The Greek Library Author

Origen

Adnotationes in Leviticum (fragmenta e catenis)

ΚΕΦ. ΚΖ΄.

Author namesOrigène · Origene · Origen · Origenes · Ωριγενης

Scientific editors
Charles de La Rue, Charles Vincent de La Rue
Edition reference
Origenis Opera Omnia · Paris · J. P. Migne · 1857
CTS identifier
urn:cts:greekLit:tlg2042.tlg068.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΚΕΦ. ΚΖ΄.

Στίχ. ιε΄. Ἐὰν δὲ ὁ ἁγιάσας αὐτὴν λυτρῶται τὴν οἰκίαν αὐτοῦ, προσθήσει ἐπʼ αὐτὸ τὸ ἐπίπεμπτον τοῦ ἀργυρίου τῆς ταμῆς, καὶ ἔσται αὐτῷ. Εἰ δὲ μὴ τιμὴν οἰκίας, ἢ ἀγροῦ τις, ἀλλʼ αὐτὰ ἁγιάσαι Θεῷ, τὴν τιμὴν καθήσει μετὰ τοῦ πέμπτου λυτρούμενος αὐτὰ, καὶ|καθέξει τὰς κτήσεις· ἑτέροις δὲ οὐκ ἀποδώσεται. Ἀλλὰ κἂν ἀποδῶται, μέχρι τοῦ Ἰωβηλαίου καθέξει ὁ πριάμενος, καὶ μετὰ τοῦτον ἔσται Θεοῦ.

Στίχ. ις΄. Ἐὰν δὲ ἀπὸ τοῦ ἀγροῦ.

Τὸν δὲ ἐξ ἀγορασίας ἀγρὸν ἀγοράσας, οὐκ ἀνακτήσεται τοῦτον ἑαυτῷ· ἀλλὰ πρὸς λόγον ἀποδοὺς τὸν καρπὸν τῷ Θεῷ, ἐν τῷ Ἰωβὴλ ἀποκαταστήσεται τὸν ἀγρὸν τῷ πεπρακότι.