The Greek Library Author

Anonymous

Ad eos qui ipsum acciverant nec occurrerant

Authority group
Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
Edition reference
Ad eos qui ipsum acciverant nec occurrerant (orat. 3), MPG 35: 517–525.
CTS identifier
urn:cts:greekLit:tlg2022.tlg017.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

μένης· καὶ μὴ περιπλέκοιτο ὑμῖν τὰ τῶν κύκλῳ πε-ριπατούντων ἀσεβῶν σχοινία, μηδὲ σειραῖς τῶν οἰ-κείων ἁμαρτιῶν περισφίγγοισθε, μηδὲ ταῖς βιω-τικαῖς μερίμναις συμπνίγοιτο ὑμῖν ὁ λόγος, καὶἄκαρποι γίνοισθε· ἀλλ' ὁδῷ πορεύοισθε βασιλι-κῇ, μὴ ἐκκλίνοντες εἰς δεξιὰ, μηδὲ εἰς ἀριστερὰ,καὶ διὰ τῆς στενῆς ὡς πλατείας ὑπὸ τοῦ Πνεύματοςὁδηγούμενοι· καὶ τὸ ἡμέτερον εὖ ἕξει νῦν τε καὶ εἰςτὴν ἐκεῖθεν ἐξέτασιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.{ΛΟΓΟΣ Δʹ.}{Κατὰ Ἰουλιανοῦ Βασιλέως Στηλιτευτι-κὸς πρῶτος.} Αʹ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτί-σασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην·καλῶ γὰρ ἅπαντας, ὥσπερ ἐξ ἀπόπτου τινὸς καὶμεσαιτάτης περιωπῆς, μεγάλῳ καὶ ὑψηλῷτῷ κηρύγματι· ἀκούσατε, λαοὶ, φυλαὶ, γλῶσ-σαι, πᾶν γένος ἀνθρώπων, καὶ ἡλικία πᾶσα,ὅσοι τε νῦν ἐστε, καὶ ὅσοι γενήσεσθε· καὶ ἵν' ᾖ μοιμεῖζον τὸ κήρυγμα, πᾶσα δύναμις τῶν οὐρανῶν,πάντες ἄγγελοι, οἷς ἔργον ἡ τοῦ τυράννου κατάλυσις,οὐ τὸν Σηὼν καθελοῦσι τὸν βασιλέα τῶν Ἀμοῤ-ῥαίων, οὐδὲ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, μικροὺς δυ-νάστας, καὶ μικρὸν μέρος τῆς οἰκουμένης κα-κοῦντας τὸν Ἰσραήλ· ἀλλὰ τὸν δράκοντα, τὸν ἀποστά-την, τὸν νοῦν τὸν μέγαν, τὸν Ἀσσύριον, τὸνκοινὸν ἁπάντων ἐχθρὸν καὶ πολέμιον, τὸν πολλὰ μὲνἐπὶ γῆς μανέντα καὶ ἀπειλήσαντα, πολλὴν δὲ ἀδικίανεἰς τὸ ὕψος λαλήσαντά τε καὶ μελετήσαντα. Βʹ. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ· καιρὸςγάρ μοι τὰ αὐτὰ τῷ μεγαλοφωνοτάτῳ τῶν προφητῶνἨσαΐᾳ συμφθέγξασθαι. Πλὴν ὅσον ὁ μὲν ἐπὶ τῷἸσραὴλ ἀθετήσαντι ταῦτα καλεῖ καὶ μαρτύρεται·ἐγὼ δὲ ἐπὶ τυράννῳ, καὶ ἀθετήσαντι καὶ πεσόντιπτῶμα τῆς ἀσεβείας ἄξιον. Γʹ. Ἄκουε, καὶ ἡ τοῦ μεγάλου Κωνσταντίου ψυχὴ,εἴ τις αἴσθησις, ὅσαι τε πρὸ αὐτοῦ βασι-λέων φιλόχριστοι· τοῦ δὲ καὶ πάντων μάλιστα,ὅσῳ τῇ Χριστοῦ κληρονομίᾳ συναυξηθεὶς, καὶ αὐξή-σας ταύτην εἰς δύναμιν, καὶ χρόνῳ βεβαιωσάμενος,ὥστε καὶ πάντων διὰ τοῦτο γενέσθαι τῶν πώποτεβασιλέων ὀνομαστότατος, (ὢ τῆς ἐπηρείας!)ἀγνόημα ἠγνόησε σφόδρα τῆς οἰκείας εὐσεβείας ἀν-άξιον· ἔλαθεν ἐπιτρέφων Χριστιανοῖς τὸν Χριστοῦπολέμιον, καὶ τοῦτο μόνον τῶν ἁπάντων οὐ καλῶςἐφιλανθρωπεύσατο, καὶ σῶσαι καὶ βασιλεῦσαιτὸν κακῶς καὶ σωθέντα καὶ βασιλεύσαντα· καὶ διὰτοῦτο μάλιστα ἂν ἡσθείη, ὥσπερ τῇ καταλύσει τῆςἀσεβείας, καὶ τοῖς Χριστιανῶν πράγμασιν εἰς τὸἀρχαῖον ἐπανελθοῦσιν, οὕτω δὴ καὶ τῷ λόγῳ. Λό-γον γὰρ ἀναθήσω τῷ Θεῷ χαριστήριον, πάσης ἀλό-γου θυσίας ἱερώτερόν τε καὶ καθαρώτερον, οὐ κατὰτοὺς ἐναγεῖς ἐκείνου λόγους καὶ λήρους, καὶ τὰςἐναγεστέρας θυσίας, ὧν ἡ περιουσία καὶ τὸ δυ-νατὸν ἀσεβείας ἦν δύναμις, καὶ ἄσοφος, ἵν' οὕτωςὀνομάσω, σοφία· ἐπεὶ καὶ πᾶσα ἡ τοῦ αἰῶνοςτούτου δύναμίς τε καὶ παίδευσις ἐν σκότει διαπορευο-μένη, καὶ τοῦ τῆς ἀληθείας φωτὸς πόῤῥω πίπτουσα·ἐκείνη μὲν δὴ τοιαύτη καὶ παρὰ τοιούτοις, καὶ τοιαύ-τας ἔχουσα τὰς ἐπικαρπίας, ὡσεὶ χόρτος ταχὺ ἀπο-ξηραινομένη, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπί-πτουσα, καὶ συναπιοῦσα τοῖς πατράσιν ἀπολλυμένοιςμετ' ἤχου, καὶ περιφανεστέροις τὴν πτῶσιν ἢ τὴνἀσέβειαν. Δʹ. Ἐμοὶ δὲ θύοντι θυσίαν αἰνέσεως σήμερον, καὶτὴν ἀναίμακτον τῶν λόγων τιμὴν ἀνάπτοντι, τίςθέατρον περιστήσει τῇ χάριτι παρισούμενον; ἢτίς συνηχήσει γλῶσσα τοσοῦτον, ὁπόσον καὶ βούλο-μαι; Τίς ἀκοὴ τῷ λόγῳ συμπροθυμηθήσεται;Καὶ γὰρ οὐ τῷ Λόγῳ μόνον ἡ διὰ λόγου χάριςοἰκειοτάτη μετὰ τῶν ἄλλων ὧν ὀνομάζεται, καὶ ταύτῃχαίροντι τῇ προσηγορίᾳ διαφερόντως καὶ τῇ δυνάμειτῆς κλήσεως· ἀλλὰ κἀκείνῳ πρέπουσα δίκη, λόγῳκολάζεσθαι ὑπὲρ τῆς εἰς λόγους παρανομίας· ὧνκοινῶν ὄντων λογικοῖς ἅπασιν, ὡς ἰδίων αὐτοῦ,Χριστιανοῖς ἐφθόνησεν, ἀλογώτατα περὶ λόγων δια-νοηθεὶς, ὁ πάντων, ὡς ᾤετο, λογιώτατος. Εʹ. Πρῶτον μὲν, ὅτι κακούργως τὴν προσηγορίανμετέθηκεν ἐπὶ τὸ δοκοῦν, ὥσπερ τῆς θρησκείαςὄντα τὸν Ἕλληνα λόγον, ἀλλ' οὐ τῆς γλώσσης· καὶδιὰ τοῦτο, ὡς ἀλλοτρίου καλοῦ φῶρας, τῶν λόγωνἡμᾶς ἀπήλασεν· ὥσπερ ἂν εἰ καὶ τεχνῶν εἶρξενἡμᾶς, ὅσαι παρ' Ἕλλησιν εὕρηνται, καὶ τοῦτοδιαφέρειν αὐτῷ διὰ τὴν ὁμωνυμίαν ἐνόμισεν· ἔπειτα,ὅτι λανθάνειν ἡμᾶς ὑπέλαβεν, οὐκ ἀγαθοῦ τινος τῶνπρώτων ἀποστερήσειν μέλλων, οἵ γε καὶ σφόδρατούτους περιφρονοῦμεν τοὺς λόγους· ἀλλὰ τοὺς ἐλέγ-χους τῆς ἀσεβείας φοβούμενος, ὥσπερ ἐν τῇκομψείᾳ τῆς λέξεως τὴν ἰσχὺν ἔχοντας, ἀλλ' οὐκ ἐντῇ γνώσει τῆς ἀληθείας καὶ τοῖς ἐνθυμήμασιν, ὧνἐπισχεῖν ἡμᾶς ἀδυνατώτερον ἢ τὸν Θεὸν ὁμολο-γεῖν γλῶσσαν ἔχοντας· ἐπεὶ καὶ τοῦτο μετὰ τῶνἄλλων ἱερουργοῦμεν τὸν λόγον, ὥσπερ τὰ σώματα,ἡνίκα ἂν καὶ τούτοις ἀγωνίζεσθαι δέῃ περὶ τῆς ἀλη-θείας· ὥστε ὁ τοῦτο προστάξας Ἀττικίζειν μὲν ἐκώ-λυσε, τὸ δὲ ἀληθεύειν οὐκ ἔπαυσε· καὶ τὸ μὲν ἑαυ-τοῦ σαθρὸν ἤλεγξε, τοὺς ἐλέγχους δὲ οὐ διέφυγεν·ὅτι μὴ καὶ μᾶλλον τούτοις ἑαυτὸν ὑποθεὶς ἠγνόησεν. #2ʹ. Οὐ γὰρ θαῤῥοῦντος ἦν οὔτε τοῖς ὑπὲρ τῆςθρησκείας δικαίοις, οὔτε τοῖς λόγοις αὐτοῖς τὸ τοὺςἡμετέρους ἐπίσχειν λόγους· ὥσπερ ἂν εἴ τις κρά-τιστον ἑαυτὸν νομίζοι τῶν ἀθλητῶν, καὶ ἀξιοίη κατὰπάντων κηρύττεσθαι, μηδένα τῶν γενναίων ἀγωνί-ζεσθαι, μηδὲ καταβαίνειν εἰς τὸ στάδιον ἐπιτάξας,ἤ τι τῶν μελῶν περικόψας, ὅπερ ἀνανδρίαςμᾶλλον ἢ ῥώμης τεκμήριον. Κατὰ γὰρ τῶνἀγωνιζομένων, οὐ τῶν ἄνω καθεζομένων οἱστέφανοι· καὶ τῶν πάσῃ τῇ ῥώμῃ χρωμένων, οὐτῶν περιῃρημένων τὸ πολὺ τῆς δυνάμεως. Εἰ δὲὅλως συμμίξαι καὶ εἰς χεῖρας ἐλθεῖν ἐφοβήθης, αὐτῷτούτῳ τὴν ἧτταν ἔδειξας, καὶ νικᾷν ὑπῆρξέ μοιμηδὲ ἠγωνισμένῳ, ὃν ἠγωνίσω μὴ ἀγωνίσασθαι.Ταῦτα μὲν ὁ σοφὸς ἡμῖν βασιλεύς τε καὶ νομοθέτης,ὥσπερ ἵνα μηδὲν αὐτοῦ τῆς τυραννίδος ἄμοιρονᾖ, καὶ προκηρύξῃ τὴν ἀλογίαν ἐν ἀρχῇ τῆςἑαυτοῦ βασιλείας, τυραννήσας πρὸ τῶν ἄλλων τοὺςλόγους· ἡμῖν δὲ καλὸν καὶ ὑπὲρ τῶν λόγων αὐτῶνὁμολογεῖν τῷ Θεῷ χάριν, τὴν ἐλευθερίαν ἀπολαβόν-των· καὶ μάλιστα μὲν καὶ τοῖς ἄλλοις τιμᾷν αὐτὸνἀναθήμασι φειδομένους μηδενὸς, μήτε χρημά-των μήτε κτημάτων, ἃ, τοῦ καιροῦ γενόμενα καὶτῆς τυραννίδος, ἡ φιλανθρωπία τοῦ Θεοῦ διεσώσατο,τιμᾷν δὲ πρὸ τῶν ἄλλων τοῖς λόγοις, τῇ δικαίᾳ καρ-ποφορίᾳ καὶ κοινῇ πάντων, ὅσοι τῆς χάριτος μετει-λήφασιν. Ἀλλ' ὁ μὲν ὑπὲρ τῶν λόγων λόγος το-σοῦτος· ἵνα μὴ, μακρότερον ἀποτείνοντες, ἔξω τοῦκαιροῦ πίπτωμεν, καὶ ἄλλο τι μᾶλλον σπου-δάζειν δοκῶμεν ἢ οὗ χάριν συνεληλύθαμεν. Ζʹ. Ἤδη δέ μοι πηδᾷ καὶ ἵεται πρὸς πανηγυρισμὸνὁ λόγος, καὶ τοῖς ὁρωμένοις συμφαιδρύνεται, καὶκαλεῖ πάντας εἰς χορείαν πνευματικὴν, ὅσοι τενηστείαις καὶ κλαυθμῷ, καὶ δεήσει προσέκειντο,νυκτὸς καὶ ἡμέρας αἰτούμενοι λύτρωσιν τῶνκατεχόντων ἀνιαρῶν, καὶ δεξιὸν ἐν τοῖς κακοῖς φάρ-μακον, τὴν οὐ καταισχύνουσαν ἐλπίδα ποιούμενοι·ὅσοι τε, μεγάλους ἀνατλάντες ἀγῶνας καὶ ἄθλους,καὶ πολλαῖς πληγέντες καὶ χαλεπαῖς τοῦ καιροῦ προσ-βολαῖς, θέατρον ἐγενήθησαν τῷ κόσμῳ, καὶ ἀγγέ-λοις, καὶ ἀνθρώποις, κατὰ τὴν τοῦ Ἀποστόλουφωνήν· καὶ τὰ μὲν σώματα κάμνοντες, τὰς δὲ ψυχὰςἀήττητοι διαμείναντες, καὶ πάντα ἰσχύοντες ἐν τῷδυναμοῦντι αὐτοὺς Χριστῷ· ὅσοι τε, κοσμικὴν