The Greek Library Author

Athanasius of Alexandria

De decretis Nicaenae synodi (Chapters 41 and 42)

Chapter 2

Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius

Scientific editors
Gerhard Loeschke, Margret Heinemann
Edition reference
Gelasius Kirchengeschichte · Leipzig · J. C. Hinrichs'Sche Buchhandlung · 1918
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg003.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 2

Νικητὴς Κωνσταντῖνος Σεβαστὸς Θεοδότῳ·

Ὅση τῆς θείας ὁργῆς ἡ ἰσχὺς πέφυκε, καὶ ἐξ ὡν Εὐσέβιός τε καὶ >Θεόγνιος πεπόνθασιν εὐχερὲς καὶ σὲ μαθεῖν, οἳ εἰς τὴν ἁγιωτάτην >παροινοῦντες θρησκείαν τὸ τοῦ σωτῆρος θεοῦ ὄνομα τῷ συστήματι >ποῦ οἰκείου λῃστηρίου καὶ μετὰ τὸ τυχεῖν συγγνώμης ἐμίαναν. ὅτε >γὰρ μάλιστα μετὰ τὴν τῆς συνόδου ὁμογνώμονα συμφωνίαν ἐχρῆν >τὴν προτέραν ἐπανορθώσασθαι πλάνην, τότε τοῖς αὐτοῖς ἀτοπημασιν >σιν ἐμμένοντες ἑάλωσαν.

διὰ τοῦτο γοῦν ἡ θεία πρόνοια αὐτοὺς ποῦ ἑαυτῆς ἀπώσατο λαοῦ· ἐπειδὴ μηδὲ ἔφερε τὰς ἀκάκους ψυχὰς ὀλίγων ἀπονοίᾳ φθειρομένας καθορᾶν. καὶ νῦν μὲν ἀξίαν παρ’ αὐτῶν ᾔτησε δίκην, μείζονα δὲ καὶ εἰς τὸ ἐξῆς διὰ τοῦ παντὸς αἰῶνος λήψεται.

Ὅπερ τῇ σῇ ἀγχινοίᾳ δηλωθῆναι δεῖν ἡγησάμην, ἕν εἴ τις κακὴ >παραίνεσις τῶν τοιούτων, ὡς ἔγωγε οὐκ εἶμαι, τῇ σῇ ένεκαθέσθη προαιρέσει, ταύτην τῆς ψυχῆς ἀφελόμενος καθαρὰν ὡς προσῆκε τὴν διάνοιαν, εἰλικρινῆ τε καθοσίωσιν καὶ ἄχραντον πίστιν τῷ σωτῆρι θεῷ παρασχέσθαι προθυμηθῇς. καὶ γὰρ τοῦτο προσῆκόν ἐστιν ὑπὸ τούτου πράττεσθαι, ὃς δἂν ἀκεραίων τῶν τῆς αἰωνίου ζωῆς ἐπά- θλων ἀξιοῦσθαι βουλεύηται. ὁ θεός σε διαφυλάξειαν, ἀδελφὲ ἀγαπητέ«.