The Greek Library Author

Anonymous

Vitae monasticae institutio

Authority group
Athanasius of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Vitae monasticae institutio [Sp.], MPG 28: 845–849.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg084.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

περὶ τραπέζης ἐμποιήσῃ σοι τὸν πόθον. Εἴρηται γὰρμὴ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας. Ἐὰν δὲ καὶ συν-εχῶς ἔξω τοῦ κελλίου σου θεάσῃ σεαυτὸν προσκαλού-μενον, παραιτοῦ. Ἔστιν ἐπιζήμιος ἡ ἔξω τοῦ κελλίουσου συνεχὴς διατριβὴ, ἀφαιρεῖται τὴν χάριν, σκοτί-ζει τὸ φρόνημα, μαραίνει τὸν πόθον.{ΤΟΥ ΑΥΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΡΟΣ ΚΑΣΤΟΡΑ ΤΟΝ ΜΑΚΑΡΙΟΤΑΤΟΝ ΠΕΡΙ ΤΩΝ ΚΑΝΟΝΙΚΩΝ ΤΩΝ ΚΟΙΝΟΒΙΩΝ ΔΙΑΤΥΠΩ- ΣΕΩΝ.} Ἐπειδή μοι προσέταξας, μακαριώτατε πάτερ Κά-στορ, γνωρίσαι σοι τὰς κανονικὰς διατυπώσεις τῶνκοινοβίων τῶν ἀνατολικῶν, καὶ μάλιστα τῶν Αἰγυ-πτίων, ὧν αὐτόπτης γέγονα· εἴξας ἐγὼ τῇ ὑμετέρᾳκελεύσει, τοῦτον ὡς ἐν ὀλίγῳ τὸν λόγον ὑμῖν ἀπ-έστειλα· ἵνα ἔχωσιν ἐφόδιον πρὸς ἀρετὴν οἱ συνει-λεγμένοι σὺν Θεῷ ἐν τῷ νέῳ σου μοναστηρίῳ, τοὺςτῶν μακαρίων ἀνδρῶν κανόνας τε καὶ ἄλλους. Ἀναγ-καῖον τοίνυν πρὸ πάντων περὶ προσευχῆς τῆς πάν-των αἰτίας τῶν ἀγαθῶν διηγήσασθαι, ὅπως τε, καὶμετὰ πάσης τῆς καταστάσεως ἐν τοῖς κατὰ τὴν Αἴ-γυπτον μάλιστα καὶ Θηβαΐδα κοινοβίοις ταύτην ἐπι-τελοῦσι. Συναγομένων γὰρ αὐτῶν ἐπὶ τὸ αὐτὸ κατὰτὸν καιρὸν τῆς συνάξεως, ἡνίκα τελειωθῇ ὁ ψαλμὸς,οὐ παραχρῆμα πρὸς γονυκλισίαν ὁρμῶσιν, ἀλλὰ πρὶνἢ τὰ γόνατα κάμψαι, πρὸς ὀλίγον ἱστάμενοι, καὶ τὰςχεῖρας ἐκτεταμένας ἔχοντες, εὔχονται· καὶ μετὰταῦτα χαμαὶ προσπίπτοντες, καὶ πρὸς ὀλίγον πάλινἐν τῇ γονυκλισίᾳ εὐχόμενοι πάντες, ἐν τῷ ἅμα ἐγεί-ρονται· καὶ πάλιν τὰς χεῖρας διαπετάσαντες, ἐκτε-νέστερον καὶ ἐπιτεταμένως τὰς ἱκεσίας ἀποπληροῦ-σιν, οὐδενὸς γόνυ κλίνοντος, ἢ ἐκ τῆς γονυκλισίαςἀνισταμένου, ἕως ἂν ὁ ποιῶν αὐτοῖς τὴν εὐχὴν, κλίνῃπρῶτος, ἢ ἀναστῇ πρῶτος. Καθὰ τοίνυν εἴρηται, ὅτετὰς προειρημένας συνάξεις ἐπιτελέσαι συνέρχονται,σιωπὴ τοσαύτη παρέχεται ὑπὸ πάντων, ὡς νομισθῆ-ναι μηδένα ἄνθρωπον ἐν τῇ τοσαύτῃ τῶν ἀδελφῶνἀναριθμήτῳ πληθύϊ παρεῖναι, ἐξαιρέτως ἐν τῷ καιρῷτῶν προσευχῶν, ὅτε οὔτε πτύσμα προσέρχεται, οὔτεβὴξ ἠχεῖται, οὐκ ἀκηδία, οὐ νυσταγμὸς, οὐ χάσμα,οὐ στεναγμοὶ μετ' ἤχου ἀναπέμπονται. Τὸν γὰρ ἐνχαυνότητι διανοίας μετὰ κραυγῆς τὰς εὐχὰς ἐπιτε-λοῦντα, δισσῶς ἁμαρτάνειν λέγουσι· πρῶτον μὲν ὡςῥᾳθύμως εὐχόμενον, δεύτερον δὲ ὡς ἀπαιδεύτῳ τῇφωνῇ τὴν τοῦ πλησίον ἀκοὴν κατακτυποῦντα, καὶδιασκεδάζοντα τὴν διάνοιαν, συνεπιτιθεμένων καὶτῶν πονηρῶν πνευμάτων, οἳ, ἐπειδὴ ἂν ἴδωσιν ἡμᾶςεἰς προσευχὴν ἱσταμένους, λογισμοῖς ἀπρεπέσι καὶἀκηδίᾳ τὴν ψυχὴν καταβαρύνουσι. Καὶ τούτου χάριντοὺς ψαλμοὺς οὐ μετὰ θορύβου καὶ ταραχῆς σπεύ-δουσιν ἐκτελεῖν, οὐδὲ τῷ πλήθει τῶν στίχων, ἀλλὰτῇ τῆς διανοίας νοήσει εὐφραίνονται, ἐκείνῳ τῷ λο-γισμῷ κατακολουθοῦντες τῷ φάσκοντι· «Ψαλῶ τῷπνεύματι, ψαλῶ καὶ τῷ νοΐ·» ὠφελιμώτερον γὰρἔχουσι τὸ δέκα στίχους μετὰ συνέσεως ψάλλειν, ἢὅλον τὸ ψαλτήριον μετὰ συγχύσεως διανοίας. Τελειωθέντων δὲ τῶν ψαλμῶν καὶ τοῦ κανόνος,οὕτως ὡς ἀνωτέρω ἐμνημονεύσαμεν, οὐδεὶς τῶνἀδελφῶν κἂν πρὸς ὀλίγον στῆναι, ἢ ὁμιλῆσαι μετ'ἄλλου τολμᾷ· ἀλλ' οὐδὲ τοῦ κελλίου προελθεῖν, ἢ τὸἔργον καταλιπεῖν, ὃ μετὰ χεῖρας ἔχουσιν, ἀποστολι-κὸν πληροῦντες παράγγελμα, εἰ μή πού γε χρεία γέ-νηται πρὸς καθῆκόν τινος ἀναγκαίου ἔργου πάνταςσυνεισελθεῖν, ὅπερ οὕτω μετὰ σπουδῆς καὶ ἐξερχό-μενοι πληροῦσιν, ὡς μηδεμίαν ὁμιλίαν μεταξὺ αὐ-τῶν ἀνακύπτειν, ἀλλ' ἕκαστον προσέχοντα τῇ μελέτῃτῆς διανοίας καὶ τῷ ψαλμῷ, πληροῦντες τὸ προτε-ταγμένον. Μεγάλῃ δὲ σπουδῇ φυλάττουσι, μή τις μετὰἄλλου, καὶ μάλιστα ἀρχαρίου, ἀπολειφθῇ τῶν ἀδελ-φῶν ἰδιάζων πού ποτε, ἢ τὰς ἰδίας χεῖρας ἐκτείναςτολμήσῃ κατασχεῖν ἢ περιπλακῆναι ἑτέρῳ. Εἰ δέ τιςπαραβαίνων τὸν κανόνα τοῦτον εὑρεθῇ, ἐπιτιμίῳ βα-ρυτάτῳ ὑποβάλλεται Περὶ μὲν οὖν τοῦ κανονικοῦ τρόπου τῶν τε εὐ-χῶν καὶ τῶν ψαλμῶν, ὃς ὀφείλει ἐν ταῖς καθημερι-ναῖς συνόδοις φυλάττεσθαι, ἱκανῶς ἡμῖν εἴρηται. Ὀφεί-λομεν δὲ λοιπὸν περὶ τῶν ἀποτασσομένων τῷ κόσμῳδιηγήσασθαι, ποίῳ τρόπῳ ἐν τούτοις τοῖς κοινοβίοιςεἰσέρχονται, καὶ διαμένουσι ταπεινοφρονοῦντες καὶὑποτασσόμενοι ἕως βαθυτάτης πολιᾶς. Τοσαύτη γὰρπαρ' αὐτοῖς ἡ ὑπακοὴ καὶ ταπείνωσις ἄχρι γήρως,ὅση οὐκ ἂν εὑρεθῇ οὐδὲ κατὰ τὸν πρῶτον ἐνιαυτὸντοῖς ἀποτασσομένοις ἐν τοῖς καθ' ἡμᾶς μοναστηρίοις.Οὐ πρότερον τοίνυν δεχθήσεται ἔσω ἐν τῷ μοναστη-ρίῳ ὁ θέλων μονάσαι, πρὶν ἀπόδειξίν τινα καὶ πεῖραντοῦ πρὸς Θεὸν πόθου καὶ τῆς ταπεινώσεως καὶ μα-κροθυμίας διὰ τῆς ἐπιπλεῖστον ὑπακοῆς παράσχῃ.Δοκιμασθεὶς οὖν ἐν τούτοις, εὐπρόσδεκτος παρ' αὐτοῖςγίνεται, καὶ διδάσκεται τῆς αὑτοῦ περιουσίας μὴἔχειν τι τεθησαυρισμένον· ἐπίστανται γὰρ τὸν παρα-κρατοῦντά τι τῶν ἰδίων μὴ δύνασθαι διαμένειν πολυ-χρόνιον ἐν τῇ τοῦ μοναστηρίου ὑποταγῇ, καὶ κακου-χίᾳ εἰς τέλος ἐγκαρτερεῖν. Ἡνίκα γὰρ οἱαδήποτεπρόφασις ἢ θλίψις τὴν αὐτοῦ κινήσει διάνοιαν, εὐθὺςἡ τοῦ ἀποκειμένου ἐλπὶς, ὥσπερ σφενδόνη λίθον, τοῦμοναστηρίου ἐκτινάσσει. Διά τοι τοῦτο ἕκαστος αὐ-τῶν γυμνοῦται τῆς ἀρχαίας περιουσίας, ὡς μηδὲ αὐτὸτὸ ἔνδυμα ὃ περιβεβλημένος ἦλθε τοῦ λοιποῦ φορεῖνσυγχωρεῖσθαι. Ἀλλὰ, τῶν ἀδελφῶν πάντων συν-ηγμένων, προαχθεὶς εἰς τὸ μέσον, ἐκδύεται τὰ ἱμάτιατὰ ἴδια, καὶ διὰ τῶν χειρῶν τοῦ ἀββᾶ, ἐνδύμασι τοῦμοναστηρίου μεταμφιέννυται· ὡς διὰ τοῦ τύπου τού-του ἐπιγνῶναι αὐτὸν, ὅτι, πάντων τῶν κοσμικῶνπραγμάτων καὶ τῆς ἀλαζονείας, καὶ τοῦ τύφου γυ-μνωθεὶς, ἐνεδύσατο τὴν πτωχείαν τοῦ Χριστοῦ, καὶὅτι ἀνεπαισχύντως ἐναριθμεῖ ἑαυτὸν, καὶ ἐξισοῖ τῷσώματι τῆς ἀδελφότητος. Τὰ δὲ ἱμάτια ἃ ἀποδύεταιλαβὼν ὁ οἰκονόμος τῆς μονῆς φυλάττει, ἀφορίσας ἕωςδ' ἂν τῆς προκοπῆς αὐτοῦ καὶ τῆς ἀναστροφῆς, καὶὑπομονῆς τῆς ἐν διαφόροις πειρασμοῖς ἀπόδειξιν παρ-άσχῃ. Καὶ εἰ μὲν εὕρωσιν αὐτὸν δυνάμενον ἐν τού-τοις καρτερεῖν, καὶ ἐν σπουδῇ πάσῃ, καὶ διαπύρῳθέρμῃ, ᾗ ἐνήρξατο, διαμένοντα, τοῖς λοιποῖς συναρι-θμοῦσιν ἀδελφοῖς· εἰ δέ τι γογγυσμοῦ ἐλάττωμα, ἢπαρακοῆς οἱασδήποτε ἁμαρτίαν ἐν αὐτῷ καταμάρ-θωσιν [f. καταμάρψωσιν], ἐκδύοντες τοῦτον ἅπερ ἐκτοῦ μοναστηρίου ἐνεδύσαντο, καὶ τοῖς κοσμικοῖς ἐνδύ-μασι πάλιν περιβάλλοντες, ἀπωθοῦνται τοῦ κοινοβίου.Ὡς ἐκ ταύτης λοιπὸν τῆς ἀκριβείας μὴ εὐχερὲς εἶ-ναι τῷ βουλομένῳ εἰσέρχεσθαι ὡς βούλεται ἢ ἀνα-χωρεῖν τῆς μονῆς, ἀλλὰ τὸν μὴ ἐμμένοντα κατὰπάντα τρόπον τῇ ἰδία ὁμολογίᾳ μετενδύεσθαι τοῦμοναστηρίου. Ὅτε τοίνυν ὁ ὑποδεχθεὶς ταύτῃ, ᾗπερ εἰ-ρήκαμεν, ἀκριβείᾳ δοκιμασθῇ, καὶ ἄμεμπτος εὑ-ρεθῇ, οὐ παραχρῆμα τῇ συνοδίᾳ τῶν ἀδελφῶν συν-αναμίγνυσθαι ἐπιτρέπεται, ἀλλὰ παραδίδοται τῷἐπιτεταγμένῳ τὴν φροντίδα τῶν ξένων, καὶ τούτοιςπᾶσαν ἐπιμέλειαν καὶ ὑπηρεσίαν ποιεῖν προστάσσεται·καὶ ὅτε ὁλόκληρον ἐνιαυτὸν ἀμέμπτως ἐξυπηρετήσῃτοῖς ξένοις, τυπωθεὶς διὰ τούτου πρὸς ταπείνωσινκαὶ μακροθυμίαν, συναριθμεῖται λοιπὸν τῇ συνοδίᾳτῶν ἀδελφῶν, καὶ παραδίδοται ἑνὶ τῶν γερόντων, ὃςταύτην ἔχει τὴν μέριμναν, ὅπως διδάξῃ τὸν μαθη-τευόμενον, διὰ ποίας ὁδοῦ ἀρξάμενος δυνηθῇ ἐπὶ τὴντελειότητα τῶν ἀρετῶν φθάσαι. Ἐν πρώτοις οὖν δι-δάσκει αὐτὸν σπουδάζειν νικᾷν τὰς ἰδίας ἐπιθυμίαςκαὶ ἡδονὰς, διὰ τὸ ἐπιτάσσειν αὐτῷ τὰ ἐναντία τῶν