The Greek Library Author

Origen

Selecta in Leviticum

Paragraph 3

Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης

Scientific editors
Charles de La Rue, Charles Vincent de La Rue
Edition reference
Origenis Opera Omnia · Paris · J. P. Migne · 1862
CTS identifier
urn:cts:greekLit:tlg2042.tlg051.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Paragraph 3

Ἄνθρωπος ἐξ ὐμῶν, ἐὰν προσαγάγῃ δῶρα τῷ Κυρίῳ. Τετηρήκαμεν δὲ πολλαχοῦ τῶν Γραφῶν τὰ μὲν δῶρα ἐπὶ τῶν ζώων λέγεσθαι, τὰς δὲ θυσίας ἐπὶ τῶν ἀψύχων κατὰ τὸ ἐν τῇ Γενέσει λεγόμενον· « Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν. » Ἔτι δὲ καὶ τοῦτο ῥητέον, ἐπὶ μὲν τῶν ἐμψύχων· « Ἄνθρωπος, φησὶν, ἐξ ὑμῶν, ἐὰν προσαγάγῃ δῶρα· » ἐπὶ δὲ τῶν ἀψύχων, « ἐὰν ψυχή. » Τὸ ἅψυχον ἡ ψυχή· ἴνα τοῦ μὲν ἀλόγου τὸ λογικὸν μόνον καταλείπηται, καὶ τοῦ ἀψύχου ὑπὸ τοῦ πυρὸς νενικημένου ἀπομείνοι τὸ ἔμψυχον μόνον.