In Barlaam martyrem
- Authority group
- Basil of Caesarea (catalogue association; authorship remains anonymous)
- Edition reference
- In Barlaam martyrem [Sp.], MPG 31: 484– 489.
- CTS identifier
urn:cts:greekLit:tlg2040.tlg033.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
χειρὶ τὰς ἐκείνων κεφαλὰς συγκατέτηξας· νῦνδὲ τεφρωθείσῃ ταύτῃ τὰς αὐτῶν στρατιὰς ἀποτυ-φλοῖς καταπατῶν. Ἀλλὰ τί παιδικοῖς ἐλαττῶ τὸνἀριστέα ψελλίσμασι; Ταῖς μεγαλοπρεπεστέραιςτοίνυν τὸν εἰς αὐτὸν ὕμνον παραχωρήσωμεν γλώτ-ταις· τὰς μεγαλοφωνοτέρας τῶν διδασκάλων ἐπ'αὐτῷ καλέσωμεν σάλπιγγας. Ἀνάστητέ μοι νῦν, ὦλαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι·τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέ-ραις μεγαλύνατε τέχναις. Ἀμαυρότερον παρ' ἐμοῦτὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίαςπεριλάμψατε χρώμασιν. Ἀπέλθω τῇ τῶν ἀριστευ-μάτων τοῦ μάρτυρος παρ' ὑμῶν νενικημένος γραφῇ·χαίρω τὴν τοιαύτην τῆς ὑμετέρας ἰσχύος σή-μερον νίκην ἡττώμενος. Ἴδω τῆς χειρὸς πρὸς τὸπῦρ ἀκριβέστερον παρ' ὑμῶν γραφομένην τὴν πά-λην· ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν πα-λαιστὴν γεγραμμένον εἰκόνος. Κλαυσάτωσαν δαίμο-νες, καὶ νῦν ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαιςπληττόμενοι. Φλεγομένη πάλιν αὐτοῖς ἡ χεὶρ καὶ νι-κῶσα δεικνύσθω. Ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός· ᾧ ἡ δόξα εἰςτοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.{ΟΜΙΛΙΑ ΙΗʹ.}{Εἰς Γόρδιον τὸν μάρτυρα.} Νόμος ἐστὶ φύσεως ταῖς μελίσσαις μὴ ἀπαί-ρειν τῶν σίμβλων πρὶν ἂν ὁ βασιλεὺς αὐτῶν τῆςπτήσεως ἀφηγήσηται. Ἐπεὶ οὖν καὶ τὸν λαὸν Κυρίουεἶδον νῦν πρῶτον ἐπὶ τὰ οὐράνια ἄνθη, τοὺς μάρ-τυρας, ἐξιόντα, ζητῶ τὸν ἡγεμόνα. Τίς ὁ κινήσαςτὸν πολὺν τοῦτον ἐσμόν; τίς ὁ τὴν χειμερινὴν κατ-ήφειαν εἰς ἐαρινὴν φαιδρότητα μεταστήσας; Νῦνγὰρ δὴ πρῶτον ὁ λαὸς, οἱονεὶ σίμβλων τινῶν, τῆςπόλεως προχυθέντες, τὸν προπόλεον κόσμον, τὸσεμνὸν τοῦτο καὶ πάγκαλον τῶν μαρτύρων στάδιον,πανδημεὶ κατειλήφασιν. Ἐπεὶ οὖν καὶ ἡμᾶς ἀνα-στῆσαν ἤγαγε τὸ θαῦμα τοῦ μάρτυρος, ἐκλαθομέ-νους τῆς ἀσθενείας, δεῦρο δὴ καὶ αὐτοὶ τῇ κατὰδύναμιν φωνῇ, οἷόν τινι ἄνθει τῶν τοῦ ἀνδρὸς ἔργωνπεριβομβήσωμεν, ὅσιά τε ποιοῦντες καὶ τοῖς παρ-οῦσιν ἅμα κεχαρισμένα· Ἐγκωμιαζομένου γὰρδικαίου, εὐφρανθήσονται λαοὶ, ὁ σοφὸς ἡμῖν ἀρ-τίως ἔλεγε Σολομών. Καίτοιγε ἠπόρουν κατ' ἐμαυ-τὸν, τί ποτε ἄρα βούλεται τῷ παροιμιαστῇ τὸ αἴ-νιγμα. Ἆρα, ὅτι, ῥήτορός τινος ἢ λογογράφου δεινοῦσυνθέντος λόγον πρὸς τὴν τῶν ἀκουόντων ἔκπληξιν,ἤχῳ τινὶ κεκομψευμένῳ κατακτυποῦντι τὰς ἀκοὰς,εὐφραίνονται οἱ λαοὶ, τήν τε εὕρεσιν τῶν νοημάτων,καὶ τὴν διάθεσιν, καὶ τὸ τῆς λέξεως πομπικὸν καὶπρὸς ἁρμονίαν κεκροτημένον ἀποδεχόμενοι; Ἢ τοῦ-το μὲν οὐκ ἂν εἶπέ ποτε ὁ μηδαμοῦ τῷ τοιούτῳ εἴδειτῶν λόγων χρησάμενος· οὐδ' ἂν προέτρεψεν ἡμᾶςπανηγυρικῶς ἐμπομπεύειν τοῖς ἐγκωμίοις τῶνμακαρίων ὁ τὸ πεζὸν τῆς λέξεως καὶ τὸ τῆς φωνῆςἀκατάσκευον πανταχοῦ προτιμήσας. Τί οὖν ἐστιν, ὅφησιν; Ὅτι εὐφραίνονται λαοὶ εὐφροσύνην πνευμα-τικὴν ἐπὶ μόνῃ τῇ ὑπομνήσει τῶν τοῖς δικαίοις κατ-ωρθωμένων, εἰς ζῆλον καὶ μίμησιν τῶν ἀγαθῶν,ἀφ' ὧν ἀκούουσιν, ἐναγόμενοι. Ἡ γὰρ τῶν εὐπολι-τεύτων ἀνδρῶν ἱστορία οἷόν τι φῶς τοῖς σωζομένοιςπρὸς τὴν τοῦ βίου ὁδὸν ἐμποιεῖ. Διότι ὁμοῦ τε ἠκού-σαμεν διηγουμένου τοῦ Πνεύματος τὸν Μωϋσέως βίον,καὶ εὐθὺς ἡμᾶς ζῆλος εἰσῆλθε τῆς ἀρετῆς τοῦ ἀνδρὸς,καὶ τὸ πρᾶον τοῦ τρόπου ζηλωτὸν ἑκάστῳ καὶ μα-καριστὸν κατεφάνη. Τοῖς μὲν γὰρ ἄλλοις ἀνθρώποιςἐκ τῆς τῶν λόγων αὐξήσεως συνίσταται τὰ ἐγκώμια·τοῖς δικαίοις δὲ ἀρκεῖ τῶν πεπραγμένων αὐτοῖς ἡἀλήθεια πρὸς τὸ δεῖξαι αὐτῶν τὸ ὑπερβάλλον τῆςἀρετῆς. Ὥστε, ὅταν διηγώμεθα τοὺς βίους τῶν δια-πρεψάντων ἐν εὐσεβείᾳ, δοξάζομεν πρῶτον τὸν Δε-σπότην διὰ τῶν δούλων· ἐγκωμιάζομεν δὲ τοὺς δι-καίους διὰ τῆς μαρτυρίας ὧν ἴσμεν, εὐφραίνομενδὲ τοὺς λαοὺς διὰ τῆς ἀκοῆς τῶν καλῶν. Προτροπὴγὰρ πρὸς σωφροσύνην ὁ βίος τοῦ Ἰωσὴφ, καὶπρὸς ἀνδρίαν παράκλησις τὰ τοῦ Σαμψὼν διηγήματα. Οὐκ οἶδεν οὖν ἐγκωμίων νόμον τὸ θεῖον διδασκα-λεῖον, ἀλλὰ τὴν μαρτυρίαν τῶν πεπραγμένωνἀντ' ἐγκωμίων λογίζεται, ὡς καὶ τοῖς ἁγίοις ἐξαρ-κοῦσαν πρὸς ἔπαινον, καὶ τοῖς ὡρμημένοις πρὸςἀρετὴν αὐτάρκη οὖσαν εἰς ὠφέλειαν. Ἐγκωμίωνμὲν γὰρ νόμος πατρίδα διερευνᾶσθαι, καὶ γένοςἀναζητεῖν, καὶ ἀγωγὴν διηγεῖσθαι· ὁ δὲ ἡμέτεροςνόμος, τοὺς τῶν γειτόνων λόγους κατασιγάσας, ἀπὸτῶν ἰδίων ἑκάστου τὴν μαρτυρίαν πληροῖ. Τί γὰρἐγὼ παρὰ τοῦτο σεμνότερος, εἰ ἡ πόλις ποτὲ χαλε-ποὺς καὶ μεγάλους ἀγῶνας διενεγκοῦσα, λαμπρὰκατὰ τῶν πολεμίων ἀνέστησε τρόπαια; τί δὲ, εἰθέσεως εὐκαίρως ἔχει, ὡς πρὸς χειμῶνά τε εἶναικαὶ θέρος ἐπιτηδείαν; Εἰ δὲ καὶ ἡ αὐτὴ ἀνδρῶν τέἐστιν εὔφορος, καὶ βοσκήματα τρέφειν αὐτάρκης, τίμοι ἐκ τούτων ὄφελος; Ἀλλὰ καὶ ταῖς τῶν ἵππωνἀγέλαις τῆς ὑφ' ἡλίῳ κρατεῖ. Τί οὖν ἡμᾶς δύναταιταῦτα τὴν ἀνθρωπείαν ἀρετὴν βελτίους ποιῆσαι; Ἦπου καὶ τὰς τοῦ γείτονος ὄρους κορυφὰς διηγούμενοι,ὡς ὑπερνεφεῖς τέ εἰσι καὶ ἐπὶ πολὺ τοῦ ἀέρος διαν-εστήκασιν, ἑαυτοὺς ἀπατήσομεν ὡς τοῖς ἀνδράσιδιὰ τούτων ἐκπληροῦντες τὸν ἔπαινον; Πάντων ἐστὶκαταγελαστότατον, ὅλου τοῦ κόσμου παρὰ τῶν δι-καίων ὑπεροφθέντος, ἡμᾶς ἐξ ὀλίγων τῶν ἀτιμα-σθέντων πληροῦν αὐτοῖς τὰ ἐγκώμια. Ἀρκεῖ τοίνυνἡ μνήμη πρὸς ὠφέλειαν διηνεκῆ. Οὐ γὰρ δὴ ἐκείνοιςχρεία προσθήκης εἰς εὐδοκίμησιν, ἀλλ' ἡμῖν τοῖς ἐντῷ βίῳ ἀναγκαία ἡ μνήμη διὰ τὴν μίμησιν. Ὥσπεργὰρ τῷ πυρὶ αὐτομάτως ἕπεται τὸ φωτίζειν, καὶ τῷμύρῳ τὸ εὐωδεῖν· οὕτω καὶ ταῖς ἀγαθαῖς πράξεσινἀναγκαίως ἀκολουθεῖ τὸ ὠφέλιμον. Καίτοι οὐδὲ τοῦτομικρὸν, ἀκριβῶς τυχεῖν τῆς ἀληθείας τῶν τότε.Ἀμυδρὰ γάρ τις φήμη πρὸς ἡμᾶς διεδόθη, τὰςἐπὶ τῶν ἀγώνων ἀνδραγαθίας τοῦ ἀνδρὸς διασώζου-σα. Καί πως δοκεῖ τὸ καθ' ἡμᾶς τῷ τῶν ζωγρά-φων προσεοικέναι. Καὶ γὰρ ἐκεῖνοι, ἐπειδὰν ἐξ εἰκό-νων μεταγράφωσι τὰς εἰκόνας, πλεῖστον, ὡς εἰκὸς,τῶν ἀρχετύπων ἀπολιμπάνονται· καὶ ἡμᾶς, αὐτῆςτῆς θέας τῶν πραγμάτων ἀπολειφθέντας, κίνδυνοςοὐ μικρὸς τὴν ἀλήθειαν ἐλαττῶσαι. Ἀλλ' ἐπειδὴἐνέστηκεν ἡ ἡμέρα ὑπόμνησιν φέρουσα μάρτυρος,ἐπιφανῶς τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις ἐναθλήσαν-τος, εἴπωμεν ὅσα οἴδαμεν. Οὗτος ἔφυ μὲν ἀπὸ τῆςπόλεως ταύτης, ὅθεν καὶ μᾶλλον αὐτὸν ἀγαπῶμεν,διότι οἰκεῖος ἡμῖν ὁ κόσμος ἐστίν. Ὥσπερ γὰρ τὰεὔκαρπα τῶν φυτῶν, οὓς ἂν ἐκθρέψῃ καρποὺς, τῇοἰκείᾳ γῇ παρατίθεται· οὕτω καὶ οὗτος ἐκ τῶν λα-γόνων τῆς ἡμετέρας ἀναδραμὼν, καὶ πρὸς μήκιστονὕψος τῆς δόξης διαναστὰς, τῇ ἐνεγκούσῃ καὶ θρε-ψαμένῃ τῶν οἰκείων τῆς εὐσεβείας καρπῶν τὴν ἀπό-λαυσιν ἐχαρίσατο. Καλοὶ μὲν γὰρ καὶ οἱ ἐκ τῆς ὑπερ-ορίας καρποὶ, ὅταν ἡδεῖς τε ὦσι καὶ τρόφιμοι·πολλῷ μέντοι ἡδίους τῶν ἐπηλύδων οἱ ἡμεδαποὶ καὶἐγχώριοι, πρὸς τῇ ἀπολαύσει ἔτι καὶ καλλωπισμόντινα ἡμῖν διὰ τῆς οἰκειότητος χαριζόμενοι. Ἐγκατ-ειλεγμένος δὲ στρατείᾳ ἐπιφανεῖ, ὡς ἑκατὸνστρατιωτῶν ἀρχὴν πιστευθῆναι, καὶ σώματος ῥώμῃκαὶ ψυχῆς ἀνδρίᾳ τοῖς στρατιωτικοῖς καταλόγοιςἐμπρέπων. Ἐπεὶ δὲ ὁ τότε τύραννος τὸ πικρὸν καὶἀνήμερον τῆς ψυχῆς μέχρι τοῦ πολέμου τῆς Ἐκ-κλησίας ἐξέτεινε, καὶ ἦρε χεῖρα θεομάχον κατὰ τῆςεὐσεβείας, κηρύγματα δὲ ἦν πανταχοῦ, καὶ διαγράμ-ματα ἥπλωτο κατὰ πᾶσαν ἀγορὰν καὶ πάντα τόπονἐπίσημον, μὴ προσκυνεῖσθαι Χριστὸν, ἢ θάνατον εἶ-ναι τὴν ζημίαν τοῖς προσκυνοῦσι· καὶ πρόσταγμα