The Greek Library Catalogue

Anonymous

De oratione dominica orationes v

Edition reference
De oratione dominica orationes v, ed. F. Oehler, Gregor's Bischof's von Nyssa Abhandlung von der Erschaffung des Menschen und fünf Reden auf das Gebet, Leipzig: Engelmann, 1859: 202–314.
CTS identifier
urn:cts:greekLit:tlg2017.tlg047.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

206

ἕκαστον λέγοι δι' ὧν ἡ ἁμαρτία πολυσχιδῶς καὶ πολυτρό-

πως τῇ ἀνθρωπίνῃ ζωῇ καταμίγνυται, ἧς αἴτιον οὐδὲν

ἕτερόν ἐστιν ἢ τὸ μὴ συμπαραλαμβάνεσθαι παρὰ τῶν ἀν-

θρώπων τὴν τοῦ θεοῦ συμμαχίαν πρὸς τὰ ἐν χερσὶ σπου-

δαζόμενα; Ἐὰν εὐχὴ τῆς σπουδῆς προηγήσηται, ἡ ἁμαρ-

τία πάροδον κατὰ τῆς ψυχῆς οὐχ εὑρήσει· τῆς γὰρ τοῦ

θεοῦ μνήμης ἐν τῇ καρδίᾳ καθιδρυμένης ἄπρακτοι μένου-

σιν αἱ τοῦ ἀντικειμένου ἐπίνοιαι, πανταχοῦ τῆς δικαιο-

σύνης ἐν τοῖς ἀμφιςβητουμένοις μεσιτευούσης. Ἐπέχει

καὶ τὸν γεωργὸν τῆς ἁμαρτίας ἡ προςευχὴ, ἐν ὀλίγῳ πό-

νῳ τῆς γῆς τοὺς καρποὺς πλεονάζουσα, ὡς μηκέτι τῇ τοῦ

πλείονος ἐπιθυμίᾳ συνειςιέναι τὴν ἁμαρτίαν. Οὕτως ὁ

ὁδοιπόρος, οὕτως ὁ ἐπὶ στρατείαν ἢ γάμον στελλόμενος,

οὕτως πᾶς ὁστιςοῦν τῶν πρός τι τὴν ὁρμὴν ἐχόντων, εἰ

μετ' εὐχῆς ἕκαστον πράττοι, τῇ πρὸς τὸ σπουδαζόμενον

εὐοδίᾳ τοῦ ἁμαρτάνειν ἀποτραπήσεται, οὐδενὸς ἐναντίου

τὴν ψυχὴν πρὸς πάθος καθέλκοντος. Εἰ δὲ ἀποστὰς τοῦ

θεοῦ ὅλος γένοιτο τῆς σπουδῆς, ἀνάγκη πᾶσα τὸν ἔξω

208

θεοῦ ὄντα ἐν τῷ ἐναντίῳ πάντως εἶναι. Χωρίζεται

δὲ τοῦ θεοῦ ὁ μὴ συνάπτων ἑαυτὸν διὰ προςευχῆς τῷ

θεῷ. Οὐκοῦν τοῦτο χρὴ πρότερον ἡμᾶς διδαχθῆναι τῷ

λόγῳ ὅτι δεῖ πάντοτε προςεύχεσθαι, καὶ μὴ ἐκκακεῖν.

Ἐκ γὰρ τοῦ προςεύχεσθαι περιγίνεται τὸ μετὰ θεοῦ εἶ-

ναι· ὁ δὲ μετὰ θεοῦ ὢν τοῦ ἀντικειμένου κεχώρισται.

Προςευχὴ σωφροσύνης ἐστὶ φυλακτήριον, θυμοῦ παιδαγω-

γία, τύφου καταστολὴ, μνησικακίας καθάρσιον, φθόνου κα-

θαίρεσις, ἀδικίας ἀναίρεσις, ἀσεβείας ἐπανόρθωσις. Προς-

ευχὴ σωμάτων ἐστὶν ἰσχὺς, οἰκίας εὐθηνία, πόλεως εὐνο-

μία, βασιλείας κράτος, πολέμου τρόπαιον, εἰρήνης ἀσφά-

λεια, τῶν διεστώτων συναγωγὴ, τῶν συνεστώτων διαμονή·

Προςευχὴ παρθενίας ἐστὶ σφραγὶς, γάμου πίστις, ὁδοιπό-

ροις ὅπλον, κοιμωμένων φύλαξ, ἐγρηγορότων θάρσος, γε-

ωργῶν εὐφορία, ναυτιλλομένων σωτηρία. Προςευχὴ κρι-

νομένων συνήγορος, δεδεμένων ἄνεσις, κεκμηκότων ἀνά-

παυσις, λυπουμένων παραμυθία, χαιρόντων θυμηδία, πεν-

θούντων παράκλησις, γαμούντων στέφανος, γενεθλίων ἑορ-

τὴ, ἀποθνησκόντων ἐντάφιον. Προςευχὴ θεοῦ ὁμιλία,

τῶν ἀοράτων θεωρία, τῶν ἐπιθυμουμένων πληροφορία,

τῶν ἀγγέλων ὁμοτιμία, τῶν καλῶν προκοπὴ, τῶν κακῶν

ἀποτροπὴ, τῶν ἁμαρτανομένων διόρθωσις, τῶν παρόν-

των ἀπόλαυσις, τῶν ἐλπιζομένων ὑπόστασις. Προςευχὴ

τῷ μὲν Ἰωνᾷ τὸ κῆτος οἶκον ἐποίησεν, τὸν δὲ Ἐζεκίαν

ἐκ τῶν πυλῶν τοῦ θανάτου πρὸς τὴν ζωὴν ἐπανήγαγεν,

τοῖς δὲ τρισὶ νέοις εἰς πνεῦμα δροσῶδες τὴν φλόγα ἔτρε-

ψεν, καὶ τοῖς Ἰσραηλίταις κατὰ τῶν Ἀμαληκιτῶν ἀνέστησε

τρόπαιον, καὶ τὰς ἑκατὸν ὀγδοήκοντα καὶ πέντε τῶν Ἀσ-

συρίων χιλιάδας μιᾷ νυκτὶ τῇ ἀοράτῳ ῥομφαίᾳ κατέστρω-

σεν. Καὶ μυρία πρὸς τούτοις ἔστιν εὑρεῖν ἐκ τῶν ἤδη

γεγενημένων τὰ ὑποδείγματα δι' ὧν φανερὸν γίνεται τὸ

μηδὲν τῆς προςευχῆς εἶναι τῶν κατὰ τὴν ζωὴν τιμίων

ἀνώτερον. Ἀλλὰ καιρὸς ἂν εἴη πρὸς αὐτὴν ἤδη τὴν προς-

ευχὴν ἀσχοληθῆναι· μᾶλλον δὲ μικρὸν ἔτι προςθῶμεν τῷ

210

λόγῳ, ὅτι πολλῶν καὶ παντοδαπῶν ἀγαθῶν παρὰ τῆς

θείας χάριτος ἡμῖν ὑπαρξάντων ἓν τοῦτο πρὸς ἀντίδοσιν

ὧν εἰλήφαμεν ἔχομεν, τὸ διὰ προςευχῆς τε καὶ εὐχαριστίας

τὸν εὐεργέτην ἀμείβεσθαι. Λογίζομαι τοίνυν ὅτι, κἂν πάσῃ

τῇ ζωῇ τὴν πρὸς τὸν θεὸν ὁμιλίαν συμπαρατείνωμεν εὐχα-

ριστοῦντες καὶ προςευχόμενοι, τοσοῦτον τῆς κατὰ τὴν ἀντί-

δοσιν ἀξίας ἀπολειπόμεθα ὅσον εἰ μηδὲ τὴν ἀρχὴν ἀντιδοῦ-

ναι τῷ εὐεργέτῃ προεθυμήθημεν. Ἐν τρισὶ τμήμασι τὸ χρο-

νικὸν μετρεῖται διάστημα, τῷ παρῳχηκότι, τῷ ἐνεστῶτι καὶ

τῷ μέλλοντι. Ἐν τοῖς τρισὶ τούτοις ἡ εὐεργεσία τοῦ κυ-

ρίου καταλαμβάνεται. Ἐὰν τὸ ἐνεστὼς λογίσῃ, ἐν αὐτῷ

ζῇς· ἐὰν τὸ μέλλον, ἐκεῖνός σοι ἡ τῶν προςδοκωμένων

ἐστὶν ἐλπίς· ἐὰν τὸ παρελθὸν, οὐκ ἂν ἦς πρὶν ἂν παρ'

ἐκείνου γενέσθαι. Εὐηργετήθης αὐτὸ τὸ γενέσθαι παρ'

ἐκείνου λαβὼν, καὶ γενόμενος εὐηργέτησαι ἐν αὐτῷ ζῶν

καὶ κινούμενος, καθώς φησιν ὁ ἀπόστολος. Αἱ τῶν μελ-

λόντων ἐλπίδες τῆς αὐτῆς εὐεργεσίας ἤρτηνται. Σὺ δὲ

μόνου τοῦ ἐνεστῶτος εἶ κύριος. Ὥστε, κἂν διὰ παντὸς εὐ-

χαριστῶν τῷ θεῷ μὴ διαλίπῃς, μόγις τοῦ ἐνεστῶτος ἀπο-

πληρώσεις τὴν χάριν, οὔτε τοῦ μέλλοντος, οὔτε τοῦ πα-

ρῳχηκότος ἐπίνοιαν ἐξευρίσκων τινὰ πρὸς τὴν τῶν χρεω-

στουμένων ἀντίδοσιν. Ἡμεῖς δὲ, τοσοῦτον τῆς κατὰ δύνα-

μιν εὐχαριστίας ἀπολειπόμενοι, οὐδὲ περὶ τὸ δυνατὸν εὐ-

γνωμονοῦμεν, οὐ λέγω πᾶσαν ἡμέραν, ἀλλ' οὐδὲ πολλοστὸν

τῆς ἡμέρας τῇ κατὰ θεὸν ἀποκληροῦντες σχολῇ. Τίς μοι

τὴν γῆν ὑπεστόρεσεν; τίς βάσιμον δι' ἐπινοίας τὴν ὑγρὰν

φύσιν ἐποίησεν; τίς ἔπηξέν μοι τὸν οὐρανὸν ὡς καμάραν;

τίς δᾳδουχεῖ μοι τὴν τοῦ ἡλίου λαμπάδα; τίς ἀποστέλλει

πηγὰς ἐν φάραγξιν; τίς ἡτοίμασεν τοῖς ποταμοῖς τὰς

διόδους; τίς μοι τὴν τῶν ἀλόγων ζώων ὑπηρεσίαν ὑπέ-

ζευξεν; τίς με κόνιν ἄψυχον ὄντα ζωῆς τε καὶ διανοίας

212

μετέχειν ἐποίησεν; τίς τὸν πηλὸν τοῦτον κατ' εἰκόνα τοῦ

θείου χαρακτῆρος ἐμόρφωσεν; τίς συγχεθεῖσαν ἐν ἐμοὶ

διὰ τῆς ἁμαρτίας τὴν θείαν εἰκόνα πάλιν εἰς τὴν ἀρχαί-

αν ἐπανήγαγε χάριν; τίς ἐξοικισθέντα με τοῦ παραδείσου,

καὶ τοῦ ξύλου τῆς ζωῆς ἔξω γενόμενον, καὶ τῷ βαράθρῳ

τῆς ὑλικῆς ζωῆς συγκαλυφθέντα ἐπὶ τὴν πρώτην ἕλκει

μακαριότητα; Οὐκ ἔστιν ὁ συνιὼν, φησὶν ἡ γραφή. Ἦ

γὰρ ἂν πρὸς ταῦτα ὁρῶντες ἄληκτον ἂν καὶ ἀκατάπαυστον

ἐν παντὶ τῷ τῆς ζωῆς διαστήματι τὴν εὐχαριστίαν ἀπεπλη-

ροῦμεν. Νυνὶ δὲ πρὸς μόνον τὸ ὑλικὸν πᾶσα σχεδὸν

ἐγρήγορεν ἡ ἀνθρωπίνη φύσις, πρὸς τοῦτο ἡ σπουδὴ, ἐν

τούτῳ ἡ προθυμία περὶ ταῦτα καὶ ἡ μνήμη καὶ ἡ ἐλπὶς

καταγίνεται· ἄϋπνός ἐστι καὶ ἀκοίμητος πρὸς τὴν τοῦ πλεί-

ονος ἐπιθυμίαν ἡ ἀνθρωπίνη φύσις ἐν παντὶ πράγματι ἐν

ᾧ δυνατόν ἐστιν ἐξευρεθῆναι τὸ πλέον, εἴτε κατὰ τιμήν τε

καὶ δόξαν, εἴτε κατὰ τὴν τῶν χρημάτων περιουσίαν, εἴτε

κατὰ τὴν τοῦ θυμοῦ νόσον, πανταχοῦ πρὸς τὸ πλέον ἐν τού-

τοις ἡ φύσις βλέπει. Τῶν δὲ ἀληθινῶν τοῦ θεοῦ ἀγαθῶν

λόγος οὐδεὶς, οὔτε τῶν φαινομένων, οὔτε τῶν ἐπηγγελμένων.

Ἀλλὰ καιρὸς ἂν εἴη καὶ τῶν τῆς προςευχῆς ῥημάτων

κατιδεῖν, ὡς ἔστι δυνατὸν, τὴν διάνοιαν· δῆλον γὰρ ὅτι τὸ

τυχεῖν ὧν βουλόμεθα διὰ τοῦ μαθεῖν ὅπως προςήκει ποι-

εῖσθαι τὴν αἴτησιν περιγίνεται. Τίς οὖν ἡ διδαχή;

Προςευχόμενοι, φησὶν, μὴ βαττολογεῖτε, ὥςπερ οἱ

ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὑτῶν εἰς-

ακουσθήσονται. Τάχα μὲν οὖν αὐτόθεν ἔχει τὸ σαφὲς

ἡ τῆς διδασκαλίας διάνοια, γυμνότερον ἡμῖν ἐκτεθεῖ-

σα, καὶ οὐδὲν δεομένη τῆς λεπτοτέρας κατανοήσεως·

πλὴν ἄξιον ἐξετάσαι τί σημαίνει τῆς βαττολογίας τὸ

ῥῆμα, ὡς ἂν μαθόντες τὴν διάνοιαν ἔξω τοῦ ἀπηγορευ-

μένου γενοίμεθα. Δοκεῖ τοίνυν μοι σωφρονίζειν τε καὶ

συστέλλειν τὴν χαυνότητα τῆς διανοίας τῶν ταῖς ματαίαις

ἐπιθυμίαις ἐμβαθυνόντων, καὶ διὰ τοῦτο τὴν ξένην ταύ-

214

την τῆς λέξεως καινοτομίαν ἐξευρηκέναι ἐπὶ ἐλέγχῳ τῆς

ἀνοίας τῶν περὶ τὰ ἀνωφελῆ τε καὶ μάταια ταῖς ἐπιθυ-

μίαις διαχεομένων. Ὁ γὰρ ἔμφρων τε καὶ συνετὸς καὶ

πρὸς τὸ χρήσιμον βλέπων λόγος κυρίως λέγεται λόγος,

ὁ δὲ ταῖς ἀνυπάρκτοις ἐπιθυμίαις διὰ τῆς ἀνυποστάτου

ἡδονῆς ἐπιχεόμενος οὐκ ἔστι λόγος, ἀλλὰ βαττολόγος, ὡς

ἄν τις Ἑλληνικώτερον ἑρμηνεύων εἴποι τὸν νοῦν, φλυαρία,

καὶ λῆρος, καὶ φλήναφος, καὶ εἴ τι ἄλλο τῆς τοιαύτης

σημασίας ἐστίν. Τί οὖν ἡμῖν συμβουλεύει ὁ λόγος; Μὴ

ταὐτὸν πάσχειν ἐν τῷ καιρῷ τῶν προςευχῶν οἷον ἐν τῇ

τῶν νηπίων διανοίᾳ συνίσταται πάθος. Ὥςπερ γὰρ οἱ ἀτε-

λεῖς τὴν διάνοιαν οὐχ ὅπως ἄν τι γένοιτο τῶν κατὰ γνώ-

μην αὐτοῖς ἐπινοοῦσιν, ἀλλὰ κατ' ἐξουσίαν εὐκληρίας τι-

νὰς ἑαυτοῖς ἀναπλάττουσιν, θησαυροὺς, καὶ γάμους, καὶ

βασιλείας, καὶ πόλεις μεγάλας ταῖς προςηγορίαις αὐτῶν

ἐπονομαζομένας ὑποτιθέμενοι εἰς ἐκεῖνο εἶναι τῇ διανοίᾳ

φαντάζονται ὅπερ ἂν αὐτοῖς ἡ ματαιότης τῶν λογισμῶν

ὑπογράψῃ, —εἰσὶ δέ τινες οἳ καὶ νεανικώτερον τῆς μα-

ταιότητος ταύτης ἀντιλαμβάνονται, καὶ ὑπερβάντες τὰ

μέτρα τῆς φύσεως ἢ πτηνοὶ γίνονται, ἢ κατὰ τοὺς ἀστέρας

λάμπουσιν, ἢ ὄρη διὰ χειρὸς φέρουσιν, ἢ τὸν οὐρανὸν ἑαυ-

τοῖς ὁδοποιοῦσιν, ἢ πρὸς μυριοστὸν διαρκοῦσιν ἔτος, νέοι

ἐκ παλαιῶν γινόμενοι, ἢ ὅσα ἄλλα τοιαῦτα τοῖς νηπιω-

δεστέροις τίκτει πομφολυγώδη καὶ διάκενα ἡ καρδία ποι-

ήματα—ὥςπερ τοίνυν ἐν τοῖς πράγμασιν ὁ μὴ τοιαῦτα

λογιζόμενος δι' ὧν ἂν γένοιτό τι ἀγαθὸν τῷ βουλευομέ-

νῳ, ἀλλ' ἐμματαιάζων ταῖς ἀνυπάρκτοις ἐπιθυμίαις ἀνόη-

τός τίς ἐστι καὶ ἄθλιος, τὸν τοῦ πρᾶξαί τι τῶν λυσιτε-

λούντων βουλεύσασθαι καιρὸν τοῖς ἐνυπνίοις τούτοις προς-

αναλίσκων, οὕτως ὁ ἐν καιρῷ προςευχῆς πρὸς τὰ συμφέ-

ροντα τῇ ψυχῇ μὴ τεταμένος, ἀλλὰ πρὸς τὰς ἐμπαθεῖς

τῆς διανοίας κινήσεις συνδιατίθεσθαι τὸν θεὸν ἀξιῶν, λῆ-

ρός τίς ἐστιν ὡς ἀληθῶς καὶ βαττολόγος, τῶν ἰδίων μα-

ταιοτήτων συνεργόν τε καὶ ὑπηρέτην τὸν θεὸν γίνεσθαι

216

προςευχόμενος. Οἷόν τι λέγω· πρόςεισί τις διὰ προςευ-

χῆς τῷ θεῷ, καὶ μὴ κατανοήσας τῇ διανοίᾳ τὸ ὕψος τῆς

δυνάμεως ᾗ προςέρχεται, λανθάνει καθυβρίζων τὸ μέγε-

θος ταῖς αἰσχραῖς καὶ ταπειναῖς τῶν αἰτήσεων. Ὥςπερ

ἂν, εἴ τις τὰ ἐκ πηλοῦ σκεύη δι' ὑπερβολὴν πενίας ἢ

ἀγροικίας τίμια νομίζων, ἔπειτα βασιλεῖ προςελθὼν, πλού-

τους ὅλους καὶ ἀξιώματα διανέμειν προαιρουμένῳ, ὁ δὲ

καταλιπὼν τὰς βασιλικὰς αἰτήσεις ἀξιοῖ τὸν τοσοῦτον τῷ

ἀξιώματι πηλὸν διαπλάσαντα ποιῆσαί τι τῶν ἐκείνῳ κα-

ταθυμίων, οὕτως καὶ ὁ ἀπαιδεύτως τῇ εὐχῇ χρώμενος οὐ

πρὸς τὸ ὕψος τοῦ διδόντος ἑαυτὸν ἐπαίρει, ἀλλὰ πρὸς

τὸ ταπεινόν τε καὶ γήϊνον τῆς ἰδίας ἐπιθυμίας τὴν θείαν

δύναμιν καταβῆναι ποθεῖ, καὶ τούτου χάριν τὰς ἐμπαθεῖς

ὁρμὰς προτείνει τῷ τὰς καρδίας βλέποντι, οὐχ ὅπως ἂν

θεραπεύσειεν τὰ ἄτοπα τῆς διανοίας κινήματα, ἀλλ' ὅπως

ἂν χείρω γένοιτο, εἰς ἔργον τῆς πονηρᾶς ὁρμῆς διὰ τῆς

συνεργίας τοῦ θεοῦ προελθούσης. Ἐπειδὴ γὰρ ὁ δεῖνα

λυπεῖ, καί μοι διάκειται πρὸς ἐκεῖνον δυςμενῶς ἡ καρ-

δία, πάταξον αὐτὸν, τῷ θεῷ λέγει, μόνον οὐκ ἐκεῖνο βο-

ῶν ὅτι, Τὸ ἐμὸν πάθος ἐν σοὶ γενέσθω, καὶ ἡ ἐμὴ κα-

κία ἐπὶ σὲ διαβήτω. Ὡς γὰρ ἐν ταῖς ἀνθρωπίναις μάχαις

οὐκ ἔστι συμμαχῆσαί τινα τῷ ἑνὶ μέρει, μὴ συμπαροξυνθέν-

τα τῷ ὀργιζομένῳ κατὰ τοῦ προςπαλαίοντος, οὕτω δῆλον

ὅτι ὁ κατὰ τοῦ ἐχθροῦ τὸν θεὸν κινῶν συνοργισθῆναι πα-

ρακαλεῖ, καὶ τοῦ θυμοῦ κοινωνὸν γενέσθαι. Τοῦτο δέ

ἐστι τὸ εἰς πάθος πεσεῖν τὸν θεὸν, καὶ κατὰ ἄνθρωπον

διατεθῆναι, καὶ εἰς θηριώδη ἀπήνειαν ἐκ τῆς ἀγαθῆς φύ-

σεως μεταποιηθῆναι. Οὕτως ὁ δοξομανῶν, οὕτως ὁ ἐν

ὑπερηφανίᾳ τὸ πλέον ἔχειν ἐπιθυμῶν, ὁ ἐν τῇ διαδικασίᾳ

πρὸς τὴν νίκην σπεύδων, ὁ ἐν τοῖς γυμνικοῖς ἀγῶσι πρὸς

τὸν στέφανον ἐπειγόμενος, ὁ ἐν θεάτροις τῆς εὐφημίας ἀν-

τιποιούμενος, πολλάκις δὲ καὶ ὁ πρὸς τὸ λυσσῶδες τῆς

νεότητος πάθος ἐκτετηκώς· πάντες οὗτοι οὐχ ὅπως ἂν

ἔξω τοῦ ἐπικρατοῦντος ἀῤῥωστήματος γένοιντο προςάγουσιν

218

τῷ θεῷ τὰς δεήσεις, ἀλλ' ὅπως ἂν εἰς πέρας αὐτοῖς ἡ

νόσος ἔλθοι, καὶ τὸ διαμαρτεῖν τούτων ἀντὶ συμφορᾶς

ἕκαστος κρίνοντες βαττολογοῦσιν ὄντως, συνεργὸν τῆς κατὰ

τὸν νοῦν αὐτῶν ἀῤῥωστίας γενέσθαι τὸν θεὸν ἱκετεύοντες.

Καὶ τὸ πάντων χαλεπώτατον, ὅτι πρὸς τὰς ἐναντίας ὁρ-

μὰς κινεῖσθαι τὸ θεῖον αὐτοῖς ἐπιθυμοῦσιν, εἰς ἀγριότη-

τα καὶ φιλανθρωπίαν μερίζοντες τοῦ θεοῦ τὴν ἐνέργειαν·

ὃν γὰρ ἵλεων καὶ πρᾶον ἐπιζητοῦσιν ἑαυτοῖς εἶναι, τοῦ-

τον πικρόν τε καὶ ἀπηνῆ τοῖς ἐχθροῖς αὐτῶν ἐπιδειχθῆ-

ναι παρακαλοῦσιν. Ὢ τῆς ἀνοίας τῶν βαττολογούντων.

Εἰ γὰρ ἐκείνοις ἀπηνὴς ὁ θεὸς, οὐδὲ σοὶ πάντως ἥμερος.

Εἰ δὲ ἐπὶ σοῦ πρὸς ἔλεον ῥέπει κατά γε τὴν σὴν ἐλπίδα,

πῶς ἂν μεταβάλοιτο πρὸς τοὐναντίον, εἰς πικρίαν μεθαρ-

μόζων τὸν ἔλεον; Ἀλλὰ πρόχειρος τῶν ἐριστικῶν ἡ πρὸς

τὸ τοιοῦτον ἀντίθεσις. Εὐθὺς γὰρ εἰς συνηγορίαν τῆς

ἑαυτῶν πικρίας τὰς ἐκ τῆς προφητείας φωνὰς παρατίθεν-

ται, τὸν Δαυὶδ ἐκλιπεῖν τοὺς ἁμαρτωλοὺς ποθοῦντα, καὶ

αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατευχόμενον, τὸν

Ἱερεμίαν ἰδεῖν τὴν παρὰ θεοῦ ἐκδίκησιν ἐκ τῶν ἐναντίων

ἐπιθυμοῦντα, τὸν Ὠσηὲ μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς

ξηροὺς δοθῆναι τοῖς ἐχθροῖς δεόμενον, καὶ πολλὰ τοιαῦτα

σποράδην ἐγκείμενα ταῖς ἁγίαις γραφαῖς ἀναλέγονται,

συνιστάμενοι τὸ δεῖν τῶν ἐναντίων κατεύχεσθαι, καὶ τῆς

ἑαυτῶν πικρίας συνεργὸν ποιεῖσθαι τοῦ θεοῦ τὴν ἀγαθό-

τητα. Ἀλλ' ἡμεῖς, ὡς ἂν ἐκ παρόδου τοὺς ἐκ τῆς τοι-

αύτης ἀφορμῆς πρὸς τὸ ἐναντίον ὁδηγουμένους παύσαιμεν

βαττολογοῦντας, τοῦτο περὶ ἑκάστου τῶν μνημονευθέντων

παραθησόμεθα. Οὐδεὶς τῶν ἀληθῶς ἁγίων, τῶν τῷ ἁγίῳ

πνεύματι θεωφορουμένων, ὧν αἱ ῥήσεις κατὰ θείαν οἰκο-

νομίαν εἰς νουθεσίαν τῶν ἐφεξῆς ἀνεγράφησαν, ἐπί τινι

κακῷ τὴν σπουδὴν ἔχων ἐπιδειχθήσεται, ἀλλὰ πᾶς αὐτοῖς

ὁ σκοπὸς τῶν λόγων πρὸς διόρθωσιν τῆς ἐμπολιτευομένης

τῇ φύσει κακίας βλέπει. Ὥςπερ τοίνυν ὁ εὐχόμενος μὴ

εἶναι νοσοῦντας, μὴ εἶναι πτωχεύοντας, οὐ τῶν ἀνθρώ-

πων ἀναίρεσιν, ἀλλὰ τῆς νόσου καὶ τῆς πτωχείας ἀφανισ-

220

μὸν ἐπιθυμεῖ γενέσθαι, οὕτω καὶ τῶν ἁγίων ἕκαστος, τὸ

τῇ φύσει ἐχθρὸν καὶ πολέμιον εἰς ἀφανισμὸν ἐλθεῖν δι'

εὐχῆς ἔχοντες, ὑπόνοιαν τοῖς ἀπαιδευτοτέροις παρέχουσιν,

ὡς κατὰ ἀνθρώπων πικραινόμενοί τε καὶ χαλεπαίνοντες.

Ὅ τε γὰρ ψαλμῳδὸς εἰπὼν ὅτι ἐκλίποιεν ἁμαρτωλοὶ ἀπὸ

τῆς γῆς καὶ ἄνομοι, ὥςτε μὴ ὑπάρχειν αὐτοὺς, τὴν ἁμαρ-

τίαν ἐκλείπειν καὶ τὴν ἀνομίαν εὔχεται· οὐ γὰρ ἄνθρω-

πος ἀνθρώπῳ πολέμιος, ἀλλ' ἡ κατὰ κακίαν τῆς προ-

αιρέσεως κίνησις εἰς ἐχθροῦ τάξιν τὸ τῇ φύσει συνημμέ-

νον κατέστησεν. Τὸ κακὸν τοίνυν ἐκλείπειν εὔχεται. Ὁ δὲ

ἄνθρωπος κακὸν οὐκ ἔστιν· πῶς γὰρ ἂν εἴη κακὸν τοῦ

ἀγαθοῦ τὸ ὁμοίωμα; Οὕτως, κἂν αἰσχύνην καὶ ἐντροπὴν

τῶν ἐχθρῶν κατεύχηται, δείκνυσίν σοι τὸ στῖφος τῶν ἐναν-

τίων τῶν ἐκ τοῦ ἀοράτου ἐχθροῦ τῇ ἀνθρωπίνῃ προςπο-

λεμούντων ζωῇ, περὶ ὧν καὶ ὁ Παῦλος γυμνότερον διεξέρ-

χεται, τὴν πάλην εἶναι λέγων ἡμῖν πρὸς τὰς ἀρχὰς

καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τού-

του, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.

Τὰς γὰρ δαιμονιώδεις ἐπιβουλὰς, δι' ὧν ἐπάγεται τοῖς

ἀνθρώποις τὰ πονηρὰ πρὸς ἁμαρτίαν συμπτώματα, συν-

τυχίαι θυμώδεις, ἐπιθυμιῶν ἀφορμαὶ, φθόνου καὶ μίσους

καὶ ὑπερηφανίας καὶ τῶν τοιούτων κακῶν ὑποθέσεις,

ταῦτα ὁρῶν ὁ μέγας προφήτης τὴν ἑκάστου ψυχὴν δι' ἐπι-

βουλῆς περιτρέχοντα εἰς αἰσχύνην ἐλθεῖν εὔχεται ὁ κατὰ

τῶν ἐχθρῶν τούτων εὐχόμενος. Τοῦτο δέ ἐστι τὸ αὐτὸν

διασωθῆναι· κατὰ φύσιν γὰρ ἕπεται τῷ ἡττηθέντι κατὰ

τὴν πάλην τὸ ἐπαισχυνθῆναι τῷ πτώματι αὐτοῦ, ὥςπερ

κεκρατηκότι τὸ ἐπὶ τῇ νίκῃ ἀγάλλεσθαι. Καὶ ὅτι ταῦτα

οὕτως ἔχει, δηλοῖ τῆς εὐχῆς τὸ εἶδος. Αἰσχυνθήτω-

σαν γὰρ, φησὶν, καὶ ἐντραπήτωσαν οἱ ζητοῦντές μου

τὴν ψυχήν. Οὐ γὰρ κατεύχεται τῶν εἰς χρημάτων ζημίαν

ἐπιβουλευόντων, ἢ περὶ γῆς ὅρων διαμφιςβητούντων,

ἢ τῶν κατὰ τοῦ σώματος αὐτοῦ κακίαν ἐπιδεικνυμέ-

νων τινὰ, ἀλλὰ τῶν εἰς ψυχὴν ἐπιβουλευόντων. Τίς

222

δὲ ψυχῆς ἐπιβουλὴ, τίς ἄλλη, εἰ μὴ θεοῦ ἀλλοτρίωσις;

Ἀλλοτριοῦται δὲ ἀπὸ θεοῦ ἀνθρωπίνη ψυχὴ οὐκ ἄλλως

ἢ διὰ τῆς ἐμπαθοῦς διαθέσεως. Ἐπεὶ οὖν ἀπαθὲς τὸ

θεῖον, πᾶν τὸ ἐν πάθει γινόμενον τῆς πρὸς τὸ θεῖον

συναφείας ἀποσχοινίζεται. Ὡς ἂν οὖν μὴ τοῦτο πάθοι,

αἰσχύνην τῶν ἀντιπαλαιόντων εὔχεται. Τοῦτο δὲ οὐδὲν

ἄλλο ἐστὶν ἢ ἑαυτῷ νίκην κατὰ τῶν πολεμίων ἐπεύξασθαι.

Οἱ δὲ πολέμιοι τὰ πάθη εἰσίν. Οὕτως ὁ Ἱερεμίας ζῆλον

τῆς θεοσεβείας ἔχων, εἰδωλομανοῦντος τηνικαῦτα τοῦ βα-

σιλέως, καὶ τῶν ὑποχειρίων αὐτῷ συνδιαστραφέντων, οὐκ

ἴδιόν τι θεραπεύει πάθος, ἀλλ' ὑπὲρ τοῦ κοινοῦ τῶν ἀν-

θρώπων προςάγει τὴν δέησιν, τῇ κατὰ τῶν ἀσεβησάντων

ὁρμῇ ἅπαν σωφρονισθῆναι ἀξιῶν τὸ ἀνθρώπινον. Ὡςαύ-

τως δὲ καὶ ὁ προφήτης Ὠσηὲ καὶ πολυγονοῦσαν τότε

τὴν κακίαν ἐν τοῖς Ἰσραηλίταις ὁρῶν ἀτεκνίᾳ καταδικά-

ζει, καὶ τὰς πικρὰς θηλὰς τῆς ἁμαρτίας ξηρανθῆναι βού-

λεται, ὡς ἂν μήτε τίκτοιτο ἐν τοῖς ἀνθρώποις τὸ κα-

κὸν, μήτε τρέφοιτο. Διὰ τοῦτο ὁ προφήτης, Δὸς αὐ-

τοῖς, φησὶ, κύριε, μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξη-

ρούς. Καὶ εἴ τις ἄλλος ἐν τοῖς ἁγίοις εὑρεθείη τοιοῦ-

τος λόγος, θυμοῦ τινα κατηγορίαν καὶ ἔμφασιν ἔχων,

πρὸς τὴν τοιαύτην πάντως διάνοιαν βλέπει, ἥτις ἐξο-

ρίζει τὸ κακὸν, οὐκ ἐπιτρίβει τὸν ἄνθρωπον. Θεὸς

θάνατον οὐκ ἐποίησεν (ἀκούεις τῆς ἀποφάσεως;). Πῶς

οὖν εἰς τὸν κατὰ τῶν ἰδίων αὐτοῦ ἐχθρῶν θάνατον πα-

ρακαλεῖν ἔμελλεν τὸν θεὸν τὸν τῆς τοῦ θανάτου ἐνεργείας

ἀλλότριον; Οὐ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων. Ἀλλ' ὁ

βαττολογῶν, καὶ κατὰ τῶν ἰδίων ἐχθρῶν τὴν τοῦ θεοῦ

φιλανθρωπίαν παρακινῶν, ἐπιτερφθῆναι ταῖς ἀνθρωπί-

ναις αὐτὸν συμφοραῖς ἐγκελεύεται. Ἀλλ' ἤδη τινὲς, φησὶν,

καὶ ἀρχῶν καὶ τιμῶν καὶ πλούτου ἠξιώθησαν, εὐχῇ πρὸς

τοῦτο χρησάμενοι, καὶ θεοφιλεῖς εἶναι διὰ τῆς τοιαύτης

εὐκληρίας ὑπενοήθησαν. Πῶς οὖν ἀπείργεις ἡμᾶς, εἴποι

τις ἂν, τοῦ περὶ τῶν τοιούτων προςάγειν τῷ θεῷ τὰς

224

δεήσεις; Ἀλλὰ τὸ μὲν πάντα θείας ἐξῆφθαι βουλῆς καὶ

ἄνωθεν οἰκονομεῖσθαι τὸν τῇδε βίον παντὶ δῆλόν ἐστιν,

καὶ οὐκ ἄν τις ἀντείποι τῷ λόγῳ· τῶν δὲ τοιούτων τῆς

εὐχῆς κατορθωμάτων ἄλλας αἰτίας ἐμάθομεν, οὐχ ὡς ἀγα-

θὰ πάντως τοῦ θεοῦ ταῦτα τοῖς αἰτοῦσι νέμοντος, ἀλλ'

ὡς ἂν διὰ τούτων βεβαιωθῇ τοῖς ἐπιπολαιοτέροις ἡ πρὸς

τὸν θεὸν πίστις, καὶ κατ' ὀλίγον ἐν ταῖς μικροτέραις τῶν

αἰτήσεων τὸ ἐπακούειν τὸν θεὸν τῶν ἱκεσιῶν τῇ πείρᾳ

μανθάνοντες ἀνέλθοιμέν ποτε πρὸς τὴν τῶν ὑψηλῶν τε

καὶ θεοπρεπῶν δωρημάτων ἐπιθυμίαν. Καθάπερ ἐπὶ τῶν

ἡμετέρων τέκνων ὁρῶμεν, ἃ τέως μὲν τῇ μητρῴᾳ θηλῇ

προςφύεται, ὅσον χωρεῖ ἡ φύσις, τοσοῦτον παρὰ τῆς γεν-

νησαμένης ἐπιζητοῦντα, εἰ δὲ ὑφαδρυνθείη τὸ νήπιον καί

τινα προςλάβοι τοῦ φθέγγεσθαι δύναμιν, καταφρονεῖ μὲν

τῆς θηλῆς, ζητεῖ δέ τι τοιοῦτον, ἢ προκόσμιον, ἢ ἱμάτιον, ἤ

τινα τοιαῦτα οἷς ὁ τῶν νηπίων ὀφθαλμὸς ἐπιτέρπεται,

ἐπειδὰν δὲ εἰς ἡλικίαν ἔλθῃ καὶ συναυξηθῇ τῷ σώματι ἡ

διάνοια, τότε πάσας τὰς παιδικὰς ἐπιθυμίας καταλιπὼν

τὰ τῷ τελείῳ πρέποντα βίῳ παρὰ τῶν γονέων αἰτήσεται,

—οὕτω καὶ ὁ θεὸς, ἐθίζων τὸν ἄνθρωπον διὰ πάντων

πρὸς αὐτὸν βλέπειν, διὰ τοῦτο πολλάκις οὐδὲ τῶν μικρο-

τέρων αἰτήσεων ἀνήκοος γίνεται, ὡς ἂν ἐπὶ τὴν τῶν

ὑψηλοτέρων ἐπιθυμίαν διὰ τῆς ἐν τοῖς μικροῖς εὐεργεσίας

τὸν τετυχηκότα τῆς χάριτος προςκαλέσαιτο. Καὶ σὺ τοί-

νυν, εἰ ὁ δεῖνα γέγονε θείᾳ προνοίᾳ γνώριμός τε καὶ πε-

ρίβλεπτος ἐξ ἀφανεστέρων, ἢ ἄλλο τι τῶν κατὰ τὸν βίον

τοῦτον ἐπιζητουμένων ἐκτήσατο, ἀρχὴν ἢ πλοῦτον ἢ πε-

ριφάνειαν, νόει τὸν σκοπὸν, ὅτι σοι ἀπόδειξις τῆς ἐν τοῖς

μεγάλοις δυνάμεως τοῦ θεοῦ ἡ περὶ ταῦτα φιλανθρωπία

γίνεται, ἵνα διὰ τοῦ τυχεῖν τῶν παιδικῶν ἀθυρμάτων περὶ

τῶν μειζόνων τε καὶ τελειοτέρων προςαγάγῃς τῷ πατρὶ

τὰς αἰτήσεις. Ταῦτα δέ ἐστιν ὅσα εἰς ψυχὴν φέρει τὸ

κέρδος. Καὶ γὰρ ἂν εἴη τῶν ἀλογωτάτων, προςελθόντα

τῷ θεῷ ζητεῖν παρὰ τοῦ ἀϊδίου τὰ πρόςκαιρα, παρὰ τοῦ

226

ἐπουρανίου τὰ ἐπίγεια, παρὰ τοῦ ὑψηλοῦ τὰ χαμαίζηλα,

παρὰ τοῦ βασιλείαν οὐρανῶν δωρουμένου τὴν γηΐνην ταύ-

την καὶ ταπεινὴν εὐκληρίαν, παρὰ τοῦ τὰ ἀναφαίρετα

χαριζομένου τὴν ἐν ὀλίγῳ τῶν ἀλλοτρίων χρῆσιν, ὧν

ἀναγκαία μὲν ἡ ἀφαίρεσις, πρόςκαιρος δὲ ἡ ἀπόλαυσις,

ἐπικίνδυνος δὲ ἡ οἰκονομία. Καλῶς δὲ παρίστησι τῇ

προςθήκῃ τὸ ἄτοπον, εἰπὼν, Ὥςπερ οἱ ἐθνικοί· τὸ

γὰρ περὶ τὰ φαινόμενα τὴν σπουδὴν ἔχειν ἴδιόν ἐστι τῶν

μηδεμίαν τοῦ μέλλοντος αἰῶνος ἑαυτοῖς ὑποτιθεμένων

ἐλπίδα, μὴ κρίσεως φόβον, μὴ γεέννης ἀπειλὴν, μὴ

ἀγαθῶν προςδοκίαν, μὴ ἄλλο τι τῶν κατὰ τὴν ἀνάστα-

σιν ἐλπιζομένων, οἳ βοσκημάτων δίκην πρὸς τὸν παρόν-

τα ὁρῶντες βίον, ὅπερ ἂν λαιμῷ καὶ κοιλίᾳ καὶ ταῖς

λοιπαῖς τοῦ σώματος ἡδυπαθείαις χαρίζωνται, τοῦτο ἐν

ἀγαθῶν κρίνουσι μοίρᾳ, ἢ τὸ πρωτεῦσαί τινων, καὶ τὸ

ὑπὲρ τοὺς λοιποὺς νομισθῆναι, ἢ πολλοῖς ἐπικαθευδῆσαι

ταλάντοις, ἢ εἴ τι ἄλλο τῆς βιωτικῆς ἀπάτης ἐστὶν, οἷς

εἴ τις ἂν λέγοι περὶ τῆς μελλούσης ἐλπίδος, λῆρος ἄν-

τικρυς εἶναι δοκεῖ, παράδεισον καὶ βασιλείαν καὶ οὐρα-

νῶν διαγωγὴν, καὶ τὰ τοιαῦτα διεξερχόμενος. Ἐπεὶ τοί-

νυν ἴδιόν ἐστι τῶν μὴ ἐχόντων ἐλπίδα τὸ προςτετηκέναι

τῇ παρούσῃ ζωῇ, καλῶς τὰ περιττὰ καὶ μάταια τῆς ἐπι-

θυμίας, ἃ δι' εὐχῆς οἴονται κατορθοῦν ἑαυτοῖς οἱ φιλή-

δονοι, τῶν ἐθνικῶν ὁ λόγος εἶναί φησι, τῶν νομιζόντων

ἐκ τοῦ προςλιπαρεῖν περὶ τῶν ἀτόπων συνεργὸν ἐπὶ τὰ

μὴ δέοντα τὸ θεῖον ἕξειν· δοκοῦσι γὰρ, φησὶν, ὅτι ἐν τῇ

πολυλογίᾳ αὑτῶν εἰςακουσθήσονται.

Ἀλλὰ ταῦτα μὲν, ἃ δεῖ μὴ αἰτεῖν, δι' ὧν ἐξητά-

σαμεν ἐδιδάχθημεν. Οἵαν δὲ προςήκει τῷ θεῷ προςάγειν

τὴν δέησιν, ἐν τοῖς ἐφεξῆς ἀκουσώμεθα χάριτι τοῦ κυρίου

ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς

αἰῶνας τῶν αἰώνων. Ἀμήν.

228

{ΛΟΓΟΣ βʹ.}

{Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς.}

Ὅτε προςῆγεν ὁ μέγας Μωϋσῆς τῇ κατὰ τὸ ὄρος μυ-

σταγωγίᾳ τὸν Ἰσραηλίτην λαὸν, οὐ πρότερον αὐτοὺς τῆς

θεοφανείας ἠξίωσεν, πρὶν ἁγνείᾳ τε καὶ περιῤῥαντισμῷ

νομοθετῆσαι τῷ λαῷ τὸ καθάρσιον. Καὶ οὐδὲ οὕτως

ἐθάρσησαν τῆς θείας δυνάμεως τὴν ἐμφάνειαν, ἀλλὰ πρὸς

πᾶν κατεπλάγησαν τὸ φαινόμενον, τὸ πῦρ, τὸν γνόφον,

τὸν καπνὸν, τὰς σάλπιγγας· καὶ πρὸς ἑαυτοὺς πάλιν

ἀποστραφέντες ἠξίουν τὸν νομοθέτην αὐτοῖς μεσίτην γενέ-

σθαι τοῦ θείου βουλήματος, ὡς οὐχ ἱκανῆς οὔσης τῆς δυ-

νάμεως αὐτῶν προςεγγίσαι τῷ θεῷ καὶ θείαν ἐμφάνειαν

δέξασθαι. Ὁ δὲ ἡμέτερος νομοθέτης, ὁ κύριος ἡμῶν Ἰη-

σοῦς Χριστὸς, προςάγειν ἡμᾶς τῇ θείᾳ χάριτι μέλλων,

οὐχὶ Σίναιον ἡμῖν ὄρος τῷ λόγῳ προδείκνυσι γνόφῳ κε-

καλυμμένον, καὶ πυρὶ καπνιζόμενον, οὐδὲ σαλπίγγων φω-

νὰς ἄσημόν τι καὶ καταπληκτικὸν ἀπηχούσας, οὐδὲ τριη-

μέροις ἁγνείαις καὶ ὕδατι ῥύπον ἐκπλύνοντι τὴν ψυχὴν

ἐκκαθαίρει, οὐδὲ πᾶσαν τὴν ἐκκλησίαν ἐν τῇ ὑπωρείᾳ κα-

ταλιπὼν ἑνὶ μόνῳ τὴν ἄνοδον ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους

χαρίζεται, τὴν κεκαλυμμένην τῷ γνόφῳ τῷ τὴν δόξαν

θεοῦ περικρύπτοντι, ἀλλὰ πρῶτον μὲν ἀντὶ τοῦ ὄρους ἐπ'

αὐτὸν ἀνάγει τὸν οὐρανὸν, βατὸν τοῖς ἀνθρώποις αὐτὸν

διὰ τῆς ἀρετῆς καταστήσας, ἔπειτα δὲ οὐ θεατὰς μόνον

τῆς θείας δυνάμεως, ἀλλὰ καὶ κοινωνοὺς ἀπεργάζεται,

καὶ εἰς συγγένειαν τρόπον τινὰ τῆς ὑπερκειμένης φύσεως

τοὺς προςιόντας ἄγει, οὐδὲ γνόφῳ κατακρύπτει τὴν ὑπερ-

έχουσαν δόξαν, ὡς δυςθεώρητον τοῖς ἀναζητοῦσιν εἶναι,

ἀλλὰ τῷ τηλαυγεῖ φωτὶ τῆς διδασκαλίας τὸν γνόφον κα-

ταφωτίσας ἐπὶ λαμπρᾶς αἰθρίας τοῖς καθαροῖς τὴν καρ-

δίαν τὴν ἄφραστον δόξαν καθορᾶσθαι ἐποίησεν. Ὕδωρ

δὲ περιῤῥαίνειν οὐκ ἐξ ἀλλοτρίων ναμάτων, ἀλλὰ τὸ ἐν

ἡμῖν αὐτοῖς ἀναβρύον χαρίζεται, εἴτε τὰς τῶν ὀφθαλμῶν

τις λέγοι πηγὰς, εἴτε τὴν καθαρὰν τῆς καρδίας συνείδη-

σιν, μηδεμίαν ἰλὺν ἀπὸ κακίας ἐπαγομένην. Ἁγνείαν δὲ

230

οὐ μόνον ἀπὸ τῆς ἐννόμου τῶν γαμετῶν ὁμιλίας, ἀλλ'

ἀπὸ πάσης ὑλικῆς τε καὶ ἐμπαθοῦς διαθέσεως νομοθε-

τήσας, οὕτως προςάγει διὰ τῆς προςευχῆς τῷ θεῷ. Αὕτη

γὰρ τῶν ῥημάτων ἡ δύναμις, δι' ὧν οὐχὶ φωνάς τινας ἐν

συλλαβαῖς ἐκφωνουμένας μανθάνομεν διὰ τοῦ λόγου, ἀλλ'

ἐπίνοιαν τῆς πρὸς τὸν θεὸν ἀναβάσεως δι' ὑψηλῆς πολι-

τείας κατωρθωμένην. Ἔξεστι δὲ δι' αὐτῶν τῶν τῆς προς-

ευχῆς λόγων τὴν θείαν μυσταγωγίαν κατανοῆσαι. Ὅταν

προςεύχησθε, φησίν· οὐκ εἶπεν, Ὅταν εὔχησθε, ἀλλ',

Ὅταν προςεύχησθε, ὡς τοῦ κατὰ τὴν εὐχὴν ἤδη προκα-

τορθωθῆναι προςήκοντος, πρὶν διὰ τῆς προςευχῆς τῷ θεῷ

προςεγγίσαι. Τίς δὲ ἡ τῶν ὀνομάτων τούτων κατὰ τὸ

σημαινόμενόν ἐστι διαφορά; Ὅτι εὐχὴ μὲν ἔστιν ἐπαγγελία

τινὸς τῶν κατ' εὐσέβειαν ἀφιερουμένων, προςευχὴ δὲ αἴτη-

σις ἀγαθῶν μετὰ ἱκετηρίας προςαγομένη θεῷ. Ἐπεὶ οὖν

παῤῥησίας ἡμῖν χρεία ὅταν προςίωμεν θεῷ τὰς ὑπὲρ τῶν

λυσιτελούντων ἱκετηρίας ποιούμενοι, ἀναγκαίως τὸ κατὰ

τὴν εὐχὴν προηγήσεται, ἵνα τὸ παρ' ἑαυτῶν ἐκτελέσαντες,

οὕτως θαρσοῦντες τὸ παρὰ τοῦ θεοῦ ἀντιλαβεῖν ἀξιώ-

σωμεν. Διό φησιν ὁ προφήτης ὅτι, Τὰς εὐχάς μου ἀποδώσω

σοι, ἃς διέστειλε τὰ χείλη μου, καὶ, Εὔξασθε καὶ ἀπόδοτε

κυρίῳ τῷ θεῷ ἡμῶν. Καὶ πολλαχοῦ τῆς γραφῆς τὴν τοιαύτην

ἔστιν τῆς εὐχῆς σημασίαν εὑρεῖν, ὥστε γνῶναι ἡμᾶς ὅτι εὐχὴ

μὲν ἔστι, καθὼς εἴρηται, χαριστήριος δωροφορίας ἐπαγγελία·

ἡ δὲ προςευχὴ τὴν μετὰ τὴν ἐκπλήρωσιν τῆς ἐπαγγελίας τῷ

θεῷ γινομένην πρόςοδον διερμηνεύει. Διδάσκει οὖν ἡμᾶς ὁ

λόγος μὴ πρότερον αἰτεῖσθαί τι παρὰ τοῦ θεοῦ, πρὶν αὐτῷ

τι τῶν κεχαρισμένων δωροφορῆσαι· εὔξασθαι γὰρ χρὴ

πρότερον, εἶτα προςεύξασθαι, ὡς εἴ τις λέγοι προηγεῖ-

σθαι τὴν σπορὰν τῆς ἐπικαρπίας. Οὐκοῦν χρὴ πρότερον

ἡμᾶς καταβαλεῖν τῆς εὐχῆς τὰ σπέρματα, καὶ οὕτως αὐ-

ξηθεῖσαν τὴν καταβολὴν τῶν σπερμάτων καρπώσασθαι,

διὰ τῆς προςευχῆς τὴν χάριν ἀντιλαμβάνοντας. Ὡς οὖν

οὐκ ἐσομένης ἐν παῤῥησίᾳ τῆς ἐντεύξεως εἰ μὴ ἐπὶ προ-

232

ληφθείσῃ εὐχῇ τινι καὶ δωροφορίᾳ ἡ πρόςοδος γένοιτο,

ἀναγκαίως ἡ εὐχὴ τῆς προςευχῆς προηγήσεται. Ὡς οὖν

ἤδη τούτου κατορθωθέντος φησὶ πρὸς τοὺς μαθητὰς ὁ

κύριος, Ὅταν προςεύχησθε, λέγετε, Πάτερ ἡμῶν ὁ ἐν

τοῖς οὐρανοῖς. Τίς δώσει μοι πτέρυγας, ὡςεὶ περιστε-

ρᾶς, φησί που τῆς ψαλμῳδίας ὁ μέγας Δαυίδ· εἴποιμι

δ' ἂν καὶ αὐτὸς, τολμήσας τὴν ἴσην φωνήν, Τίς δώσει

μοι τὰς πτέρυγας ἐκείνας πρὸς τὸ δυνηθῆναι τῷ ὕψει

τῆς τῶν ῥημάτων μεγαλοφυΐας συναναπτῆναι κατὰ διά-

νοιαν, ὥστε καταλιπεῖν μὲν τὴν γῆν πᾶσαν, διαπερᾶσαί τε

πάντα τὸν ἐν μέσῳ κεχυμένον ἀέρα, καταλαβεῖν δὲ τὸ

αἰθέριον κάλλος, καὶ ἐπὶ τὰ ἄστρα φθάσαι, καὶ πᾶσαν

τὴν ἐν αὐτοῖς διακόσμησιν κατιδεῖν, στῆναι δὲ μηδὲ ἐν

τούτοις, ἀλλὰ διεξελθεῖν καὶ διὰ τούτων, καὶ πάντων τῶν

κινουμένων τε καὶ μεθισταμένων ἐκτὸς γενέσθαι, καὶ κα-

ταλαβεῖν τὴν ἑστῶσαν φύσιν, τὴν ἀμετακίνητον δύναμιν,

τὴν ἐφ' ἑαυτῆς καθιδρυμένην, τὴν πάντα ἄγουσάν τε καὶ

φέρουσαν ὅσα ἐν τῷ εἶναι ἔστιν, πάντα τὰ τοῦ ἀφράστου

θελήματος τῆς θείας σοφίας ἐξηρτημένα, ὥστε πάντων τῶν

ἀλλοιουμένων τε καὶ μεθισταμένων πόῤῥω τῇ διανοίᾳ γενό-

μενος ἐν ἀτρέπτῳ τε καὶ ἀκλινεῖ τῇ τῆς ψυχῆς καταστά-

σει τὸν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον διὰ τῆς γνώμης

πρότερον οἰκειώσασθαι, εἶθ' οὕτω τῇ οἰκειοτάτῃ προςη-

γορίᾳ ἐπικαλέσασθαι καὶ εἰπεῖν, Πάτερ; Οἵας γὰρ τῷ

λέγοντι χρεία ψυχῆς, ὅσης τῆς παῤῥησίας, οἵας τῆς συνει-

δήσεως, ἵνα θεὸν νοήσας, ὡς ἔστι δυνατὸν, ἐκ τῶν ἐπινο-

ουμένων αὐτῷ προςηγοριῶν πρὸς τὴν σύνεσιν τοῦ ἀφρά-

στου δόξης χειραγωγούμενος, καὶ μαθὼν ὅτι ἡ θεία φύσις,

ὅ τί ποτέ ἐστιν, αὐτοαγαθότης ἐστὶν, ἁγιασμὸς, ἀγαλλίαμα,

δύναμις, δόξα, καθαρότης, ἀϊδιότης, ἀεὶ κατὰ τὰ αὐτὰ

καὶ ὡςαύτως ἔχουσα, καὶ ὅσα τοιαῦτα νενόηται περὶ τὴν

θείαν φύσιν, διά τε τῆς θείας γραφῆς καὶ τῶν οἰκείων

λογισμῶν κατανοήσας, εἶτα τολμήσει τὴν τοιαύτην προέ-

σθαι φωνὴν, καὶ τὸν τοιοῦτον ἑαυτοῦ κατονομάσαι πατέ-

ρα; Δῆλον γὰρ ὅτι, εἰ μετέχοι τινὸς διανοίας, οὐκ ἂν

θαρσήσειεν, μὴ τὰ αὐτὰ καὶ ἐν ἑαυτῷ βλέπων, ἐκείνην

234

προέσθαι πρὸς τὸν θεὸν τὴν φωνὴν, καὶ εἰπεῖν, Πάτερ.

Τῆς γὰρ πονηρᾶς προαιρέσεως ὁ ἀγαθὸς κατ' οὐσίαν πα-

τὴρ γενέσθαι φύσιν οὐκ ἔχει, οὔτε τοῦ κατὰ τὸν βίον βε-

βηλωθέντος ὁ ἅγιος, οὔτε τοῦ περιτρεπομένου ὁ ἀναλ-

λοίωτος, οὔτε τοῦ νεκρωθέντος ἐξ ἁμαρτίας ὁ πατὴρ τῆς

ζωῆς, οὔτε τῶν ἐν τοῖς πάθεσι τῆς ἀτιμίας ἀσχημονούν-

των ὁ καθαρὸς καὶ ἀκήρατος, οὔτε τοῦ πλεονέκτου ὁ εὐ-

εργέτης, οὔτε ὅλως τῶν ἔν τινι κακῷ εὑρισκομένων ὁ ἐν

παντὶ ἀγαθῷ θεωρούμενος. Εἰ γάρ τις πρὸς ἑαυτὸν βλέ-

πων ἔτι καθαρσίου δεόμενον, καὶ τὴν μοχθηρὰν ἑαυτοῦ

συνείδησιν ἐπιγινώσκων πλήρη κηλίδων καὶ πονηρῶν ἐγ-

καυμάτων, πρὶν καθαρθῆναι τῶν τοιούτων κακῶν πρὸς

τὴν τοῦ θεοῦ συγγένειαν ἑαυτὸν εἰςποιοῖ καὶ λέγοι, Πά-

τερ, τῷ δικαίῳ ὁ ἄδικος, καὶ τῷ καθαρῷ ὁ ἀκάθαρτος,

ὕβρις ἄντικρυς ἂν εἴη καὶ λοιδορίας τὰ ῥήματα, εἴπερ

τῆς ἰδίας μοχθηρίας πατέρα τὸν θεὸν ὀνομάζοι· ἡ γὰρ

τοῦ πατρὸς φωνὴ τὴν αἰτίαν τοῦ ἐξ αὐτοῦ ὑποστάντος δια-

σημαίνει. Οὐκοῦν ὁ μοχθηρὸς τὴν συνείδησιν, εἰ πατέρα

ἑαυτοῦ τὸν θεὸν λέγοι, οὐδὲν ἕτερον ἢ τῶν ἰδίων κακῶν

ἀρχηγόν τε καὶ αἴτιον αὐτὸν εἶναι κατηγορήσει. Ἀλλ' οὔ

τις κοινωνία φωτὶ πρὸς σκότος, φησὶν ὁ ἀπόστολος,

ἀλλὰ τῷ φωτὶ φῶς προςῳκείωται, καὶ τῷ δικαίῳ τὸ

δίκαιον, καὶ τῷ καλῷ τὸ καλὸν, καὶ τῷ ἀφθαρτῷ τὸ ἄ-

φθαρτον. Τὰ δὲ ἐναντία πρὸς τὰ ὁμογενῆ πάντως τὴν

συγγένειαν ἔχει. Οὐ γὰρ δύναται δένδρον καλὸν καρ-

ποὺς πονηροὺς ποιεῖν. Εἰ τοίνυν βαρυκάρδιός τις

ὢν, καθώς φησιν ἡ γραφὴ, καὶ τὸ ψεῦδος ζητῶν

κατατολμᾷ τῶν τῆς προςευχῆς ῥημάτων, γινωσκέτω ὅτι

οὐ τὸν οὐράνιον ὁ τοιοῦτος πατέρα καλεῖ, ἀλλὰ τὸν

καταχθόνιον, ὃς αὐτός τε ψεύστης ἐστὶν καὶ τοῦ ἐν

ἑκάστῳ συνισταμένου ψεύδους πατὴρ γίνεται, Ἐκεῖνος

ἁμαρτία καὶ ἁμαρτίας πατήρ. Διὰ τοῦτο οἱ ἐμπαθεῖς

236

τὴν ψυχὴν ὀργῆς τέκνα παρὰ τοῦ ἀποστόλου προςαγο-

ρεύονται, καὶ ὁ τῆς ζωῆς ἀποστὰς ἀπωλείας υἱὸς ὀνο-

μάζεται, καί τις βλακώδης καὶ θηλυδρίας υἱὸς κορα-

σίων αὐτομολούντων προςηγορεύθη. Ὡςαύτως καὶ ἐκ

τοῦ ἐναντίου οἱ λαμπροὶ τὴν συνείδησιν υἱοὶ φωτὸς καὶ

ἡμέρας προςαγορεύονται, καὶ δυνάμεως υἱοὶ ἕτεροι οἱ

πρὸς τὴν θείαν ἰσχὺν ἑαυτοὺς τονώσαντες. Ὅταν τοί-

νυν πατέρα τὸν θεὸν λέγειν ἡμᾶς ἐν τῇ προςευχῇ διδάσκῃ

ὁ κύριος, οὐδὲν ἕτερόν μοι δοκεῖ ποιεῖν ἢ τὸν ὑψηλόν τε

καὶ ἐπηρμένον ἡμῖν νομοθετεῖν βίον· οὐ γὰρ δὴ ψεύδε-

σθαι διδάσκει ἡμᾶς ἡ ἀλήθεια, ὥστε λέγειν ὃ μή ἐσμεν

καὶ ὀνομάζειν ὃ μὴ πεφύκαμεν, ἀλλὰ πατέρα λέγοντας

ἑαυτῶν τὸν ἄφθαρτόν τε καὶ δίκαιον καὶ ἀγαθὸν, ἐπα-

ληθεύειν τῷ βίῳ τὴν ἀγχιστείαν. Ὁρᾷς ὅσης ἡμῖν παρα-

σκευῆς ἐστι χρεία, οἵου βίου, πόσης καὶ ποταπῆς σπου-

δῆς, ὥστε ποτὲ πρὸς τοῦτο τὸ μέτρον τῆς παῤῥησίας ὑψω-

θείσης ἡμῶν τῆς συνειδήσεως τολμῆσαι εἰπεῖν τῷ θεῷ

ὅτι, Πάτερ. Εἰ γὰρ περὶ τὰ χρήματα βλέποις, εἰ περὶ

τὴν βιωτικὴν ἀπάτην ἠσχολημένος εἴης, ἢ τὴν ἐξ ἀνθρώ-

πων δόξαν ἀναζητοίης, ἢ τῶν ἐπιθυμιῶν ταῖς ἐμπαθε-

στέραις δουλεύοις, ἔπειτα τὴν τοιαύτην προςευχὴν διὰ στό-

ματος λάβοις, τί οἴει ἐρεῖν τὸν εἰς τὸν βίον σου βλέποντα

καὶ τῆς εὐχῆς ἐπαΐοντα; Ἐγὼ μὲν γὰρ τοιούτων τινῶν

ῥημάτων ἀκούειν δοκῶ, ὡςανεὶ τοῦ θεοῦ πρὸς τὸν τοιοῦ-

τον λέγοντος, Πατέρα καλεῖς, ὁ κατεφθαρμένος τῷ βίῳ

τὸν τῆς ἀφθαρσίας πατέρα; τί μολύνεις τῇ ῥυπαρᾷ σου

φωνῇ τὸ ἀκήρατον ὄνομα; τί καταψεύδῃ τοῦ ῥήματος;

τί καθυβρίζεις τὴν ἀμόλυντον φύσιν; Εἰ τέκνον ἦς ἐμὸν,

ἐκ τῶν ἐμῶν ἀγαθῶν ἔδει πάντως καὶ τὸν σὸν βίον χα-

ρακτηρίζεσθαι. Οὐκ ἐπιγινώσκω τῆς ἐμῆς φύσεως ἐν σοὶ

τὴν εἰκόνα· ἐκ τῶν ἐναντίων οἱ χαρακτῆρες. Τίς κοινω-

νία φωτὶ πρὸς σκότος; τίς ζωῆς καὶ θανάτου συγγένεια;

τίς οἰκειότης τῷ καθαρῷ τὴν φύσιν πρὸς τὸν ἀκάθαρ-

238

τον; Πολὺ τοῦ εὐεργετοῦντος πρὸς τὸν πλεονέκτην τὸ μέ-

σον. Ἄμικτος ἡ τοῦ ἐλεήμονος καὶ τοῦ ἀπηνοῦς ἐναντίω-

σις. Ἄλλος πατὴρ τῶν ἐν σοὶ κακῶν. Τὰ γὰρ ἐμὰ γεν-

νήματα τοῖς πατρῴοις ἀγαθοῖς καλλωπίζεται· τέκνον τοῦ

ἐλεήμονος ὁ ἐλεήμων, καὶ τοῦ καθαροῦ ὁ καθαρὸς, ὁ

φθορᾶς ἀλλότριος τοῦ ἀφθάρτου, καὶ τὸ ὅλον ἐξ ἀγα-

θοῦ ἀγαθὸς καὶ ἐκ δικαίου δίκαιος. Ὑμᾶς δὲ οὐκ οἶδα

πόθεν ἐστέ. Οὐκοῦν ἐπικίνδυνον πρὶν καθαρθῆναι τῷ βίῳ

τῆς προςευχῆς ταύτης κατατολμῆσαι, καὶ πατέρα ἑαυτοῦ

τὸν θεὸν ὀνόμασαι. Ἀλλὰ ἀκούσωμεν τῶν τῆς προςευχῆς

ῥημάτων πάλιν, εἴ τις ἄρα γένοιτο ἡμῖν τῶν κρυφίων τοῦ

νοῦ κατανόησις διὰ τῆς συνεχεστέρας ἐπαναλήψεως. Πά-

τερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὅτι μὲν οὖν χρὴ τῷ κατ'

ἀρετὴν βίῳ τὸν θεὸν οἰκειώσασθαι, μετρίως ἡμῖν διὰ τῶν

προλαβόντων ἐξήτασται λόγων. Δοκεῖ δέ μοι καὶ βαθυ-

τέραν τινὰ διάνοιαν ὑποσημαίνειν ὁ λόγος· ταῦτα γὰρ

ὑπόμνησιν ἡμῖν ἐμποιεῖ τῆς τε πατρίδος ἧς ἐκπεπτώκα-

μεν, καὶ τῆς εὐγενείας ἧς ἀπεβλήθημεν. Καὶ γὰρ ἐν τῷ

κατὰ τὸν νέον διηγήματι τὸν ἀποστάντα τῆς πατρῴας

ἑστίας καὶ πρὸς τὸν χοιρώδη βίον αὐτομολήσαντα τὴν ἀν-

θρωπίνην ἀθλιότητα δείκνυσιν ὁ λόγος, ἱστορικῶς διηγού-

μενος τὴν ἀποφοίτησιν αὐτοῦ καὶ τὴν ἀσωτίαν, οὐ πρό-

τερον δὲ αὐτὸν ἐπανάγει πρὸς τὴν ἐξ ἀρχῆς εὐκληρίαν,

πρὶν αἴσθησιν αὐτὸν τῆς παρούσης ἀναλαβεῖν συμφορᾶς,

καὶ εἰς ἑαυτὸν ἐλθεῖν καὶ μελετῆσαι τὰ τῆς μεταμελείας

ῥήματα. Ταῦτα δὲ ἦν συμβαίνοντά πως τοῖς τῆς προς-

ευχῆς λόγοις· φησὶν γὰρ ἐκεῖ, Πάτερ, ἥμαρτον εἰς τὸν

οὐρανὸν καὶ ἐνώπιόν σου· οὐκ ἂν προςθεὶς τῇ ἐξομολο-

γήσει τὴν εἰς τὸν οὐρανὸν ἁμαρτίαν, μὴ πεπεισμένος ἑαυ-

τοῦ πατρίδα εἶναι τὸν οὐρανὸν, ὃν καταλιπὼν ἐπλημμέ-

λησεν. Διὰ τοῦτο καὶ εὐπρόςιτον αὐτῷ τὸν πατέρα ἡ

μελέτη τῆς τοιαύτης ἐξομολογήσεως ἀπεργάζεται, ὥστε καὶ

προςδραμεῖν αὐτῷ καὶ φιλήματι τὸν τράχηλον δεξιώσα-

σθαι, ὅπερ σημαίνει τὸν λογικὸν ζυγὸν τὸν διὰ στόματος

240

ἐπιβληθέντα τῷ ἀνθρώπῳ διὰ τῆς εὐαγγελικῆς παραδό-

σεως, τῷ ἐκδύντι τὴν πρώτην τῆς ἐντολῆς ζεύγλην καὶ

ἀποσεισαμένῳ τὸν φυλάσσοντα νόμον, περιθεῖναι δὲ αὐ-

τῷ καὶ τὴν στολὴν, οὐκ ἄλλην, ἀλλὰ τὴν πρώτην, ἧς ἐγυ-

μνώθη διὰ τῆς παρακοῆς, ὁμοῦ τῇ γεύσει τῶν ἀπειρημέ-

νων γυμνὸν ἑαυτὸν θεασάμενος· ὅ τε περὶ τὴν χεῖρα δα-

κτύλιος διὰ τῆς ἐν τῇ σφενδόνῃ γλυφῆς τὴν τῆς εἰκόνος

ἐπανάληψιν ὑποσημαίνει· ἀσφαλίζεται δὲ καὶ τοὺς πό-

δας τοῖς ὑποδήμασιν, ὡς ἂν μὴ γυμνῇ τῇ πτέρνῃ τῇ κε-

φαλῇ τοῦ ὄφεως προςεγγίζων ἐμπίπτοι τῷ δήγματι. Ὥς-

περ τοίνυν ἐκεῖ τῆς παρὰ τοῦ πατρὸς φιλανθρωπίας αἰ-

τία γέγονε τῷ νέῳ ἡ πρὸς τὴν πατρῴαν ἑστίαν ἐπιστροφὴ

(αὕτη δὲ ἦν ὁ οὐρανὸς, εἰς ὃν πεπλημμεληκέναι τῷ πα-

τρὶ λέγει), οὕτω καὶ ἐνταῦθα δοκεῖ μοι διδάσκων ὁ κύ-

ριος τὸν ἐν τοῖς οὐρανοῖς ἐπικαλεῖσθαι πατέρα μνήμην

σοι ποιεῖσθαι τῆς ἀγαθῆς πατρίδος, ὡς ἂν ἐπιθυμίαν

σφοδροτέραν τῶν καλῶν ἐμποιήσας ἐπιστήσειέν σε τῇ ὁδῷ

τῇ πρὸς τὴν πατρίδα πάλιν ἐπαναγούσῃ. Ὁδὸς δὲ ἡ πρὸς

τὸν οὐρανὸν τὴν ἀνθρωπίνην φύσιν ἀνάγουσα οὐδεμία τίς

ἐστιν ἄλλη εἰ μὴ φυγὴ καὶ ἀπόστασις τῶν περιγείων κα-

κῶν· τῆς δὲ φυγῆς τῶν κακῶν ἐπίνοια οὐκ ἄλλη μοί τις

εἶναι δοκεῖ πλὴν τῆς πρὸς τὸν θεὸν ὁμοιώσεως. Τῷ δὲ

ὁμοιωθῆναι θεῷ τὸ δίκαιόν τε καὶ ὅσιον καὶ ἀγαθὸν,

καὶ τὰ τοιαῦτα ἔστι γενέσθαι· ὧν εἴ τις, ὡς ἔστι δυνατὸν,

τοὺς χαρακτῆρας ἐναργῶς ἐν ἑαυτῷ τυπώσειεν, ἀμογητὶ κατὰ

τὸ αὐτόματον πρὸς τὸν οὐράνιον χῶρον ἀπὸ τοῦ περιγείου

μεταναστήσεται βίου. Οὐ γὰρ τοπικὴ τοῦ θείου πρὸς τὸ

ἀνθρώπινόν ἐστιν ἡ διάστασις, ὥστε τινὸς μηχανῆς ἡμῖν καὶ

ἐπινοίας γενέσθαι χρείαν, τὸ βαρύ τε καὶ ἐμβριθὲς καὶ

γεῶδες τοῦτο σαρκίον πρὸς τὴν ἀσώματόν τε καὶ νοερὰν

διαγωγὴν μετοικίζειν, ἀλλὰ νοητῶς τῆς ἀρετῆς τοῦ κακοῦ

κεχωρισμένης ἐν μόνῃ τῇ προαιρέσει τοῦ ἀνθρώπου κεῖ-

ται πρὸς ὅπερ ἂν ἐπικλιθείη τῇ ἐπιθυμίᾳ, ἐν ἐκείνῳ

εἶναι. Ἐπεὶ οὖν οὐδεὶς ἔπεστι πόνος ἑλέσθαι τὸ ἀγαθὸν,

τῷ δὲ ἑλέσθαι καὶ τὸ τυχεῖν ἕπεται ὧν τις προείλετο,

242

ἔξεστί σοι εὐθὺς ἐν τῷ οὐρανῷ εἶναι, τὸν θεὸν ἐν τῇ δια-

νοίᾳ λαβόντι. Εἰ γὰρ, καθώς φησιν ὁ ἐκκλησιαστὴς, ὁ θεὸς

ἐν τῷ οὐρανῷ ἄνω, σὺ δὲ τῷ θεῷ, κατὰ τὸν προφήτην,

προςεκολλήθης, ἀνάγκη πᾶσα τὸν τῷ θεῷ συνημμένον ἐκεῖ

εἶναι ὅπου ἔστιν ὁ θεός. Προςτάξας τοίνυν ἐν τῇ προς-

ευχῇ λέγειν πατέρα ἑαυτοῦ τὸν θεὸν οὐδὲν ἕτερον ἢ ὁμοι-

οῦσθαί σε τῇ θεοπρεπεῖ πολιτείᾳ τῷ οὐρανίῳ κελεύει

πατρὶ, καθάπερ καὶ φανερώτερον ἑτέρωθι τὸ τοιοῦτον

παρεγγυᾷ λέγων, Γίνεσθε τέλειοι, ὡς καὶ ὁ πατὴρ ὑμῶν

ὁ οὐράνιος τέλειός ἐστιν. Εἰ οὖν νενοήκαμεν τῆς τοιαύτης

προςευχῆς τὴν διάνοιαν, καιρὸς ἂν εἴη παρασκευάζειν ἑαυ-

τῶν τὰς ψυχὰς, ὥστε ποτὲ θαρσῆσαι τὰς φωνὰς ταύτας

ἀναλαβεῖν διὰ στόματος καὶ εἰπεῖν ἐν παῤῥησίᾳ, Πάτερ

ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὥςπερ γὰρ φανερὰ τῆς πρὸς

τὸν θεὸν ὁμοιότητός ἐστι τὰ γνωρίσματα, δι' ὧν ἔστι τέ-

κνον θεοῦ γενέσθαι τινά (ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶν,

ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· λαμβάνει

δέ τις ἐν ἑαυτῷ τὸν θεὸν ὁ τὴν κατὰ τὸ ἀγαθὸν ἀναλα-

βὼν τελειότητα), οὕτως ἔστι τινα καὶ τοῦ πονηροῦ χαρακ-

τῆρος ἴδια σημεῖα, ἐν οἷς ὁ γενόμενος υἱὸς θεοῦ εἶναι

οὐ δύναται, τῆς ἐναντίας φύσεως τὴν εἰκόνα φέρων. Βού-

λει γνῶναι τοῦ πονηροῦ χαρακτῆρος τὰ ἰδιώματα; Ὁ

φθόνος, τὸ μῖσος, ἡ διαβολὴ, ὁ τύφος, ἡ πλεονεξία, ἡ

ἐμπαθὴς ἐπιθυμία, τὸ κατὰ τὴν δοξομανίαν ἀῤῥώστημα,

ταῦτά ἐστι καὶ τὰ τοιαῦτα οἷς ἡ μορφὴ τοῦ ἐναντίου χα-

ρακτηρίζεται. Ὁ τοίνυν ταῖς τοιαύταις κηλῖσι τὴν ψυχὴν

ἐγκεκαυμένος ἐὰν πατέρα καλέσῃ, ποῖος αὐτῷ πατὴρ ἐπα-

κούσεται; Δηλαδὴ ὁ συγγενῶς πρὸς τὸν κεκληκότα ἔχων.

Οὗτος δέ ἐστιν οὐχ ὁ οὐράνιος, ἀλλ' ὁ καταχθόνιος· οὗ

γὰρ τὰ σημεῖα φέρει τῆς ἀγχιστείας, ἐκεῖνος πάντως τὴν

ἰδίαν συγγένειαν ἐπιγνώσεται. Οὐκοῦν ἡ τοῦ πονηροῦ

ἀνδρὸς προςευχὴ, ἕως ἂν ἐν τῇ πονηρίᾳ ᾖ, τοῦ διαβόλου

ἐπίκλησις γίνεται, τοῦ δὲ ἀφεστῶτος τῆς πονηρίας καὶ ἐν

ἀγαθότητι ζῶντος τὸν ἀγαθὸν πατέρα ἡ φωνὴ προςκαλέ-

244

σεται. Ὅταν τοίνυν προςίωμεν τῷ θεῷ, πρότερον τὸν

βίον ἐπισκοπήσωμεν, εἴ τι τῆς θείας συγγενείας ἄξιον ἐν

ἑαυτοῖς φέρομεν, εἶθ' οὕτω τὸν τοιοῦτον λόγον εἰπεῖν

θαρσήσωμεν· ὁ γὰρ λέγειν πατέρα προςτάξας τὸ ψεῦδος

λέγειν οὐ συνεχώρησεν. Οὐκοῦν ὁ τῆς θεϊκῆς εὐγενείας

ἀξίως πολιτευσάμενος, οὗτος καλῶς πρὸς τὴν οὐράνιον

πόλιν ὁρᾷ, πατέρα τε τὸν τῶν οὐρανῶν βασιλέα καὶ πα-

τρίδα ἑαυτοῦ τὴν οὐράνιον ὀνομάζων μακαριότητα. Εἰς

τί φέρει τῆς συμβουλῆς ὁ σκοπός, Τὰ ἄνω φρονεῖν; οὗ

ὁ θεὸς, ἐκεῖ θεμελίους τῆς οἰκήσεως ἑαυτοῦ καταβάλλε-

σθαι, ἐκεῖ τοὺς θησαυροὺς ἀποτίθεσθαι, ἐκεῖ μετοικίζειν

ἑαυτοῦ τὴν καρδίαν· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς, ἐκεῖ ἔσται

καὶ ἡ καρδία· πρὸς τὸ πατρικὸν κάλλος διὰ παντὸς βλέ-

πειν, καὶ κατ' ἐκεῖνο τὴν ἰδίαν καλλωπίζειν ψυχήν. Οὐκ

ἔστι προςωποληψία παρὰ θεῷ, φησὶν ἡ γραφή. Ἀπέστω

καὶ τῆς σῆς μορφῆς ὁ τοιοῦτος ῥύπος. Φθόνου καθαρὸν

τὸ θεῖον καὶ πάσης ἐμπαθοῦς κηλῖδος· μηδέ σε καταστι-

ζέτω τὰ τοιαῦτα πάθη, μὴ φθόνος, μὴ τύφος, μὴ ἄλλο

τι τῶν μολυνόντων τὸ θεοειδὲς κάλλος. Ἐὰν τοιοῦτος

ᾖς, θάρσησον τῇ οἰκείᾳ φωνῇ τὸν θεὸν προςκαλέσασθαι,

καὶ πατέρα ἑαυτοῦ τὸν τοῦ παντὸς δεσπότην κατονομά-

σαι. Ὄψεταί σε πατρικοῖς ὀφθαλμοῖς, περιστελεῖ σε τῇ

θείᾳ στολῆ, κατακοσμήσει τῷ δακτυλίῳ, καταρτίσει τοὺς

πόδας πρὸς τὴν ἄνω πορείαν τοῖς εὐαγγελικοῖς ὑποδή-

μασιν, ἀποκαταστήσει σε τῇ οὐρανίῳ πατρίδι ἐν Χριστῷ

Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς

τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{ΛΟΓΟΣ γʹ.}

{Ἁγιασθήτω τὸ ὄνομά σου,…

The complete text is available when the reading interface loads.