Prologus 6
- Authority group
- Basil of Caesarea (catalogue association; authorship remains anonymous)
- Edition reference
- Prologus 6 (prooemium ad Hypotyposin), ed. J. Gribomont, Histoire du texte des ascétiques de S. Basile [Bibliothèque du Muséon 32. Louvain: Université de Louvain, 1953]: 279–282.
- CTS identifier
urn:cts:greekLit:tlg2040.tlg078.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
{ΠΕΡΙ ΠΙΣΤΕΩΣ} Θεοῦ τοῦ ἀγαθοῦ χάριτι, τῷ προσερχομένῳ, ὑγιαίνουσι λόγοιςτοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ' εὐσέβειαν διδασ-καλίᾳ, λάμπει ὡς φῶς ἡ τῶν χριστιανῶν πίστις, ἣν διὰ βραχέωνὑμῖν παραθήσομαι· ἵνα ὑμεῖς ἡ τοῦ θεοῦ ἐκκλησία, ὥσπέρ τι πλοῖονἀχείμαστον κυβερνήτην ἔχων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, εἰςτὸν αὐτοῦ ἅγιον καὶ γαληνὸν λιμένα ὁρμισθῆτε, μήποτέ τινι τρικυ-μίᾳ τῇ τῶν αἱρετικῶν διδασκαλίᾳ βαπτισθέντες, περὶ τὴν πίστινναυαγήσητε. Παρατίθεμαι δὲ ὑμῖν αὐτὴν τοῦ κυρίου τὴν πίστιν διὰβραχέων ὡς ἔφην· πέφυκε γὰρ τὰ διὰ συντομωτέρας ἐκθέσεως, ῥᾷονπαραμένειν τοῖς ἀκούουσιν. Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, τῇ περὶ τὸ ἴδιον πλάσμα εὐ-σπλαγχνίᾳ, ἐλθὼν ἐπὶ γῆς ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, καὶ διὰπαρθένου ἁγίας σαρκωθείς, καὶ πάντα τὰ θαύματα ἐκεῖνα ἃ διὰτῶν εὐαγγελίων μεμαθήκαμεν ἐργασάμενος ὡς θεός, καὶ διὰ πάσηςτῆς ἀγαθότητος αὐτοῦ τὸ τῶν ἀνθρώπων εὐεργετήσας γένος, καὶ πᾶνὁτιοῦν τῶν ἀνηκέστων διὰ τὴν ἡμετέραν σωτηρίαν παθὼν παρὰ τῶνεὐεργετηθέντων, τέλος ἐσταυρώθη, καὶ σταυρωθεὶς ἀπέθανε, καὶἀποθανὼν ἠγέρθη τῇ τρίτῃ ἡμέρᾳ. Καὶ μετὰ τὸ ἐγερθῆναι αὐτόν,καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν φιλάνθρωπον πληρῶσαι οἰκονομίαν, ὅτεἤμελλεν ἀναλαμβάνεσθαι ὅθεν κατέβη, παρέδωκε τοῖς ἁγίοις αὐτοῦμαθηταῖς τὴν πίστιν· ἀπελθόντες, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη,βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίουπνεύματος. Ἡμεῖς τοίνυν κατὰ τὴν παράδοσιν τοῦ κυρίου Ἰησοῦ Χριστοῦ,καὶ κατὰ τὴν πίστιν τῶν ἐν Νικαίᾳ συναχθέντων ἁγίων πατέρωντριακοσίων δεκὰ καὶ ὀκτώ, ὡς παρελάβομεν οὕτως καὶ βαπτίζομεν,εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος·ὡς δὲ βαπτίζομεν, οὕτω καὶ πιστεύομεν, εἰς πατέρα καὶ υἱὸν καὶἅγιον πνεῦμα· ὡς δὲ πιστεύομεν, οὕτως καὶ δοξάζομεν, πατέρα καὶυἱὸν καὶ ἅγιον πνεῦμα. Ταύτην τὴν πίστιν τηρήσωμεν παρακαλῶ,μέχρι τῆς ἐπιφανείας αὐτοῦ τοῦ παραδεδωκότος ἡμῖν κυρίου καὶσωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, χάριτι τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν,ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ μονογενεῖ αὐτοῦ υἱῷ καὶ τοῦ ἁγίῳκαὶ ἀγαθῷ πνεύματι, νῦν καὶ ἀεῖ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων,ἀμήν.{Λόγος εἰς τὸ πῶς δεῖ εἶναι τὸν μοναχόν.} Ἠκούσατε, ἀδελφοί μου ἠγαπήμενοι ὑπὸ κυρίου, τοῦ κυρίουλέγοντος· ὅστις ἀφῆκε πατέρα καὶ μητέρα, ἀδελφοὺς ἢ ἀδελφὰς ἢγυναῖκα ἢ τέκνα, ἔνεκεν τοῦ ὀνόματός μου, καὶ ἀκολουθεῖ ὀπίσω μου,οὗτος λήψεται εὐλογίαν ἑκατονταπλασίονα, καὶ ζωὴν αἰώνιον κληρονο-μήσει. Καὶ πάλιν· ὅστις οὐκ ἀφῆκε πατέρα καὶ μητέρα, ἀδελφοὺς καὶἀδελφάς, καὶ μὴ ἐπάρας τὸν σταυρὸν καὶ ἀκολουθήσας μου, οὐκ ἐστὶμοῦ ἄξιος. Καὶ πάλιν· ὅστις οὐ μισεῖ πατέρα καὶ μητέρα, ἀδελφούς,γυναῖκα, τέκνα, καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναται μοῦ εἶναι μαθητής.Καὶ πάλιν· ὁ ἀγαπῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσαςτὴν ψυχὴν αὐτοῦ εὑρήσει αὐτήν. Καὶ πάλιν· ἐὰν μὴ στραφῆτε καὶγένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.Καὶ πάλιν κρατήσας παιδίον εἶπεν· ἐὰν μὴ γίνεσθε ὡς τὸ παιδίοντοῦτο, οὐ δύνασθε σωθῆναι· ὅστις γένηται ὡς τὸ παιδίον τοῦτο, οὗτοςμείζων ὑμῶν ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ὅστις θέλει εἶναι ὑμῶνπρῶτος, γενέσθω ὑμῶν διάκονος καὶ δοῦλος πάντων· πολλοὶ δὲ πρῶτοιἔσονται ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. Καὶ πάλιν εἶπε· πολλοί εἰσικλητοί, ὀλίγοι δὲ ἐκλεκτοί, καὶ ὀλίγοι εἰσὶν οἱ σωζόμενοι· πολλοὶ ἐπιχει-ροῦσιν, καὶ ὀλίγοι ἐκτελοῦσιν· Καὶ πάλιν λέγει· ἀπὸ τοῦ προδρόμου καὶβαπτιστοῦ ἕως τῆς σήμερον, ἡ βασιλεία τῶν οὐρανῶν ἁρπάζεται, καὶβιασταὶ ἁρπάζουσιν αὐτήν. Καὶ πάλιν ἔλεγε τὰ ἑαυτοῦ βασα μυστήρια·δεῖ με ἐμπτυσθῆναι καὶ κολαφισθῆναι, καὶ ῥαπισθῆναι, καὶ ἐμπαιχθῆναι,καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος καὶ πρῶτος τῶνἀποστόλων· κύριε, ἵλεώς σοι. Καὶ λέγει ὁ κύριος τῷ Πέτρῳ· ὕπαγε ὀπίσωμου Σατανᾶ, οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Ὅστις θέλειεὐσεβῶς ζῆν ἐν Χριστῷ διωχθήσεται. Ὡς εἶδε δὲ Πέτρος τὸ πέρας τῆςἐντολῆς, λέγει· κύριε, οὐκ ὀφείλει ἄνθρωπος λαμβάνειν γυναῖκα. Καὶλέγει αὐτῷ ὁ κύριος· οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον· ἀλλ' εἰσὶνεὐνοῦχοι ἐκ κοιλίας μητρὸς αὐτῶν, καὶ ἄλλοι εἰσὶν ὑπὸ τῶν ἀνθρώπωνεὐνουχισθέντες, καὶ ἄλλοι εἰσὶν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· ὁ δυνά-μενος χωρεῖν χωρείτω. Διό, ἀδελφοί μου ἠγαπημένοι καὶ τέκνα τῶν ἀποστόλων, ἐδυνή-θημεν χωρῆσαι κατὰ τῆς εὐκταίας αὐτοῦ φωνῆς· ἀρτίως κρατήσωμεντὴν ἐπουράνιον ἐλπίδα, καὶ φροντίσωμεν τῆς αἰωνίου ζωῆς. Ἰδοὺκαθὼς ἐνετείλατο ἡμῖν ὁ κύριος, ἐπείχθημεν, καταλείποντες πατέρακαὶ μητέρα, ἀδελφούς, ἀδελφάς, γυναῖκα, υἱούς, ἀγρούς, ἀμπελῶνας,οἰκίας, καὶ ἀκολουθήσαμεν τῷ σωτῆρι Χριστῷ· πάντα ἐγκαταλείψα-μεν τὰ τοῦ κόσμου, καὶ ἄραντες τὸν σταυρὸν ἠκολουθήσαμεν τῷσωτῆρι Χριστῷ, καθὼς οἱ ἀπόστολοι· καὶ θέλωμεν εὐαρεστῆσαι καὶδουλεῦσαι τῷ σωτῆρι Χριστῷ. Ἀδελφέ, ἐὰν ἀπόντος σου συμβῆσαι λοιδορηθῆναι ὑπό τινος,καὶ ἐλθὼν ἕτερος ἐπαγγείλῃ σοι ὅτι ὁ δεῖνα ἀδελφὸς ἐλοιδόρησέ σε,