The Greek Library Author

Origen

Selecta in Numeros

Paragraph 8

Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης

Scientific editors
Charles de La Rue, Charles Vincent de La Rue
Edition reference
Origenis Opera Omnia · Paris · J. P. Migne · 1862
CTS identifier
urn:cts:greekLit:tlg2042.tlg052.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Paragraph 8

Καὶ τοῖς υἱοῖς Λευῒ ἰδοὺ δέδωκα πᾶν ἐπιδέκατον ἐν Ἰσραήλ. Εἰκότως ἀπονενέμηνται τοῖς ἱερεῦσιν αἱ ἀπαρχαὶ, ἐπείπερ οὐ κληρονομεῖ ἡ Λευῒ φυλὴ, οὐδὲ κλῆρον λαμβάνει ὡς αἱ λοιπαί. Τοῦτο πρόξενον τῆς ἀκτημοσύνης τοῖς ἱερεῦσιν ὁ κλῆρος τοῦ τῷ θυσιαστηρίῳ συμμερίζεσθαι. Δεκάτας ἐδίδου ὁ λαὸς τοῖς Λευίταις, καὶ οἱ Λευῖται τοῖς ἱερεῦσιν. Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; Ὁ Μωῦσῆς, μὴ δοξάσας τὸν Θεὸν ἐπὶ τοῦ λαοῦ, ἐκωλύθη παρελθεῖν μετʼ αὐτοῦ. Ἵνα γὰρ μὴ ὃν ἐτίμων ζῶντα, ἐν Θεοῦ θεραπείαις τιμήσωσιν ἀπελθόντα, ἀφανῆ τὸν τόπον ἴσ. τάφον πεποίηκεν.