In sanctum pascha et in tarditatem
- Authority group
- Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
- Edition reference
- In sanctum pascha et in tarditatem (orat. 1), MPG 35: 396–401.
- CTS identifier
urn:cts:greekLit:tlg2022.tlg015.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
χλόης κατασκηνούμενοι, καὶ ἐπὶ ὕδατος ἀναπαύ-σεως ἐκτρεφόμενοι, γινώσκοντες καλῶς τὸν ποιμένα,καὶ γινωσκόμενοι, καὶ ἑπόμενοι καλοῦντι ποιμενικῶςκαὶ ἐλευθερίως διὰ τῆς θύρας· ἀλλοτρίῳ δὲ μὴ ἀκολου-θοῦντες ὑπερβαίνοντι διὰ τῆς αὐλῆς, λῃστρικῶς τε καὶἐπιβούλως, μηδὲ ξένης φωνῆς ἀκούοντες, ὑποκλεπτού-σης καὶ διασπειρούσης ἀπὸ τῆς ἀληθείας εἰς ὄρη,καὶ ἐρημίας, καὶ βάραθρα, καὶ τόπους, οὓς οὐκ ἐπι-σκοπεῖ Κύριος, καὶ ἀπὸ μὲν τῆς ὑγιοῦς πίστεως ἀπ-αγούσης, τῆς εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦ-μα, τὴν μίαν θεότητά τε καὶ δύναμιν, ἧς ἤκουσενἀεὶ φωνῆς, καὶ ἀκούοι τὰ ἐμὰ πρόβατα, λόγοιςδὲ κιβδήλοις καὶ κατεφθαρμένοις συλαγωγούσης καὶδιασπώσης ἀπὸ τοῦ ἀληθινοῦ καὶ πρώτου ποιμένος·ὧν εἴη πάντας ἡμᾶς, καὶ ποιμένας καὶ ποίμνιον, ὡςνοσερᾶς πόας καὶ θανασίμου πόῤῥω, καὶ νεμομέ-νους καὶ νέμοντας, ἓν εἶναι πάντας ἐν Χριστῷ Ἰησοῦνῦν τε καὶ εἰς τὴν ἐκεῖθεν ἀνάπαυσιν· ᾧ ἡ δόξα καὶτὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.{ΛΟΓΟΣ Βʹ.}{Τοῦ αὐτοῦ ἀπολογητικὸς τῆς εἰς τὸν Πόντον φυ- γῆς ἕνεκεν, καὶ αὖθις ἐπανόδου ἐκεῖθεν, με- τὰ τὴν τοῦ πρεσβυτέρου χειροτονίαν, ἐν ᾧτί τὸ τῆς ἱερωσύνης ἐπάγγελμα.} Αʹ· Ἥττημαι, καὶ τὴν ἧτταν ὁμολογῶ· ὑπ-ετάγην τῷ Κυρίῳ, καὶ ἱκέτευσα αὐτόν· ὁ γάρμοι μακαριώτατος Δαβὶδ ἀρχέτω τοῦ λόγου·μᾶλλον δὲ ὁ ἐν τῷ Δαβὶδ φθεγξάμενος, καὶ εἰσέτικαὶ νῦν δι' αὐτοῦ φθεγγόμενος. Ἐπειδὴ καὶ τάξιςἀρίστη παντὸς ἀρχομένῳ καὶ λόγου καὶ πράγμα-τος, ἐκ Θεοῦ τε ἄρχεσθαι, καὶ εἰς Θεὸν ἀναπαύε-σθαι. Τὸ δὲ αἴτιον ἢ τῆς πρωτοῦ στάσεωςκαὶ ὀλιγοψυχίας, δι' ἣν ἐμάκρυνα φυγαδεύων, καὶηὐλίσθην ἀφ' ὑμῶν χρόνον οὐ μικρὸν ἴσως τοῖς γε πο-θοῦσιν, ἢ τῆς νῦν ἡμερότητος καὶ μεταβολῆς, δι' ἣναὖθις ἐμαυτὸν ἔδωκα φέρων ὑμῖν, ἄλλος μὲν ἄλ-λο τι οἰέσθω τε καὶ λεγέτω τῶν ἢ μισούντων ἢ ἀγα-πώντων ἡμᾶς· ὁ μὲν οὐκ ἀφιεὶς αἰτίας, ὁ δὲ καὶπροσαποδεχόμενος· οὐδὲν γὰρ οὕτως ἡδὺ τοῖςἀνθρώποις ὡς τὸ λαλεῖν τὰ ἀλλότρια, καὶ μάλισταἐὰν τύχωσιν ὑπ' εὐνοίας τινὸς ἢ μίσους ἑλκόμενοι,ὑφ' ὧν καὶ φιλεῖ κλέπτεσθαι ὡς τὰ πολλὰ ἡ ἀλήθεια.Ἐγὼ δὲ τἀληθὲς εἰς μέσον θήσω, μηδὲν αἰσχυν-θεὶς, καὶ διαιτήσω δικαίως ἀμφοτέροις τοῖς μέρεσιν,ὅσοι τε κατηγοροῦσιν ἡμῶν, καὶ ὅσοι ὑπεραπολογοῦν-ται προθύμως· τὸ μέν τι κατηγορήσας ἐμαυτοῦ, τὸδὲ ὑπεραπολογησάμενος. Βʹ. Καὶ ἵνα γε καθ' ὁδὸν ὁ λόγος ἡμῖν προΐῃ, περὶτῆς δειλίας προτέρας οὔσης καὶ διαλέξομαι· οὐδὲ γὰρἀνέχομαι πλήττεσθαί τινας ἐν ἐμοὶ τῶν πάντα τη-ρούντων ἐπιμελῶς τὰ ἡμέτερα, εὖ τε καὶ ὡς ἑτέρωςἔχοντα· ἐπειδή τι τὸ καθ' ἡμᾶς εἶναι Χριστιανοῖς εὐ-δόκησεν ὁ Θεὸς, καὶ τοὺς ἤδη πεπληγότας, εἴ-περ τινὲς εἰσὶ, διὰ τῆς ἀπολογίας ἰάσομαι· καλὸν γὰρμήτε ἁμαρτάνοντα, μήτε ὑπονοούμενον, ἕως ἂν οἷόντε ᾖ, καὶ ὁ λόγος αἱρῇ, τιθέναι πρόσκομμα τοῖςπολλοῖς ἢ σκάνδαλον· εἴπερ καὶ τοῖς ἕνα τῶν μικρῶνσκανδαλίσασιν ἴσμεν ὅπως ἀπαραίτητος καὶ βαρυτά-τη παρὰ τοῦ ἀψευδοῦς ἡ τιμωρία. Γʹ. Ἐγὼ γὰρ ἔπαθον τοῦτο, ὦ ἄνδρες, οὔτε ὡςἀπαίδευτος καὶ ἀσύνετος, ἀλλὰ μᾶλλον, ἵνα καὶμικρόν τι καυχήσωμαι, οὔτε ὡς ὑπερόπτης τῶνθείων νόμων καὶ διατάξεων. Ὅτι καθάπερ ἐν σώματιτὸ μέν τι ἄρχον ἐστὶ καὶ οἷον προκαθεζόμενον,τὸ δὲ ἀρχόμενον καὶ ἀγόμενον· οὕτω κἀν ταῖς Ἐκκλη-σίαις διέταξεν ὁ Θεὸς ἰσότητος νόμῳ τῆς ἐχούσης τὸκατ' ἀξίαν, ἢ καὶ προνοίας, ᾗ τὰ πάντασυνέδησε, τοὺς μὲν ποιμαίνεσθαί τε καὶ ἄρχε-σθαι, ὅσοις τοῦτο λυσιτελέστερον, καὶ λόγῳ καὶἔργῳ πρὸς τὸ δέον ἰθυνομένους· τοὺς δὲ εἶναι ποι-μένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῆς Ἐκ-κλησίας, ὅσοι τῶν πολλῶν εἰσιν ἀνωτέρω κατ' ἀρετὴνκαὶ τὴν πρὸς τὸν Θεὸν οἰκείωσιν, λόγον ψυχῆςπρὸς σῶμα, ἢ νοῦ πρὸς ψυχὴν ἐπέχοντας· ἵν'ἀμφότερα συντεθέντα ἀλλήλοις καὶ συγκραθέντα, τότε ὑστεροῦν καὶ τὸ πλεονάζον, ὥσπερ ἐν μέλεσι, καὶτῇ ἁρμονίᾳ τοῦ πνεύματος συμβιβασθέντα καὶ συνδε-θέντα ἓν ἄρτιον ἀποδειχθῇ σῶμα, καὶ αὐτοῦΧριστοῦ τῆς κεφαλῆς ἡμῶν ὄντως ἄξιον. Δʹ. Οὔτε οὖν τοῖς ἄλλοις ἀναρχίαν καὶ ἀταξίαν λυ-σιτελεστέραν οἶδα τάξεως καὶ ἀρχῆς, οὔτε ἀνθρώποις·ἀλλὰ τούτοις καὶ πάντων οὐχ ἥκιστα, ὅσῳ καὶπερὶ μειζόνων αὐτοῖς ὁ κίνδυνος· οἷς μέγα, κἂν εἰτὸ πρῶτον τοῦ λόγου μὴ σώζοιεν, τὸ μηδὲνἁμαρτάνειν, ἀλλὰ τό γε δεύτερον ἐκείνου, τὸ ἁμαρ-τάνοντας ἐπανάγεσθαι. Ἐπειδὴ τοῦτο καλὸν ἐφάνηκαὶ δίκαιον, ἴσον ἐμοὶ κακὸν καὶ ὁμοίως ἄτα-κτον, πάντας τε ἄρχειν ἐθέλειν, καὶ μηδένα δέχε-σθαι· ὡς, εἴ γε πάντες φεύγοιεν ταύτην τὴν εἴτελειτουργίαν χρὴ λέγειν, εἴτε ἡγεμονίαν, χωλεύοι ἂντῷ μεγίστῳ μέρει, καὶ οὐδ' ἂν καλὸν ἔτι μένοι τὸ κα-λὸν τῆς Ἐκκλησίας πλήρωμα. Ποῦ δ' ἂν ἔτικαὶ παρὰ τίνων θρησκεύοιτο ἡμῖν ὁ Θεὸς τὰ μυστικὰκαὶ ἄνω φέροντα, ὃ δὴ μέγιστόν ἐστι τῶν ἡμετέρωνκαὶ τιμιώτατον, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρ-χοντος, οὐδὲ ἱερατείας, οὐδὲ θυσίας, οὐδ' ὅσα ὡς μέ-γιστα ἐπὶ μεγάλοις τοῖς πταίσμασιν, οἱ πάλαιἀπειθεῖς κατεκρίθησαν; Εʹ. Ἀλλ' οὐδὲ ξένον τι καὶ ἀπὸ τρόπου τοῖς πολ-λοῖς τὰ θεῖα φιλοσοφοῦσιν ἐπὶ τὸ ἄρχειν ἀναβαί-νειν ἀπὸ τοῦ ἄρχεσθαι, οὐδὲ ἔξω τῶν νενομισμένωντῆς φιλοσοφίας ὅρων, καὶ φέρον εἰς ὄνειδος· ὥσ-περ οὐδὲ ναύτῃ τῶν εὐδοκίμων τὸ πρωρατεῦσαι, καὶπρωρεῖ καλῶς τοὺς ἀνέμους τηρήσαντι τὸ πιστευθῆ-ναι τοὺς οἴακας· εἰ δὲ βούλει, στρατιώτῃ γενναίῳ τὸταξιαρχῆσαι, καὶ ταξιάρχῃ καλῷ τὸ στρατηγῆσαί τεκαὶ πολέμου παντὸς ἡγεμονίαν ἐγχειρισθῆναι. Οὐμὴν οὐδ', ὅπερ ἂν ὑπολάβοι τις ἴσως τῶν πάντα ἀτό-πων καὶ μοχθηρῶν, οἳ κρίνουσι τὰ τῶν ἄλλων τοῖς οἰ-κείοις πάθεσιν, ᾐσχύνθην τοῦ βαθμοῦ τὴν τάξιν ἐπι-θυμίᾳ τῆς μείζονος· οὐχ οὕτως ἐγὼ ἢ τοῦ θείουμεγέθους, ἢ τῆς ἀνθρωπίνης ταπεινώσεως ἄπειρος,ὡς μὴ μέγα νομίζειν πάσῃ γενητῇ φύσει, καὶ ὁπωσ-οῦν πλησιάζειν Θεῷ τῷ μόνῳ φανοτάτῳ καὶ λαμ-προτάτῳ, καὶ ὑπερέχοντι πάσης ὑλικῆς τε καὶἀΰλου φύσεως καθαρότητι. #2ʹ. Τί οὖν ἐστιν ὃ πέπονθα; καὶ τίς ὁ λόγος τῆςἐμῆς ἀπειθείας; Οὐδὲ γὰρ ἔδοξα τοῖς πολλοῖς ἐνἐμαυτῷ τότε μένειν, οὐδ' εἶναι ὥσπερ ἐγινωσκό-μην, ἀλλ' ἕτερος ἐξ ἑτέρου τις γεγονέναι, καὶ πλέονἢ καλῶς εἶχεν ἀντιτείνειν καὶ αὐθαδιάζεσθαι.Τούτου δὴ τὰς αἰτίας ἀκούοιτ' ἂν ἤδη πάλαι ποθοῦν-τες. Μάλιστα μὲν τῷ ἀδοκήτῳ πληγεὶς, ὥσπερ οἱ τοῖςαἰφνιδίοις τῶν ψόφων καταπλαγέντες, οὐ κατέσχοντοὺς λογισμούς· καὶ διὰ τοῦτο ἔλυσα τὴν αἰδῶ,πάντα τὸν χρόνον ταύτῃ συνειθισμένος. Ἔπειτά μέτις ὑπεισῄει ἔρως τοῦ καλοῦ τῆς ἡσυχίας καὶτῆς ἀναχωρήσεως· ἧς ἐραστὴς γενόμενος ἐξ ἀρχῆς,ὡς οὐκ οἶδ' εἴ τις ἄλλος τῶν περὶ λόγους ἐσπου-δακότων, καὶ ἣν ἐν τοῖς μεγίστοις καὶ χαλεπω-τάτοις κινδύνοις καθυποσχόμενος τῷ Θεῷ, καί τικαὶ προσαψάμενος ταύτης, ὅσον ἐν προθύροις γενέ-σθαι, καὶ πλείονά μοι τὸν πόθον ἐξαφθῆναι διὰτῆς πείρας, οὐκ ἤνεγκα τυραννούμενος καὶ εἰς μέ-σους τοὺς θορύβους ὠθούμενος, καὶ οἷον ἀπὸ ἱεροῦ τι-νος ἀσύλου τοῦ βίου τούτου πρὸς βίαν ἀποσπώ-μενος. Ζʹ. Οὐδὲν γὰρ ἐδόκει μοι τοιοῦτον οἷον μύσαντα τὰςαἰσθήσεις, ἔξω σαρκὸς καὶ κόσμου γενόμενον, εἰςἑαυτὸν συστραφέντα, μηδενὸς τῶν ἀνθρωπίνων προσ-