Sermo 10 (praevia institutio ascetica)
- Authority group
- Basil of Caesarea (catalogue association; authorship remains anonymous)
- Edition reference
- Sermo 10 (praevia institutio ascetica) [Dub.], MPG 31: 620–625. BASILIUS Caesariensis
- CTS identifier
urn:cts:greekLit:tlg2040.tlg040.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
ἀγῶσι τῆς ὁμολογίας καὶ ταῖς νίκαις τῆς μαρτυρίαςἐκλάμπουσιν. Ἠκολούθουν δὲ καὶ αὐτῷ τῷ Κυρίῳκατὰ τὴν παρουσίαν οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖ-κες, καὶ δι' ἀμφοτέρων ἡ λειτουργία τοῦ Σωτῆροςἐπετελεῖτο. Τοιούτων καὶ οὕτως ἐνδόξων ἀποκειμένωντῇ στρατείᾳ τῇ κατὰ Χριστὸν, ἐπιθυμείτωσαν.αὐτῆς καὶ πατέρες παίδων, καὶ μητέρες θυγατέρων.Προσαγέτωσαν τὰ αὑτῶν γεννήματα, χαίροντες ἐπὶταῖς αἰωνίοις ἐλπίσιν, ὧν οἱ παῖδες αὐτοῖς μεθέξουσι,προστάτας ἔχειν παρὰ Χριστῷ καὶ πρεσβευτὰς ἀγα-θοὺς ἐπιθυμοῦντες. Καὶ μὴ μικρόψυχοι περὶ τοὺςπαῖδας γενώμεθα, μηδὲ φοβηθῶμεν εἰ πονήσουσιν,ἀλλ' εὐφρανθῶμεν, ὅτι δοξασθήσονται. Παραστήσωμεντῷ Κυρίῳ τὰ δοθέντα παρ' αὐτοῦ, ἵνα καὶ τῆς εὐδο-κιμήσεως τῶν παίδων γενώμεθα κοινωνοὶ, συμπροσ-άγοντες ἑαυτοὺς καὶ συμπαριστῶντες. Τοῖς δὴοὕτω προθυμουμένοις καὶ οὕτως ἀγωνιζομένοιςκαλῶς ἄν τις ἐκ τοῦ Ψαλμῳδοῦ λέγοι· Εὐλογημένοιὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶτὴν γῆν. Καὶ κατὰ τὸν Μωσέα, εὔξεται περὶ αὐτῶν·Εὐλόγει, Κύριε, τὰ ἔργα αὐτῶν· κάταξον ὀφρὺνἀνθεστηκότων αὐτοῖς. Ἀνδρίζεσθε ὡς γενναῖοι,δράμετε γενναίως τὸν δρόμον ἐπὶ τοῖς αἰωνίοις στε-φάνοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξαεἰς τοὺς αἰῶνας. Ἀμήν.{ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ,καὶ παραίνεσις περὶ ἀποταγῆς βίου, καὶ τελειώ-σεως πνευματικῆς.} Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πε-φορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς, φησὶν ἡ θείαφωνὴ, εἴτε τὴν ἐκεῖ ἀνάπαυσιν, εἴτε τὴν ἐντεῦθεναἰνιττομένη. Πλήν γε προσκαλεῖται ἡμᾶς, τοῦτο μὲντὸν φόρτον τῆς πολυκτησίας διὰ τῆς εἰς τοὺς δεομέ-νους ἀποθέσεως προτρέπουσα ἀποβάλλεσθαι· τοῦτοδὲ, τὸν ἐκ τούτου προσγινόμενον ἡμῖν ἐσμὸντῶν ἁμαρτημάτων διὰ τῆς εὐποιίας καὶ ἐξαγορεύ-σεως ἀποῤῥίψαντας, προσδραμεῖν τῷ σταυροφόρῳ βίῳτῶν μοναχῶν. Ὁ τοίνυν ὑπακοῦσαι Χριστῷ προῃρη-μένος, καὶ πρὸς τὸν πτωχὸν καὶ ἀπερίσπαστον βίονἐπειγόμενος, θαυμαστὸς ὡς ἀληθῶς καὶ μακαριστός.Ἀλλὰ, παρακαλῶ, μὴ ἀδοκιμάστως τοῦτο ποιείτω,μηδὲ ὑπογραφέτω ἑαυτῷ ἀνεκτότητα βίου, καὶ σωτη-ρίαν ἄμαχον· ἀλλὰ μᾶλλον προγυμναζέτω ἑαυτὸνπρὸς εὐδοκίμησιν ὑπομονῆς θλίψεων σωματικῶν τεκαὶ πνευματικῶν, ἵνα μὴ, ἀπροσδοκήτοις ἑαυτὸνἐμβαλὼν παλαίσμασιν, εἶτα ἀδυνατῶν πρὸς τὴν ἀντί-στασιν τῶν ἐπερχομένων αὐτῷ δοκιμιῶν, εὑρεθῇπαλινδρομῶν πρὸς τὰ ἀφ' ὧν ἐξελήλυθε, σὺν αἰσχύνῃκαὶ γέλωτι, μετὰ κατακρίσεως ψυχῆς ἐπανερχόμενοςτῷ βίῳ, καὶ πολλοῖς σκάνδαλον γινόμενος, ἀδυναμίαςὑπολήψεις πᾶσιν ἐμποιῶν τῆς ἐν Χριστῷ πολι-τείας, οὗ τὸν κίνδυνον ἴστε πάντες οἱ τὰ Εὐαγγέλιαἀναγινώσκοντες, ἐν οἷς λέγει ἡ θεία φωνή· Συμφέρειαὐτῷ ἵνα μύλος ὀνικὸς περίκειται περὶ τὸν τρά-χηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν,ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. Οὐ γὰρμόνον ὑπεύθυνος ἔσται τῇ καταδίκῃ τοῦ λει-ποταξίου, ἀλλὰ καὶ τῆς τῶν ἀνατρεπομένων ὑπ'αὐτοῦ ἀπωλείας, κἂν δόξῃ φρενοβλαβέσι λογισμοῖςπείθειν ἑαυτὸν ἐν τῷ βίῳ διάγοντα ἀγαθοεργίαις ἐξευ-μενίζειν τὸ θεῖον· ὅπερ ἐστὶν αὐτῷ ἀδύνατον. Ὁ γὰρμὴ ἰσχύσας ἐν τῷ δυσαμαρτήτῳ βίῳ διὰ τὸ ἀπερί-σπαστον ἐνεγκεῖν τὰ παλαίσματα τοῦ ἐχθροῦ, πῶς ἐντῷ πολυαμαρτήτῳ καὶ ὑπ' αὐτοῦ ἀρχομένῳ βίῳ δυνή-σεται κατορθῶσαί τι τῶν ἐναρέτων; Ἵνα δὲ καὶδοίη τις διορθοῦν ἑαυτοῦ τὸν οἰκεῖον βίον, τὸ ἔγκληματῆς τοῦ Χριστοῦ ἐγκαταλείψεως οὐκ ἐκφεύξεται, καθὰκαὶ οἱ ἐν τῷ Εὐαγγελίῳ δηλούμενοι μαθηταὶ, περὶὧν φησιν ὁ θεῖος εὐαγγελιστής· Πολλοὶ δὲ τῶνμαθητῶν ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι περι-επάτουν μετὰ Ἰησοῦ, λέγοντες· Σκληρός ἐστιν ὁλόγος αὐτοῦ, τίς δύναται αὐτοῦ ἀκούειν; Διὰ γὰρτοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς, κηδόμενος τῆς ἡμῶνσωτηρίας, εἰς δύο διεῖλε βίους τὴν τῶν ἀνθρώπωνδιαγωγὴν, συζυγίαν λέγω καὶ παρθενίαν, ἵνα ὁ μὴδυνάμενος ὑπενεγκεῖν τὸν τῆς παρθενίας ἆθλον ἔλθοιἐπὶ συνοίκησιν γυναικὸς, ἐκεῖνο εἰδὼς, ὡς ἀπαιτηθήσε-ται λόγον σωφροσύνης καὶ ἁγιασμοῦ, καὶ τῆς πρὸς τοὺςἐν συζυγίαις καὶ τεκνοτροφίαις ἁγίους ὁμοιώσεως.Οἷος ἦν ἐν μὲν τῇ Παλαιᾷ Διαθήκῃ Ἀβραὰμ, ὃς, τῇτοῦ Θεοῦ προτιμήσει τὸν μονογενῆ θυσιάζων ἀσυμ-παθῶς, ἐμεγαλαύχει, καὶ τὰς τῆς σκηνῆς αὐτοῦθύρας διαπεπετασμένας εἶχε, πρὸς ὑποδοχὴν τῶν ἐπι-ξενοῦσθαι μελλόντων ἑτοιμαζόμενος. Οὐ γὰρ ἤκουσε·Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς.Καὶ τὰ μείζονα τούτων ἐπεδείξατο Ἰὼβ, καὶ ἕτεροιπλεῖστοι, Δαβίδ τε καὶ Σαμουήλ. Ἐν δὲ τῇ Νέᾳ Δια-θήκῃ, οἷος Πέτρος ἦν, καὶ οἱ λοιποὶ τῶν ἀποστόλων.Ἀπαιτηθήσεται γὰρ πᾶς ἄνθρωπος τοὺς καρποὺςτῆς πρὸς Θεὸν ἀγάπης καὶ τὸν πλησίον, καὶ τῆς παρα-τροπῆς τῶν ἐντολῶν τούτων καὶ πασῶν τίσει δίκας. Κα-θὼς καὶ ὁ Κύριος ἐντοῖς Εὐαγγελίοις δηλοῖ λέγων· Ὁ ἀγα-πῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος·καὶ, Ὃς οὐ μισεῖ τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρααὐτοῦ, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, ἔτι δὲ καὶτὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής. Ἆρά σοι δοκεῖ καὶ τοῖς ὑπογυναίοις τεθεῖσθαιτὰ Εὐαγγέλια; Ἰδοὺ, σεσαφήνισταί σοι, ὡςπάντες ἄνθρωποι ἀπαιτηθησόμεθα τὴν πρὸς τὸ Εὐ-αγγέλιον ὑπακοὴν, μοναχοί τε καὶ οἱ ἐν συζυγίαις.Ἀρκέσει γὰρ τῷ ἐπὶ γάμον ἐλθόντι ἡ συγγνώμη τῆςἀκρασίας καὶ τῆς πρὸς τὸ θῆλυ ἐπιθυμίας τεκαὶ συνουσίας· τὰ δὲ λοιπὰ τῶν ἐντολῶν πᾶσινὁμοίως νενομοθετημένα οὐκ ἀκίνδυνα τοῖς παραβαί-νουσι. Καὶ γὰρ εὐαγγελιζόμενος ὁ Χριστὸς τὰ τοῦΠατρὸς ἐντάλματα, τοῖς ἐν τῷ κόσμῳ διελέγετο· εἰδέ που συνέβη καὶ κατ' ἰδίαν ἐπερωτηθέντα αὐτὸνἀποκρίνασθαι τοῖς αὑτοῦ μαθηταῖς, διεμαρτύ-ρατο λέγων· Ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω. Μὴτοίνυν ἀναπέσῃς, ὦ οὗτος, ὁ πρὸς κοινωνίαν γυναικὸςπροῃρημένος, ὡς ἐπ' ἐξουσίας ἔχων τὸν κόσμον περι-βαλέσθαι. Πλειόνων γάρ σοι πόνων καὶ φυλακῆςχρεία πρὸς τὴν τῆς σωτηρίας ἐπιτυχίαν· ἅτε δὴ καὶἐν μέσῳ τῶν παγίδων καὶ τοῦ κράτους τῶν ἀποστατι-κῶν δυνάμεων οἰκεῖν ἐκλεξαμένῳ, καὶ τοὺς ἐρεθι-σμοὺς τῶν ἁμαρτιῶν ἐν ὄψεσιν ἔχοντι, καὶ πρὸς τὴναὐτῶν ἐπιθυμίαν νύκτωρ τε καὶ μεθ' ἡμέραν ἐκμο-χλευομένῳ πάσας σου τὰς αἰσθήσεις. Γίνωσκε τοί-νυν, ὡς οὐ διαδράσεις τὴν πρὸς τὸν ἀποστάτηνπαλαίστραν, οὐδὲ τῆς τούτου νίκης καθάψῃ ἄνευπόνων πολλῶν τῶν ἐπὶ φυλακῇ τῶν εὐαγγελικῶνδογμάτων. Πῶς γὰρ δυνήσῃ ἀρνήσασθαι τὴν πρὸςτὸν ἐχθρὸν μάχην, ἐν τῷ σκάμματι τῆς μάχης δι-άγων; Ὅπερ ἐστὶ πᾶσα ἡ ὑπ' οὐρανὸν γῆ, ἐν ᾗ ἐμπε-ριάγειν τοῦτον καὶ ἐμπεριπατεῖν, ὡς κύνα λυττῶντα,ζητοῦντα τίνα καταπίῃ, ὑπὸ τῆς τοῦ Ἰὼβ γρα-φῆς διδασκόμεθα. Εἰ τοίνυν ἀρνῇ τὴν πρὸς τὸνἀνταγωνιστὴν μάχην, μέτελθε εἰς ἕτερον κόσμον,ἐν ᾧ αὐτὸς οὐκ ἔστι· καὶ ὑπάρξει σοι ἡ τῆς πρὸςαὐτὸν πάλης ἄρνησις, καὶ τῶν εὐαγγελικῶν δογμά-των ἀκίνδυνος ἀργία. Εἰ δὲ τοῦτο ἀδύνατον, σπεῦδεπρὸς τὴν μάθησιν τῆς κατ' αὐτοῦ ἀθλήσεως, διδασκό-μενος ὑπὸ τῶν Γραφῶν παλαισμάτων τέχνην·ἵνα μὴ, ἐξ ἀγνοίας ἡττηθεὶς ὑπ' αὐτοῦ, τῷ αἰωνίῳπυρὶ παραδοθῇς. Καὶ ταῦτα μὲν ὅμως ἐν παραδρο-μῇ πρὸς τοὺς ἐν συζυγίαις ἀκινδύνως τῆς τῶν ἐντο-λῶν τοῦ Χριστοῦ φυλακῆς καταμελοῦντας εἰρήσθω.Σὺ δὲ, ὁ τῶν οὐρανίων πολιτευμάτων ἐραστὴς, καὶ