The Greek Library Author

Athanasius of Alexandria

Epistula ad Ioannem et Antiochum

Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Ἰωάννην καὶ Ἀντίοχον

Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius

Edition reference
Critical edition (without critical apparatus; based on http://www.athanasius.theologie.uni-erlangen.de/epioant.html) Athanasius Werke. Band 2: Die »Apologien«. Lieferung 8: Apologia ad Constantium / Epistula ad Ioannem et Antiochum / Epistula ad Palladium / Epistula ad Dracontium / Epistula ad Afros / Tomus ad Antiochenos / Epistula ad Jovianum / Epistula Joviani ad Athanasium / Petitiones Arianorum Hanns Christof Brennecke Uta Heil Annette von Stockhausen Walter de Gruyter Berlin/New York 310–311 2006
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg135.local001
Corpus release
2.2.0 · 2026-08-29

Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Ἰωάννην καὶ Ἀντίοχον

Ἀθανάσιος Ἰωάννῃ καὶ Ἀντιόχῳ, ἀγαπητοῖς υἱοῖς καὶ συμπρεσβυτέροις, ἐν κυρίῳ χαίρειν.

Ἐχάρην δεξάμενος ὑμῶν καὶ νῦν ἐπιστολήν, ὅτι μάλιστα ἀπὸ Ἱεροσολύμων ἐγράψατε, καὶ χάριν ὑμῖν ἔχω, ὅτι ἐδηλώσατε περὶ τῶν ἀδελφῶν τῶν ἐκεῖ συναγομένων καὶ περὶ τῶν βουλομένων προφάσει ζητημάτων ταράττειν τοὺς ἀκεραίους.

ἀλλὰ περὶ μὲν τούτων παραγγελλέτω ὁ ἀπόστολος μὴ προσέχειν τοῖς λογομαχοῦσι καὶ μηδὲν ἕτερον ζητοῦσιν ἢ λέγειν τι καινὸν καὶ ἀκούειν. ὑμεῖς δὲ ἔχοντες τὸν θεμέλιον ἀσφαλῆ , ὅς ἐστιν Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν, καὶ τὴν τῶν πατέρων περὶ τῆς ἀληθείας ὁμολογίαν τοὺς πλέον τι ταύτης ἢ ἔλαττον λαλεῖν θέλοντας ἀποστρέφεσθε καὶ μᾶλλον τῆς τῶν ἀδελφῶν ὠφελείας γίνεσθε, εἰς τὸ φοβεῖσθαι τὸν θεὸν καὶ τὰς ἐντολὰς τηρεῖν, ἵνα καὶ ἐκ τῆς διδασκαλίας τῶν πατέρων καὶ ἐκ τῆς τῶν ἐντολῶν τηρήσεως δυνηθῶσιν εὐάρεστοι τῷ κυρίῳ φανῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

πάνυ δὲ τεθαύμακα τὴν θρασύτητα τῶν τολμώντων λαλεῖν κατὰ τοῦ ἀγαπητοῦ ἡμῶν, τοῦ ἀληθῶς θεοῦ δούλου Βασιλείου τοῦ ἐπισκόπου. ἐκ γὰρ τῆς τοιαύτης φλυαρίας ἐλέγχεσθαι δυνήσονται ὡς οὐδὲ τῶν πατέρων ἀγαπῶντες τὴν ὁμολογίαν.

προσαγορεύετε τοὺς ἀδελφούς. προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοί. ἐρρῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι, ἀγαπητοὶ καὶ ποθεινότατοι υἱοί.