De morbo et valetudine
- Authority group
- Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- De morbo et valetudine (fragmenta), ed. F. Diekamp, Analecta patristica [Orientalia Christiana Analecta 117. Rome: Pontificum Institutum Orientalium Studiorum, 1938]: 5–8.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg035.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς«. Ἔστι τις μετὰ ταύτας καὶ ἑτέρα ἕκτη αἴσθησις, καθ' ἣν τῶνἀναφῶν ἐφαπτόμεθα οἱ ἐφάπτεσθαι δυνάμενοι, περὶ ἧς εἶπεν Σολομῶν.καὶ θείαν αἴσθησιν εὑρήσεις, ἥτις καὶ ἐν κατανύξει καρδίας πολλάκιςπέφυκεν γίνεσθαι.{Τοῦ ἁγίου Ἀθανασίου, ἀρχιεπισκόπου Ἀλεξανδρείας, εἰςτὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τοὺςνεοφωτίστους.} Νῦν ἀγγέλων χορεῖαι, νῦν ἀρχαγγέλων σκιρτήματα,στεφανηφοροῦντες καὶ τὴν πνευματικὴν τελοῦντες ἱερομηνίανἄφραστον εἰκότως ἔχουσιν ἡδονήν. Ἀκούεις· »Ὁ Χριστὸςἀνέστη ἐκ νεκρῶν«, καὶ θαυμάζει. Βλέπε τοὺς συγγενεῖς σουἐν ὥρᾳ μιᾷ ἀποθανόντας τῇ ἁμαρτίᾳ καὶ ζήσαντας τῷ Χρισ-τῷ, καὶ σώθητι μᾶλλον ἐκπληττόμενος τὴν δύναμιν· ἐκεῖνοςτριήμερος, οὗτοι διὰ τρισσῆς ἐπικλήσεως. Ἀνέλαβεν ὁ κεραμεὺς τὸν ἐκπεσόντα πηλόν, τὸ συν-τριβὲν ἀγγεῖον οὐκ εἴασεν εἰς τέλος ῥερίφθαι, οὐχ ὑπερεῖδεναὐτὸ ὡς ἅπαξ συνθλασθέν· συντέθλαστο μὲν γάρ, πυρὶ δὲ οὐδέ-πω παραδέδοτο· ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, εὔχρηστονσκεῦος ἑαυτῷ καταρτίζων. Τούτους πάντας ᾐχμαλώτευσεν ὁ διάβολος, τούτους πάν-τας ἠλευθέρωσεν ὁ Χριστός, τούτους πάντας προέδωκεν ἡ τῆςΕὕας προπέτεια, τούτους πάντας ἔδειξεν ἀνειμένους ὁ Μαρίαςτοκετός. Οὐχ ἡψάμεθα μετὰ τοῦ Ἀδὰμ τοῦ δένδρου καὶ συν-ημάρτομεν. Οὐ συνηλώθημεν Χριστῷ καὶ συνανέστημεν. Ἐκεῖσυζήσαντες ἀπεθάνομεν, ὧδε συνταφέντες ἠγέρθημεν. Οὐχἡμαρτηκότες, τότε ἡμάρτομεν· οὐκ εὐπραγήσαντες, νῦν ἐδι-καιώθημεν. Ὦ ζωῆς ἐπιθανατίου, ὦ θανάτου ζωὴν γεννῶντος, ὦἡδονῆς ἐμπαθοῦς, ὦ λύπης περιχαροῦς. Κροτήσωμεν χεῖρας,σάλπιγγος ὑψηλοτέρᾳ βοῇ τὴν φωνὴν ἀνυψώσωμεν, ἀναλα-βόμενοι μέλος εὐχαριστήριον. Νῦν τῷ τοῦ διαβόλου ἐπιχαρη-σώμεθα πτώματι, τὸν ἡμέτερον βασιλέα ἐπὶ τῇ νίκῃ ἀνυ-μνοῦντες. Τέθλασται τῆς ἁμαρτίας τὸ κέντρον, πεπάτηται τοῦδιαβόλου τὸ φρόνημα, τεθεράπευται τῆς Εὕας τὸ πταῖσμα,διαλέλυται τῶν δαιμόνων τὰ στίφη, λέλυται τῆς παρακοῆς ἡἀπόφασις, ἀναπεπέτασται τοῦ παραδείσου τὰ κλεῖθρα, ἡ φλο-γίνη ῥομφαία εἰς σταυροῦ σωτηρίαν μεταβέβληται, βραβεῖονἀναστάσεως ᾄδεται, θάρσος ἐθνῶν πανηγυρίζεται, βασιλείαοὐρανῶν μὴ βλεπομένη ἁρπάζεται, Πνεύματος ἁγίου ἐκκέχυ-ται δωρεά, Πατρὸς κηρύττεται χάρις, Υἱοῦ ἀνύμνηται πάθος. Ὦ τῆς καλλίστης μεταβολῆς, ὦ τῶν διὰ πταίσματοςἑαυτοὺς Χριστῷ ἐστρατολογηκότων· πάλαι μὲν πεπεδημένοιτῇ ἁμαρτίᾳ, πάλαι ἐστειρωμένοι πρὸς δικαιοσύνην, πάλαι τὰτοῦ διαβόλου καὶ φρονοῦντες καὶ λέγοντες· νῦν εἰς πολύχορ-δον ταθέντες κιθάραν ὁμόφωνον ἀναπέμπουσι μέλος. Ὦ τοῦ θαύματος· οὐ νεκρωθέντες ἀπέθανον, οὐ ταφέν-τες ἀνέστησαν. Οἳ αὐτοὶ μεμενήκασιν καὶ οἷοι ἦσαν ἀπέθεντοἐν ἡλικίᾳ, ἕκαστος αὐτῶν μεμετρημένοι. Καὶ εἰσῆλθον καὶ ἐξῆ-λθον καὶ ἄρτι νοερὰ βρέφη νοοῦνται. Τὴν φύσιν οὐκ ἠλλάγησανκαὶ υἱοὶ θεοῦ ἀνεδείχθησαν. Οὐδενὸς ἐγυμνώθησαν καὶ τὴν φθο-ρὰν ἀπεδύσαντο. Δεσπότην οὐκ ἐθεώρουν καὶ δοῦλοι ἦσαν. Χρήματα οὐκατέβαλον καὶ ἐλευθερίαν ἀπηνέγκαντο. Οὐδὲν βαστάζουσινκαὶ οὐράνιον θησαυρὸν περιφέρουσιν. Οὐδὲν κατὰ τὸ φαινόμενονἐδέξαντο καὶ πνευματικοῖς χαρίσμασιν πεπλουτήκασιν. Πόνοιςοὐ προσωμίλησαν καὶ νικηταὶ ἐνεφάνισαν. Ξίφος οὐκ ἔγνωσανκαὶ τὸν πολέμιον κατέστρωσαν. Οὐδένα ἔγνωσαν καὶ σύνθεμα υἱοθεσίας κατέχουσιν.Πάθους οὐκ ᾔσθοντο καὶ λόγῳ θείῳ τὰς καρδίας περιετμήθη-σαν. Λόγῳ συνέθεντο καὶ πράγμασιν ἐκοινώνησαν. Πρόθεσινδεδώκασιν καὶ ἀληθείας οὐκ ἐψεύσθησαν. Οὐκέτι συνεργοῦσινχαμαὶ τῷ δράκοντι περὶ τὰ γήϊνα συνειλούμενοι· λαβόντες δὲπτέρυγας ὡσεὶ περιστερᾶς αἰθεροποροῦσιν, Πνεύματος ἁγίουχαρίσμασιν κουφιζόμενοι. Εἰσήλθοσαν γυμνοῖς ὤμοις πολλὰ βαστάζοντες κακὰκαὶ ἐξῆλθον πάντων ἄφεσιν λαβόντες ἀγράφοις δωρεαῖς. Αὐτὸτὸ ὕδωρ αὐτοῖς καὶ τάφος καὶ μήτηρ γέγονεν· καὶ γὰρ ἀπέκ-τεινεν τῇ ἁμαρτίᾳ καὶ ἀνεγέννησεν αὐτοὺς τῇ δικαιοσύνῃ. Σοῦ πύθεσθαι θέλω, νεοφώτιστε. Οὐκ ὡμολόγεις πρό-τερον τὴν δουλείαν, μήτι κατέβαλες· οὐ καυχᾶσαι νῦν τὴνἐλευθερίαν. Ἔγεμες κακῶν, πεπλήρωσαι νῦν ἀγαθῶν. Τόποςσε κατεδούλωσεν καὶ ἠλευθέρωσεν· κατεδούλωσεν μὲν θεῷ,ἠλευθέρωσεν ἁμαρτίας. Ὦ πόσας ἀκτῖνας ἐξ ἑαυτοῦ »ὁ τῆςδικαιοσύνης ἥλιος« προηνέγκατο; Ὦ πόσους παῖδας ὁ ἐπουρά-νιος νυμφίος τῇ ἀχράντῳ ταύτῃ συμπλακεὶς νύμφῃ προσεκτή-σατο; Οὐχ ἡδονῇ, οὐ ῥεύσει, οὐ πάθει ἀλλ' »ἐξ ὕδατος καὶπνεύματος« ἀναγεννήσας οὕς, καὶ πολλοὺς ὄντας τοῦ σώματοςταῖς τομαῖς, ἑνὶ φρονήματι τοὺς πάντας συγκιρνᾷ, ἵνα, ὥσπεραὐτὸς καὶ ὁ Πατὴρ ἕν εἰσιν κατὰ φύσιν, οὕτω καὶ αὐτοὶ ἓνὦσιν αὐτῷ κατὰ γνώμην. Ἐπὶ τούτοις τί προσῆκεν ποιεῖν; Σὺν τῷ μακαρίῳΔαυὶδ χορεύειν· καὶ γὰρ ζῇ καὶ σιωπῶν ψάλλει καὶ ἐπειδὴ ἐκτοῦ σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα ἀνέτειλεν ἡμῖν ὁ ἐλευθε-ρωτής. Βλέπε σήμερον συγχορεύοντα. Φησὶν γάρ· »Ἄισατετῷ κυρίῳ ᾆσμα καινὸν ὅτι θαυμαστὰ ἐποίησεν.« Πέπαυται γὰρ ἡ τοῦ διαβόλου τελετὴ καὶ μαντικὰ μὲνὕδατα οὐκ ἐνεργεῖ, βαπτίσματος δὲ χάρις ἐλευθεροῖ. Ταῦταἐστιν ἃ ἐδωρήσατο Χριστὸς τῇ ἐκκλησίᾳ. Διὰ ταῦτα ἄνθρωποςγέγονεν μείνας θεὸς οὐχ ἑαυτὸν βλάψας, ἵνα ἡμᾶς ἐλευθερώσῃ.Διὰ ταῦτα ἄνθρωπος γέγονεν ἵνα κρύψας λαθὼν τὸν πολέμιονἐλευθερώσῃ τὸν αἰχμάλωτον. Ἃ μὲν ἐκέρδαινον οἱ νεοφώτιστοι, εἰρήκαμεν, ἀγαπη-τοί· ἔτι δὲ γαλακτοτροφουμένους ἐπιστῆσαι τῇ τραπέζῃ δεῖ·καιρὸς γὰρ παντὶ πράγματι πρὸς ἀναγκαιοτέρων πραγμάτωνκατάστασιν. Ζήλωσον τούτους, ὦ κατηχούμενε, καὶ μὴ ἀγα-πήσῃς τὴν δουλείαν, μὴ μείνῃς ἐν τοῖς δεσμοῖς τῆς ἁμαρτίας,μὴ χρονίσῃς ἐν τῇ αἰχμαλωσίᾳ. Κάτελθε λοιπὸν ἀπὸ τῶν ὤμωντῆς μητρός σου καὶ πρόσελθε τῇ στερεᾷ τροφῇ. Καλεῖ σε ὁ θεός· ἐπάκουσον. Ἆρα οὐκ ἀρκεῖ σοι πρὸςλύπην, ἐν τῷ μέλλειν ἡμᾶς μυσταγωγεῖσθαι τὴν σωτήριον ἡμῶνοἰκονομίαν, ἔξω βάλλεσθαί σε ὡς ἀλλότριον; Προσκυνεῖς Χρισ-τὸν καὶ οὐκ οἶδας τὰ τοῦ Χριστοῦ. Πλουτεῖς τοῖς τοῦ Χριστοῦκαὶ οὐ νοεῖς τὸν θησαυρόν. Πρόκειταί σοι τροφὴ καὶ πεινᾷς. Γένοιτο δὲ ὑμᾶς εἰς τὸ αὐτὸ συνελθεῖν, ἵνα ὅλη φαιδρὰἡ ἐκκλησία γεναμένη ὅλη ἀστέρων πληρωθῇ. Οὐρανὸς γένοιτοἀντὶ γῆς, τοῦ διαβόλου τὴν ὁμίχλην σκεδαννύουσα. Ὑπὲρ δὲτούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶτῷ Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τοῦ μακαρίου Ἀθανασίου ἀρχιεπισκόπου εἰς τὴν ἀνάστασιντοῦ σωτῆρος ἡμῶν.{Τοῦ αὐτοῦ Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας·Ἐξήγησις περὶ τῆς ἀπάτης τοῦ διαβόλου καὶ τῆςπλάνης τῶν εἰδώλων.} Ὅσα ὁ διάβολος παρεισήνεγκε τῷ γένει τῶν ἀνθρώπων δεινὴν ἀπειλήν,κατὰ τοῦ ἡμετέρου γένους ἐξ ἀρχῆς συνεσκευάσατο καὶ τὴν πονηρίαν καθ'ἡμῶν ἐμηχανήσατο. θεοῦ γὰρ τοῦ ποιήσαντος ἡμᾶς ἠλλοτρίωσεν, παραδείσουἡμᾶς ἐξέβαλεν, θανάτῳ ἡμᾶς παραδέδωκεν, ἁμαρτίας ἐνέβαλεν, φθορὰν ἡμῖνπρουξένησεν, πόνους ἡμῖν ἐπενόησεν· τούτων τῶν κακῶν 〈ἡμᾶς〉 ἐνέπλησεν ὁπονηρός, τούτων ἐρρύσατο ὁ ἀγαθὸς θεός, δεῖ δὲ ἐφίκεσθαι καὶ πονηρίαν, ἵναγνόντες πρὸς τίνα ἔχομεν ἀσφαλισώμεθα. αὐτοῖς γὰρ καλῶς γέγονεν καθ'ἡμῶν ... κακία τοῖς κεκοσμημένοις προυξένησεν ἀκοσμίαν, προθέμενος γὰρἡμᾶς θεοῦ τοῦ ἀγαθοῦ ἀλλοτριῶσαι, παγίδας συνεστήσατο ἡμῖν διά τε οὐρανοῦ