Epistulae dubiae
- Authority group
- Flavius Claudius Julianus Imperator (catalogue association; authorship remains anonymous)
- Edition reference
- Epistulae dubiae, ed. Bidez, op. cit., vol. 1.2, 2nd edn., 222–231.
- CTS identifier
urn:cts:greekLit:tlg2003.tlg015.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
198
ὑπὲρ τῆς Ἀργείων πόλεως τὴν δίκην εἰσελθεῖν ἕρμαιον
ἔχοντας τῆς πλεονεξίας. Ἦ γὰρ ἄν, 〈εἰ〉 ἐφῆκεν ἔξω τῆς
Ἑλλάδος ἀπάγων τὴν δίκην, οἱ Κορίνθιοι ἔλαττόν τε ἰσχύειν
ἔμελλον καὶ τὸ δίκαιον ἐξεταζόμενον καλῶς φαίνεσθαι
παρὰ τῶν πολλῶν καὶ γενναίων τούτων συνηγόρων, ὑφ' ὧν
εἰκός ἐστι τὸν δικαστήν, προτιθεμένου καὶ τοῦ κατὰ τὴν
πόλιν ἀξιώματος, δυσωπούμενον ταύτην τὴν ψῆφον ἐξε-
νεγκεῖν.
Ἀλλὰ τὰ μὲν ὑπὲρ τῆς πόλεως δίκαια καὶ τῶν ῥητόρων,
εἰ μόνον ἀκούειν ἐθέλοις καὶ λέγειν αὐτοῖς ἐπιτραπείη τὴν
δίκην, ἐξ ὑπαρχῆς πεύσῃ, καὶ τὸ παραστὰν ἐκ τῶν λεγο-
μένων ὀρθῶς κριθήσεται. Ὅτι δὲ χρὴ καὶ τοῖς τὴν πρεσβείαν
ταύτην προσάγουσι δι' ἡμῶν πεισθῆναι, μικρὰ προσθεῖναι
χρὴ περὶ αὐτῶν. Διογένης μέν τοι καὶ Λαμπρίας φιλοσο-
φοῦσι μέν, εἴπερ τις ἄλλος τῶν καθ' ἡμᾶς, τῆς πολιτείας
δὲ τὰ μὲν ἔντιμα καὶ κερδαλέα διαπεφεύγασι· τῇ πατρίδι
δὲ ἐπαρκεῖν ἀεὶ κατὰ δύναμιν προθυμούμενοι, ὅταν ἡ πόλις
ἐν χρείᾳ μεγάλῃ γένηται, τότε ῥητορεύουσι καὶ πολιτεύον-
ται καὶ πρεσβεύουσι καὶ δαπανῶσιν ἐκ τῶν ὑπαρχόντων
προθύμως, ἔργοις ἀπολογούμενοι τὰ φιλοσοφίας ὀνείδη καὶ
τὸ δοκεῖν ἀχρήστους εἶναι ταῖς πόλεσι τοὺς μετιόντας
αὐτὴν ψεῦδος ἐλέγχοντες· χρῆται γὰρ αὐτοῖς ἥ τε πατρὶς
εἰς ταῦτα καὶ πειρῶνται βοηθεῖν αὐτῇ δικαίως δι' ἡμῶν,
ἡμεῖς δὲ αὖθις διὰ σοῦ. Τοῦτο γὰρ καὶ μόνον λείπεται τοῖς
ἀδικουμένοις εἰς τὸ σωθῆναι, τὸ τυχεῖν δικαστοῦ κρίνειν
τε ἐθέλοντος καὶ δυναμένου καλῶς· ὅ τι γὰρ ἂν ἀπῇ τού-
των, ἐξαπατηθέντος ἢ καταπροδόντος αὐτοῦ τὸ δίκαιον
οἴχεσθαι πάντως ἀνάγκη.
Ἀλλ' ἐπειδὴ νῦν ἡμῖν τὰ μὲν τῶν δικαστῶν ὑπάρχει κατ'
εὐχάς, λέγειν δὲ οὐκ ἔνι μὴ τότε ἐφέντας, ἀξιοῦσι τοῦτο
πρῶτον αὐτοῖς ἀνεθῆναι, καὶ μὴ τὴν ἀπραγμοσύνην τοῦ
τότε συνειπόντος τῇ πόλει καὶ τὴν δίκην ἐπιτροπεύσαν-
τος αἰτίαν αὐτῇ γενέσθαι εἰς τὸν ἔπειτα αἰῶνα βλάβης
τοσαύτης.
Ἄτοπον δὲ οὐ χρὴ νομίζειν τὸ τὴν δίκην αὖθις ἀνάδικον
ποιεῖν. Τοῖς μὲν γὰρ ἰδιώταις συμφέρει τὸ κρεῖττον καὶ
λυσιτελέστερον ὀλίγον παριδεῖν, τὴν εἰς τὸν ἔπειτα χρόνον
ἀσφάλειαν ὠνουμένοις. Ὄντος γὰρ αὐτοῖς ὀλίγου βίου, ἡδὺ
μὲν καὶ τὸ ἐπ' ὀλίγον ἡσυχίας ἀπολαῦσαι, φοβερὸν δὲ καὶ
τὸ πρὸ τῶν δικαστηρίων ἀπολέσθαι κρινόμενον καὶ παισὶ
παραπέμψαι τὴν δίκην ἀτελῆ· ὥστε κινδυνεύειν κρεῖσσον
εἶναι τὸ καὶ ὁπωσοῦν προσλαβεῖν ἥμισυ ἢ περὶ τοῦ παντὸς
ἀγωνιζόμενον ἀποθανεῖν. Τὰς πόλεις δέ, ἀθανάτους οὔσας,
εἰ μή τις δικαίως κρίνας τῆς πρὸς ἀλλήλας φιλονεικίας
ἀπαλλάξει, ἀθάνατον ἔχειν τὴν δύσνοιαν πάντως ἀναγ-
καῖον, καὶ τὸ μῖσος ἰσχυρὸν τῷ χρόνῳ κρατυνόμενον.
Εἴρηται, φασὶν οἱ ῥήτορες, ὅ γ' ἐμὸς λόγος· κρίνοις
αὐτὸς τὰ δέοντα.
199
{Ἰουλιανὸς Διογένει.}
Διογένης ὁ σὸς υἱός, ὀφθείς μοι μετὰ τὴν ἔξοδον τὴν σὴν
καὶ φήσας ὠργίσθαι σέ τι πρὸς αὐτόν, οἷον ἂν πατὴρ πρὸς
παῖδα χαλεπήνειεν, ἐδεήθη μέσον με τῶν πρὸς αὐτὸν κατ-
αλλαγῶν παρὰ σοὶ γενέσθαι. Εἰ μὲν οὖν μέτρια καὶ οἷα
δύνασθαι φέρειν ἥμαρτεν, εἶξον τῇ φύσει καί, τὸ πατὴρ
εἶναι γνούς, ἐπάνελθε πρὸς τὸν παῖδα τῇ γνώμῃ· εἰ δέ τι
μεῖζον ἔπταικεν ἢ οἷον δὴ πρὸς συγγνώμην ἐλθεῖν, αὐτὸς
ἂν εἴης δικαιότερος κριτής, εἴτε δεῖ καὶ τοῦτο γενναίως
ἐνεγκόντα νικῆσαι τοῦ παιδὸς τὴν βουλὴν γνώμῃ κρείττονι,
εἴτε καὶ πλείονος χρόνου σωφρονισμῷ τὴν ἐπὶ τῷ πται-
σθέντι βάσανον πιστεῦσαι.
200
{Ἰουλιανὸς Δοσιθέῳ.}
Μικροῦ με ἐπῆλθε δακρῦσαι, καίτοι γε ἐχρῆν εὐφημεῖν
τοὔνομα τὸ σὸν φθεγξάμενον· ἀνεμνήσθην γὰρ τοῦ γενναίου
καὶ πάντα θαυμασίου πατρὸς ἡμῶν, ὃν εἰ μὲν ζηλώσειας,
αὐτός τε εὐδαίμων ἔσῃ καὶ τῷ βίῳ δώσεις, ὥσπερ ἐκεῖνος,
ἐφ' ὅτῳ φιλοτιμήσεται· ῥᾳθυμήσας δέ, λυπήσεις μὲν ἐμέ,
σαυτῷ δὲ ὅτε μηδὲν ὄφελος μέμψῃ.
201
{Ἱμερίῳ ἐπάρχῳ Αἰγύπτου.}
Οὐκ ἀδακρυτί σου τὴν ἐπιστολὴν ἀνέγνων, ἣν ἐπὶ τῷ
τῆς συνοικούσης θανάτῳ πεποίησαι, τοῦ πάθους τὴν ὑπερ-
βολὴν ἀναγγείλας. Πρὸς γὰρ τῷ καὶ καθ' ἑαυτὸ λύπης τὸ
συμβὰν ἄξιον εἶναι, γυναῖκα νέαν καὶ σώφρονα καὶ θυμήρη
τῷ γήμαντι, πρὸς δὲ καὶ παίδων ἱερῶν μητέρα, πρὸ ὥρας
ἀναρπασθῆναι, καθάπερ δᾷδα λαμπρῶς ἡμμένην, εἶτα ἐν
ὀλίγῳ καταβαλοῦσαν τὴν φλόγα, ἔτι καὶ τὸ τοῦ πάθους
ἴδιον εἰς σὲ τείνειν οὐχ ἧττόν μοι δοκεῖ λυπηρὸν εἶναι.
Ἥκιστα γὰρ δὴ πάντων ἄξιος ἦν ὁ καλὸς ἡμῖν Ἱμέριος
ἀλγεινοῦ τινος εἰς πεῖραν ἐλθεῖν, ἀνὴρ καὶ λόγῳ χρηστὸς
καὶ ἡμῖν εἰς τὰ μάλιστα τῶν φίλων ὁ ποθεινότατος.
Οὐ μὴν ἀλλ' εἰ μὲν ἕτερος ἦν, ᾧ γράφειν περὶ τούτων
ἐχρῆν, πάντως ἂν ἔδει μοι πλειόνων εἰς τοῦτο τῶν λόγων,
τό τε συμβὰν ὡς ἀνθρώπινον καὶ τὸ φέρειν ὡς ἀναγκαῖον
καὶ τὸ μηδὲν ἐκ τοῦ μᾶλλον ἀλγεῖν ἔχειν πλέον εὑρεῖν, καὶ
πάντα ὅσα 〈ἂν〉 ἐδόκει πρὸς τὴν τοῦ πάθους παραμυθίαν
ἁρμόττειν ὡς ἀγνοοῦντα διδάσκοντι· ἐπεὶ δὲ αἰσχρὸν ἡγοῦ-
μαι πρὸς ἄνδρα τοὺς ἄλλους νουθετεῖν εἰδότα ποιεῖσθαι
λόγους, οἷς χρὴ τοὺς 〈μὴ〉 εἰδότας σωφρονεῖν [καὶ] παι-
δεύειν, φέρε σοι τὰ ἄλλα παρεὶς ἀνδρὸς εἴπω σοφοῦ μῦθον,
εἴτε δὴ λόγον ἀληθῆ, σοὶ μὲν ἴσως οὐ ξένον, τοῖς πλείοσι δέ,
ὡς εἰκός, ἄγνωστον, ᾧ δὴ καὶ μόνῳ χρησάμενος ὥσπερ φαρ-
μάκῳ νηπενθεῖ λύσιν ἂν εὕροις τοῦ πάθους οὐκ ἐλάττω τῆς
κύλικος ἣν ἡ Λάκαινα τῷ Τηλεμάχῳ πρὸς τὸ ἴσον τῆς χρείας
ὀρέξαι πιστεύεται. Φασὶ γὰρ Δημόκριτον τὸν Ἀβδηρίτην,
ἐπειδὴ Δαρείῳ γυναικὸς καλῆς ἀλγοῦντι θάνατον οὐκ εἶχεν
ὅ τι ἂν εἰπὼν εἰς παραμυθίαν ἀρκέσειεν, ὑποσχέσθαι οἱ
τὴν ἀπελθοῦσαν εἰς φῶς ἀνάξειν, ἢν ἐθελήσῃ τῶν εἰς τὴν
χρείαν ἡκόντων ὑποστῆναι τὴν χορηγίαν. Κελεύσαντος δὲ
ἐκείνου μὴ φείσασθαι μηδενὸς ὅ τι ἂν ἐξῇ λαβόντα τὴν
ὑπόσχεσιν ἐμπεδῶσαι, μικρὸν ἐπισχόντα χρόνον εἰπεῖν ὅτι
τὰ μὲν ἄλλα αὐτῷ πρὸς τὴν τοῦ ἔργου πρᾶξιν συμπορι-
σθείη, μόνου δὲ ἑνὸς προσδέοιτο, ὃ δὴ αὐτὸν μὲν οὐκ ἔχειν
ὅπως ἂν λάβοι, Δαρεῖον δὲ ὡς βασιλέα τῆς ὅλης Ἀσίας
οὐ χαλεπὸν ἂν ἴσως εὑρεῖν. Ἐρομένου δὲ ἐκείνου τί ἂν εἴη
τοσοῦτον ὃ μόνῳ βασιλεῖ γνωσθῆναι συγχωρεῖται, ὑπολα-
βόντα φῆσαι τὸν Δημόκριτον, εἰ τριῶν ἀπενθήτων ὀνόματα
τῷ τάφῳ τῆς γυναικὸς ἐπιγράψειεν, εὐθὺς αὐτὴν ἀναβιώ-
σεσθαι τῷ τῆς τελετῆς νόμῳ δυσωπουμένην. Ἀπορήσαντος
δὲ ἐπὶ πολὺ τοῦ Δαρείου καὶ μηδένα ἄνδρα δυνηθέντος
εὑρεῖν ὅτῳ μὴ καὶ παθεῖν λυπηρόν τι συνηνέχθη, γελά-
σαντα συνήθως τὸν Δημόκριτον εἰπεῖν· «τί οὖν, ὦ πάν-
των ἀτοπώτατε, θρηνεῖς ἀνέδην ὡς μόνος ἀλγεινῷ το-
σούτῳ συμπλακείς, ὁ μηδὲ ἕνα τῶν πώποτε γεγονότων
ἄμοιρον οἰκείου πάθους ἔχων εὑρεῖν;»
Ἀλλὰ ταῦτα μὲν ἀκούειν ἐδεῖτο Δαρεῖος, ἀνὴρ βάρβαρος
καὶ ἀπαίδευτος, ἔκδοτος ἡδονῇ καὶ πάθει· σὲ δέ, ἄνδρα
Ἕλληνα καὶ παιδείαν ἀληθῆ πρεσβεύοντα, καὶ παρὰ σαυ-
τοῦ τὸ ἄκος ἔχειν ἐχρῆν, ἐπεὶ καὶ ἄλλως αἰσχύνη τῷ
λογισμῷ γένοιτ' ἄν, εἰ μὴ ταὐτὸν σθένοι τῷ χρόνῳ.
{Ἰουλιανὸς Μαξίμῳ φιλοσόφῳ.} Ἀλέξανδρον μὲν τὸν Μακεδόνα τοῖς Ὁμήρου ποιήμασινἐφυπνώττειν λόγος, ἵνα δὴ καὶ νύκτωρ καὶ μεθ' ἡμέραν αὐ-τοῦ τοῖς πολεμικοῖς ὁμιλῇ συνθήμασιν· ἡμεῖς δέ σου ταῖςἐπιστολαῖς ὥσπερ παιωνίοις τισὶ φαρμάκοις συγκαθεύδο-μεν, καὶ οὐ διαλείπομεν ἐντυγχάνοντες ἀεὶ καθάπερ νεα-ραῖς ἔτι καὶ πρῶτον εἰς χεῖρας ἡκούσαις. Εἴπερ οὖν ἐθέ-λεις ἡμῖν εἰκόνα τῆς σῆς παρουσίας τὴν ἐν τοῖς γράμμασιν