The Greek Library Author

Anonymous

Homilia de passione et cruce domini

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Homilia de passione et cruce domini [Sp.], MPG 28: 185–249.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg070.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

28

189

τῷ τὴν τιμὴν τὴν τιμήν. Μηδενὶ μηδὲν ὀφείλετε,

εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν.« Τοῦτο πεποίηκεν αὐ-

τὸς ὁ ταῦτα κηρύττων. Ὥσπερ οὖν παῤῥη-

σιάζεται γράφων· »Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι·

τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν

ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀπο-

δώσει μοι ὁ δίκαιος κριτής.« Μὴ ψευσάμενος γὰρ

ἐφ' οἷς ἐπηγγείλατο, ἀλλὰ καὶ τηρήσας τὴν πρὸς τὸν Θεὸν ὑπόσχεσιν, ἔσχε καὶ αὐτὸς ἀδιάπτωτον τὴν

ἐπαγγελίαν παρὰ τοῦ ἀληθινοῦ Θεοῦ.

Οὐκοῦν διὰ τοῦτο ἡμῖν συμβουλεύει λέγων·

»Μὴ ψεύδεσθε εἰς ἀλλήλους·« καὶ πάλιν· »Πᾶν

ψεῦδος ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω.«

Θέλει γὰρ ἡμᾶς μιμητὰς ἑαυτοῦ γενέσθαι γράφων·

»Ἀλήθειαν λέγω, οὐ ψεύδομαι.« Ἐπειδὴ καὶ εὐαγ-

γελικόν ἐστι τοῦ Κυρίου ῥητὸν εἶναι ἡμῶν τὸ Ναὶ,

ναὶ, καὶ τὸ Οὒ, οὔ. Μέχρι τούτου οἱ ἐν Χριστῷ βε-

βαιούτωσαν ἑαυτῶν τοὺς λόγους, καὶ μὴ, περαιτέρω

βαίνοντες, εἰς ὅρκους καταφεύγωμεν· ὥστε καὶ

φθαρτῶν χάριν χρημάτων ὀμνύναι τὸν Θεὸν, μάλιστα

Μωσέως νομοθετοῦντος· »Οὐ λήψῃ τὸ ὄνομα Κυρίου

τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ.« Εἰ γὰρ ὅλως ἄξιος τυγ-

χάνει τις ὀνομάσαι τὸν Θεὸν, ἀξιόπιστός ἐστι καὶ

χωρὶς ὅρκου πιστευθῆναι· ὁ γὰρ πρὸς τὸ μεῖζον

ἱκανὸς γενόμενος πολλῷ πλέον πρὸς τὸ ἔλαττον γέ-

νοιτ' ἂν ἱκανός. Εἰ δὲ μή ἐστιν ἀξιόπιστος χωρὶς

ὅρκου πιστευθῆναι, οὐκ ἔστιν ἄρα ἄξιος οὐδὲ

ὀνομάσαι τὸ ὄνομα Κυρίου, οὐκ ἔστι πιστὸς ἐν λό-

γῳ. Πῶς γὰρ ὅλως τούτῳ μαρτυρήσει ὁ Θεὸς ὀμνύ-

οντι, μὴ ἔχοντι πίστιν, εἰς ἣν ὁ Κύριος ἐπιβλέπει;

Ἡ δὲ Σοφία τούτου μάρτυς ἐστὶν ἡ λέγουσα· »Ἅγιον

γὰρ Πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπ-

αναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων, καὶ οὐ κατοι-

192

κήσει ἐν σώματι καταχρέῳ ἁμαρτίαις.« Διὰ τοῦτο

καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοὺς ἐπικαλουμέ-

νους αὐτὸν πίστιν ἀπαιτεῖ πρῶτον, ὡς ἐπὶ τοῦ τυφλοῦ

λέγων· »Πιστεύεις, ὅτι δύναμαί σοι τοῦτο ποιῆ-

σαι;« καὶ ἐπὶ τοῦ σεληνιαζομένου δέ φησιν, ὅτι »Ἐὰν

πιστεύῃς, γίνεται.« Ἀπαιτεῖ δὲ τοῦτο ὁ Σωτὴρ, οὐκ

ἐπειδήπερ ἔχρῃζε τῆς παρ' ἑτέρων συνεργίας· αὐτὸς

γὰρ καὶ τῆς πίστεως Κύριος καὶ χορηγός ἐστιν·

ἀλλ' ἵνα μὴ ὡς προσώποις χαριζόμενος φανῇ, ἀλλ' ὅτι

τοῖς πιστεύουσιν ἐπινεύει· καὶ ἵνα μὴ χωρὶς πίστεως

δέξωνται τὰς εὐεργεσίας, καὶ τῇ ἀπιστίᾳ ταύτας ἀπ-

ολέσωσι. Θέλει γὰρ χαριζόμενος παραμένειν τὴν χά-

ριν, καὶ θεραπεύων ἀδιάπτωτον εἶναι τὴν θεραπείαν.

Ἠσφαλίζετο γοῦν τὸν παραλυτικὸν λέγων· »Ἴδε,

ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί

τι γένηται.« Καὶ ὥσπερ ἄν τις ἰατρὸς εἰσιὼν πρὸς τοὺς

κάμνοντας, πυνθάνοιτο πρῶτον εἰ βούλοιντο θεραπεύ-

εσθαι, ἵνα μὴ αὐτοῦ φροντίζοντος, κἀκείνων μὴ βου-

λομένων, ἀνωφελὴς ἡ θεραπεία γένηται, ἐναντιου-

μένων τῶν καμνόντων πρὸς τὴν τοῦ ἰατροῦ τέχνην·

οὕτω καὶ ὁ Κύριος τῶν θεραπευομένων ἐπυνθάνετο, καὶ τοῖς πιστεύουσιν ἐχαρίζετο, ἵνα τῇ πίστει καὶ

τὴν χάριν κατασχεῖν δυνηθῶσι. Γνώρισμα γὰρ τῆς ψυχῆς τῆς προαιρέσεως ἡ πίστις ἐστίν.

Τί τοίνυν τὸν Θεὸν καλοῦσι μάρτυρα οἱ μὴ πί-

στιν κατὰ ἀλήθειαν ἔχοντες; Τὸ Πνεῦμα μαρτυρεῖ

ἐν Ψαλμοῖς· »Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμέ-

νοις αὐτὸν ἐν ἀληθείᾳ,« δι' ἧς μόνης ἐπικαλεῖσθαι

δύναται ὁ Θεός. Ὥστε τί ὀμνύουσι Θεὸν οἱ μηδὲ ἐν

τοῖς μικροῖς πίστιν ἔχοντες; ἄλλως τε καὶ ὁ ὅρκος

ἀληθείας ἐστὶ μάρτυς, καὶ οὐ τῶν χρημάτων σημαν-

τικός. Ὀμνύουσι γὰρ οἱ ἄνθρωποι, οὐχ ἵνα τὰ πρά-

γματα σημάνωσιν, ἀλλ' ἵνα τὴν ἀλήθειαν πιστώσων-

ται, καὶ ὅτι λέγοντες οὐ ψεύδονται. Εἰ μὲν οὖν ἐστι

τῷ ὀμνύοντι πίστις καὶ ἀλήθεια, τίς ἡ χρεία τοῦ

ὅρκου; Εἰ δὲ μή ἐστιν ἐν αὐτῷ πίστις, διὰ τί τοσοῦ-

τον ἀσεβοῦμεν, ὥστε δι' ἀνθρώπινα καὶ θνητὰ τὸν ὑπὲρ

ἄνθρωπον Θεὸν καλεῖν μάρτυρα; Εἰ γὰρ τὸν βασιλέα

τὸν ἐπὶ γῆς εἰς τὰ ἔξω δικαστήρια καλεῖν μάρτυρα

οὐ θέμις, ὡς κρείττονα καὶ τῶν ἐγκαλούντων

καὶ τῶν δικαζόντων, τί τὸν ἀγένητον εἰς τὰ γενητὰ

καλοῦμεν, καὶ τὸν Θεὸν ὑπὸ ἀνθρώπων ποιοῦμεν κατα-

φρονεῖσθαι; Ἄπαγε! Τοῦτο πᾶσαν ὑπερβάλλει παρα-

νομίαν καὶ τόλμαν. Τί οὖν δεῖ ποιεῖν; Οὐδὲν πλέον ἢ

εἶναι ἡμῶν τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ· καὶ καθόλου

μὴ ψεύδεσθαι. Οὕτως γὰρ ἡμεῖς ἀληθεύοντες,

δόξαιμεν καὶ ἐν τούτῳ μιμεῖσθαι τὸν ἀληθῆ Θεόν.

Ἴσως δέ τις ἐπὶ τούτοις εὐλόγως ἀντιθήσει λέ-

γων· Εἰ ὁ ὅρκος ἀπὸ ἀνθρώπων κεκώλυται, καὶ ἐν τῷ

μὴ ὀμνύναι τις μιμεῖται τὸ Θεῖον, πῶς αὐτὸς ὁ Θεὸς

ὀμνύναι λέγεται ἐν ταῖς θείαις Γραφαῖς; Καὶ γὰρ

καὶ τῷ Ἀβραὰμ ὤμοσεν, ὥσπερ καὶ Μωσῆς μαρτυ-

193

ρεῖ, καὶ ἐν Ὕμνοις δὲ γέγραπται· »Ὤμοσε Κύριος,

καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα

κατὰ τὴν τάξιν Μελχισεδέκ.« Δόξει γὰρ ἢ ταῦτα

μάχεσθαι τοῖς προλεχθεῖσιν, ἢ ἐκ τούτων ἐπιτρίβεσθαι

τοὺς ἀνθρώπους εἰς ὅρκους. Ἀλλ' οὐκ ἔστιν οὕτω· μὴ

ταῦτά τις νομιζέτω. Θεὸς γὰρ κατ' οὐδενὸς

ὀμνύει. Πῶς γὰρ, αὐτὸς Κύριος καὶ ποιητὴς τῶν

ἁπάντων ὑπάρχων; Ἀλλ' εἰ χρὴ τἀληθῆ λέγειν, ὁ

λόγος ὅρκος αὐτοῦ ἐστι, πληροφορῶν τοὺς ἀκούοντας,

καὶ πίστιν ἑκάστῳ παρέχων, ὅτι ὃ ἐπηγγείλατο καὶ

λαλεῖ, πάντως καὶ γενήσεται. Οὐ γὰρ ὡς ἄνθρωπος

ὀμνύει Θεὸς, ἀλλ' ἡμῖν ὁ λόγος αὐτοῦ ἀντὶ ὅρκου πρὸς

ἀλήθειαν γίνεται. Ἀνθρώποις δὲ λαλῶν ὀμνύναι λέ-

γεται, καὶ τοῦτο ἀνθρωπικώτερον λαλούντων τῶν

ἁγίων· ἵνα ἀφ' ὧν αὐτοὶ λέγοντες ἀξιοῦσιν, ἀπὸ τού-

των αὐτοὶ πιστεύσωσι τῷ λαλοῦντι Θεῷ. Ὡς γὰρ ἀν-

θρώπων τὸν λόγον ὅρκος βεβαιοῖ, οὕτως ἃ λαλεῖ ὁ Θεὸς

ἀνθ' ὅρκου λογιζέσθω διὰ τὸ βέβαιον καὶ ἀμετάθετον

τῆς βουλῆς αὐτοῦ. Μαρτυρεῖ δὲ τῷ λεγομένῳ καὶ αὐ-

τὸς ὁ γεγραμμένος ὅρκος· »Ὤμοσε« γὰρ »Κύριος, καὶ

οὐ μεταμεληθήσεται,« ὡς τοῦ ἀμεταμελήτου καὶ

πάντως ἐσομένου κατὰ τὴν ἐπαγγελίαν ὅρκου τυγ-

χάνοντος. Τοῦτο δὲ καὶ αὐτὸς ὁ Θεὸς ἐν τῇ Γενέσει

σημαίνει λέγων· »Κατ' ἐμαυτοῦ ὤμοσα.« Τοῦτο δὲ

οὐχ ὅρκος ἐστίν. Οὐδὲ γὰρ κατά τινος ὤμοσεν, ὅπερ

ἴδιόν ἐστιν ὅρκου· ἀλλὰ καθ' ἑαυτοῦ, ὅπερ τὴν

τοῦ ὅρκου ὑπόνοιαν ἐκφεύγει, καὶ ἐν ᾧ σημαίνει

τὸ βέβαιον τῆς ἐπαγγελίας, καὶ τὸ χρῆναι πάντως πι-

στεῦσαι τὸν ἀκούοντα. Ἔστω δὲ καὶ ὁ ὑμνῳδὸς μάρ-

τυς τῶν λεγομένων, ἀναμιμνήσκων τὸν Θεὸν, ψάλλων

καὶ λέγων· »Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύ-

ριε, ἃ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;«

Οὐ γὰρ κατὰ τῆς ἀληθείας ὀμνύει Θεός· ἀλλ' ἅπερ

ἀληθεύων λαλεῖ ὡς ὅρκος ἐστὶ τοῖς ἀνθρώποις πρὸς

πίστιν. Οὔτε οὖν Θεὸς κατὰ τοὺς ἀνθρώπους ὀμνύει,

οὔτε ἡμᾶς ἐκ τούτων εἰς ὅρκους ἐπιτρίβεσθαι

χρή· ἀλλὰ τοιαῦτα λέγωμεν καὶ πράττωμεν, ὡς μὴ

ὅρκου δεῖσθαι τοὺς ἀκούοντας, ἀλλ' ἀφ' ἑαυτῶν ἔχειν

τὰ λεγόμενα τῆς ἀληθείας τὴν μαρτυρίαν. Ἐν τούτῳ

γὰρ ὄντως μιμησόμεθα τὸ Θεῖον.

Ἀλλ' ἴσως καὶ τὸ κατὰ τοὺς Νινευΐτας ἄν τις

ἐπερωτήσειεν οὕτως· Εἰ ὁ λόγος ὅρκος ἐστὶ τοῦ Θεοῦ,

ὅτι λέγων ἀληθεύει καὶ οὐ ψεύδεται, πῶς εἰρηκώς·

»Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται,«

οὐ πεπλήρωκε τὸν λόγον; δόξει γὰρ καὶ τοῦτο μά-

χεσθαι πρὸς τὰ πρῶτα. Ἀλλ' οὐ ψεύδεται ὁ Θεός·

μὴ γένοιτο! οὐδὲ ὁ λόγος ἀπλήρωτος ἔμεινεν αὐτοῦ.

Τῇ γὰρ φιλανθρωπίᾳ τὴν ὀργὴν ἤμβλυνε, καὶ τῇ

196

μετανοίᾳ τῶν Νινευϊτῶν μᾶλλον ἐπέβλεψεν ἢ τῇ

πρὸ ταύτης ἁμαρτίᾳ. Καὶ ὁ λόγος δὲ τοῦ Θεοῦ οὐχ οὕ-

τως ἦν, ὥστε μετὰ τριήμερον κατασκαφῆναι τὴν Νι-

νευΐ· ἀλλ' ὅτι τρεῖς ἡμέρας ὑμῶν ἀνέξομαι· ἵνα ἐν

τῇ ἀνοχῇ τῶν τριῶν ἡμερῶν, ἐξουσίαν ἔχωσι μετα-

νοῆσαι, ἢ τὴν μετὰ ταῦτα ὀργὴν ἐκλέξασθαι. Τί γάρ

φησιν ὁ προφήτης; »Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ

καταστραφήσεται.« Οὐκ εἶπε· Μετὰ τρεῖς ἡμέρας

καταστραφήσεται· εἰ γὰρ ἂν, ἐγεγόνει πάντως·

ἀλλ' »Ἔτι τρεῖς ἡμέραι, καὶ καταστραφήσεται·« ἵν' ἐν

μὲν τῷ, »ἔτι,« λέγεσθαι, τὴν ἀνοχὴν ἐννοῶμεν τοῦ

Θεοῦ, ἐν δὲ τῇ κατασκαφῇ τὴν μετὰ τὴν ἀνοχὴν, εἰ

μὴ μετανοήσαιεν, γενησομένην ὀργήν. Ἐπεὶ εἰ

μὴ τοῦτον εἶχε τὸν τρόπον, καὶ μετανοίας χάριν τῶν

ἀνθρώπων ὑπερέθετο τὰς τρεῖς ἡμέρας, τί τὸν Θεὸν

ἐκώλυε καὶ παραυτὰ τὴν Νινευῒ ἀπολέσαι; Ἀσθένεια;

Ἄπαγε! μηδὲ εἰς νοῦν ποτε τοῦτο τὸν ἡμέτερον ἔλ-

θοι. Κύριος γὰρ τῶν δυνάμεων καὶ ἰσχυρὸς καὶ δυνα-

τός ἐστιν ὁ Θεός. Ἀλλ' ἄγνοια τῶν πράξεων ἐκείνων;

μηδὲ τοῦτο λεγέσθω· οἶδε γὰρ τὰ πάντα πρὶν γενέσεως

αὐτῶν. Τί οὖν ὑπολείπεται νοεῖν ἢ μακροθυμίαν καὶ

φιλανθρωπίαν τοῦ Δεσπότου; ἣν καὶ ὁ προφήτης ἐπ-

ιστάμενος, ἔφευγε μὲν ἀποστελλόμενος τὸ πρῶτον, τὸ

δεύτερον δὲ ἀπολογούμενός φησιν· »Ὦ Κύριε, οὐχ οὗ-

τοι οἱ λόγοι μου, ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ

τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσεῖς, διότι ἔγνων,

ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυ-

έλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.« Ἔφυγε δὲ

Ἰωνᾶς, οὐχ ὡς ἀντιλέγων τῷ Θεῷ· καὶ ἐλυπεῖτο, οὐχ

ὡς ἐπὶ τῇ ἀπωλείᾳ τῶν Νινευϊτῶν χαίρων· ἀλλὰ τοῦτο

ἐποίει διὰ τὴν Νινευϊτῶν κηδεμονίαν. Ἐφοβεῖτο γὰρ

μὴ ἀβέβαιος παρ' αὐτοῖς νομισθῇ, καὶ λοιπὸν ἄρξων-

ται μηκέτι προφήταις πιστεύειν, ἀλλὰ ἄπιστος

παρ' αὐτοῖς ὁ προφητικὸς λόγος γένηται. Διὰ τοῦτο

γοῦν καὶ ἠθύμησεν, ἵνα ἐλεγχθῇ παρὰ τοῦ Δεσπότου,

καὶ φανερὸν τοῖς Νινευΐταις ἐκεῖ πᾶσι γένηται, ὅτι οὐ

διὰ τὸ ψεύσασθαι τὸν προφήτην, ἀλλὰ διὰ φιλαν-

θρωπίαν τοῦ Θεοῦ συγκεχώρηται τοῖς Νινευΐταις. Ἤ|δει

γὰρ ἐν τῇ »ἔτι« λέξει σημαινομένην μακροθυμίαν.

Καὶ τοῦτο τῆς θείας Γραφῆς ἐστι τὸ ἔθος. Ὅταν γὰρ

τὴν ἑαυτοῦ μακροθυμίαν σημαίνειν ἐθέλῃ ὁ Θεὸς, διὰ

τῆς λέξεως τῆς, »ἔτι,« ταύτην ἀπαγγέλλει· ὡς ἐὰν

λέγῃ διὰ μὲν τοῦ Ἡσαΐου· »Τί ἔτι ποιήσω τῷ ἀμ-

πελῶνί μου, καὶ οὐκ ἐποίησα;« διὰ δὲ τοῦ Ἱε-

ρεμίου· »Διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς, λέγει

Κύριος.« Ἐν δὲ τῷ λέγειν, »ἔτι,« δείκνυσι τὴν ἑαυ-

197

τοῦ ἀγαθότητα καὶ ἀνοχήν. Λέγει γάρ· »Διέλθετε

νήσους Χετιεὶμ, καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ

ἴδετε.« Εἰ τοίνυν μὴ μακροθυμεῖν ἤθελεν, οὐδὲ παρ-

αινέσεις αὐτοῖς ἐδίδου· ὥστε διελθεῖν, καὶ διελθόντας

μαθεῖν ἐκ τῶν ἐναντίων τὴν πρὸς τὸ καλὸν σύγκρι-

σιν. Ἀμέλει ὅταν μηκέτι μακροθυμίαν, ἀλλ' ὀργὴν

ἡ πρᾶξις ἑκάστου προσκαλεῖται, λοιπὸν ἀπο-

φαίνεται λέγων· »Οὐκέτι ἀνοίσω τὰς ἁμαρτίας

ὑμῶν.« Διὰ δὲ τοῦ ὧδε, »οὐκέτι,« ῥήματος σημαι-

νομένου, δείκνυσι φανερῶς τὴν περὶ τῶν Νινευϊτῶν

δηλουμένην διὰ τοῦ, »ἔτι,« μακροθυμίαν, καὶ

τοῦ λόγου τὴν ἀλήθειαν. Ἀδύνατον γὰρ ἦν μὴ ἀλη-

θεῦσαι τὸν Θεὸν λέγοντα, καὶ μόνον βουλόμενον. Διὰ

τοῦτο τῷ Ἀβραὰμ ἐπαγγειλάμενος, οὐκ ἐψεύσατο, ἀλλὰ

καὶ τὸν υἱὸν ἐχαρίζετο· καὶ τὸν λαὸν ἐξήγαγεν ἐκ τῆς

Αἰγύπτου διὰ τοῦ ἱεροφάντου Μωσέως. Καὶ τὸν μὲν

Ἰσαὰκ ἐπληροφόρει τῇ ὑποσχέσει, καὶ πατέρα τοῦ-

τον ἐποίει τῶν δύο λαῶν· τῷ δὲ Ἰακὼβ ἐπαγγειλά-

μενος ἐδείκνυε τὸν Ἰωσήφ. Καὶ τῷ μὲν πιστοτάτῳ

Μωσεῖ ἐδίδου τῶν λεγομένων τὴν πίστιν διὰ τῶν συμ-

βαινόντων τῷ Φαραώ· τῷ δὲ Δαβὶδ ἐπαγγει-

λάμενος, ἀπεδίδου τὴν ὑπόσχεσιν διὰ Σολομῶντος·

λέγω δὴ τὴν τοῦ ναοῦ οἰκοδομήν.

Καὶ τί μοι χρεία πολλῶν; Οὐδέν ἐστιν, ὃ λέγει

ὁ Θεὸς, καὶ ἀπλήρωτον τοῦτο μένει. Κἂν παραυτίκα

τις ὀλιγωρῇ ζητῶν τὸν λόγον, ἀλλὰ τῷ χρόνῳ τὴν

ἀπόδοσιν ἡ ὑπόσχεσις ἔχει, καὶ τῷ χρόνῳ πάντως ἡ

ἐπαγγελία πληροῦται. Ἰδοὺ γὰρ καὶ τὰ πρὸ πολλοῦ

λεχθέντα ὑπὸ τοῦ Κυρίου καὶ τὰ πρὸ πολλῶν εἰρη-

μένα χρόνων νῦν ἐν τοῖς Εὐαγγελίοις ὁρῶμεν πληρού-

μενα. Ἡσαΐας μὲν γὰρ προεφήτευσεν ἐξ ἀπειρογά-

μου γυναικὸς τεχθήσεσθαι τὸν Ἐμμανουήλ· αὐτὸς δὲ

ἐκ Μαρίας τῆς Παρθένου γεννηθεὶς καὶ Θεὸς φαινόμε-

νος, ἐπλήρου προφήτου τὸν λόγον. Καὶ ὁ μὲν Μιχαίας

προαπήγγειλε καὶ τὸν τόπον, ἐν ᾧ μέλλει ὁ Χριστὸς

γεννᾶσθαι· αὐτὸς δὲ Κύριος, ἐν Βηθλεὲμ ἐπὶ φάτνης

ἀνακείμενος, ἐδείκνυε τὸν προφήτην ἀληθῆ. Καὶ ὁ

μὲν Ζαχαρίας εὐηγγελίζετο τῇ Ἱερουσαλὴμ τὴν εἴσ-

οδον τοῦ Σωτῆρος· αὐτὸς δὲ ὁ Κύριος, ἀποστέλλων ἐπὶ

τὸν ὄνον καὶ εἰσερχόμενος, ἐφ' ἑαυτοῦ τὴν προφη-

τείαν ἀνεπλήρου. Καὶ ὅλως, ἵνα μὴ τὸ καθέκαστον

ὀνομάζω τῶν γεγραμμένων, αὐτὸς πλήρωμα τοῦ νό-

μου καὶ τῶν προφητῶν γέγονεν. Ἃ γὰρ δι' αὐτῶν

προαπήγγελλε, ταῦτα παρὼν αὐτὸς ἐτελείου πληρῶν

καὶ λέγων· »Αὐτὸς ὁ λαλῶν πάρειμι.« Ἰδοὺ οὖν

καὶ νῦν τὰ πάλαι ἀναφωνούμενα περὶ τοῦ Σωτῆ-

ρος ἐν τοῖς Ψαλμοῖς, ἄρτι πάλιν πληροῦται διὰ τῆς

τῶν στρατιωτῶν τόλμης. Ἃ γὰρ προεσήμανε παθεῖν

αὐτὸν, ταῦτα νῦν οἱ δῆμοι Ἰουδαίων ἐνεργοῦσι, δια-

μεριζόμενοι τὰ ἱμάτια τοῦ Σωτῆρος, καὶ ποτίζοντες

αὐτὸν ὄξος μετὰ χολῆς. »Ταῦτα γὰρ,« φησὶν, »ἐγί-

200

νετο, ἵνα πληρωθῶσιν αἱ Γραφαί·« ἡ μὲν λέγουσα·

»Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν

ἱματισμόν μου ἔβαλον κλῆρον·« ἡ δὲ πάλιν· »Ἔδω-

καν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν

μου ἐπότισάν με ὄξος.«

Πολλοὶ, τοῖς Εὐαγγελίοις ἐντυγχάνοντες, καὶ

ἀκούοντες τὸ, »Ἵνα πληρωθῇ τὸ γεγραμμένον,«

ἐνόμισαν τὰ γινόμενα δι' οὐδὲν ἕτερον γίνεσθαι, ἢ

ἵνα πληρωθῇ τὰ γεγραμμένα· καὶ ἐκ τούτων ᾠήθη-

σαν μὴ μόνον ἀναιτίους εἶναι τοὺς πράττοντας, ἀλλὰ

καὶ μᾶλλον ἀξίους ἐπαίνου, ὅτι οὐχ ὡς ἁμαρτάνοντες,

ἀλλ' ὡς διακονοῦντες τοῖς γεγραμμένοις ἐνεργοῦσι·

μὴ γὰρ ἂν ἀληθεῖς γεγενῆσθαι τῶν προφητῶν τοὺς

λόγους, εἰ μὴ τούτων ἦσαν αἱ πράξεις. Μάλιστα

δὲ ταῦτα ὑπέλαβον ἐκ τῶν εἰς τὸ κατὰ Ἰωάν-

νην ῥητῶν κινηθέντες, ἔνθα, τῶν Ἰουδαίων τὴν ἀπι-

στίαν διηγούμενος, κατὰ τὴν Ἡσαΐου προφητείαν

φησί· »Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμ-

προσθεν αὐτῶν, οὐκ ἐπίστευσαν· ἵνα ὁ λόγος Ἡσαΐου

τοῦ προφήτου πληρωθῇ, ὃν εἶπε· Κύριε, τίς

ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι

ἀπεκαλύφθη;« Εἰ γὰρ, ἵνα ὁ λόγος Ἡσαΐου πλη-

ρωθῇ, οὐκ ἐπίστευον οἱ Ἰουδαῖοι, οὐκ αὐτοὶ τῆς ἀπι-

στίας αἴτιοι, ἀλλ' ὁ ταῦτα εἰρηκὼς, δι' ὃν καὶ ταῦτα

πεπλήρωται. Ἆρον γὰρ, φήσουσι, τὸν λόγον τοῦ

προφήτου, καὶ πάντως ἐκεῖνοι πιστεύσουσιν. Ἀλλὰ

ταῦτα καὶ ἡ τοιαύτη διάνοια πολὺ τῆς ἀληθείας ἀπο-

δέει· οὔτε γὰρ ὁ προφήτης αἴτιος τούτοις, οὔτε

οἱ Ἰουδαῖοι τῆς ἀπιστίας ἑαυτῶν ἀναίτιοι τυγχάνου-

σιν· ἀλλ' ὁ μὲν προφήτης, προβλέπων ἃ μέλλουσι

πράττειν, ἀπήγγειλεν· αὐτοὶ δὲ μετὰ ταῦτα πράτ-

τοντες, ἐδείκνυον τοῦ προφήτου τὸν λόγον ἀληθῆ·

καὶ οὐχ ὡς διακονοῦντες τοῖς προφητικοῖς,

ἐτόλμων κατὰ τοῦ Σωτῆρος, ἀλλὰ τῇ προαιρέσει

θέλοντες ἔπραττον τὰ πράγματα· ὥστε τὸν μὲν

προφήτην μὴ αἴτιον αὐτοῖς γεγενῆσθαι, ἀλλὰ τὴν

προαίρεσιν αὐτῶν· αὐτοὺς δὲ μᾶλλον αἰτίους γεγενῆ-

σθαι τῷ προφήτῃ τοῦ ταῦτα αὐτὸν περὶ αὐτῶν εἰπεῖν.

Τοῦ μὲν γὰρ προφήτου ἴδιόν ἐστιν ὁρᾷν τὰ μέλλοντα,

καὶ μὴ σφάλλεσθαι· τῶν δὲ πράξεων ἕκαστος τὴν

ἰδίαν προαίρεσιν αἰτίαν ἔχει. Καὶ ὥσπερ ἡμεῖς τὰ ἐν

ὀφθαλμοῖς ὁρῶντες, οὐ σφαλλόμεθα βλέποντες, οὐδὲ

ἄλλως μὲν βλέπομεν, ἄλλως δὲ γίνεται· ἀλλ' ὡς γίνε-

ται, βλέπομεν, καὶ ὡς βλέπομεν, γίνεται· οὕτω καὶ

οἱ προφῆται τὰ μέλλοντα ὡς παρόντα ἔβλεπον· καὶ ἃ

ἔβλεπον, ἔδει γενέσθαι, καὶ τὰ γινόμενα πάντως

ὁρᾷν ἔδει. Καὶ πάλιν, ὥσπερ ἡμεῖς ἃ βλέπομεν ἐν

ὀφθαλμοῖς, ἀνάγκη πάντως εἶναι, τὰ γὰρ ὄντα βλέ-

πομεν, καὶ οὐκ ἔστιν ἄλλως γενέσθαι ἢ ὡς ὁρῶμεν·

οὕτω καὶ οἱ προφῆται, ἃ προέβλεπον, ἔδει πάντως

εἶναι, καὶ μὴ ἄλλως γίνεσθαι ἢ ὡς προεωράκασιν.

201

Ἐπεὶ εἰ τὰ γενησόμενα μὴ προέβλεπον, οὐκέτι

ἂν ἦσαν προφῆται. Καὶ καθόλου δὲ τοῦτο εἰδέναι δεῖ,

ὅτι οἱ προφῆται οὐ νόμων εἰσὶ διδάσκαλοι, ἵνα μό-

νον, ἃ προστάττουσι, γίγνηται, ἀλλὰ τῶν μελ-

λόντων εἰσὶ προσημάντορες. Οὐ γὰρ ἐπειδὴ λέγουσι,

διὰ τοῦτο καὶ γίνεται τὰ γινόμενα, ἀλλ' ὅτι γίνεσθαι

μέλλει, διὰ τοῦτο καὶ προλέγουσι, καὶ ἀνάγκη μὴ

ψεύδεσθαι τοὺς προφήτας, ὁρῶσι γὰρ ἀληθῶς. Εἰ

γὰρ καθ' ὑπόθεσιν μὴ προαπήγγελλον οἱ προ-

φῆται, ἀλλὰ τῶν Ἰουδαίων ἦν ἡ προαίρεσις, ὥστε

πράττειν ταῦτα. Καὶ ὅλως οἱ ἅγιοι οὐκ ἀναγκαστικοὶ

τῶν γιγνομένων εἰσίν· ἀλλὰ τὴν προαίρεσιν τῶν

πραττόντων προβλέποντες σημαίνουσι. Καὶ ὥσπερ

οἱ ἀνασκευάζοντες ἔλεγον· Ἆρον τὸν λόγον τοῦ προ-

φήτου, καὶ πάντως οἱ Ἰουδαῖοι πιστεύσουσιν·

οὕτως φαίην ἂν κἀγώ· Ἆρον τὰς πράξεις τῶν Ἰου-

δαίων, καὶ πάντως οὐ προεφήτευε ἂν περὶ αὐτῶν ὁ

Ἡσαΐας τοιαῦτα.

Ἐὰν τοίνυν ὁ Ἰωάννης λέγῃ· »Οὐκ ἐπίστευον

εἰς αὐτὸν οἱ Ἰουδαῖοι, ἵνα πληρωθῇ ὁ λόγος Ἡσαΐου,«

μὴ τῷ λόγῳ τοῦ προφήτου τὴν αἰτίαν δῷς τῆς ἀπι-

στίας αὐτῶν, ἀλλὰ τῇ πράξει αὐτῶν τῶν Ἰουδαίων.

Ἃ γὰρ οὗτοι νῦν ἔπραττον, ταῦτα προέβλεπεν ὁ προ-

φήτης ἐκ πολλοῦ· καὶ ἔδει τοῦτον μὴ ψεύσασθαι,

ἀλλὰ γνωσθῆναι, ὅτι τὰ νῦν γινόμενα προεώρακεν

ἀληθῶς. Ἵνα γὰρ ὁ λόγος αὐτοῦ ἀληθὴς τοῖς μετὰ

ταῦτα φανῇ, ἠλέγχθησαν ἄπιστοι καὶ κρυπτόμενοι.

Ἦσαν μὲν γὰρ τῇ προαιρέσει φαῦλοι· ἐπειδὴ δὲ

ἔκρυπτον αὐτῶν τὴν ἀπιστίαν, ὁ λόγος ἔλεγχος γέ-

γονεν αὐτῶν. Διὰ τοῦτο γοῦν οὐκ ἐπίστευον, ὅτι

ἤλεγχεν αὐτοὺς ὁ λόγος κρυπτομένους; Καὶ ἐὰν

λέγῃ πάλιν· Οὐκ ἠδύναντο πιστεύειν οἱ Ἰουδαῖοι,

ὅτι γέγραπται τὰ κατ' αὐτῶν· μὴ τὸ ἀδύνατον τῇ

προαιρέσει τῶν πραττόντων δῷς. Ἐδύναντο γὰρ

καὶ μεταβάλλεσθαι· ἀλλὰ τὸ ἀδύνατον τὸ μὴ ψεύσα-

σθαι τὸν προφήτην. Ἐπειδὴ γὰρ ἀληθῶς ἑώρακε, διὰ

τοῦτο ἀδύνατον ἦν σφαλῆναι αὐτόν. Οὐ γὰρ ἄλλως

ἑώρακεν, ἢ ὡς γέγονε, καὶ ἐφάνησαν ἄπιστοι. Οὕτως

καὶ τὸ κατὰ τὴν Παρθένον πεπλήρωται θαῦμα, καὶ τὸ

κατὰ Ἰωάννην ἀπέβη σήμερον, καὶ πάντα τὰ

προγεγραμμένα πεπλήρωται. Οὐδὲ γὰρ ἐπειδὴ γέ-

γραπται, διὰ τοῦτο καὶ ἀπέβαινον, ἀλλ' ὅτι ἐγίγνετο

πάντως, διὰ τοῦτο καὶ προελέχθη. Οὕτως καὶ τὸ κατὰ

τὸν μερισμὸν νῦν τῶν ἱματίων γέγονε· καὶ ὡς γέγο-

νεν, οὕτως καὶ προεωρᾶτο· καὶ ὡς προεσημάνθη καὶ

προαπηγγέλθη, οὕτως καὶ πεπλήρωται καὶ πέ-

πρακται. Γέγραπται δὲ οὕτω· »Σταυρώσαντες δὲ

αὐτὸν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βάλλοντες

κλῆρον· ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου·

Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν

ἱματισμόν μου ἔβαλον κλῆρον.« Ματθαῖος μὲν οὖν

μετὰ τῶν ἄλλων εὐαγγελιστῶν ἁπλούστερον τὸν με-

ρισμὸν γεγενῆσθαί φησι· ὁ δὲ Ἰωάννης καὶ τὴν

204

ποιότητα τοῦ μερισμοῦ, καὶ τὴν αἰτίαν τοῦ γεγενη-

μένου κλήρου διηγεῖται λέγων οὕτως· »Οἱ οὖν στρα-

τιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμά-

τια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρα-

τιώτῃ μέρος. Τὸν δὲ χιτῶνα, ἐπεὶ ἦν ἄῤῥαφος

ἐκ τῶν ἄνω ὑφαντὸς διόλου, εἶπον πρὸς ἀλλήλους·

Μὴ σχίσωμεν αὐτὸν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος

ἔσται· ἵνα ἡ Γραφὴ πληρωθῇ· Διεμερίσαντο τὰ ἱμά-

τιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον

κλῆρον.«

28

204

Ἴσως τις τούτων ἀκούων ἐρυθριᾷ· ἴσως τις

ὁρῶν τὸν Κύριον παιζόμενον, καὶ ἀπαγόμενον, καὶ

τυπτόμενον, αἰσχύνεται· ἴσως νῦν τις ὁρῶν τὸν Κύ-

ριον, καὶ Σωτῆρα, καὶ βασιλέα τοῦ παντὸς κρινό-

μενον ὑπὸ Πιλάτου, καὶ σταυρούμενον ὑπὸ Ἰουδαίων,

δυσωπεῖται, καὶ κάτω τὸν ὀφθαλμὸν ἔχει. Οὐδὲ γὰρ

οὐδὲ ἥλιος ἤνεγκε τὴν θέαν ἰδεῖν, ἀλλ' ἐσκοτί-

ζετο ὅλος, ἵνα καὶ τοὺς ἄλλων ὀφθαλμοὺς ἀπο-

στρέψῃ· καὶ οὐκ ἐφρόντιζεν ἔτι τῆς ἐντολῆς

τοῦ φαίνειν τοῖς ἀνθρώποις, ἀλλὰ καὶ παραβαίνειν

ἐτόλμα λοιπὸν, ὁρῶν τὸν ἐντειλάμενον αὐτῷ Δεσπό-

την ὑπὸ ἀνθρώπων πάσχοντα. Ἀλλ' ἐὰν τὴν αἰτίαν

μάθωμεν, καὶ διὰ τί πέπονθεν ἴδωμεν, οὐκέτι ἐρυ-

θριῶμεν, ἀλλὰ θαυμάζομεν τὴν ἀγαθότητα καὶ τὴν

φιλανθρωπίαν αὐτοῦ· καὶ καυχησόμεθα δὲ καὶ

ἡμεῖς, ὡς ὁ Παῦλος, ἐν τῷ σταυρῷ· ὅτι οὐκ αὐτὸς ὁ

Κύριος δι' ἑαυτὸν, ἀλλ' ἡμεῖς ἐν ἐκείνῳ πάσχοντες

ἦμεν. Τῶν μὲν γὰρ ἀνθρώπων ἡ ἁμαρτία πολλή

τις ἦν, καὶ πᾶσαν τὴν οἰκουμένην προκατειλήφει τοῦτο

τὸ κακὸν, μέγα μὲν τυγχάνον καὶ πρὸ τούτου,

κατ' ὀλίγον δὲ καὶ αὐξανόμενον, καὶ ἀφόρητον γινό-

μενον τοῖς ἀνθρώποις. Καὶ γὰρ καὶ ὁ θάνατος ἐπὶ

πάντας καὶ κατὰ πάντων ἴσχυε βασιλεύειν. Ὁ δὲ

Κύριος ἡμῶν ἀθάνατος καὶ ἄφθαρτός ἐστι· καὶ ὥσπερ

ἀθάνατος καὶ ἄφθαρτος, οὕτως ἀγαθὸς καὶ φιλάν-

θρωπος. Ἀγαθοῦ γὰρ Πατρὸς ἀγαθὸς ὁ Λόγος

ὑπάρχει· διὸ οὐ παρεῖδεν ἀπολέσθαι τὸ γενόμε-

νον, οὐδ' ὑπέμεινε τῶν αὐτοῦ ποιημάτων

ἄλλον γενέσθαι Κύριον· ἀλλ' ὁρῶν τὸ μὲν τῆς κακίας

ἀφόρητον, καὶ τὸ θνητὸν γένος οὐχ ἱκανὸν ἀντιστῆναι

πρὸς τὸν θάνατον, οὐδὲ τὴν τιμωρίαν τῶν κακῶν δυνα-

τὸν ἀποδοῦναι· ὑπερῆρε γὰρ πᾶσαν τιμωρίαν ἡ τῆς

κακίας ὑπερβολή· ὁρῶν δὲ καὶ τὴν τοῦ Πατρὸς ἀγα-

θότητα, ὁρῶν καὶ τὴν ἑαυτοῦ ἱκανότητα καὶ δύνα-

μιν· »Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία·«

κεκίνηται τῇ φιλανθρωπίᾳ, καὶ οἰκτείρας τὴν ἀσθέ-

νειαν ἡμῶν, ἐνεδύσατο ταύτην. Αὐτὸς γὰρ, ὡς ὁ προ-

φήτης φησὶ, τὰς ἀσθενείας ἡμῶν ἦρε, καὶ τὰς νόσους

205

ἐβάστασε. Καὶ ἐλεήσας τὸ θνητὸν ἡμῶν, περι-

εβάλετο τοῦτο. Λέγει γὰρ ὁ Παῦλος· »Ἐταπείνωσεν

ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.« Ἰδὼν

δὲ καὶ τὸ πρὸς τὴν ἀπόδοσιν ἡμῶν τῆς τιμωρίας

ἀδύνατον, ἀνεδέξατο ταύτην αὐτός· »Χριστὸς γὰρ

γέγονεν ὑπὲρ ἡμῶν κατάρα.« Καὶ οὕτω δὴ τὰ ἀνθρώ-

πινα περιβαλόμενος καὶ ἀμφιεσάμενος, δι' ἑαυτοῦ τὰ

ἡμῶν προσήγαγε τῷ Πατρὶ, ἵνα, ὡς αὐτὸς

πάσχων, ἀβλαβῆ τὸν ἄνθρωπον πάσχοντα κατασκευ-

άσῃ, καὶ μικρὰ μεγάλοις ἀντικαταλλάξηται. Κατα-

βέβηκε γὰρ, ἵνα ἡμῶν τὴν ἄνοδον κατασκευάσῃ· καὶ

πεπείραται γενέσεως, ἵνα ἡμεῖς δι' αὐτοῦ τῷ ἀγεν-

νήτῳ φιλιάσωμεν. Ἠσθένησε δι' ἡμᾶς, ἵνα

ἡμεῖς ἐγερθῶμεν ἐν δυνάμει, καὶ εἴπωμεν, ὡς ὁ

Παῦλος· »Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Ἰησοῦ

Χριστῷ.« Ἔλαβε σῶμα φθαρτὸν, ἵνα τὸ φθαρτὸν

ἐνδύσηται τὴν ἀφθαρσίαν· ἐνεδύσατο τὸ θνητὸν, ἵνα

τὸ θνητὸν ἐνδύσηται τὴν ἀθανασίαν. Καὶ τέλος γέγο-

νεν ἄνθρωπος καὶ ἀπέθανεν, ἵνα ἡμεῖς, οἱ ὡς ἄνθρω-

ποι ἀποθνήσκοντες, θεοποιηθῶμεν, καὶ μηκέτι τὸν

θάνατον ἔχωμεν βασιλεύοντα. Θάνατος γὰρ ἡμῶν

οὐ κατακυριεύει, καὶ ὁ ἀποστολικὸς δὲ κηρύττει

λόγος· διὰ τοῦτο καὶ σταυροῦται, ἵνα τὴν κατάραν ἐξ-

αγοράσῃ, καὶ ἡμεῖς τὴν εὐλογίαν κληρονομήσωμεν. Πά-

σχων γὰρ αὐτὸς, ἐβλάπτετο μὲν οὐδ' ὅλως, ἐχαρίζετο

δὲ μᾶλλον· καὶ ἀποθνήσκων, οὐκ ἔμενε νεκρὸς, ἀλλὰ

μᾶλλον καὶ τοὺς νεκροὺς ἐζωοποίει· καὶ σφαγιαζόμε-

νος δὲ οὐκ ἀπόλυτο, ἀλλὰ τῷ αἵματι τῆς σφαγῆς

πάντας ἁπλῶς ἐλυτροῦτο, καὶ αὐτὸς ἔμενεν ἀπαθής.

Πῶς δὲ τοῦτο γέγονεν, εἴ τις ἔροιτο, ἀκουέτω.

Δύο πραγμάτων ἐν τούτῳ γέγονε σύνοδος·

πραγμάτων δὲ λέγω οὐκ ἴσων, ἀλλὰ καὶ κατὰ πάντα

σύγκρισιν οὐκ ἐχόντων. Θνητὸν γὰρ ἀθανάτῳ συν-

επλέκετο, καὶ φθαρτὸν σῶμα ἀφθάρτῳ λόγῳ

συνεληλύθει. Καὶ τὸ μὲν θνητὸν οὐκ ἔβλαπτε τὸ

ἀθάνατον· ἀπαθὲς γὰρ ἦν· ἀλλ' ἔμενε μᾶλλον ἀπαθὲς

καὶ αὐτὸ τῇ τοῦ θανάτου ἐπικρατείᾳ· τὰ γὰρ κρα-

τοῦντα τῶν κρατουμένων ἀεὶ κύρια τυγχάνει. Διὰ

γοῦν αὐτὸν τὸν συνόντα ἀθάνατον Λόγον, καὶ ὁ θάνα-

τος ἐξηφανίζετο παραδόξως ἐν αὐτῷ, ὡς ἀπὸ

πυρὸς ἀφανίζεται καλάμη. Ὁ δὲ Λόγος, ἄφθαρτος

ὢν, ὠφελεῖ μᾶλλον τὸ φθαρτὸν συνὼν αὐτῷ· τὸ γὰρ

σκότος ὑπὸ τοῦ φωτὸς καταυγάζεται, καὶ τὸ ἔλαττον

ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Διὰ τοῦτο καὶ νῦν ὑπὸ

τῶν δημίων ἐκδιδύσκεται, οὓς ἡμεῖς ἐν τῷ Ἀδὰμ

ἐνεδυσάμεθα, δερματίνους χιτῶνας, ἵνα ἀντὶ τούτων

τὸν Χριστὸν ἐνδύσασθαι δυνηθῶμεν. Διὰ τοῦτο καὶ τὰ

ἱμάτια μερίζεσθαι ὑπομένει, ἵνα ἡμεῖς τὸν ἐκ Πατρὸς

ἀμέριστον ἔχωμεν Λόγον· »Ἐγὼ γὰρ καὶ ὁ Πατὴρ,«

208

φησὶν, »ἕν ἐσμεν.« Διὰ τοῦτο καὶ λαγχάνουσιν ἐπὶ

τὸν χιτῶνα, καὶ τοῦτο πάσχων παρορᾷ, ἵνα ἡμῶν

κλῆρος ὁ Χριστὸς γένηται, καθὼς καὶ ὁ ψαλμῳδός

φησι· »Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ

ποτηρίου μου.« Ὅθεν οὐδὲ ἀλλαχοῦ πάσχει, οὐδὲ εἰς

ἄλλον τόπον σταυροῦται, ἢ εἰς τὸν Κρανίου τόπον, ὃν

Ἑβραίων οἱ διδάσκαλοί φασι τοῦ Ἀδὰμ εἶναι τάφον.

Ἐκεῖ γὰρ αὐτὸν μετὰ τὴν κατάραν τεθάφθαι διαβε-

βαιοῦνται. Ὅπερ εἰ οὕτως ἔχει, θαυμάζω τοῦ τόπου

τὴν οἰκειότητα. Ἔδει γὰρ τὸν Κύριον, ἀνανεῶσαι

θέλοντα τὸν πρῶτον Ἀδὰμ, ἐν ἐκείνῳ τῷ τόπῳ παθεῖν,

ἵνα, ἐκείνου λύων τὴν ἁμαρτίαν, ἀπὸ παντὸς αὐτὴν

ἄρῃ τοῦ γένους· καὶ ἐπειδὴ ἤκουσεν ὁ Ἀδάμ· »Γῆ

εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,« διὰ τοῦτο πάλιν ἐκεῖ τέ-

θειται, ἵνα τὸν Ἀδὰμ εὑρὼν ἐκεῖ, λύσῃ μὲν τὴν κατά-

ραν, ἀντὶ δὲ τοῦ· »Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,«

λοιπὸν εἴπῃ· »Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα

ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός·« καὶ

πάλιν· »Ἀνάστα, καὶ δεῦρο, ἀκολούθει μοι,« ἵνα

μηκέτι τεθῇς ἐπὶ γῆς, ἀλλ' ἐν οὐρανοῖς ἀνέλθῃς.

Ἀνάγκη γὰρ, ἐγειρομένου τοῦ Σωτῆρος, συνεγεί-

ρεσθαι τούτῳ καὶ τὸν Ἀδὰμ, καὶ πάντας τοὺς ἐκ τοῦ

Ἀδὰμ γενομένους. Καὶ ὥσπερ, ἀποθνήσκοντος

τοῦ Ἀδὰμ, ἐμένομεν καὶ ἡμεῖς δι' αὐτὸν νεκροὶ, οὕ-

τως ἐγειρομένου τοῦ κυριακοῦ σώματος, ἀνάγκη λοι-

πὸν πάντας συνεγείρεσθαι αὐτῷ. Αὕτη τοῦ Παύ-

λου ἡ διάνοια τυγχάνει· γράφει γὰρ Κορινθίοις λέ-

γων· »Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκου-

σιν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.«

Πῶς δὲ ἄγουσιν αὐτὸν ἐπὶ τὸν σταυρὸν, ἀναγ-

καῖον ἰδεῖν τὰ γεγραμμένα· πάντως γὰρ καὶ

ταῦτα οὐκ ἀνωφελῆ, οὐδὲ ἁπλῶς ἐν τοῖς Εὐαγγελίοις

γέγραπται. Μετὰ τὸ κριθῆναι τὸν Κύριον· ἐκρίθη

γὰρ, καὶ ἔμπροσθεν ἐστάθη τοῦ ἡγεμόνος. Καὶ μή τις

αἰσχυνέσθω ταῦτα· ὑπέμεινε γὰρ καὶ τοῦτο δι'

ἡμᾶς, ἵνα μὴ, κατὰ τὸ σιωπώμενον ἐνεδρευθέντος

αὐτοῦ, κρύπτηται τῶν Ἰουδαίων ἡ ἐπιβουλή·

ἀλλ' ἵνα καὶ ἐκ κρίσεως φανερὰ τῶν ἐπιβουλευσάν-

των ἡ συκοφαντία γένηται. Μὴ κριθέντος γὰρ τοῦ

Σωτῆρος, ἄδηλος ὑπενοεῖτο τῶν Ἰουδαίων ὁ κατ'

αὐτοῦ φθόνος· κριθέντος δὲ αὐτοῦ, λοιπὸν οὐδένα λα-

θεῖν οὕτως ἠδυνήθη. Καὶ Πιλᾶτος μὲν αὐτὸς, τῷ μὲν

Σωτῆρι ἐμαρτύρει τὸ ἀναίτιον καὶ καθαρόν· τῶν δὲ

Ἰουδαίων τὴν ἐπιβουλὴν ἐξῆγεν. »Ἤ|δει γὰρ,« φησὶν,

»ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.« Οὐκ ἂν δὲ Πι-

λᾶτος ἔγνω τὸν φθόνον τῷ Ἰουδαίων, εἰ μὴ ἐστάθη

κρινόμενος ὁ Σωτήρ. Μέγα πρᾶγμα καὶ παράδοξον

ἀληθῶς πεποίηκεν ὁ Σωτήρ· σιωπῶν ἐνήργει, καὶ μὴ

ἀπολογούμενος ἐποίει τὸν δικαστὴν ὁμολογεῖν τὴν

209

συσκευὴν, καὶ ὅτι μᾶλλον τοῖς ὄχλοις ἢ τῷ δικαίῳ

πέπεισται. Ἀπολογουμένου μὲν γὰρ, ἦν ὑπονοῆσαι

δειλίαν τοῦ θανάτου· σιωπῶντος δὲ, τὸ στεῤῥὸν καὶ

τὴν ἀνδρείαν θαυμάσαι. Καὶ τὸ οὕτως δὲ τὸν Πιλᾶ-

τον ἀπολογεῖσθαι, οὐδὲν ἦν ἕτερον, ἢ πιστεῦσαι τὸν

κρινόμενον εἶναι Θεόν. Ἀμέλει, κρινόμενος ὑπὸ Πι-

λάτου, ἐχρημάτιζε τῇ τούτου γυναικί· ἵνα τῇ μὲν

σιωπῇ τὴν ἀνδρίαν καταπλαγῇ· τῷ δὲ χρημα-

τισμῷ γινώσκῃ, ὅτι οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν κρίνει.

Ἐφοβήθη οὖν ὁ κρίνων τὸν κρινόμενον, καὶ μᾶλλον

αὐτὸς ἐκρίνετο τῷ φόβῳ τοῦ κρινομένου ἢ κρίνων

αὐτὸς κατέπληττε τὸν Κύριον. Διὸ καὶ ἐνίψατο τὰς

χεῖρας λέγων· »Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τού-

του·« εἰ καὶ ὕστερον, κινηθεὶς τῇ τῶν Ἰουδαίων

φιλίᾳ συνέδραμεν αὐτοῖς ἐπιβουλεύουσιν· ὥστε καὶ

εἰς σταυρὸν αὐτὸν παραδοῦναι. Παραδίδοται τοίνυν

ὁ Σωτὴρ, καὶ παραδοθεὶς, οὐ κατέπτηξε τὸν

θάνατον, ἀλλὰ καὶ μᾶλλον ἀπεδύσατο πρὸς αὐτὸν,

καὶ ἐδίωκε φεύγοντα τὸν ὄφιν. Οὐ γὰρ ὡς ἀποθνή-

σκων ἦν ὁ Κύριος, ἀλλ' ὡς τὸν θάνατον εἰς τοῦτο

διώκων.

Ἔνθα δὴ ὁ δείλαιος διάβολος, θεωρήσας τὸ

κατὰ Πιλᾶτον θαῦμα, ὅτι μᾶλλον ὁ κρίνων ἢ ὁ

κρινόμενος κατέπτηξεν· ὁρῶν δὲ καὶ τὴν μετὰ πε-

ποιθήσεως αὐτοῦ νῦν ἀπόδυσιν, πάντα πειράζειν

ἐσπούδαζε, βουλόμενος γνῶναι, ὃ πρότερον οὐκ ἠδυ-

νήθη, πειράζων αὐτὸν ἐν τῷ ὄρει, μαθεῖν, εἰ οὗτός

ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Τότε καταισχυνθεὶς, ἐτήρει

τὸν τοῦ θανάτου καιρόν· νομίζων, ὅτι ἐν ᾧ πάντας

καταδεδουλώκει, δύνασθαι καὶ ἐν τῷ θανάτῳ τοῦτον

πειράσαι. Γέγραπται γὰρ παρὰ τῷ Λουκᾷ, ὅτι συν-

τελέσας πάντα πειρασμὸν ὁ διάβολος, ἀπέστη ἀπ' αὐ-

τοῦ ἄχρι καιροῦ. Οὗτος δέ ἐστιν ἐκεῖνος ὁ καιρὸς, ἐν

ᾧ καὶ αὐτὸς ὁ πολέμιος ἐγίνωσκεν ἑαυτὸν καταπα-

τηθήσεσθαι ὑπὸ πάντων, εἰ καὶ τούτου διαπέσοι·

μόνον γὰρ τοῦτο αὐτῷ περιελείπετο λοιπὸν τὸ ἆθλον,

πάντων γυμνωθέντι. Διὸ καὶ πάντα ποιεῖ τοῦ μαθεῖν

ἕνεκεν, εἰ οὗτός ἐστιν ὁ Σωτήρ· καὶ τοῦτο ἐποίει,

ἵνα, ἐὰν ὄντως περὶ αὐτοῦ μάθῃ, μηδὲ τολμήσῃ

προσελθεῖν, εἰδὼς τὴν ἀπρόσιτον καὶ θείαν αὐτοῦ

δύναμιν. Ὁ δὲ Κύριος, θεωρῶν αὐτοῦ τὴν πανουρ-

γίαν, ὅτι οὐ τιμῇ τῇ πρὸς αὐτὸν, ἀλλὰ τῆς τῶν

ἀνθρώπων χάριν δουλείας ἐθήρευε τοῦτο, ἵνα τυραν-

νεύῃ κατὰ πάντων, ὑπέκρυπτε τὴν ἑαυτοῦ θεότητα,

καὶ ὡς ἄνθρωπος ἐπολιτεύετο· ἵνα, ὡς Θεῷ μὴ

προσελθὼν, ἀπαθὴς ἀπέλθῃ, ἀλλ' ὡς ἀνθρώπου κα-

ταφρονήσας, προσέλθῃ, καὶ λοιπὸν ὑπὸ ἀνθρώπων

ἄρξηται καταπαίζεσθαι. Καὶ ὥσπερ ἄν τις, τὸν ἀν-

τίπαλον αὐτοῦ θεωρῶν καταπτήσσοντα, καὶ διὰ

τοῦτο ἀποφεύγοντα λοιπὸν, ἀσθένειαν σχηματίζοιτο

212

πρὸς τὴν ἐκείνου πρόσκλησιν· εἶτα ἐκεῖνος ὁ φεύ-

γων, πρὸς τὴν σχηματισθεῖσαν ἀσθένειαν ἀποβλέ-

πων, θαῤῥήσας προσέλθοι, καὶ ὁ γενναῖος παλαιστὴς

τῇ ἀσθενείᾳ προσκαλεσάμενος, τῇ ἑαυτοῦ δυνάμει

νικήσει· οὕτω καὶ ὁ Κύριος ἀνθρωπίνῃ ἀσθενείᾳ

προσκαλεσάμενος, τῇ ἑαυτοῦ δυνάμει ἐνίσχυσε τὸν

ἄνθρωπον κατὰ τοῦ ἐχθροῦ. Διὰ τοῦτο παρὰ τὸν

καιρὸν τοῦ θανάτου καὶ ἀδημονεῖ, καὶ περίλυπος

ἤρξατο γίνεσθαι· καὶ ἐδέετο παρελθεῖν ἐκεῖνο τὸ πο-

τήριον, καὶ ἐβόα· »Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ

σὰρξ ἀσθενής·« ἵνα ὁ ἀντίδικος ἡμῶν, ὡς

ἀνθρώπῳ προσελθὼν, πειραθῇ θείας δυνάμεως.

Τούτοις γοῦν ὑπαχθεὶς ὁ ἄθλιος, ἐπαίχθη καὶ

προσῆλθε τῷ Κυρίῳ, Εἶτα, θεωρῶν τὴν ἀνδρείαν αὐ-

τοῦ, κατέπτησσε· θεωρῶν δὲ καὶ τὴν τοῦ σώματος

ἀσθένειαν, πάλιν ἐτόλμα· καὶ λοιπὸν ἦν ἰδεῖν τὸν μὲν

διάβολον σὺν ὅλῃ τῇ στρατιᾷ αὐτοῦ, καὶ ταῖς ἀρχαῖς,

καὶ ταῖς ἐξουσίαις αὐτοῦ φεύγοντα· τὸν δὲ Κύριον

ἀνθρωπίνοις ὅπλοις διώκοντα τὴν διαβολικὴν φά-

λαγγα. Οὐ γὰρ πολὺ γέγονε τὸ διάστημα, καὶ πάντων

ἐσκύλευσε τὸν ἐχθρόν· ὅτε καταισχυνθεὶς λοιπὸν δι'

ἑαυτοῦ ἐκίνει πάντα κατὰ τοῦ Κυρίου· Ἰουδαίους

μὲν, ἵνα συσκευάσωνται, Πιλᾶτον δὲ ἵνα κατακρίνῃ·

τοὺς δὲ στρατιώτας, ἵνα παίζωσι κατ' αὐτοῦ· ἀλλὰ

καὶ τοῦτο ἠγνόει καθ' ἑαυτοῦ ποιῶν· τυφλὸν γὰρ ἡ

κακία, καὶ ἀπροόρατον ἡ πονηρία· καθ' ἑαυτῆς τὰς

χεῖρας ἀκονῶσα ἠγνόει. Οἷον γὰρ εἴ τις ὄφεως τῇ

χειρὶ ἐπιλάβοιτο, καὶ θέλων καὶ ἑτέρῳ ῥῖψαι, πάντως

αὐτὸς ἐδάχθη· ἢ καὶ πῦρ τῇ χειρὶ κρατῶν, καὶ θέλων

τὸν ἐχθρὸν ἀδικῆσαι, οὐκ οἶδεν, ὅτι πάντως αὐτὸς κα-

τακαίεται· οὕτως ἡ κακία κατὰ τῶν χρωμένων αὐτῇ

στρατεύεται, καὶ μᾶλλον ἀδικεῖ τοὺς κατέχοντας

ἢ πρὸς οὓς ἂν αὐτὴν ἀποστεῖλαι θέλωσιν. Οὕτως

ὁ Φαραὼ, θέλων καταλαβεῖν, κατελήφθη· καὶ ἀρξάμε-

νος διώκειν, κατεδιώχθη· καὶ ἀποκτεῖναι θελήσας,

κατεποντίσθη. Οὕτως ὁ Γολιὰθ, ἐν οἷς ἐπῄρετο, ἐν

τούτοις ἀπετμήθη, καὶ σκυλεῦσαι θέλων, ἐσκυλεύθη.

Τοῦτον τὸν τρόπον πέπονθε καὶ ὁ ἄθλιος διάβολος·

πειράσαι γὰρ θέλων, ἐπειράσθη, καὶ κινῶν τοὺς στρα-

τιώτας, μᾶλλον δὲ αὐτὸς ἐν τοῖς δημίοις κινούμενος,

καθ' ἑαυτοῦ πάντα ἐνήργει. Ἄρτι γὰρ ἐσκυλεύετο, καὶ

ἀφανὴς ἦν τοῖς ἀνθρώποις ἡ νίκη· ἀλλ' εἰς φανερὸν

αὐτὴν ἤνεγκε, καὶ ἄκων ὁ ἄθλιος· ὡς γὰρ ἀπεδύσατο

ὁ Κύριος, καὶ γέγονε τὸ γενόμενον ἀοράτως κατὰ τοῦ

διαβόλου τρόπαιον, ἵνα καὶ τοῦτο φανερὸν γένηται,

εὐθέως μὲν ἐνέδυσαν αὐτὸν, ὡς μὲν Ἰωάννης

λέγει, πορφύραν, ὡς δὲ Ματθαῖος καὶ Μάρκος, χλα-

μύδα κοκκίνην, καὶ στέφανον ἐξ ἀκανθῶν ἐπὶ τὴν

κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ χεῖρα ἐδίδουν· καὶ

οὕτω προσάγοντες, ἐγονυπέτουν αὐτῷ.

Θαῦμα καινὸν καὶ παράδοξον, καὶ νίκης ἀλη-

213

θῶς μεγάλης γνώρισμα! ὃν γὰρ ὡς ἄνθρωπον ἔκρι-

ναν, τοῦτον ἀποθνήσκοντα λοιπὸν ὡς Θεὸν προσεκύ-

νουν· καὶ ὃν ἐξουθένουν ὡς εὐτελῆ, τοῦτον ὁμολόγουν

βασιλέα· καὶ ἀφ' οὗ τὰ τυχόντα ἱμάτια ἦραν, τούτῳ

πορφύραν περιετίθουν· καὶ ὃν οὐκ εἰδότες ὕβριζον,

τοῦτον προφήτην καὶ ἄκοντες προσηγόρευον· καὶ ὃν

ἔπαιζον τύπτοντες, τούτῳ τὰ νικητήρια ἀπεδίδουν,

τὴν κοκκίνην χλαμύδα, καὶ τὸν ἐξ ἀκανθῶν στέφανον,

καὶ τὸν κάλαμον. Εἰ γὰρ καὶ ὡς ὑβρίζοντες ἐποίουν

ταῦτα, ἀλλ' ἠγνόουν, ὅτι καὶ ἄκοντες ἐσκυλεύοντο ὑπ'

αὐτοῦ. Ἐπειδὴ γὰρ τῇ ἁμαρτίᾳ πεφονοκτόνητο

ἡ γῆ ὑπὸ τοῦ διαβόλου, καὶ πλεῖον ὑδάτων αἵμασιν

ἦν βεβαμμένη, ἐξ ἀρχῆς μὲν χάνασα καὶ δεξαμένη

τοῦ δικαίου Ἄβελ τὸ αἷμα, ὕστερον δὲ λοιπὸν αἵματα

ἐφ' αἵμασι μισγόντων τῶν ἀνθρώπων, κατὰ τὸ γε-

γραμμένον· »Ἀρὰ καὶ ψεῦδος, καὶ κλοπὴ, καὶ μοι-

χεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ' αἵμασι

μίσγουσι.« Καὶ ἦν διὰ τοῦτο καὶ κατηραμένη ἡ γῆ,

λέγοντος τοῦ Θεοῦ· »Καὶ νῦν ἐπικατάρατος ἡ γῆ,

ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα Ἄβελ τοῦ

ἀδελφοῦ σου.« Ἦν δὲ καὶ πρότερον διὰ τὴν παρά-

βασιν τοῦ Ἀδὰμ καταρασάμενος αὐτὴν ὁ Δεσπότης

λέγων· »Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ἐν

λύπαις φαγῇ αὐτὴν ἐν πάσαις ταῖς ἡμέραις τῆς

ζωῆς σου.« Καὶ ὅλως ἦν αἱμάτων πάντα μεστὰ, καὶ

ἄκανθαι πανταχοῦ ἐφύοντο διὰ τὴν κατάραν. Καὶ

τούτων ἔχων τὸ χειρόγραφον, ἐπῄρετο κατὰ πάντων

ὁ ἐχθρὸς, καὶ ἐτυράννευεν ὡς ὑποχειρίους πάντας

ἔχων. Τούτου ἕνεκεν σκυλεύσας αὐτὸν ἁπάντων

ὁ Κύριος, λοιπὸν ἀπαγόμενος εἰς τὸν θάνατον, περι-

έκειτο ταῦτα· ἵνα δείξῃ τοῦ θανάτου τὸ κατόρθωμα,

ὅτι οὐχ ἁπλῶς, ἀλλ' ὑπὲρ τῆς σωτηρίας ἡμῶν γέγονε.

Καὶ τὰ μὲν αἵματα ἐν τῇ κοκκίνῃ χλαμύδι εἶχε, τὰς

δὲ ἀκάνθας ἐν τῷ στεφάνῳ, τὸ δὲ χειρόγραφον ἐν τῷ

καλάμῳ, ἐν ᾧ καὶ πάλαι κατέγραφεν ἡμῶν ὁ διάβο-

λος· ἵνα σὺν τῷ θανάτῳ καὶ ταῦτα λοιπὸν ἐξαφανίσῃ,

καὶ τὴν κτίσιν ἀπὸ τούτων καθάρῃ· καὶ ἀντὶ μὲν

τῶν ἀκανθῶν τὸ ξύλον τῆς ζωῆς χαρίσηται· ἀντὶ δὲ

τῶν τῆς ἁμαρτίας αἱμάτων τῷ ἰδίῳ αἵματι τὴν γῆν

καὶ τοὺς πάντας καθαρίσῃ· καὶ ἀντὶ τῆς κατάρας μα-

καρίσῃ λοιπὸν τοὺς ἐν τῇ γῇ, λέγων· »Μακάριοι οἱ

πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.« Διὰ

τοῦτο γὰρ, τὰ ἡμῶν αἵματα βαστάσας, τὸ ἴδιον εἰς

αὐτὴν ἐξεκένωσεν, ἀφ' οὗ καὶ ἀντὶ ἀκανθῶν ἀγαθὰ

καὶ ζωὴ πέφυκεν εἰς αὐτήν· εἰς ἣν ἀποβλέπων

ὁ ἅγιος Δαβίδ φησι· »Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ

Κυρίου ἐν γῇ ζώντων.«

Καὶ ἄλλως δὲ τὸν στέφανον τῶν ἀκανθῶν ἐφό-

ρει, ἵνα τὰς μερίμνας ἡμῶν ἐξαφανίσῃ τοῦ βίου.

Ἐπέῤῥιψε γὰρ ὁ ἄθλιος καὶ ἄκων τὰς μερίμνας ἡμῶν

ἐπ' αὐτὸν οὐκ εἰδὼς, ὅτι, ταύτας βαστάζων ὁ Κύριος,

216

τοὺς πάντας ἀμερίμνους κατ' ἐκείνου κατασκευά-

σει· ὥστε τὸν μὲν σπόρον τοῦ λόγου ἐλεύθερον ἔχειν

ἀπὸ τῶν ἀκανθῶν, ἐν δὲ ταῖς εὐχαῖς τὸ ἀπερίσπα-

στον. Αὐτὸς γὰρ περὶ ἡμῶν ὠδυνᾶτο καὶ ἐμερίμνα,

ἵνα ἡμεῖς ἀνώδυνοι γενώμεθα. Διὰ τοῦτο δὲ πάλιν καὶ

τὸν κάλαμον ἐλάμβανε παρ' αὐτῶν ὁ Κύριος, καὶ αὐ-

τὸς ὁ διάβολος ἐπεδίδου τοῦτον τῷ Κυρίῳ, οὐκ εἰδὼς,

ὅτι καθ' ἑαυτοῦ τὸ ξίφος ἀκονᾷ. Λέγεται γὰρ ὁ κά-

λαμος ἀναιρετικὸς εἶναι τῶν ὄφεων, καὶ τούτῳ μᾶλ-

λον ἢ ἑτέρῳ καταράσσεσθαι αὐτούς. Ἐπεὶ τοίνυν αὐ-

τὸς ὁ Κύριος Σαβαὼθ, ὡς Ἡσαΐας λέγει, ἐδίωκε τὸν

φεύγοντα δράκοντα, τὸν ὄφιν, τὸν μέγαν διάβολον·

τούτου ἕνεκεν αὐτοῦ τὸ ἀναιρετικὸν ἐλάμβανε παρ'

αὐτῶν ὁ Κύριος, ἵνα, τοῖς ἰδίοις ἐξασθενήσαντος τοῦ

διαβόλου, τοῖς τοῦ Κυρίου ἐνδυναμωθῶσιν οἱ ἄνθρω-

ποι. Οἷον δέ τι πεποίηκεν ὁ Δαβὶδ ἐπὶ τοῦ Γολιὰθ,

λαβὼν τοῦ ἐχθροῦ τὸ ξίφος, καὶ ἐν αὐτῷ τὴν κεφα-

λὴν τοῦ ἐχθροῦ τεμών. Τοῦτο νῦν καὶ ὁ Σωτὴρ πε-

ποίηκε, λαβὼν τὸν κάλαμον παρ' αὐτῶν, ἵνα μὴ μό-

νον ἡμᾶς ἐλευθερώσῃ ἀπὸ τῆς ἀπάτης τοῦ ὄφεως,

ἀλλὰ καὶ αὐτὸν τὸν ὄφιν ἀνέλῃ τῷ καλάμῳ, καὶ δείξῃ

νεκρόν. Οὕτω δὲ οὖν παιχθεὶς ὁ ἄθλιος, καὶ ἰδὼν

ἑαυτὸν ἐκπεσόντα τούτων, ἐν οἷς ἐπῄρετο καθ' ἡμῶν·

ἰδὼν δὲ αὐτὸν ἐκβληθέντα ἐκ τῆς γῆς, καὶ τὴν

γῆν καθαριζομένην ἀπὸ τῶν αἱμάτων καὶ τῶν ἀκαν-

θῶν, καὶ ἰδὼν ἑαυτὸν ἀπολέσαντα τὸ χειρόγραφον καὶ

τὸν κάλαμον, ἐν ᾧ κατέγραφεν ἡμῶν, τολμᾷ πάλιν

ἀτόλμητα, πλεῖον ἑαυτὸν καὶ ἐν τούτῳ πλήττων.

Ἀκούσας γὰρ ὁ πονηρὸς λέγοντος τοῦ Κυρίου· »Τὸ

πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενὴς,« νομίσας, ὅτι

ὁ Λόγος συνησθένει τῷ σώματι, καὶ οὐ μᾶλλον τῇ

δυνάμει τοῦ Λόγου συνισχύετο καὶ τὸ σῶμα, πά-

λιν ἐπιχειρεῖ παράνομα· καὶ τοὺς μὲν δημίους παρ-

οξύνει κατὰ τοῦ Σωτῆρος, αὐτὸς δὲ τῶν ἀκανθῶν εἴ-

χετο, καὶ περὶ αὐτὰς ἐκυλίετο, πρᾶγμα πάσχων ἐναν-

τίον. Ἔχων γὰρ αὐτὰς ἀπώλεσε, καὶ ᾠήθη μὴ ἔχων

δύνασθαι λαβεῖν αὐτάς· ἀλλ' οὐ πρότερον εἴληφεν, εἰ

μὴ τὴν καθ' ἡμῶν ἐν αὐταῖς κειμένην κατάραν

ἐκούφισεν ὁ Σωτήρ. Βαστάσαντος γὰρ τοῦ Κυρίου

ταύτην, πάλιν ἔλαβε τὰς ἀκάνθας καὶ τὴν χλαμύδα·

οὐκ ἔτι μὲν ἰσχύοντα καθ' ἡμῶν, ἐκείνων δὲ τὴν πο-

νηρίαν ἐλέγχοντα. Νῦν μὲν γὰρ αὐτὸς ὁ διάβολος ἐν

μὲν ταῖς ἀκάνθαις ὡς ἐν κέντροις ἐστὶ λακτίζων καθ'

ἡμῶν. Λέγεται δὲ αὐτῷ περὶ τῆς κοκκίνης χλαμύδος·

ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔστι

καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν

μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας.

Διὰ τοῦτο καὶ νῦν, κινῶν τοὺς δημίους κατὰ

τοῦ Σωτῆρος, ἐλάκτιζεν ὡς ἐν κέντροις ταῖς ἀκάν-

θαις, καὶ μᾶλλον ἐπλήττετο ἢ ἔπληττεν. Οὓς γὰρ

ἐκίνει κατὰ τοῦ Σωτῆρος, οὗτοι κατ' αὐτοῦ ὡπλί-

ζοντο. Λαμβάνοντες γὰρ τὸν κάλαμον παρὰ τοῦ Κυ-

ρίου, καὶ νομίζοντες αὐτὸν τύπτειν, ἐτύφλωττον, τὸν

217

κινήσαντα αὐτοὺς διάβολον κόπτοντες ἐν ταῖς ἀκάν-

θαις. Καὶ ὥσπερ τὰ ἔθνη, ἀναβάντα κατὰ τῆς Ἱε-

ρουσαλὴμ, ἔκοπτον ἀλλήλους ἐν τῇ κοιλάδι Ἰωσαφὰτ,

καὶ ὡς οἱ διώκοντες τὸν Ἰσραὴλ, ἐλθόντες παρὰ τὰς

ὄχθας, ἀλλήλοις συνεπλέκοντο, καὶ ἀλλήλους κατ-

ελάμβανον· οὕτως καὶ νῦν οἱ διώκοντες τὸν Κύριον,

ἀλλήλους ἔκοπτον ἀγνοοῦντες, βλάπτοντες μὲν αὐτὸν

οὐδὲν, ἑαυτοὺς δὲ μᾶλλον ἀδικοῦντες. Ὥσπερ γὰρ

ἐὰν πέτραν τῇ χειρὶ κόπτειν θέλοι τις, τὴν μὲν πέ-

τραν οὐ τέμνει, τὴν δὲ χεῖρα τραυματίζει· τοῦτον τὸν

τρόπον καὶ οἱ κατὰ τοῦ Κυρίου πράττοντες, ὡς κατὰ

ἀφθάρτου τολμῶντες, διεφθείροντο, καὶ ὡς κατὰ ἀθα-

νάτου ἐπιχειροῦντες, αὐτοὶ μᾶλλον ἀπέθνησκον. Καὶ

τό γε χείριστον, ὅτι διὰ τῶν αὐτοῦ μελῶν ἔπασχεν·

ὃ μάλιστα γέγονε τῷ πανούργῳ πρὸς τελείαν αἰσχύ-

νην. Ὅλως μὲν γὰρ ὑπὸ τοῦ Κυρίου πληττόμενος,

ἠδύνατο καυχᾶσθαι· ὅτε δὲ ὑφ' ὧν ἐδουλεύετο, ὑπὸ

τούτων κόπτεται, τοῦτο πᾶσαν αἰσχύνην ὑπερῆρεν.

Ἀλλ' οὐκ ἐκείνων ἡ πληγὴ τὸν ὄφιν ἀναιρεῖ· οὐ γὰρ

τοσοῦτον ἠδύναντο ἄνθρωποι καὶ δήμιοι ὄντες· ἀλλ'

ἐλύπει μὲν αὐτὸν ἡ ὕβρις ἡ παρὰ τῶν Ἰουδαίων

αὐτῷ γινομένη· ἐτραυμάτιζε δὲ οὐχ ἡ παρὰ τού-

των γινομένη πληγὴ, ἀλλ' ὁ Κύριος ὁ ἀντι-

κρούων τῇ τούτων πληγῇ, καὶ ἡ ἐκ τῆς χειρὸς τοῦ

Σωτῆρος γενομένη δύναμις τῷ καλάμῳ. Καὶ ἐν

τούτῳ γὰρ ὁ Κύριος σχηματισάμενος, καὶ τὰ ἀνθρώ-

πινα προβαλλόμενος, ἐδέχετο τὸν ὄφιν ἐν ταῖς ἀκάν-

θαις, καὶ ὡς ἄνθρωπος τυπτόμενος, συνεχώρει τύπτειν

τὸν ὄφιν τοῖς δημίοις· ἵνα ὁ ποτὲ καυχησάμενος εἶ-

ναι Θεὸς, καὶ καυχησάμενος ὡς τὸν Κύριον πειράσας,

ὑπὸ δημίων τυπτόμενος, τελείαν τὴν αἰσχύνην ἀπ-

ενέγκηται.

Ἀπέβαινε δὲ αὐτῷ ταῦτα καὶ παρὰ γνώμην,

ὧν ἐβούλετο. Ἐνεργῶν γὰρ ἐν τοῖς καταβοῶσι

τοῦ Σωτῆρος, ἠγνόει τὴν σιωπὴν ἀντεισάγων καθ'

ἑαυτοῦ· παροξύνων Πιλᾶτον, οὐκ ᾔδει κατα-

σκευάζων ἀντὶ δειλίας τὴν ἀφοβίαν· κινῶν τύπτεσθαι

τὸν Κύριον, ἐπλανᾶτο δεικνυμένης ἀνεξικακίας.

Καὶ τέλος ἐμπαροινῶν κατὰ τοῦ Σωτῆρος, οὐκ

ἔβλεπεν ἀρετὴν κατὰ κακίας καθοπλίζων· πάσῃ γὰρ

The complete text is available when the reading interface loads.