταληκτικὰ δέ, ὅσα μεμειωμένον ἔχει τὸν τελευταῖον πόδα, οἷον ἐπὶ ἰαμβικοῦ (Sapph. 103) χαίροισα νύμφα, χαιρέτω δ’ ὁ γαμβρός· ἐνταῦθα γὰρ ἡ ̅β̅ρ̅ο̅ς̅ τελευταία συλλαβὴ ἀντὶ ὅλου ποδὸς ἰαμβικοῦ κεῖται. Ἐὰν δὲ τρισύλλαβος ᾗ ὁ ποὺς ὁ τὸ μέτρον συνιστάς, δύναται καὶ παρὰ δύο συλλαβὰς εἶναι τὸ καταληκτικόν, οἷον ἐπὶ δακτυλικοῦ (Archil. 104) ἐν δὲ Βατουσιάδης· ἐνταῦθα γὰρ ἡ ̅δ̅η̅ς̅ συλλαβὴ ἐν δὲ Βατουσιάδης· ἐνταῦθα γὰρ ἡ ̅δ̅η̅ς̅ συλλαβὴ ἀντὶ τρισυλλάβου κεῖται [δακτυλικοῦ]. Ἐπὶ δὲ τῶν τοιούτων τὸ μὲν παρὰ συλλαβὴν καλεῖται καταληκτικὸν εἰς δισύλλαβον, τὸ δὲ παρὰ δύο συλλαβὰς καταληκτικὸν εἰς συλλαβήν.

(3) Βραχυκατάληκτα δὲ καλεῖται, ὅσα ἀπὸ διποδίας ἐπὶ τέλους ὅλῳ ποδὶ μεμείωται, οἷον ἐπὶ ἰαμβικοῦ (fr. lyr. adesp. 45) ἄγ’ αὖτ’ ἐς οἶκον τὸν Κλεησίππω· ἐνταῦθα γὰρ ὁ ͞σ͞ι͞π͞π͞ω ποὺς ἀντὶ ὅλης ἰαμβικῆς κεῖται διποδίας.

(4) Ὑπερκατάληκτα δὲ ὅσα πρὸς τῷ τελείῳ προσέλαβε μέρος ποδός, οἷον ἐπὶ ἰαμβικοῦ (fr. lyr. adesp. 46) εἶμ’ ὧτε πυσσάκω λυθεῖσα· εἶμ’ ὧτε πυσσάκω λυθεῖσα· τοῦτο μὲν οὖν συλλαβῇ [πλείονι] περιττεύει· δύναται δὲ καὶ δισυλλάβῳ περιττεύειν, ὁπόταν ἑκάτερος τῶν ἐν τῇ συζυγίᾳ ποδῶν τρισύλλαβος ᾖ, οἷον ἐπ’ ἀναπαιστικοῦ (Telesilla 1) ἅδ’ Ἄρτεμις, ὦ κόραι· τοῦτο γὰρ πρὸς τῇ ὁλοκλήρῳ συζυγίᾳ δισύλλαβον ἔχει [τὸν τελευταῖον], ὅπερ ἀναπαίστου μιᾷ ἐνδεῖ συλλαβῇ. Καλοῦνται δὲ ταῦτα πάντα ἀποθέσεις. —

(5) Παντὸς μέτρου ἀδιάφορός ἐστιν ἡ τελευταία συλλαβή, ὥστε δύνασθαι εἶναι αὐτὴν καὶ βραχεῖαν καὶ μακράν, οἷον (Β 1) ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὗδον παννύχιοι· Δία δ’ οὐκ ἔχε νήδυμος ὕπνος· ἐν μὲν γὰρ τῷ προτέρῳ μακρά ἐστιν ἡ τελευταία συλλαβή, ἐν δὲ τῷ δευτέρῳ βραχεῖα.

(6) Πᾶν μέτρον εἰς τελείαν περατοῦται λέξιν· ὅθεν ἐπίληπτά ἐστι τὰ τοιαῦτα Σιμωνίδου ἐκ τῶν ἐπιγραμ μάτων (131) ἡ μέγ’ Ἀθηναίοισι φόως γένετ’, ἠνίκ’ Ἀριστογείτων Ἵππαρχον κτεῖνε καὶ Ἁρμόδιος, καὶ πάλιν Νικομάχου τοῦ τὴν περὶ τῶν ζωγράφων ἐλεγείαν πεποιηκότος (PLGII⁴ p. 316) οὗτος δή σοι ὁ κλεινὸς ἂν Ἑλλάδα πᾶσαν Ἀπολλόδωρος· οὗτος δή σοι ὁ κλεινὸς ἂν Ἑλλάδα πᾶσαν Ἀπολλόδωρος· γινώσκεις τοὔνομα τοῦτο κλύων· ταῦτα μὲν οὖν ἐγένετο διὰ τὴν τῶν ὀνομάτων ἀνάγκην — οὐ γὰρ ἐνεχώρει —, ἔνια δὲ καὶ παίζουσιν οἱ κωμικοί, ὡς Εὔπολις Βάπταις (73) ἀλλ’ οὐχὶ δυνατόν ἐστιν· οὐ γὰρ ἀλλὰ προβούλευμα βαστάζουσι τῆς πόλεως μέγα.

Περὶ ἰαμβικοῦ.

(1) Τὸ ἰαμβικὸν δέχεται κατὰ μὲν τὰς περισσὰς χώρας [τουτέστι πρώτην, τρίτην, πέμπτην] ἴαμβον, τρίβραχυν, καὶ σπονδεῖον, δάκτυλον, ἀνάπαιστον, κατὰ δὲ τὰς ἀρτίους [τουτέστι δευτέραν, τετάρτην, ἕκτην] ἴαμβον καὶ τρίβραχυν καὶ ἀνάπαιστον· τοῦτον δὲ παρὰ τοῖς κωμικοῖς συνεχῶς, παρὰ δὲ τοῖς ἰαμβοποιοῖς καὶ τραγικοῖς σπανιώτερον. Ὅτε μὲν οὖν ἀκατάληκτόν ἐστιν, ἐπὶ τῆς τελευταίας τὸν ἴαμβον δέχεται μόνον ἢ πυρρίχιον διὰ τὴν ἀδιάφορον, ὅταν δὲ καταληκτικόν, τὸν ἴαμβον παραλήγοντα ― ἢ σπανίως τρίβραχυν ―, ὥστε γίνεσθαι τὴν κατάκλειδα ἤτοι ἀμφίβραχυν ἢ βακχεῖον.

(2) Ἔστι δὲ ἐπίσημα ἐν αὐτῷ ἀκατάληκτα μὲν δίμετρα, οἷον τὰ Ἀνακρεόντεια ὅλα ἄσματα γέγραπται (89) ἐρῶ τε δηῦτε κοὐκ ἐρῶ καὶ μαίνομαι κοὐ μαίνομαι· τρίμετρα δὲ (Anacr. 84) ἔστε ξένοισι μειλίχοις ἐοικότες τετράμετρον δὲ οἷον τὸ Ἀλκαίου (56) ἔστε ξένοισι μειλίχοις ἐοικότες τετράμετρον δὲ οἷον τὸ Ἀλκαίου (56) δέξαι με κωμάζοντα, δέξαι, λίσσομαί σε, λίσσομαι.

(3) Καταληκτικὸν δὲ δίμετρον τὸ καλούμενον Ἀνακρεόντειον οἷον (Anacr. 92) ὁ μὲν θέλων μάχεσθαι, πάρεστι γάρ, μαχέσθω· τρίμετρον δὲ οἷον τὸ Ἀρχιλόχου (116) ὄγμος κακοῦ δὲ γήραος καθαιρεῖ· τετράμετρον δὲ οἷον τὸ Ἱππώνακτος (90) εἴ μοι γένοιτο παρθένος καλή τε καὶ τέρεινα.

(4) Ἔστιν ἐπίσημον ἐν τοῖς ἀκαταλήκτοις καὶ τὸ χωλὸν καλούμενον, ὅπερ τινὲς μὲν Ἱππώνακτος, τινὲς δὲ Ἀνανίου εὕρημά φασι, διαφέρει δὲ τοῦ ὀρθοῦ, ᾗ ἐκεῖνο μὲν τὸν τελευταῖον ἴαμβον ἔχει ἢ πυρρίχιον διὰ τὴν ἀδιάφορον, τοῦτο δὲ ἢ σπονδεῖον ἢ τροχαῖον. τὸ δὲ χωλὸν οὐ δέχεται τοὺς παραλήγοντας τρισυλλάβους πόδας, οὔτε δάκτυλον οὔτε τρίβραχυν οὔτε ἀνάπαιστον, ἀλλὰ μάλιστα μὲν ἴαμβον, ὅτε καὶ εὐπρεπές ἐστιν, (Callim. 92) ἀκούσαθ’ Ἱππώνακτος· οὐ γὰρ ἀλλ’ ἥκω, ἔσθ’ ὅτε δὲ καὶ σπονδεῖον, ὅτε καὶ τραχύτερον γίνεται, (Hipp. 48) εἰς ἄκρον ἕλκων, ὥσπερ ἀλλᾶντα ψύχων.

Περὶ τροχαῖκοῦ.

(1) Τὸ τροχαϊκὸν κατὰ μὲν τὰς περιττὰς χώρας δέχεται τροχαῖον, τρίβραχυν καὶ δάκτυλον, κατὰ δὲ τὰς ἀρτίους τούτους τε καὶ σπονδεῖον καὶ ἀνάπαιστον. Καταληκτικὸν δὲ ὅτε ἐστί, τὸν παραλήγοντα μάλιστα μὲν τροχαῖον δέχεται, ἔστι δὲ ὅτε καὶ τρίβραχυν· [καὶ] ἐὰν δὲ ᾗ βραχυκατάληκτον, οὐ βούλεται τὸν παραλήγοντα τετράσημον ἔχειν.

(2) Ἔστι δὲ ἐπίσημα ἐν αὐτῷ καταληκτικά· δίμετρον μὲν καταληκτικὸν τὸ καλούμενον Εὐριπίδειον ἢ Ληκύθιον, οἷόν ἐστι (Eur. Phoen. 239 sq.) νῦν δέ μοι πρὸ τειχέων θούριος μολὼν Ἄρης· τρίμετρον δὲ καταληκτικόν, οἷόν ἐστι τὸ Ἀρχιλόχου (99), ὅ τινες ἀκέφαλον ἰαμβικὸν καλοῦσι, Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαισάμην. τετράμετρον δὲ καταληκτικὸν οἷον (Archil. 60) Ἐρξίη πῆ δηῦτ’ ἄνολβος ἀθροΐζεται στρατός. τοῦτο δὲ τὸ τετράμετρον γίνεται καὶ χωλὸν τοῦ παρατελεύτου ποδὸς σπονδείου γενομένου, οἷόν ἐστι καὶ τὸ (Hipp. 78) Μητροτίμῳ δηῦτέ με χρὴ τῷ σκότῳ δικάζεσθαι. καὶ τῷ πενταμέτρῳ δὲ καίπερ ὄντι ὑπερμέτρῳ πολλοὺς κεχρῆσθαι συμβέβηκεν, οἷόν ἐστι καὶ τὸ Καλλιμάχου (115) ἔρχεται πολὺς μὲν Αἰγαῖον διατμήξας ἀπ’ οἰνηρῆς Χίου

(3) Ἔστι δὲ ἐν αὐτῷ ἐπίσημον καὶ τὸ δίμετρον βραχυκατάληκτον, τὸ καλούμενον Ἰθυφαλλικόν· ᾧ πρῶτος μὲν Ἀρχίλοχος κέχρηται, συζεύξας αὐτὸ δακτυλικῷ τετραμέτρῳ οὕτως (Arch. 100) οὐκέθ’ ὁμῶς θάλλεις ἁπαλὸν χρόα· κάρφεται γὰρ ἤδη. οἱ δὲ μετὰ ταῦτα καὶ ἐπήγαγον αὐτὸ ἰαμβείῳ, ὥσπερ ὁ Καλλίμαχος (117) Ἑρμᾶς ὅ περ Φεραῖος αἰνείων θεός ἔμμι τῶ φυγαίχμα.

(4) ὁμοίως δὲ καὶ τὸ τετράμετρον βραχυκατάληκτόν ἐστιν ἐπίσημον, οἷον (fr. com. an. 39) οὐδ’ Ἀμειψίαν ὁρᾶτε πτωχὸν ὄντ’ ἐφ’ ὑμῖν· καὶ τῶν ἀκαταλήκτων δὲ τὸ τετράμετρόν ἐστιν ἔνδοξον, οἷον τουτὶ τὸ Ἀνακρέοντος (76) κλῦθί μευ γέροντος εὐέθειρα χρυσόπεπλε κούρα. Τὰ μὲν οὖν ἐπισημότατα ἐν αὐτῷ ταῦτά ἐστι.

(5) Τῷ δὲ δακτύλῳ τῷ κατὰ τὰς περιττὰς ἐμπίπτοντι χώρας ἥκιστα οἱ ἰαμβοποιοὶ ἐχρήσαντο ποιηταί, σπανίως δὲ καὶ οἱ τραγικοί, οἱ δὲ κωμικοὶ συνεχῶς ὥσπερ καὶ ἐν τῷ ἰαμβικῷ τῷ ἐπὶ τῆς ἀρτίου ἀναπαίστῳ· ἑκάτερον γὰρ ἄλογον· οὔτε γὰρ ἐν τῷ ἰαμβικῷ ἐχρῆν ἀνάπαιστον ἐπὶ τῆς ἀρτίου χώρας, ἐφ’ ἧς οὐδὲ σπονδεῖος ἐγχωρεῖ, οὗ λύσις ἐστὶν ὁ ἀνάπαιστος, οὔτε ἐν τῷ τροχαϊκῷ ἐπὶ τῆς περιττῆς τὸν δάκτυλον, ἐφ’ ἧς οὐδὲ σπονδεῖος ἐγχωρεῖ, οὗ ὁμοίως λύσις ὁ δάκτυλος.

(6) Ἔτι μέντοι καὶ ἐν τοῖς καταληκτικοῖς καὶ ὁ τρίβραχυς ἐγχωρεῖ, καθάπερ προειρήκαμεν, οὐ μόνον ὁ τροχαῖος, ὥς τινες οἴονται· παράδειγμα τόδε (fr. com. an. 38) τῶν πολιτῶν ἄνδρας ὑμῖν δημιουργοὺς ἀποφανῶ· τῆς γὰρ κατάκλειδος οὔσης ͞͞͞ἀ͞π͞ο͞φ͞α͞ν͞ῶ δῆλον ὡς ὁ παρακείμενος πούς ἐστιν ͞α͞π͞ο͞φ͞α, τρίβραχυς ὡς προείρηται.

Περὶ δακτυλικοῦ.

(1) Τὸ δακτυλικὸν δέχεται δακτύλους καὶ σπονδείους κατὰ πᾶσαν χώραν πλὴν τῆς τελευταίας· ἐπὶ ταύτης δέ, εἰ μὲν ἀκατάληκτον εἴη, δάκτυλον ἕξει ἢ διὰ τὴν ἀδιάφορον κρητικόν· εἰ δὲ καταληκτικόν, τὰ ἀπ’ αὐτοῦ μεμειωμένα ἤτοι συλλαβῇ ἢ δύο συλλαβαῖς· καὶ τὸ μὲν καλεῖται καταληκτικὸν εἰς συλλαβήν, τὸ δὲ καταληκτικὸν εἰς δισύλλαβον.

(2) Ἐπισημότατα δ’ ἐστὶν ἐν αὐτῷ τό τε ἑξάμετρον καταληκτικὸν εἰς δισύλλαβον, τὸ καλούμενον ἔπος, οἷον (Α 1) μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος, (ἐπὶ γὰρ τῆς ἐσχάτης λέξεως τῆς λ͞η͞ος λείπει ὁ δάκτυ λος μιᾷ συλλαβῇ) καὶ τὸ πεντάμετρον καταληκτικὸν εἰς δισύλλαβον, τὸ καλούμενον Σιμίειον, οἷον χαῖρε ἄναξ ἕταρε ζαθέας μάκαρ ἥβας, καὶ τὸ τετράμετρον εἰς δισύλλαβον καταληκτικόν, ᾧ πρῶτος μὲν ἐχρήσατο Ἀρχίλοχος ἐν ἐπῳδοῖς (98) φαινόμενον κακὸν οἴκαδ’ ἄγεσθαι· ὕστερον δὲ καὶ Ἀνακρέων τούτῳ τῷ μέτρῳ καὶ ὅλα ᾄσματα συνέθηκεν (67) ἁδύμελες χαρίεσσα χελιδοῖ καὶ (68) μνᾶται δηῦτε φαλακρὸς Ἄλεξις. Ταῦτα μὲν οὖν τῶν εἰς δισύλλαβον καταληκτικῶν παραδείγματα.

(3) Τῶν δὲ εἰς συλλαβὴν τῷ μὲν πενθημιμερεῖ [πρὸς δύο ποσὶν οὐσῶν τῶν συλλαβῶν] Ἀρχίλοχος κέχρηται ἐν ἐπωδῷ (104) ἐν δὲ Βατουσιάδης, τῷ δὲ ἑφθημιμερεῖ Ἀλκμὰν (49) ταῦτα μὲν ὡς ἂν ὁ δῆμος ἅπας.

(4) Καὶ τῶν ἀκαταλήκτων δὲ τὸ τετράμετρον Ἀρχίλοχος ἔνδοξον ἐποίησε διὰ τὸ προτάξαι αὐτὸ τροχαϊκοῦ τοῦ καλουμένου ἰθυφαλλικοῦ, οὕτως (100) οὐκέθ’ ὁμῶς θάλλεις ἁπαλὸν χρόα· κάρφεται γὰρ ἤδη. Ἀλκμὰν δὲ καὶ ὅλας στροφὰς τούτῳ τῷ μέτρῳ κατεμέτρησε (45) Μῶσ’ ἄγε Καλλιόπα, θύγατερ Διός, ἄρχ’ ἐρατῶν ἐπέων, ἐπὶ δ’ ἵμερον ὕμνῳ καὶ χαρίεντα τίθει χορόν. Ταῦτα μὲν οὖν κοινὰ δακτυλικά.

(5) Τὰ δὲ Αἰολικὰ καλούμενα τὸν μὲν πρῶτον ἔχει πόδα πάντως ἕνα τῶν δισυλλάβων ἀδιάφορον, ἤτοι σπονδεῖον ἢ ἴαμβον ἢ τροχαῖον ἢ πυρρίχιον, τοὺς δὲ ἐν μέσῳ δακτύλους πάντας, τὸν δὲ τελευταῖον πρὸς τὴν ἀπόθεσιν δάκτυλον μὲν ἢ κρητικὸν διὰ τὸ τῆς τελευταίας ἀδιάφορον, ἐὰν ἀκατάληκτον ᾖ, ἐὰν δὲ κατα ληκτικόν, καὶ τὰ ἀπὸ τούτου μεμειωμένα εἰς δισύλλαβον καὶ συλλαβήν.

(6) Τὸ μὲν οὖν Αἰολικὸν ἔπος τὸ καταληκτικὸν τοιοῦτόν ἐστι (Alc. 46) κέλομαί τινα τὸν χαρίεντα Μένωνα καλέσσαι εἰ χρὴ συμποσίας ἐπ’ ὄνασιν ἐμοὶ γεγενῆσθαι. πεντάμετρα δὲ καταληκτικὰ εἰς δισύλλαβον (Sapph. 104) τίῳ σ’, ὦ φίλε γαμβρέ, καλῶς ἐϊκάσδω; ὄρπακι βραδινῷ σε μάλιστ’ ἐϊκάσδω. τὸ δὲ τετράμετρον (Sapph. 98) θυρωρῷ πόδες ἑπτορόγυιοι τὰ δὲ σάμβαλα πεντεβόηα πίσυγγοι δὲ δέκ’ ἐξεπόνασαν.

(7) Τῶν δὲ ἀκαταλήκτων τὸ μὲν πεντάμετρον καλεῖται Σαπφικὸν τεσσαρεσκαιδεκασύλλαβον, ᾧ τὸ δεύτερον ὅλον Σαπφοῦς γέγραπται (Sapph. 33) ἠράμαν μὲν ἐγὼ σέθεν, Ἄτθι, πάλαι πόκα. τὸ δὲ τετράμετρον ἀκατάληκτόν ἐστι τοιοῦτον· τοιοῦτον· ἔρος δαῦτέ μ’ ὁ λυσιμελὴς δόνει γλυκύπικρον ἀμάχανον ὄρπετον (Sapph. 40). — Ἄτθι, σοὶ δ’ ἔμεθεν μὲν ἀπήχθετο φροντίσδην, ἐπὶ δ’ Ἀνδρομέδαν πότη (Sapph.41).

(8) Ἔστι δέ τινα καὶ λογαοιδικὰ καλούμενα δακτυλικά, ἅπερ ἐν μὲν ταῖς ἄλλαις χώραις δακτύλους ἔχει, τελευταίαν δὲ τροχαϊκὴν συζυγίαν. ἔστι δὲ αὐτῶν ἐπισημότατα τό τε πρὸς δύο δακτύλοις ἔχον τροχαϊκὴν συζυγίαν, καλούμενον δὲ Ἀλκαϊκὸν δεκασύλλαβον (Alc. 69) καί τις ἐπ’ ἐσχατιαῖσιν οἴκεις, καὶ τὸ πρὸς τρισί, καλούμενον Πραξίλλειον (Prax. 5) ὦ διὰ τῶν θυρίδων καλὸν ἐμβλέποισα παρθένε τὰν κεφάλαν, τὰ δ’ ἔνερθε νύμφα.

Περὶ ἀναπαιστικοῦ.

(1) Τὸ δὲ ἀναπαιστικὸν κατὰ πᾶσαν χώραν δέχεται σπονδεῖον, ἀνάπαιστον, σπανίως δὲ καὶ προκελευματικόν, παρὰ δὲ τοῖς δραματοποιοῖς καὶ δάκτυλον. Εἰσὶ δὲ αὐτοῦ ἀποθέσεις ἓξ κατὰ συζυγίαν διαιρουμένου· ὑπερκατάληκτος εἰς δισύλλαβον, ὑπερκατάληκτος εἰς συλλαβήν, ἀκατάληκτος, καταληκτικὴ εἰς δισύλλαβον, καταληκτικὴ εἰς συλλαβήν, βραχυκατάληκτος.

(2) Ἐπισημότατον δὲ ἐν αὐτῷ ἐστι τὸ τετράμετρον καταληκτικὸν εἰς συλλαβήν, τὸ καλούμενον Ἀριστοφάνειον (Nub. 962) ὅτ’ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη νενόμιστο· κέκληται δὲ Ἀριστοφάνειον οὐκ Ἀριστοφάνους αὐτὸ εὑρόντος πρώτου, ἐπεὶ καὶ παρὰ Κρατίνῳ ἐστί (220) χαίρετε δαίμονες οἱ Λεβάδειαν Βοιώτιον οὖθαρ ἀρούρης, ἀλλὰ διὰ τὸ τὸν Ἀριστοφάνην πολλῷ αὐτῷ κεχρῆσθαι·

(3) καὶ πρὸ Κρατίνου παρ’ Ἐπιχάρμῳ, ὃς καὶ ὅλα δύο δράματα τούτῳ τῷ μέτρῳ γέγραφε, τούς τε Χορεύοντας καὶ τὸν Ἐπίνικον. Ἀριστόξενος δὲ ὁ Σελινούντιος Ἐπιχάρμου πρεσβύτερος ἐγένετο ποιητής (οὗ καὶ αὐτὸς Ἐπίχαρμος (88) μνημονεύει ἐν Λόγῳ καὶ Λογίνᾳ. οἱ τοὺς ἰάμβους καὶ τὸν † ἄριστον τρόπον, ὃν πρᾶτος εἰσηγήσαθ’ Ὡριστόξενος) καὶ τούτου τοίνυν τοῦ Ἀριστοξένου μνημονεύεταί τινα τούτῳ τῷ μέτρῳ γεγραμμένα (CGF p. 87) τίς ἀλαζονίαν πλείσταν παρέχει τῶν ἀνθρώπων; τοὶ μάντεις·

(4) τὸ μέντοι τὸν σπονδεῖον ἔχον, ἀλλὰ μὴ τὸν ἀνάπαιστον παραλήγοντα εἰσὶν οἳ Λακωνικὸν καλοῦσι, προφερόμενοι παράδειγμα τὸ ἄγετ’ ὦ Σπάρτας ἔνοπλοι κοῦροι ποτὶ τὰν Ἄρεως κίνασιν· ὅτι μέντοι καὶ ἐν τῷ Ἀριστοφανείῳ καλουμένῳ ἀδιαφόρως εὑρίσκεται ὁ παραλήγων ἀνάπαιστος ἢ σπονδεῖος, δηλώσει Κρατῖνος· εἰς γὰρ τοὺς Ὀδυσσέας εἰσβάλλων (138) τούτῳ τῷ μέτρῳ ἐχρήσατο τίνες αὖ πόντον κατέχουσ’ αὖραι; νέφος οὐράνιον τόδ’ ὁρῶμαι, ἐποίησε δέ τινα στίχον καὶ σπονδείῳ τῷ παραλήγοντι κεχρημένον (139) ὡς ἂν μᾶλλον τοῖς πηδαλίοις ἡ ναῦς ἡμῶν πειθαρχῇ. Περὶ μὲν οὖν τοῦ τετραμέτρου ταῦτα.

(5) Τῷ δὲ τριμέτρῳ Σιμίας ὁ Ῥόδιος ὅλον ποιημάτιον ἔγραψεν Ἱστία ἁγνά, ἀπ’ ἐϋξείνων μέσα τοίχων.

(6) Τὸ δὲ δίμετρον καταληκτικὸν καλεῖται μὲν παροιμιακὸν διὰ τὸ παροιμίας τινὰς ἐν τούτῳ τῷ μέτρῳ εἶναι πότε δ’ Ἄρτεμις οὐκ ἐχόρευσεν (paroem. Gr. ed. Leutsch II p. 229) ― καὶ κόρκορος ἐν λαχάνοισιν (paroem. Gr. I p. 100. 257) ―, ἀλλὰ παροιμίαι εἰσὶ καὶ ἐπικαὶ καὶ ἰαμβικαὶ καὶ οὐ τούτου τοῦ μέτρου μόνου· ὥστ’ οὐκ εἰκότως αὐτὸ μόνον παροιμιακὸν καλοῦσι. Κρατῖνος δὲ ἐν Ὀδυσσεῦσι (144) συνεχεῖ αὐτῷ ἐχρήσατο· σιγάν νυν ἅπας ἔχε σιγάν καὶ πάντα λόγον τάχα πεύσει· ἡμῖν δ’ Ἰθάκη πατρίς ἐστι, πλέομεν δ’ ἅμ’ Ὀδυσσέϊ θείῳ.

(7) Πρῶτος δὲ Ἀρχίλοχος ἐχρήσατο τῷ μεγέθει τούτῳ, ἐν τοῖς τετραμέτροις προτάξας αὐτὸ τοῦ ἰθυφαλλικοῦ· τὸ γὰρ (79) Ἐρασμονίδη Χαρίλαε ἑφθημιμερές ἐστιν ἀναπαιστικόν· ἐχρήσατο δὲ τῷ πρώτῳ ποδὶ καὶ ἰάμβῳ, ὡς καὶ ἐκ τοῦ παραδείγματός ἐστι δῆλον, καὶ σπονδείῳ (Archil. 82) Δήμητρί τε χεῖρας ἀνέξων, ἀναπαίστῳ δὲ τῷ πρώτῳ ἐπὶ δύο μόνων στίχων κεχρῆσθαι δοκεῖ (79, 2) ἐρέω πολὺ φίλταθ’ ἑταίρων καὶ (80) φιλέειν στυγνόν περ ἐόντα· ταῦτα δὲ ἀμφότερα κατὰ συνεκφώνησιν ἴαμβον ἔχει τὸν πρῶτον πόδα.

(8) Τῷ δὲ ἀναπαιστικῷ ὑποστέλλοιτο ἂν καὶ τὸ προκελευματικὸν ὑπ’ ἐνίων καλούμενον, οἷον τὸ τετράμετρον τοῦτο τὸ Ἀριστοφάνειον (Aristoph. fr. 698) τίς ὄρεα βαθύκομα τάδ’ ἐπέσυτο βροτῶν· [γίνεται γὰρ, ἑκάστου τῶν πρώτων τριῶν ποδῶν ἀναπαίστων λελυμένων εἰς τὸν προκελευματικόν, δίμετρον ἀκατάληκτον ἀναπαιστικόν·] τινὲς δὲ αὐτὸ κατὰ πόδα διαιροῦντες πυρριχιακὸν καλοῦσι· τοῖς δὲ χαριεστέροις δοκεῖ ἀναπαιστικὸν εἶναι, ἀντὶ ἑκάστου ἀναπαίστου προκελευματικοῦ παραλαμβανομένου ἐπὶ τῶν ἄλλων χωρῶν, ἐπὶ δὲ τῆς τελευταίας φυλαττομένου αὐτοῦ καθαροῦ καὶ μὴ λελυμένου.

(9) Ὥσπερ δὲ ἐν τῷ δακτυλικῷ ἦν τι λογαοιδικόν, οὕτω κἀν τοῖς ἀναπαιστικοῖς τὸ εἰς βακχεῖον περαιούμενον, οὗ ἐστιν ἐπισημότατον τὸ μετὰ τέσσαρας πόδας αὐτὸν ἔχον τὸν βακχεῖον· ὧν ὁ πρῶτος γίνεται καὶ σπονδεῖος καὶ ἴαμβος. καλεῖται μὲν οὖν Ἀρχεβούλειον ἀπὸ Ἀρχεβούλου τοῦ Θηβαίου ποιητοῦ χρησαμένου αὐτῷ κατακόρως· γέγραπται δὲ καὶ Καλλιμάχῳ (146) ἀγέτω θεός, οὐ γὰρ ἐγὼ δίχα τῶνδ’ ἀείδειν· τοῦτο μὲν οὖν ἀπὸ ἀναπαίστου· ἀπὸ δὲ σπονδείου (146ᵇ) νύμφα, σὺ μὲν ἀστερίαν ὑπ’ ἄμαξαν ἤδη, ἀπὸ δὲ ἰάμβου (146ᶜ) φιλωτέρα ἄρτι γάρ οἱ Σικελὰ μὲν Ἔννα. τοὺς δὲ μετὰ τὸν πρῶτον πόδα τρεῖς οἱ μὲν ἐν συνεχείᾳ γράψαντες τὸ μέτρον πάντως ἀναπαίστους ἐφύλαξαν, Ἀλκμὰν δέ που καὶ σπονδείους παραλαμβάνει.

Περὶ χοριαμβικοῦ.

(1) Τὸ χοριαμβικὸν συντίθεται μὲν καὶ καθαρόν, συντίθεται δὲ καὶ ἐπίμικτον πρὸς τὰς ἰαμβικάς· ὡς ἐπίπαν δὲ ὅτε καταληκτικόν ἐστιν εἰς τὴν ἰαμβικὴν κατάκλειδα περαιοῦται, τουτέστιν εἰς ἀμφίβραχυν ἢ βακχεῖον διὰ τὴν ἀδιάφορον· — περαιοῦται μὲν γὰρ καὶ εἰς τὴν ἰδίαν, τὸν δάκτυλον ἢ κρητικόν, οἷον δίμετρον μὲν τὸ (fr. lyr. adesp. 69) ἱστοπόνοι μείρακες, τρίμετρα δὲ (fr. lyr. adesp. 70) οὐδὲ λεόντων σθένος οὐδὲ τροφαί, τετράμετρα δὲ (fr. lyr. adesp. 71) αἳ Κυθερήας ἐπιπνεῖτ’ ὄργια λευκωλένου. ἀλλὰ τῷ ταῦτα συνεχέστερα εἶναι, ἀπρεπέστερά ἐστι. —

(2) Τὰ δὲ εἰς τὸν ἀμφίβραχυν ἢ βακχεῖον· οἷον δίμετρα μὲν τὰ ἐξ Αἰολοσίκωνος Ἀριστοφάνους (10) οὐκ ἐτός, ὦ γυναῖκες, πᾶσι κακοῖσιν ἡμᾶς φλῶσιν ἑκάστοτ’ ἄνδρες· δεινὰ γὰρ ἔργα δρῶσαι λαμβανόμεσθ’ ὑπ’ αὐτῶν. τρίμετρα δὲ οἷον τὸ Ἀνακρέοντος (31) δακρυόεσσάν τ’ ἐφίλησεν αἰχμάν· τετράμετρα δέ, ἃ καὶ συνεχέστερά ἐστιν, δακρυόεσσάν τ’ ἐφίλησεν αἰχμάν· τετράμετρα δέ, ἃ καὶ συνεχέστερά ἐστιν, οἷα ταυτὶ τὰ Σαπφοῦς (60) δεῦτέ νυν ἁβραὶ Χάριτες καλλίκομοί τε Μοῖσαι.

(3) Ἀνακρέων δὲ ἐπετήδευσε τὴν πρώτην συζυγίαν δι’ ὅλου ᾄσματος ἐκ τριβραχέος καὶ ἰάμβου ποιῆσαι, ὡς εἶναι κοινὴν λύσιν τῆς τε χοριαμβικῆς καὶ τῆς ἰαμβικῆς (Anacr. 24) ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις. πολὺ δ’ ἐστὶ καὶ τὸ πρὸς τῇ κατάκλειδι τὴν δευτέραν συζυγίαν ἰαμβικὴν ἔχον, οἷόν ἐστι παρὰ μὲν Ἀνακρέοντι (23) ἐκ ποταμοῦ ᾽πανέρχομαι πάντα φέρουσα λαμπρά, παρὰ δὲ Ἀριστοφάνει ἐν Ἀμφιάρεῳ (30) οἶδα μὲν ἀρχαῖόν τι δρῶν, κοὐχὶ λέληθ’ ἐμαυτόν.

(4) Καὶ τῷ πενταμέτρῳ δὲ Καλλίμαχος ὅλον ποίημα τὸν Βράγχον συνέθηκε (36) δαίμονες εὐυμνότατοι Φοῖβέ τε καὶ Ζεῦ Διδύμων γενάρχαι. Φίλικος δὲ ὁ Κερκυραῖος, εἷς ὢν τῆς Πλειάδος, ἑξαμέτρῳ συνέθηκεν ὅλον ποίημα τῇ χθονίῃ μυστικὰ Δήμητρί τε καὶ Φερσεφόνῃ καὶ Κλυμένῳ τὰ δῶρα. τοῦτο δὲ καὶ ἀλαζονεύεται εὑρηκέναι Φίλικος λέγων καινογράφου συνθέσεως τῆς Φιλίκου, γραμματικοί, δῶρα φέρω πρὸς ὑμᾶς· ψεύδεται δέ· πρὸ γὰρ αὐτοῦ Σιμμίας ὁ Ῥόδιος ἐχρήσατο ἔν τε τῷ Πελέκει Ἀνδροθέᾳ δῶρον ὁ Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάνᾳ, κἀν ταῖς Πτέρυξιν λεύσσετε τὸν γᾶς τε βαθυστέρνου ἄνακτ’ Ἀκμονίδαν τ’ ἄλλυδις ἑδράσαντα, πλὴν εἰ μὴ ἄρα ὁ Φίλικος οὐχ ὡς πρῶτος εὑρηκὼς τὸ μέτρον λέγει, ἀλλ’ ὡς πρῶτος τούτῳ τῷ μέτρῳ τὰ ὅλα ποιήματα γράψας.

Περὶ ἀντισπαστικοῦ.

(1) Τὸ ἀντισπαστικὸν τὴν μὲν πρώτην συζυγίαν ἔχει τρεπομένην κατὰ τὸν πρότερον πόδα εἰς τὰ τέσσαρα τοῦ δισυλλάβου σχήματα, τὰς δ’ ἐν μέσῳ καθαρὰς ἀντισπαστικάς, τὴν δὲ τελευταίαν, ὁπότε ἐστὶν ἀκατάληκτον, ἰαμβικήν. Ἐὰν δὲ ἀναμίσγηται ταῖς ἰαμβικαῖς, οὐ μόνον τὴν πρώτην συζυγίαν ἔχει τρεπομένην κατὰ τὸν πρότερον πόδα, ἀλλὰ καὶ τὴν ταῖς ἰαμβικαῖς ἑπομένην· ἔστι δὲ ὅτε καὶ λύεται ὁ πρότερος ποὺς εἰς τρίβραχυν.

(2) Καὶ ἔστιν ἐπίσημα ἐν αὐτῷ τάδε· πενθημιμερὲς μὲν τὸ καλούμενον δοχμιακόν, οἷον κλύειν μαίεται τὸν ἐγχώριον· ἑφθημιμερὲς δὲ τὸ καλούμενον Φερεκράτειον (79) ἄνδρες πρόσχετε τὸν νοῦν ἐξευρήματι καινῷ συμπτύκτοις ἀναπαίστοις. δίμετρον δὲ ἀκατάληκτον τὸ καλούμενον Γλυκώνειον, αὐτοῦ Γλύκωνος εὑρόντος αὐτό (fr. lyr. adesp. 79ᵅ) κάπρος ἡνίχ’ ὁ μαινόλης ὀδόντι σκυλακοκτόνῳ Κύπριδος θάλος ὤλεσεν· δίμετρον δὲ ὑπερκατάληκτον τὸ καλούμενον Σαπφικὸν ἐννεασύλλαβον ἢ Ἱππωνάκτειον, οἷον (Hipp. 92) καὶ κνίσῃ τινὰ θυμιήσας.

(3) Τῶν δὲ τριμέτρων τὸ μὲν καταληκτικὸν τὸ μόνην τὴν πρώτην ἀντισπαστικὴν ἔχον, τὰς δὲ ἑξῆς ἄλλας ἰαμβικὰς Φαλαίκειον καλεῖται, οἷον (Kratin. 321) χαῖρ’ ὦ χρυσόκερως βαβάκτα κήλων, Πάν, Πελασγικὸν Ἄργος ἐμβατεύων· τὸ δὲ ἀκατάληκτον τὸ μόνην τὴν τελευταίαν ἔχον ἰαμ βικὴν καλεῖται Ἀσκληπιάδειον, οἷον τὸ Ἀλκαίου (33) ἦλθες ἐκ περάτων γᾶς, ἐλεφαντίναν λαβὰν τῶ ξίφεος χρυσοδέταν ἔχων· τὸ δὲ μέσην μὲν ἔχον τὴν ἀντισπαστικήν, τρεπομένην κατὰ τὸν ἕτερον πόδα εἰς τὰ τέσσαρα τοῦ δισυλλά βου σχήματα, ἑκατέρωθεν δὲ τὰς ἰαμβικάς, ὧν ἡ πρώτη καὶ ἀπὸ σπονδείου ἄρχεται, Ἀλκαϊκὸν καλεῖται δωδεκασύλλαβον, οἷον (Alc. 62) κόλπῳ σ’ ἐδέξανθ’ ἁγναὶ Χάριτες Κρόνῳ.

(4) Τῶν δὲ τετραμέτρων τὸ μὲν καταληκτικὸν καθαρόν ἐστι τὸ τοιοῦτον (Sapph. 62) κατθνάσκει Κυθέρη’ ἁβρὸς Ἄδωνις· τί κε θεῖμεν; καττύπτεσθε κόραι καὶ κατερείκεσθε χιτῶνας· τὸ δὲ τὴν δευτέραν ἰαμβικὴν ἔχον καλεῖται Πριάπειον, οἷον (Anacr. 17) ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς, οἴνου δ’ ἐξέπιον κάδον· νῦν δ’ ἁβρῶς ἐρόεσσαν ψάλλω πηκτίδα, τῇ φίλῃ κωμάζων † παιδὶ ἁβρη. πολυσχημάτιστον μὲν οὖν αὐτὸ ποιοῦσιν, ἀλλὰ τό ψάλλω πηκτίδα, τῇ φίλῃ κωμάζων † παιδὶ ἁβρη. πολυσχημάτιστον μὲν οὖν αὐτὸ ποιοῦσιν, ἀλλὰ τό γε καθαρῶς ἐσχηματισμένον ἐστὶ τοιοῦτον. ―

(5) ἔστι δὲ πυκνὸν καὶ τὸ τὴν δευτέραν μόνην ἀντισπαστικὴν ἔχον, ᾧ μέτρῳ ἔγραψεν ᾄσματα καὶ Σαπφὼ ἐπὶ † τῆς τοῦ ἑβδόμου (90) γλυκῆα μᾶτερ, οὔ τοι δύναμαι κρέκην τὸν ἱστὸν πόθῳ δαμεῖσα παιδὸς βραδίναν δι’ Ἀφροδίταν.

(6) Τὸ δὲ ἀκατάληκτον καλεῖται Σαπφικὸν ἑκκαιδεκασύλλαβον, ᾧ τὸ τρίτον ὅλον Σαπφοῦς γέγραπται, πολλὰ δὲ καὶ Ἀλκαίου ᾄσματα (85) Νύμφαις ταὶς Διὸς ἐξ αἰγιόχω φαῖσι τετυγμέναις. Σιμίας δὲ καὶ τῷ ὑπερκαταλήκτῳ κέχρηται τὸν στυγνὸν Μελανίππου φόνον αἱ πατροφόνων ἔριθοι, ὅπερ καὶ καλεῖται Σιμιακόν. ―

(7) Ὁ δὲ Ἀλκαῖος (48ᵅ) καὶ πενταμέτρῳ ἀκαταλήκτῳ ἐχρήσατο Κρονίδα βασιλῆος γένος Αἶαν, τὸν ἄριστον πέδ’ Ἀχιλλέα.

Περὶ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος.

(1) Τὸ δὲ ἀπὸ μείζονος ἰωνικὸν συντίθεται μὲν καὶ καθαρόν, συντίθεται δὲ καὶ πρὸς τὰς τροχαϊκὰς ἐπί μικτὸν· ὅτε μέντοι ἀκατάληκτόν ἐστι, καθόλου σπανίως εἰς τὴν ἰωνικὴν περαιοῦται διὰ τὸ ἀπρεπῆ εἶναι τὴν ἰωνικὴν ἐπὶ τέλους οὖσαν.

(2) Ἔστι τοίνυν ἐπίσημα ἐν τῷ ἰωνικῷ ἑφθημιμερῆ μὲν τὰ τοιαῦτα, οἷς ἡ Τελέσιλλα (1) ἐχρήσατο, ἅδ’ Ἄρτεμις, ὦ κόραι, φεύγοισα τὸν Ἀλφεόν, καὶ δίμετρον ἀκατάληκτον τὸ καλούμενον Κλεομάχειον, ἐν ᾧ καὶ οἱ μολοσσοὶ ἐπὶ τῶν ἀρτίων χωρῶν ἐμπίπτουσι καὶ οἱ χορίαμβοι, οἷον (anthol. lyr. p. 504) τίς τὴν ὑδρίην ἡμῶν ἐψόφησ’; ἐγὼ πίνων,

(3) καὶ τρίμετρα βραχυκατάληκτα τὰ καλούμενα Πραξίλλεια, ἃ τὴν μὲν πρώτην ἔχει ἰωνικήν, τὴν δὲ δευτέραν τροχαϊκήν, οἷά ἐστι τὰ τοιαῦτα Σαπφοῦς (53) πλήρης μὲν ἐφαίνετ’ ἀ σελάνα· αἱ δ’ ὡς περὶ βωμὸν ἐστάθησαν· τὰ δὲ τρίμετρα ἀκατάληκτα διχῶς συνέθεσαν οἱ Αἰολεῖς· τὰ μὲν γὰρ ἐκ δύο ἰωνικῶν καὶ τροχαϊκῆς ἐποίησαν, οἷον (Sapph. 54) Κρῆσσαι νύ ποθ’ ὧδ’ ἐμμελέως πόδεσσιν ὠρχεῦντ’ ἀπαλοῖσ’ ἀμφ’ ἐρόεντα βωμόν· ἔνια δὲ ἐκ μιᾶς ἰωνικῆς καὶ δύο τροχαϊκῶν, οἷον (Alc. 38) Τριβώλετερ· οὐ γὰρ Ἀρκάδεσσι λώβα.

(4) Τῶν δὲ τετραμέτρων ἐπισημότατόν ἐστι βραχυκατάληκτον τὸ καλούμενον Σωτάδειον· τοῦτο δὲ κατὰ τὰς τρεῖς χώρας δέχεται ἰωνικὴν συζυγίαν, ἢ τροχαϊκήν, ἢ τὴν ἐξ ἀναπαίστου καὶ πυρριχίου, ἢ τὴν ἐκ τριβράχεος καὶ τροχαίου, ἢ τὴν ἐκ μακρᾶς καὶ τεσσάρων βραχειῶν, ἢ τὴν ἐξ ἕξ βραχειῶν, οἷον Ἥρην ποτέ φασιν Δία τὸν τερπικέραυνον·

(5) καὶ τετράμετρα δὲ ἀκατάληκτα διαφόρως συνέθεσαν· ἢ γὰρ τρισὶν ἰωνικαῖς μίαν τροχαϊκὴν τὴν τελευταίαν ἐπήγαγον ― καλεῖται δὲ Αἰολικόν, ὅτι Σαπφὼ πολλῷ αὐτῷ ἐχρήσατο ― οἷον (Sapph. 76. 77) εὐμορφοτέρα Μνασιδίκα τᾶς ἁπαλᾶς Γυρίννως· ― ἀσαροτέρας οὐδαμά πὤρανα σέθεν τυχοῖσαν· (παρατηρεῖν δὲ χρή, ὅτι τὴν πρώτην συζυγίαν καὶ ἀπὸ βραχείας ἀρχομένην ποιοῦσιν, ὥσπερ καὶ ἐν τοῖς τριμέτροις (Saph. 54, 3) πόας τέρεν ἄνθος μαλακὸν μάτεισαι·) ἐνίοτε δὲ ἐναλλὰξ τὰς ἰωνικὰς ταῖς τροχαϊκαῖς παραλαμβάνουσιν, ἀντὶ μὲν τῶν ἰωνικῶν ἔσθ’ ὅτε τὰς δευτέρας παιωνικὰς παραλαμβάνοντες, ἀντὶ δὲ τῶν ἑξασήμων τροχαϊκῶν ἔσθ’ ὅτε τὰς ἑπτασήμους τροχαϊκάς, οἷον (Sapph. 52) δέδυκε μὲν ἁ σελάννα καὶ πληιάδες· μέσαι δὲ νύκτες, παρὰ δ’ ἔρχεθ’ ὥρα· ἐγὼ δὲ μόνα καθεύδω.

Chapter 12

(1) Τὸ δὲ ἀπ’ ἐλάσσονος ἰωνικὸν συντίθεται μὲν καὶ καθαρόν, συντίθεται δὲ καὶ ἐπίμικτον πρὸς τὰς τροχαϊκὰς [διποδίας] οὕτως, ὥστε τὴν πρὸ τῆς τροχαϊκῆς ἀεὶ γίνεσθαι πεντάσημον, τουτέστι τρίτην παιωνικήν, καὶ τὴν τροχαϊκήν, ὁπόταν προτάττοιτο τῆς ἰωνικῆς, γίνεσθαι ἑπτάσημον [τροχαϊκήν], τὸν καλούμενον δεύτερον ἐπίτριτον· ἔσθ’ ὅτε δὲ ἡ μὲν τρίτη παιωνικὴ συναιρεῖται εἰς παλιμβάκχειον, τῆς δὲ ἐπιφερομένης τροχαϊκῆς ὁ πρότερος λύεται εἰς τρίβραχυν· ἐμπίπτουσι δὲ καὶ οἱ μολοττοὶ ἐπὶ τῶν περιττῶν χωρῶν ἐν τοῖς ἀπ’ ἐλάσσονος ἰωνικοῖς, ὥσπερ ἐν τοῖς ἀπὸ μείζονος ἐπὶ τῶν ἀρτίων.

(2) Καὶ ὅλα μὲν οὖν ἄσματα γέγραπται ἰωνικά, ὥσπερ Ἀλκμᾶνι (85ᵃ) Ἑκατὸν μὲν Διὸς υἱὸν τάδε Μῶσαι κροκόπεπλοι, Σαπφοῖ δὲ (88) τί με Πανδιονὶς ὤραννα χελιδών, Ἀλκαίῳ δὲ πολλά, ὥσπερ καὶ τόδε (59) ἔμε δείλαν, ἔμε πάσαν κακοτάτων πεδέχοισαν.

(3) Τῶν δὲ ἐν τῷ μέτρῳ μεγεθῶν τὸ μὲν ἐπισημότατόν ἐστι τὸ τετράμετρον καταληκτικόν, οἷόν ἐστι τὸ Φρυνίχου τοῦ τραγικοῦ τουτί (14) τό γε μὴν ξείνια δούσαις, λόγος ὥσπερ λέγεται, ὀλέσαι, κἀποτεμεῖν ὀξέϊ χαλκῷ κεφαλάν, καὶ παρὰ Φρυνίχῳ τῷ κωμικῷ (70) ἃ δ’ ἀνάγκα ’ σθ’ ἱερεῦσιν καθαρεύειν φράσομεν· τοῦτο μέντοι καὶ γαλλιαμβικὸν καὶ μῃτρῳακὸν [καὶ ἀνακλώμενον] καλεῖται ― ὕστερον δὲ 〈καὶ〉 ἀνακλώμενον ἐκλήθη ― διὰ τὸ πολλὰ τοὺς νεωτέρους εἰς τὴν μητέρα τῶν θεῶν γράψαι τούτῳ τῷ μέτρῳ (ἐν οἷς καὶ τὰ τοὺς τρίτους παιῶνας ἔχοντα καὶ παλιμβάκχειον καὶ τὰς τροχαϊκὰς ἀδιαφόρως παραλαμβάνουσι πρὸς τὰ καθαρά), ὡς καὶ τὰ πολυθρύλητα ταῦτα παραδείγματα δηλοῖ (fr. lyr. ad. 121) Γαλλαὶ μητρὸς ὀρείης φιλόθυρσοι δρομάδες, αἷς ἔντεα παταγεῖται καὶ χάλκεα κρόταλα.

(4) Καὶ τῷ βραχυκαταλήκτῳ δὲ Ἀνακρέων ὅλα ᾄσματα συνέθηκεν (47) μεγάλῳ δηῦτέ μ’ ἔρως ἔκοψεν ὥστε χαλκεὺς πελέκει, χειμερίῃ δ’ ἔλουσεν ἐν χαράδρῃ. Τῶν δὲ τριμέτρων τὸ μὲν ἀκατάληκτον (Sapph. 87) †ζαελεξάμαν ὄναρ Κυπρογενήᾳ παρὰ τῇ Σαπφοῖ, παρὰ δὲ Ἀνακρέοντι (50) ἑτέρως ἐσχημάτισται ἀπό μοι θανεῖν γένοιτ’· οὐ γὰρ ἂν ἄλλη λύσις ἐκ πόνων γένοιτ’ οὐδαμὰ τῶνδε. τὸ δὲ καταληκτικόν (Anacr. 55) Διονύσου σαῦλαι βασσαρίδες.

(5) Τὸ δὲ 〈δίμετρον τὸ〉 ἀκατάληκτον κατὰ τὸν ἀνακλώμενον χαρακτῆρα πολὺ παρὰ τῷ Ἀνακρέοντί ἐστι (61) παρὰ δηῦτε Πυθόμανδρον κατέδυν ἔρωτα φεύγων· τῷ δὲ καθαρῷ ἑφθημιμερεῖ ὅλον ᾆσμα Τιμοκρέων συνέθηκε (6) Σικελὸς κομψὸς ἀνὴρ ποτὶ τὰν ματέρ’ ἔφα.

Περὶ παιωνικοῦ.

(1) Τὸ δὲ παιωνικὸν εἴδη μὲν ἔχει τρία, τό τε κρητικὸν καὶ τὸ βακχειακὸν καὶ τὸ παλιμβακχειακόν· ὃ καὶ ἀνεπιτήδειόν ἐστι πρὸς μελοποιίαν, τὸ δὲ κρητικὸν ἐπιτήδειον· δέχεται δὲ καὶ λύσεις τὰς εἰς τοὺς καλου μένους παιῶνας· καλεῖται δὲ καὶ ὑπ’ αὐτῶν τῶν ποιητῶν κρητικόν, ὥσπερ ὑπὸ Κρατίνου ἐν Τροφωνίῳ (222) ἔγειρε δὴ νῦν, μοῦσα, κρητικὸν μέλος, εἶτα ἐπιφέρει (222) χαῖρε δή, μοῦσα· χρονία μὲν ἥκεις, ὅμως δ’ ἦλθες οὐ πρίν γε δεῖν, ἴσθι σαφές· ἀλλ’ ὅπως.

(2) Ἐπιτηδεύουσι δὲ ἔνιοι τῶν ποιητῶν τοὺς πρώτους καλουμένους παιῶνας παραλαμβάνειν πλὴν τῆς τελευταίας χώρας, εἰς ἣν τὸν κρητικὸν παραλαμβάνουσιν· οὕτω γοῦν τὸ πολυθρύλητον τετράμετρον συντιθέασιν, οὗ παραδείγματα ἐκ τῶν Ἀριστοφάνους Γεωργῶν (110) ὦ πόλι φίλη Κέκροπος, αὐτοφυὲς Ἀττική, χαῖρε λιπαρὸν δάπεδον, οὖθαρ ἀγαθῆς χθονός. (κέχρηται δὲ αὐτῷ καὶ ἐν ἄλλοις δράμασιν ὁ Ἀριστοφάνης καὶ ἐν Σφηξίν (1275) ὦ μακάρι’ Αὐτόμενες ὥς σε μακαρίζομεν, καὶ Εὔπολις ἐν Κόλαξι (160) φημὶ δὲ βροτοῖσι πολὺ πλεῖστα παρέχειν ἐγὼ καὶ πολὺ μέγιστ’ ἀγαθά· ταῦτα δ’ ἀποδείξομεν

(3) ὅμως δ’ ἐν τοῖς Γεωργοῖς Ἀριστοφάνης ἐποίησέ 〈που〉 τὸν τέταρτον παιῶνα ἀντὶ τοῦ πρώτου, οὐ τηρήσας τὸ πρῶτον † παρατήρημα, (111) ἐν ἀγορᾷ δ’ αὗ πλάτανον εὖ διαφυτεύσομεν. ἐν δὲ ταῖς δευτέραις Θεσμοφοριαζούσαις (334) καὶ κρητικοὺς πολλάκις ἐν μέσοις τοῖς τετραμέτροις παρέλαβεν μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους μήτε χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας· ἐνθάδε γάρ εἰσιν, ὥς φησιν ὁ διδάσκαλος. Σιμίας δὲ ἐπετήδευσεν ἔν τισι ποιήμασι τοὺς πλεῖστους κρητικοὺς παραλαμβάνειν, μᾶτερ ὦ ποντία κλῦθι νυμφᾶν ἁβρᾶν Δῶρι, κυμοκτύπων ἤραν’ ἁλίων μυχῶν, καὶ πάλιν σοὶ μὲν εὔιππος εὔπωλος ἐγχέσπαλος δῶκεν αἰχμὰν Ἐνυάλιος εὔσκοπον ἔχειν.

(4) ἓν δὲ ποίημα ἐπετήδευσε συνθεῖναι, ὥστε ἀμφοτέρας τὰς ἑκατέρωθεν τοῦ κρητικοῦ μακρὰς λύσας τὸν ἐκ πέντε βραχειῶν παραλαμβάνειν πλὴν τῆς τελευταίας, ἐφ’ ἧς τὸν τέταρτον παραλαμβάνει παιῶνα· ― ἔσθ’ ὅτε δὲ καὶ ἐπὶ τῆς παρατελεύτου κέχρηται· ― σέ ποτε Διὸς…

The complete text is available when the reading interface loads.