In consecratione Eulalii Doarensium episcopi
- Authority group
- Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
- Edition reference
- In consecratione Eulalii Doarensium episcopi (orat. 13), MPG 35: 852–856.
- CTS identifier
urn:cts:greekLit:tlg2022.tlg026.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
πρὸ ἡμῶν, ὃν ἐνεχείρισέ σοι τὸ Πνεῦμα τὸ ἅγιον, ὃνπροσάγουσιν ἄγγελοι, ὃν ὁ βίος καὶ ὁ τρόπος ἐπί-στευσεν. Εἰ δὲ διὰ πειρασμῶν καὶ κωλυμάτων τὸνθρόνον κληρονομεῖς, μὴ θαυμάσῃς· οὐδὲν τῶν μεγά-λων ἀδόκιμον, οὐδὲν ἀβασάνιστον. Ἕπεται γὰρ φύσειτοῖς μὲν ταπεινοῖς τὸ ῥᾴδιον, τοῖς δὲ ὑψηλοῖς τὸ δύσ-κτητον. Ἤκουσας τοῦ εἰπόντος, Ὅτι δεῖ ἡμᾶς διὰπολλῶν θλίψεων εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶνοὐρανῶν· εἰπὲ καὶ αὐτός· Διήλθομεν διὰ πυρὸςκαὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Ὢτοῦ θαύματος! Τὸ ἑσπέρας· ηὐλίσθη κλαυθμὸς,καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις. Ἔα ληρεῖν τοὺς πολε-μοῦντας καὶ περιχάσκειν, ὡς κύνας ὑλακτοῦνταςδιακενῆς· ἡμεῖς δὲ μὴ πολεμώμεθα. Δίδασκε προσ-κυνεῖν Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸΠνεῦμα τὸ ἅγιον, ἐν τρισὶν ὑποστάσεσιν, ἐν μιᾷ δό-ξῃ τε καὶ λαμπρότητι. Τὸ ἀπολωλὸς ἐκζήτει· τὸἀσθενὲς ἐνίσχυε· τὸ ἰσχυρὸν φύλασσε. Τοσαύτην ἀπ-αιτοῦμέν σε τὴν ἐν τοῖς πνευματικοῖς εὐδοκίμησιν,ὅσην ἐπὶ τῶν κοσμικῶν συνέγνωμεν. Τὴν μὲν οὖντελεωτέραν ὅπλισιν δέχοιο παρὰ τῶν μειζόνωνστρατηγῶν, δι' ἧς δυνήσῃ τὰ βέλη τοῦ πονηροῦ τὰπεπυρωμένα σβέσαι, καὶ παραστῆσαι τῷ Κυρίῳ λαὸνπεριούσιον, ἔθνος ἅγιον, βασίλειον ἱεράτευμα, ἐνΧριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰςτοὺς αἰῶνας. Ἀμήν.{ΛΟΓΟΣ ΙΔʹ.}{Περὶ φιλοπτωχίας.} Αʹ. Ἄνδρες ἀδελφοὶ καὶ συμπένητες, πτωχοὶ γὰρἅπαντες, καὶ τῆς θείας χάριτος ἐπιδεεῖς, κἂν ἄλλοςἄλλου προέχειν δοκῇ, μικροῖς μέτροις μετρούμενος,δέξασθε τὸν περὶ φιλοπτωχίας λόγον, μὴ πενιχρῶς,ἀλλὰ φιλοτίμως, ἵνα βασιλείαν πλουτήσητε· συνεύ-ξασθε δὲ καὶ ἡμᾶς πλουσίως τοῦτον ὑμῖν χορηγῆσαι,καὶ θρέψαι τῷ λόγῳ τὰς ὑμετέρας ψυχὰς, καὶ δια-θρύψαι πεινῶσι τὸν πνευματικὸν ἄρτον· εἴτε ἀπ' οὐ-ρανοῦ τροφὴν ὕοντας, καθάπερ Μωϋσῆς ὁ πα-λαιὸς ἐκεῖνος, καὶ ἄρτον ἀγγέλων χαριζομένους· εἴτεἄρτοις ὀλίγοις ἐν ἐρημίᾳ τρέφοντας μέχρι κόρου καὶμυριάδας, καθάπερ Ἰησοῦς ὕστερον, ὁ ἀληθινὸς ἄρτος,καὶ τῆς ἀληθινῆς ζωῆς αἴτιος. Ἔστι μὲν οὖν οὐ πάνυτι ῥᾴδιον τῶν ἀρετῶν τὴν νικῶσαν εὑρεῖν, καὶ ταύτῃδοῦναι τὰ πρεσβεῖα καὶ τὰ νικητήρια· ὥσπεροὐδὲ ἐν λειμῶνι πολυανθεῖ καὶ εὐώδει, τῶν ἀν-θέων τὸ κάλλιστον καὶ εὐωδέστατον, ἄλλοτε ἄλλου τὴνὄσφρησιν καὶ τὴν ὄψιν πρὸς ἑαυτὸ μεθέλκοντος, καὶπρῶτον δρέπεσθαι πείθοντος. Ὡς δ' οὖν ἐμὲ, περὶτούτων διελέσθαι σκεπτέον οὕτως. Βʹ. Καλὸν πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα·καὶ μάρτυς τῆς πίστεως Ἀβραὰμ, δικαιωθεὶς ἐκπίστεως· τῆς ἐλπίδος, Ἐνὼς, ὃς πρῶτος ἤλπισενἐπικαλεῖσθαι τὸν Κύριον, καὶ πάντες οἱ δίκαιοιδιὰ τὴν ἐλπίδα κακοπαθοῦντες· τῆς ἀγάπης, ὁ θεῖοςἈπόστολος, τολμήσας τι καὶ καθ' ἑαυτοῦ διὰ τὸν Ἰσρα-ὴλ φθέγξασθαι· καὶ ὁ Θεὸς αὐτὸς, ἀγάπη καλούμενος.Καλὸν ἡ φιλοξενία· καὶ μάρτυς ἐν μὲν δικαίοις, Λὼτὁ Σοδομίτης, καὶ οὐ Σοδομίτης τὸν τρόπον· ἐν δὲἁμαρτωλοῖς, Ῥαὰβ ἡ πόρνη, καὶ οὐ πόρνη τὴν προαί-ρεσιν, διὰ φιλοξενίαν ἐπαινεθεῖσά τε καὶσωθεῖσα. Καλὸν ἡ φιλαδελφία, καὶ μάρτυς Ἰησοῦς,οὐκ ἀδελφὸς ἡμῶν κληθῆναι μόνον, ἀλλὰ καὶ παθεῖνὑπὲρ ἡμῶν ἀνασχόμενος. Καλὸν ἡ φιλανθρωπία· καὶμάρτυς ὁ αὐτὸς Ἰησοῦς, οὐ ποιήσας μόνον τὸν ἄνθρω-πον ἐπ' ἔργοις ἀγαθοῖς, καὶ τὴν εἰκόνα τῷχοῒ συζεύξας ὁδηγὸν τῶν καλλίστων, καὶ τῶν ἄνωπρόξενον, ἀλλὰ καὶ γενόμενος ὑπὲρ ἡμῶν ἄνθρωπος.Καλὸν ἡ μακροθυμία, καὶ ὁ αὐτὸς μάρτυς, οὐ τὰςλεγεῶνας μόνον τῶν ἀγγέλων παραιτησάμενος κατὰτῶν ἐπανισταμένων καὶ τυραννούντων, οὐδὲ τῷ Πέ-τρῳ μόνον ἐπιτιμήσας αἰρομένῳ τὴν μάχαιραν,ἀλλὰ καὶ τὸ ὠτίον ἀποκαταστήσας τῷ πεπληγότι. Τὸδ' αὐτὸ καὶ Στέφανος ὕστερον ὁ τοῦ Χριστοῦ μαθητὴς,ὑπὲρ τῶν λιθαζόντων αὐτὸν προσευχόμενος. Καλὸνἡ πραότης, καὶ μαρτυροῦσι Μωϋσῆς καὶ Δαβὶδ, τοῦ-το πρὸ τῶν ἄλλων μαρτυρηθέντες, καὶ ὁ τούτων δι-δάσκαλος, οὐκ ἐρίζων, οὐδὲ κραυγάζων, οὐδὲ ἐν ταῖςπλατείαις φωνὴν προϊέμενος, οὐδὲ ζυγομαχῶν πρὸςτοὺς ἄγοντας. Γʹ. Καλὸν ὁ ζῆλος, καὶ μαρτυρεῖ Φινεὲς, τὴν Μα-διανῖτιν τῷ Ἰσραηλίτῃ συνεκκεντήσας, ἵναἐξέλῃ ὄνειδος ἐξ υἱῶν Ἰσραὴλ, καὶ ὀνομασθεὶςἐκ τῆς προαιρέσεως· καὶ μετ' ἐκεῖνον, οἱ λέγοντες·Ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ· καὶ, Ζηλῶ γὰρὑμᾶς Θεοῦ ζήλῳ· καὶ, Ὁ ζῆλος τοῦ οἴκου σουκαταφάγεταί με· καὶ οὐ λέγοντες τοῦτο μόνον, ἀλλὰκαὶ πάσχοντες. Καλὸν ὑποπιασμὸς σώματος·καὶ πειθέτω σε Παῦλος, ἑαυτὸν ἔτι παιδαγωγῶν, καὶφοβῶν διὰ τοῦ Ἰσραὴλ τοὺς ἑαυτοῖς θαῤῥοῦντας καὶἐφιέντας τῷ σώματι· καὶ Ἰησοῦς αὐτὸς νη-στεύων, καὶ πειραζόμενος, καὶ νικῶν τὸν πειρά-ζοντα. Καλὸν προσευχὴ καὶ ἀγρυπνία· καὶ πειθέτωσε Θεὸς ἀγρυπνῶν πρὸ τοῦ πάθους, καὶ προσευχόμε-νος. Καλὸν ἁγνεία, καὶ παρθενία· καὶ πειθέτω σεΠαῦλος περὶ τούτων νομοθετῶν, καὶ βραβεύων δι-καίως γάμῳ καὶ ἀγαμίᾳ, καὶ Ἰησοῦς αὐτὸς ἐκ Παρ-θένου γεννώμενος, ἵνα καὶ γέννησιν τιμήσῃ, καὶπροτιμήσῃ παρθενίαν. Καλὸν ἐγκράτεια· καὶ πει-θέτω σε Δαβὶδ, ἡνίκα τοῦ ἐν Βηθλεὲμ ἐκράτησεφρέατος, μὴ πιὼν, ἀλλὰ σπείσας μόνον τοῦ ὕδατος,μηδὲ ἀνασχόμενος ἴδιον πληρῶσαι πάθος ἐν ἀλλοτρίῳαἵματι. Δʹ. Καλὸν ἐρημία καὶ ἡσυχία· καὶ διδάσκειμε ὁ Κάρμηλος Ἡλίου, ἢ ἔρημος Ἰωάννου, Ἰησοῦτὸ ὄρος, εἰς ὃ πολλάκις ἀναχωρῶν φαίνεται, καὶκαθ' ἡσυχίαν ἑαυτῷ συγγινόμενος. Καλὸν ἡ εὐ-τέλεια· καὶ διδάσκει με Ἠλίας ἀναπαυόμενοςπαρὰ χήρᾳ, Ἰωάννης θριξὶ καμήλου σκεπόμενος,Πέτρος ἀσσαρίου θέρμοις τρεφόμενος. Καλὸν ἡ τα-πεινοφροσύνη, καὶ πολλὰ ταύτης, καὶ πολλαχόθεν τὰὑποδείγματα, καὶ πρὸ τῶν ἄλλων, ὁ πάντων Σωτὴρκαὶ Δεσπότης, οὐ ταπεινώσας ἑαυτὸν μόνον μέχριδούλου μορφῆς, οὐδὲ τὸ πρόσωπον αἰσχύνῃ ὑποθεὶςἐμπτυσμάτων, καὶ μετὰ τῶν ἀνόμων λογισθεὶς, ὁ τὸνκόσμον καθαίρων τῆς ἁμαρτίας, ἀλλὰ καὶ τῶν μα-θητῶν νίπτων τοὺς πόδας ἐν δουλικῷ τῷ σχήματι.Καλὸν ἡ ἀκτημοσύνη καὶ χρημάτων ὑπεροψία· καὶμαρτυρεῖ Ζακχαῖος, καὶ Χριστὸς αὐτός· ὁ μὲν, τῇεἰσόδῳ Χριστοῦ, μικροῦ πάντα καρποφορήσας· ὁ δὲ,τῷ πλουσίῳ τὸ τέλειον ἐν τούτῳ περιορίσας. Καὶσυντομώτερον ἔτι περὶ τούτων εἰπεῖν, καλὸν θεωρία,καὶ καλὸν πρᾶξις· ἡ μὲν, ἐντεῦθεν ἐπανιστᾶσα,καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων χωροῦσα, καὶ τὸν νοῦνἡμῶν πρὸς τὸ συγγενὲς ἐπανάγουσα· ἡ δὲ, Χρι-στὸν ὑποδεχομένη, καὶ θεραπεύουσα, καὶ τοῖς ἔρ-γοις τὸ φίλτρον ἐλέγχουσα. Εʹ. Τούτων ἕκαστον μία τις σωτηρίας ὁδὸς,καὶ πρός τινα τῶν μονῶν πάντως φέρουσα τῶναἰωνίων καὶ μακαρίων· ἐπειδὴ ὥσπερ διάφοροι βίωναἱρέσεις, οὕτω καὶ μοναὶ πολλαὶ παρὰ Θεῷ,κατὰ τὴν ἀξίαν ἑκάστῳ μεριζόμεναί τε καὶ διαι-ρούμεναι· καὶ ὁ μὲν τήνδε κατορθούτω τὴν ἀρετὴν,ὁ δὲ τήνδε, ὁ δὲ πλείους, ὁ δὲ τὰς πάσας, εἰ οἷόν τε·μόνον ὁδευέτω, καὶ ἐφιέσθω τοῦ πρόσω, καὶ κατὰπόδας ἑπέσθω τῷ καλῶς ὁδηγοῦντι, καὶ κατευθύνοντι,καὶ διὰ τῆς στενῆς ὁδοῦ καὶ πύλης ἐπὶ τὸ πλάτοςἄγοντι τῆς ἐκεῖθεν μακαριότητος. Εἰ δὲ δεῖ Παύλῳκαὶ αὐτῷ Χριστῷ πειθόμενον, πρώτην τῶν ἐντολῶνκαὶ μεγίστην, ὡς κεφάλαιον νόμου καὶ προφητῶντὴν ἀγάπην ὑπολαμβάνειν, ταύτης τὸ κράτιστον εὑ-ρίσκω φιλοπτωχίαν, καὶ τὴν περὶ τὸ συγγενὲς εὐ-σπλαγχνίαν τε καὶ συμπάθειαν. Οὐδενὶ γὰρ οὕτωτῶν πάντων, ὡς ἐλέῳ, Θεὸς θεραπεύεται, ὅτι