The Greek Library Author

Athanasius of Alexandria

Epistula ad Palladium

Τοῦ αὐτοῦ

Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius

Edition reference
Critical edition (without critical apparatus; based on https://www.athanasius.theologie.uni-erlangen.de/eppall.html) Athanasius Werke. Band 2: Die »Apologien«. Lieferung 8: Apologia ad Constantium / Epistula ad Ioannem et Antiochum / Epistula ad Palladium / Epistula ad Dracontium / Epistula ad Afros / Tomus ad Antiochenos / Epistula ad Jovianum / Epistula Joviani ad Athanasium / Petitiones Arianorum Hanns Christof Brennecke Uta Heil Annette von Stockhausen Walter de Gruyter Berlin/New York 312–313 2006
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg136.local001
Corpus release
2.2.0 · 2026-08-29

Τοῦ αὐτοῦ

Ἀγαπητῷ υἱῷ Παλλαδίῳ πρεσβυτέρῳ Ἀθανάσιος ὁ ἐπίσκοπος ἐν κυρίῳ χαίρειν.

Καὶ τὴν παρὰ σοῦ μόνου γραφεῖσαν ἐπιστολὴν δεξάμενος ἐχάρην, μάλιστα ὅτι συνήθως ἔπνεες ὀρθοδοξίας, καὶ τὴν αἰτίαν [δέ], δι’ ἣν μετὰ τοῦ ἀγαπητοῦ ἡμῶν Ἰννοκεντίου διάγεις, οὐ πρῶτον νῦν ἀλλ’ ἔκπαλαι μαθὼν ἀπεδεξάμην σου τὴν εὐλάβειαν.

οὕτω τοίνυν πράττων γράφε καὶ γνώριζε ἡμῖν πῶς οἱ ἐκεῖ ἀδελφοὶ καὶ πῶς οἱ ἐχθροὶ τῆς ἀληθείας περὶ ἡμῶν διανοοῦνται.

ἐπειδὴ δὲ καὶ περὶ τῶν μοναζόντων τῶν ἐν Καισαρείᾳ ἐδήλωσας – ἔμαθον δὲ παρὰ τοῦ ἀγαπητοῦ ἡμῶν Διανίου–, ὡς λυπουμένων καὶ ἀνθισταμένων αὐτῶν τῷ ἀγαπητῷ ἡμῶν Βασιλείῳ τῷ ἐπισκόπῳ, σὲ μὲν ἀπεδεξάμην δηλώσαντα, αὐτοῖς δὲ τὰ πρέποντα δεδήλωκα, ἵν’ ὡς τέκνα ὑπακούωσι πατρὶ καὶ μὴ ἀντιλέγωσιν, οἷς αὐτὸς δοκιμάζει.

εἰ μὲν γὰρ ὕποπτος ἦν περὶ τὴν ἀλήθειαν, καλῶς ἐμάχοντο· εἰ δὲ τεθαρρήκασι, τεθαρρήκαμεν δὲ καὶ πάντες ἡμεῖς, ὡς καύχημα τῆς ἐκκλησίας ἐστὶν ἀγωνιζόμενος μᾶλλον ὑπὲρ τῆς ἀληθείας καὶ διδάσκων τοὺς δεομένους· οὐ χρὴ πρὸς τὸν τοιοῦτον μάχεσθαι, ἀλλὰ καὶ μᾶλλον ἀποδέχεσθαι τὴν ἀγαθὴν αὐτοῦ συνείδησιν. ἐξ ὧν γὰρ διηγήσατο ὁ ἀγαπητὸς Διάνιος μάτην φαίνονται λυπούμενοι.

αὐτὸς μὲν γάρ, ὡς τεθάρρηκα, τοῖς ἀσθενοῦσιν ἀσθενὴς γίνεται, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ· οἱ δὲ ἀγαπητοὶ ἡμῶν ἀποβλέποντες εἰς τὸν σκοπὸν τῆς ἀληθείας αὐτοῦ καὶ τὴν οἰκονομίαν δοξαζέτωσαν τὸν κύριον τὸν δεδωκότα τῇ Καππαδοκίᾳ τοιοῦτον ἐπίσκοπον, οἷον καὶ ἑκάστη χώρα ἔχειν εὔχεται.

καὶ σὺ οὖν, ἀγαπητέ, θέλησον αὐτοῖς δηλῶσαι, ἵνα, ὡς ἔγραψα, πεισθῶσι. τοῦτο γὰρ καὶ αὐτοὺς συνίστησιν εὐγνώμονας πρὸς πατέρα· τοῦτο καὶ τὴν εἰρήνην τῆς ἐκκλησίας διαφυλάττει.

ἐρρῶσθαί σε ἐν κυρίῳ εὔχομαι ἀγαπητὲ υἱέ.