Commentarii in Psalmos
- Edition reference
- Commentarii in Psalmos (homiliae 31), ed. M. Richard, Asterii sophistae commentariorum in Psalmos quae supersunt [Symbolae Osloenses fasc. suppl. 16. Oslo: Brogger, 1956]: 3–245.
- CTS identifier
urn:cts:greekLit:tlg2061.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
t
{In Psalmum I
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κων-
σταντινουπόλεως τοῦ Χρυσοστόμου ἑρμηνεία εἰς τοὺς ψαλμούς.
Ψαλμὸς πρῶτος· <Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν
βουλῇ ἀσεβῶν.>}
1
Πάντων τῶν καλῶν κρηπίς ἐστιν ἡ μακαριότης, ἥτις ἐν
ψαλμοῖς ἀναγκαίως ἀντὶ στεφάνων προτέθειται, τοὺς αὐτῆς
ἐραστὰς πρὸς νῖκος ἀλείφουσα, ἵν' ὁ θέλων ἐν τῷ τέλει γενέ-
σθαι μακάριος φύγῃ μὲν ἐκθύμως τὴν βουλὴν τῶν ἀσεβῶν, εἰς
ὁδὸν δὲ ἁμαρτωλῶν μὴ ἐρείσῃ τὸν πόδα, μηδὲ ἐν καθέδρᾳ
2
λοιμῶν ἀναπαύσηταί ποτε. Ἡ γὰρ βουλὴ τῶν ἀσεβῶν
πεσεῖται, ὡς φησὶν Ἠσαΐας, αὐτὸν διὰ ταύτης αἰνισσόμενος
τὸν διάβολον. Αὕτη γὰρ ἡ βουλὴ τὸν πρῶτον ἠκόνησε φονέα
καὶ σπλάγχνων ἀδελφικῶν ἐνέβαλε λήθην καὶ ξυνωρίδα καλῶν
διέζευξε φίλτρου καὶ πενθεῖν ἐδίδαξε τοὺς ἀμυήτους λύπης καὶ
τὴν ὑετῶν διψῶσαν γῆν κατήρδευσεν αἵμασιν. Ὅθεν αὐτῷ καὶ
καρπὸν ἄξιον τὴν κατάραν ἐβλάστησεν. Αἵματι γὰρ μεθυσθεῖσα
τὸν τρόμον ἐγέννησε καὶ φόνῳ σπαρεῖσα στεναγμὸν ἀπεκύησεν,
3
ἀξίους τῶν πόνων ἀνατείλασα στάχυας. Ἡ δὲ βουλὴ τῶν
εὐσεβῶν ἐστιν ὁ Χριστός, ἥτις εὑρίσκεται καὶ ὁδὸς καὶ καθέδρα·
ὁδὸς μὲν ὡς πρὸς αὐτὸν ἀπάγουσα τὸν πατέρα, καθέδρα δὲ ὡς
ἀναπαύων τοὺς ἐσκυλμένους ἐν βίῳ. <Δεῦτε> γάρ, φησί, <πάντες
οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω
ὑμᾶς.> Κἀκείνη μὲν ἡ βουλὴ τὸν Ἰωσὴφ ἐν Αἰγύπτῳ πωλεῖ-
σθαι συνεβούλευσεν· αὕτη δὲ τὸν πραθέντα βασιλέα ἐδείκνυεν.
Ἐκείνη τὸν Παῦλον διώκειν ἐδίδασκεν· αὕτη δὲ τοῦτον κηρύσ-
σειν ἐκέλευσε. Διὸ φευκτέον μὲν ἐκείνην, ταύτην δὲ ζηλωτέον, ἐν
τῷ νόμῳ κυρίου ἔχοντας τὸ θέλημα καὶ ἐν τῷ νόμῳ αὐτοῦ
4
μελετῶντας ἡμέρας καὶ νυκτός. Καὶ τίς ὁ τοιοῦτος νόμος εἰ
μὴ ὁ Χριστός, ὁ ἐκ τοῦ πατρὸς ἀνεκφράστως γεννηθεὶς καὶ οὐκ ἐν
πλαξὶ λελαξευμέναις γραφείς; <Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος,
καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ·> νόμος μὲν λεγόμενος ὡς τὰ
πατρῷα βουλεύματα φέρων ἐν ἑαυτῷ, λόγος δὲ ὡς ἀχώριστος
τοῦ πατρός. Αὐτὸς δέ ἐστι καὶ <τὸ ξύλον τὸ πεφυτευμένον παρὰ
τὰς διεξόδους τῶν ὑδάτων,> ὅπερ ὁ πατὴρ ἀμεσιτεύτως εὔκαρ-
πον, πολυφόρον, εὐθαλές, ὑψίκομον, καλλίκλωνον ἀπεγέννησε.
5
Τοῦτο τὸ ξύλον ἡ νύμφη ποθοῦσά φησιν ἐν Ἄισματι τῶν ᾀσμάτων·
<Εἶπον· Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι καὶ κρατήσω τῶν
κλάδων αὐτοῦ,> φοίνικα μὲν αὐτὸν καλοῦσα διὰ τὸ εἰδεχθὲς μὲν
τῆς σαρκὸς κάτω, εὔκαρπον δὲ τῆς θεότητος ἄνω. Τούτου τοῦ ξύλου
τὴν βρῶσιν παραιτησάμενος ὁ Ἀδάμ, τῇ ἐναντίᾳ περιπέπτωκεν·
ἡμεῖς δέ, τὰ νῦν μυστικῶς ἐσθίοντες ἀπ' αὐτοῦ, τὴν παράβασιν
ἐξορίζομεν. Ξύλον γὰρ ζωῆς ἐστιν ὁ Χριστός, ξύλον θανάτου ὁ
διάβολος. Ἐκεῖνος μὲν ἐκ παραδείσου τὸν ἄνθρωπον ἐκβάλλει·
οὗτος δὲ τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσάγει. Κλάδους γὰρ
ἔχει τοὺς ἀποστόλους, καρποὺς τοὺς σωζομένους, φύλλων κόμην
τοὺς λόγους, ῥίζαν τὸ βάπτισμα, γεωργὸν τὸν πατέρα, ὅστις
6
αὐτὸν καὶ ἄνω καὶ κάτω δίχα μεσίτου ἀπέτεκε. Θέλεις ἰδεῖν
καὶ τὸν τούτου καρπὸν ὃν ἔδωκεν ἐν καιρῷ αὐτοῦ; Βλέπε τοῦτον
σταυρούμενον καὶ τὴν πλευρὰν νυχθεῖσαν αὐτοῦ, ἥτις αἷμα καὶ
ὕδωρ ἐξέβλυσεν, εἰς ὑποτύπωσιν μὲν τοῦ μαρτυρίου τὸ αἷμα, εἰς
σύμβολον δὲ βαπτίσματος τὸ ὕδωρ. Ἐπειδὴ γὰρ πλευρὰ νυχθεῖσα
τὸν Ἀδὰμ ὑπεσκέλισεν, ἀναγκαίως καὶ πλευρὰ νυχθεῖσα τοῦτον
ἀνεγέννησε. Ξύλον ὑγρὸν τὸν ἕνα κατέβαλε· ξύλον δὲ ξηρὸν τὸν κόσ-
μον ἀνώρθωσεν. Ἡ βρῶσις ἐκείνου τὸν θάνατον ἔτεκεν· ἡ βρῶσις δὲ
τούτου τὴν ζωὴν ἀνεβλάστησε. Περὶ μὲν γὰρ ἐκείνου ἐλέχθη τὸ
<Οὐ φάγεσθε ἀπ' αὐτοῦ·> περὶ δὲ τούτου· <Γεύσασθε καὶ ἴδετε
7
ὅτι χρηστὸς ὁ κύριος.> Ὡραῖός ἐστιν ὡς μῆλον, ἡδὺς ὑπάρχει
ὡς οἶνος, κατάκαρπος ὡς ἐλαία, πολύκευθος ὡς ῥόα, πολύκαρπος ὡς
φοῖνιξ, πέπειρος ὡς βότρυς. <Γεύσασθε καὶ ἴδετε.> Σταυρικός
ἐστιν ὁ καρπός· ἤνθησεν ἐν πατριάρχαις, ἐκύπρισεν ἐν προφήταις,
ἔδωκεν ὀσμὴν ἐν τῇ ἐλεύσει, ὡρίμασεν ἐν τῷ πάθει, ἐσθίεται μετὰ
τὴν ἀνάστασιν. <Γεύσασθε> οὖν <καὶ ἴδετε> πῶς ἡδύς ἐστι, πῶς
στερεός, πῶς πέπειρος, πῶς εὐανθής, πῶς πάσης ὡραιότητος
8
ἀνάπλεως. Τοῦτον τὸν καρπὸν ἀποδρεψώμεθα καὶ ἡμεῖς. Καὶ γὰρ
παντάπασιν ἄλογον τοὺς μὲν εἰς ἀναίσθητον εἰσιόντας ἀμπελῶνα ἀ-
πλήστως ἐξ ἑκάστης ἀμπέλου συλλέγειν τὸ χρήσιμον, ὀφθαλμῶν
ἐπιθυμίᾳ προθύμως συντρέχοντας, ἡμᾶς δὲ εἰς τοιοῦτον καὶ τηλικοῦ-
τον ἐμβεβηκότας παράδεισον, ὅπου ἡ μονογενὴς ἄμπελος ἀποστο-
λικὰ διατείνασα κλήματα καὶ βότρυας πατριαρχικοὺς φέρουσα, μὴ
συλλέγειν ἀπλήστως τὰ χρήσιμα, καίτοι τῆς ἀμπέλου μᾶλλον ἐν τῷ
9
τρυγᾶσθαι πλημμυρούσης. Τρύγα τοίνυν ἀκορέστως, μὴ
βλάπτων τὴν ἄμπελον· καὶ πᾶσι γὰρ ἀρκέσει, καὶ τὸ πλῆρες
καθέξει καὶ κόσμον κορέσει καὶ καρπὸν οὐκ ἐκλείψει. Πηγὴ γὰρ
ἀγαθῶν οὖσα, κενουμένη πλημμυρεῖ, ὅλον διδοῦσα καὶ ὅλον
κατέχουσα, ἥτις καὶ νῦν ἡμᾶς εὐφραίνει καὶ τότε δοξάσει ἐν τῇ
παρουσίᾳ αὐτοῦ· ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
2
t
{In Psalmum II
Εἰς τὸν δεύτερον ψαλμόν· <Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ
λαοὶ ἐμελέτησαν κενά;>}
1
Ὥσπερ ὁ τοξεύων τὸν ἥλιον καὶ λιθάζων τὸν οὐρανὸν
κενῷ καὶ ματαίῳ πράγματι ἐπιχειρεῖ, πᾶς δὲ βλέπων αὐτὸν
ἢ στενάζει ἢ γελᾷ, στενάζει ὡς κατὰ ἁμαρτάνοντος, γελᾷ ὡς
κατὰ μεθύοντος, ὅτι γῆ ὑπάρχων πολεμεῖ τὸν οὐρανόν, ὅτι ὁ
πηλὸς τῷ πλάστῃ ἀντίκειται, ὅτι ὁ χόρτος πυρὶ ἀντιμάχεται,
κατὰ τὸ <Πᾶσα σὰρξ χόρτος,> καὶ <Ὁ θεὸς ἡμῶν πῦρ
καταναλίσκον,> οὕτως ὁ μακάριος προφήτης, θεασάμενος τῷ
πνεύματι Ἰουδαίους καὶ Ἕλληνας καὶ τὰ ἔθνη πολεμοῦντας τῷ
Χριστῷ καὶ ὡς κατὰ ἀνθρώπου ὁπλιζομένους τοῦ ἑαυτῶν
ποιητοῦ, ἔλεγε στενάζων διὰ τοῦ προκειμένου ψαλμοῦ· <Ἵνα
τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέ-
στησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθη-
2
σαν ἐπὶ τὸ αὐτό.> Κατὰ τίνος; Εἰπὲ ταχέως, ἵνα φοβη-
θῶσιν οἱ ἀκούσαντες. <Κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ
Χριστοῦ αὐτοῦ·> τὸ ποίημα κατὰ τοῦ ποιητοῦ, τὸ πλάσμα
κατὰ τοῦ πλάστου, ὁ πηλὸς κατὰ τοῦ κεραμέως, ὁ χόρτος κατὰ
τοῦ πυρός. Εἶδες πόλεμον τυφλῶν; Εἶδες μάχην ἄμικτον; Ὥσπερ
γὰρ ὁ τυφλὸς μιᾷ ῥάβδῳ μάχεται καὶ πλουσίῳ καὶ πένητι, δούλῳ
καὶ ἐλευθέρῳ, καὶ ὀφθαλμὸν ὁδηγὸν οὐκ ἔχων τῇ δεξιᾷ σφάλλεται,
οὕτω ποτὲ Ἰουδαῖοι καὶ Ἕλληνες καὶ τὰ ἔθνη, ἀπιστίᾳ τυφλώτ-
τοντες, τοὺς προφήτας καὶ τὸν Χριστὸν ὁμοίως ἐπολέμησαν.
3
<Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοί,> βασιλεῖς καὶ ἄρχοντες, ἅρμα
κακίας ὑπὸ διαβόλου ἡνιοχούμενον; Ἐρωτᾷ δὲ ὁ προφήτης, οὐχ
ἵνα παρ' αὐτῶν μάθῃ, ἀλλ' ἵνα ἐσφαλμένους ἐλέγξῃ ἢ ἀναιδευο-
μένους πομπεύσῃ, ἢ ἵνα μὴ ἔχοντάς τι λαλῆσαι ἢ ἀποκριθῆναι
ἐλέγξῃ ὡς κακοποιούς. Ὅτε γὰρ τὰ ἔθνη καὶ οἱ λαοί, βασιλεῖς
τε καὶ ἄρχοντες, τὰ τέσσαρα τάγματα ταῦτα, τὸν τῶν τεσσάρων
περάτων θεὸν ἐσταύρωσαν, ἐσταύρωσαν δὲ ὅτι ἠνέσχετο ὁ
4
σταυρούμενος. Τοῦτο γὰρ σαφῶς ἡμᾶς ἐδίδαξαν οἱ ἀπόστολοι
λέγοντες· <Δέσποτα, σὺ ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ
τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὁ τοῦ
πατρὸς ἡμῶν διὰ πνεύματος ἁγίου στόματος Δαυὶδ
παιδός σου εἰπών· Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ
ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς
καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ
κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.> Εἶτα, τίνες οὗτοι,
ἑρμηνεύοντες λέγουσι· <Συνήχθησαν γὰρ ἐπ' ἀληθείας ἐπὶ
τὸν ἅγιον παῖδά σου Ἰησοῦν ὃν ἔχρισας, Ἡρῴδης τε
καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ,
ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε
γενέσθαι.> Ἃ οὖν οἱ ἀπόστολοι ἑρμήνευσαν πρόσωπα, ταῦτα
5
ἄλλως ἑρμηνευθῆναι ἀδύνατον. Ἀλλά τις ἐρεῖ· Ναί, ἰδοὺ τὰ
ἔθνη καὶ ὁ λαὸς Ἰσραὴλ φανεροῖ ὅτι, Χριστοῦ σταυρουμένου,
Ἰουδαῖοι καὶ οἱ στρατιῶται καὶ ἡ κουστωδία συνέδραμον. Διὰ
τί οὖν πληθυντικῶς εἰρημένου· <Παρέστησαν οἱ βασιλεῖς τῆς
γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν,> οἱ ἀπόστολοι ἐπὶ ἕνα
βασιλέα, τὸν Ἡρῴδην, καὶ ἐπὶ ἕνα ἄρχοντα, τὸν Πιλᾶτον, τὸ
ῥητὸν ἥρμοσαν εἰπόντες· <Συνήχθησαν γὰρ ἐπ' ἀληθείας ἐν
τῇ πόλει ταύτῃ Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος;> Μὴ
6
Ἡρῴδης οἱ βασιλεῖς; Μὴ Πιλᾶτος οἱ ἄρχοντες; Ἀλλ' οὐκ
ἐσφάλησαν οἱ ἀπόστολοι ἑρμηνεύσαντες οὕτω· μετὰ γὰρ τοῦ
βασιλέως Ἡρῴδου καὶ τὸν βασιλεύοντα τῆς ἁμαρτίας διάβολον
ὑπέδειξαν, καὶ μετὰ τοῦ ἄρχοντος Πιλάτου τὰς ἀρχὰς καὶ τὰς
ἐξουσίας τῶν δαιμόνων ἐσήμαναν, περὶ ὧν ἔλεγεν ὁ ἀπόστολος·
<Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν
σώματι,> καὶ πάλιν· <Οὐ γὰρ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα
καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας,
πρὸς τοὺς κοσμοκράτορας.> Ἐπειδὴ γὰρ θεὸς ἐν σαρκὶ ἦν ὁ
σταυρούμενος, καὶ ὁ ἀόρατος ἐν τῷ ὁρωμένῳ ὑβριζόμενος, οἱ
δαίμονες μετὰ τῶν ἀνθρώπων καὶ οἱ ἄσαρκοι μετὰ τῶν σαρκικῶν
7
κατ' αὐτοῦ συνήχθησαν. Θέλεις ἰδεῖν βασιλεῖς καὶ ἄρχοντας
συναχθέντας κατὰ τοῦ Χριστοῦ; Ὅτε ὁ Χριστὸς ἀνῆλθεν ἐν τῷ
ὄρει πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, τότε ὁ ἀρχιδαίμων συνήγαγε
<πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν
ἐν στιγμῇ χρόνου.> Καὶ μετὰ πάντων ὤφθη, ἵνα μετὰ πάντων
ἀφαντωθῇ· καὶ ἐπὶ πάντων ἐπάλαιεν, ἵνα ἐπὶ πάντων πέσῃ καὶ
ἡττηθῇ. Ὡς ἐποίει ὃ οὐκ ᾔδει, καὶ ἔπαθεν ὃ ἠγνόει· καὶ ὁ ἔμπροσθεν
προσκυνεῖσθαι ζητῶν ὀπίσω ἐρρίπτετο ἀκούων· Ὕπαγε <ὀπίσω
μου, Σατανᾶ· γέγραπται γὰρ ὅτι 〈...〉 ἀπέστη ἀπ' αὐτοῦ
ὁ διάβολος ἄχρι καιροῦ,> τὸν καιρὸν τοῦ σταυροῦ ἐπιτηρῶν.
8
Ὅτε οὖν ὁ καιρὸς τοῦ πάθους ἔφθασε, τότε οἱ βασιλεῖς καὶ οἱ
ἄρχοντες, οἱ δαίμονες καὶ ὁ ἀρχέκακος μετὰ Ἡρῴδου καὶ Πιλάτου
κατὰ τοῦ Χριστοῦ συνήχθησαν. <Παρέστησαν οἱ βασιλεῖς τῆς
γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ
κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Καὶ οἱ ἄρχοντες
συνήχθησαν ἐπὶ τὸ αὐτό.> Πότε; Ὅτε οἱ δισχίλιοι δαίμονες
καὶ ὁ λεγεὼν εἰς ἕνα ἄνθρωπον εἰσελθόντες ᾤκησαν. Τὸ οὖν Ἵνα
<τί ἐφρύαξαν ἔθνη,> ἀντὶ τοῦ· Διὰ τί ὑπερηφανίαν καὶ ὀφρύωσιν
τὰ ἔθνη ἐφόρεσαν; Ποῖα <ἔθνη καὶ λαοί;> Καὶ πότε μάλιστα
<ἐμελέτησαν κενά;> Ὅτε Ἰουδαῖοι καὶ τὰ ἔθνη, Ἡρῴδης τε καὶ
Πόντιος Πιλᾶτος καὶ ἡ κουστωδία καὶ οἱ στρατιῶται, ὡς νεκρὸν
ἐτήρουν τὸν Ἰησοῦν, τὸν ἐν νεκροῖς ἐλεύθερον. Ζῶντι ἐπολέμησαν
9
καὶ ὑπὸ νεκροῦ ἡττήθησαν. <Ἵνα τί ἐφρύαξαν ἔθνη;> Ἵνα
τί νεκρὸν τηρῆσαι οὐκ ἴσχυσαν, νεκρὸν λεγόμενον, θεὸν δὲ φαι-
νόμενον, ὅτε τὸν λίθον ἐσφράγισαν καὶ τὴν πέτραν οὐκ ἐκράτησαν;
<Ἵνα τί ἐφρύαξαν ἔθνη;> Τὴν θήκην ἠσφαλίσαντο καὶ τὴν
ἐνθήκην οὐ κατέσχον. <Ἵνα τί ἐφρύαξαν ἔθνη;> Ὁ γὰρ θάνατος,
τότε κρατῶν τὴν ἀνάστασιν, ἠτόνησε καὶ ὁ τάφος, παρακατα-
θήκην τὸ σῶμα λαβών, φοβηθεὶς ὅτι τὸν θησαυρὸν τοῦ πατρὸς
10
ὑπεδέξατο, τὴν παρακαταθήκην μετὰ φόβου ἀπέδωκεν. <Ἵνα
τί ἐφρύαξαν ἔθνη;> Καὶ στρατιῶται μὲν τὸν λίθον ὡς λίθοι
ἐφύλαττον· ἄγγελοι δὲ τὸ μνημεῖον θεοῦ τάφον ἔδειξαν. Ὥσπερ
γὰρ ἰδιώτου τάφον στρατιῶται οὐ φυλάττουσιν, οὕτως ἀνθρώπου
τάφον οὐ τηροῦσιν ἄγγελοι. Οὐδὲ γὰρ τὸν Χριστὸν ἐτήρουν
τὸν ἤδη ἀναστάντα, ἀλλὰ διὰ τρία ταῦτα τῷ τάφῳ οἱ ἄγγελοι
παρέμενον. Πρῶτον, ἵνα δείξωσιν ὅτι θεὸς ὁ ταφείς, ὡς οὐρανῷ τῷ
τάφῳ παρέμενον. Δεύτερον, ἵνα τὴν ἀνάστασιν ταῖς γυναιξὶν
εὐαγγελίσωνται λέγοντες· <Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν
νεκρῶν; Οὐκ ἔστιν ὧδε, ἀλλ' ἠγέρθη.> Εἰ γὰρ μὴ τοῦτο εἶπον
ταῖς γυναιξὶν οἱ ἄγγελοι, εἶχον ἐκεῖναι ἀγνοοῦσαι θυμιᾶν τὸν
τάφον τὸν μηδὲν κατέχοντα καὶ τιμᾶν τὸν λίθον τὴν πέτραν
οὐκ ἔχοντα καὶ μυρίζειν τὸν θάλαμον, τοῦ νυμφίου μὴ παρόντος,
11
καὶ ἐμποδίζειν τῷ κηρύγματι τῆς ἀναστάσεως. Τρίτον, διὰ
τοῦτο οἱ ἄγγελοι τῷ τάφῳ παρέμενον, ἵνα πᾶσαν ἐπιβουλὴν καὶ
ῥαδιουργίαν ἀποσκεδάσωσιν, ἵνα μὴ ἀκούσαντες οἱ Ἰουδαῖοι ὅτι
ἀνέστη Χριστός, ἄλλον νεκρὸν ἐν τῷ τάφῳ ἀποθῶνται καὶ μεθ'
ἡμέρας εἴπωσι· Τί πλανᾶσθε, νομίζοντες ὅτι ἀνέστη Χριστός; Ἰδοὺ
ὁ τάφος μαρτυρεῖ ὁ κατέχων τὸν νεκρὸν ὃν ὁρᾶτε ὡς ἀναστάντα
Χριστόν· φάντασμά ἐστι καὶ πλανᾷ ὑμᾶς. Ὑμᾶς καλοῦμεν κριτάς·
οὐχὶ ἐν καινῷ μνημείῳ τὸν Ἰησοῦν ἔθαψαν; Ἐρευνήσατε τὸν
12
τάφον· ἐὰν μὴ ἔχῃ τὸν νεκρόν, ἀνέστη, ὡς λέγουσι. Καὶ μή
σοι ἄπιστον φανῇ τὸ λεγόμενον· οἱ γὰρ τοῖς στρατιώταις ἀργύρια
ἱκανὰ δόντες, ἵνα εἴπωσιν ὅτι οἱ μαθηταὶ τὸν Ἰησοῦν ἔκλεψαν,
οὐκ ἂν ἄλλον νεκρὸν θάψαι ἐν τῷ τάφῳ ὤκνησαν, εἰ συνεχωρήθη-
σαν, καὶ φάντασμα ἢ δαιμόνιον ἢ πνεῦμα τὸν ἀναστάντα εἰπεῖν.
Ἀλλ' ὑφ' ἑαυτῶν προεδόθησαν εἰπόντες ὅτι ἐκλάπη. Εἰ μὴ γὰρ
τοῦτο Ἰουδαῖοι διεφήμισαν, ὡς παρὰ πλειόνων ἤκουσαν ὅτι ἀνέστη
καὶ ἐφάνη πολλοῖς, ὅτι πνεῦμα φαντάζει, ἀλλ' οὐκ ἀνέστη Χριστός,
ὅτι ἐκλάπη τὸ σῶμα, οὐκ ἠγέρθη ὁ ταφείς, οὐκ ἂν μετὰ τὴν
ἀνάστασιν τοῖς ἀποστόλοις ἔλεγεν ὁ κύριος· <Ψηλαφήσατέ με
καὶ ἴδετε ὅτι αὐτὸς ἐγώ εἰμι, ὅτι πνεῦμα σάρκα καὶ
ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.> Διὰ ταῦτα
13
οἱ στρατιῶται καὶ οἱ ἄγγελοι τὸν τάφον ἐφύλαττον. Καὶ
μηδένα ξενιζέτω ὅτι τὸν προκείμενον ψαλμὸν τῇ ἀναστάσει
Χριστοῦ ἡρμόσαμεν· ἀποστολικῷ γὰρ κανόνι ἠκολουθήσαμεν
καὶ τὴν Παύλου ἑρμηνείαν ὡς νόμον κατέχομεν. Παῦλος λέγει ἐν
ταῖς Πράξεσι· <Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς
τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ θεὸς
πεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν ἀναστήσας Ἰησοῦν.>
Καὶ μνημονεύσας τῆς Ἰησοῦ ἀναστάσεως τὸν προκείμενον ψαλ-
μὸν ἔλαβεν εἰπών· <Ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπ-
ται· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε.> Ὡς ἐκ
παρθένου ἄσπορον, οὕτως ἐκ τάφου ἄφθορον· <Οὐδὲ γὰρ ἡ σὰρξ
αὐτοῦ εἶδε διαφθοράν.> Ἐντεῦθεν παλιγγενεσία λέγεται ἡ ἐκ
14
νεκρῶν ἀνάστασις. Ἀλλὰ καὶ νῦν ἡ ἐκκλησία ὁρῶσα Ἕλληνας
πολυθεΐαν ἀσκοῦντας λέγει· <Ἵνα τί ἐφρύαξαν ἔθνη;> Οἱ Ἕλ-
ληνες τὰ στοιχεῖα θεοὺς ὀνομάσαντες, τὴν μὲν γῆν Δήμητραν, τὸ
δὲ ὕδωρ Ποσειδῶνα, τὸν δὲ ἀέρα Ἥραν, τὸ δὲ πῦρ Ἥφαιστον,
τὸν δὲ ὑετὸν Δία ὀνομάσαντες. Εἰ γὰρ τὰ στοιχεῖα θεοί, πῶς
ἀλλήλοις μάχονται; Πῶς δὲ εἰς τὸν καθ' ἑαυτῶν πόλεμον ὁπλί-
ζονται; Τὸ γὰρ ὕδωρ τῷ πυρί ἐστι πολέμιον, τὸ δὲ πῦρ τοῦ
ὕδατος φθορὰ καὶ δαπάνη. Καὶ ὥσπερ ἐν ταῖς πολεμικαῖς παρα-
τάξεσιν, ὅπου ἡ ὑπερβάλλουσα δύναμις, ἐκεῖ ἡ νίκη σκιρτᾷ, οὕτως
ἐν τῇ μάχῃ τοῦ πυρὸς καὶ τοῦ ὕδατος, ὅπου τὸ πλεῖον, ἐκεῖ τὰ
ἐπινίκια. Ἡ δὲ γῆ ἀέρι ψυχρῷ μαστίζεται· ὁ δὲ ἀὴρ ὑπὸ τῶν
τῆς γῆς ἀναθυμιάσεων λοιμικὴν νόσον ἐνδύεται. Εἰ οὖν θεοὶ
τὰ στοιχεῖα, τίς εἶδε θεοὺς πολεμοῦντας ἑαυτοῖς; <Ἵνα τί ἐφρύα-
ξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;> Καὶ ἐν μὲν τῇ δημιουργίᾳ
τὰ τῇ φύσει πολέμια φιλίαν ἠσπάσαντο καὶ κόσμον ἀπήρτισαν,
νεύματι δημιουργῷ πειθόμενα· ἐν δὲ τῇ καθόλου προνοίᾳ ἑαυτῶν
εἰσι πολέμια, τὴν ἄθεον πολυθεΐαν ἐλέγχοντα, ἵνα πάντες μάθω-
μεν ὅτι τὰ πολεμοῦντα καὶ πολεμούμενα θεοὶ εἶναι οὐ δύνανται.
15
<Καὶ λαοὶ ἐμελέτησαν κενά,> αἱρετικοὶ τὰς γραφὰς πατήσαντες
καὶ ἔργα στοιχείων ὡς νόμου προφέροντες. Καὶ τίνες εἰσὶν οἱ
λέγοντες ταῦτα; Τὸ πνεῦμα τὸ ἅγιον καὶ ὁ Δαυὶδ καὶ οἱ ἀπόστολοι.
Περὶ τίνων λέγουσι; Περὶ Ἡρῴδου καὶ Πιλάτου καὶ Ἰουδαίων
καὶ στρατιωτῶν, τῶν σταυρωσάντων τὸν Χριστόν. Τίς τούτου
μάρτυς; Ἡ βίβλος τῶν Πράξεων. Ὅτι δὲ τὸ πνεῦμα τὸ ἅγιον καὶ
ὁ Δαυὶδ καὶ οἱ ἀπόστολοι ταῦτα εἶπον, ὁ μὲν χρηματίζων, ὁ δὲ
προφητεύων, οἱ δὲ τὸ πέρας τῆς προφητείας βλέποντες, ἄκουσον
ὅτε Πέτρος καὶ Ἰωάννης τὸν χωλὸν ἐν τῷ ἱερῷ ἰάσαντο καὶ ὡς
ἱερόσυλοι ἀνεκρίνοντο· <Ἀπολυθέντες ἦλθον πρὸς τοὺς>
συναποστόλους, <καὶ ἀπήγγειλαν αὐτοῖς ὅσα πρὸς αὐτοὺς
οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. Οἱ δὲ ἀκούσαν-
τες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν λέγοντες·
Δέσποτα, σὺ ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν
γῆν, ὁ τοῦ πατρὸς ἡμῶν διὰ πνεύματος ἁγίου στόμα-
τος Δαυὶδ παιδός σου εἰπών· Ἵνα τί ἐφρύαξαν ἔθνη
καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς
τῆς γῆς.> Εἶδες πῶς τὸ πνεῦμα καὶ ὁ Δαυὶδ καὶ οἱ ἀπόστολοι
16
εἶπον τὰ προκείμενα; <Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς.>
Ποῖοι βασιλεῖς; Καὶ μὴ μόνος Ἡρῴδης αὐτὸν ἐν τῷ πάθει ἀνέκρι-
νεν; Πέντε βασιλεῖς κατὰ τοῦ Χριστοῦ ἐν τῇ ἐνανθρωπήσει αὐτοῦ
παρέστησαν· πρῶτος ὁ διάβολος, δεύτερος ὁ θάνατος, τρίτος ἡ
ἁμαρτία, τέταρτος ὁ Ἡρῴδης, ὁ δι' αὐτὸν φονεύσας τὰ νήπια, καὶ
πέμπτος ὁ ἄλλος Ἡρῴδης, ἐφ' οὗ τὸ πάθος ὑπέμεινεν. Ἐπεὶ οὖν πεν-
τὰς βασιλέων καὶ πεντάπολις κακὴ κατὰ τοῦ ἐπουρανίου βασιλέως
ἐπανέστησαν, <παρέστησαν οἱ βασιλεῖς τῆς γῆς.> Ὅτι δὲ ὁ
Σατανᾶς ἀλλότριον ὄνομα φορῶν καὶ ὡς δραπέτης δεσποτικὸν
ὄνομα ἐνδυσάμενος βασιλεὺς ἐλέχθη, ἄκουσον. Ὅτε ὁ κύριος τοὺς
δαίμονας ἐδίωξε καὶ τοὺς δαιμονιῶντας ἐθεράπευσεν, οἱ Ἰουδαῖοι
ἔλεγον· <Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει
τὰ δαιμόνια.> Εἶτα ὁ κύριος· <Πᾶσα βασιλεία μερισθεῖσα
καθ' ἑαυτὴν ἐρημοῦται.> Καὶ ἐπάγει· <Εἰ οὖν καὶ ὁ Σατανᾶς
ἐφ' ἑαυτὸν ἐμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία
αὐτοῦ;> Βασιλείαν δὲ αὐτοῦ εἰπών, βασιλέα λεγόμενον ἔδειξεν.
17
Ὅτι δὲ βασιλεὺς καὶ ὁ τῆς ἀσεβείας θάνατος, Παῦλος λέγει·
<Ἀλλ' ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως.>
Ὅτι δὲ καὶ ἡ κακοποιὸς ἁμαρτία βασιλεύς· <Μὴ οὖν βασι-
λευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι.> Ὅτι δὲ καὶ
ὁ νηπιοκτόνος Ἡρῴδης βασιλεύς, γέγραπται· <Ἀκούσας δὲ
Ἡρῴδης ὁ βασιλεὺς τὴν ἀκοὴν Ἰησοῦ ἐταράχθη καὶ
πᾶσα Ἱεροσόλυμα μετ' αὐτοῦ.> Πέμπτος ὁ ἄλλος Ἡρῴδης.
Ὅτι δὲ ἀποθανόντος τούτου τοῦ Ἡρῴδου καὶ Ἀρχελάου τοῦ υἱοῦ
αὐτοῦ βασιλεύσαντος, μετὰ τὸν Ἀρχέλαον ἄλλος Ἡρῴδης
ἐβασίλευσε, γέγραπται· <Ἤκουσε δὲ Ἡρῴδης ὁ βασιλεὺς
τὴν ἀκοὴν Ἰησοῦ.> Ἐπεὶ οὖν πεντὰς βασιλέων κατὰ τοῦ μονο-
γενοῦς βασιλέως ὡμονόησαν, <παρέστησαν οἱ βασιλεῖς τῆς
18
γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν.> Οἱ ὁδηγοὶ τοῦ βίου,
οἱ οἰκοδόμοι τῶν πραγμάτων, οἱ κανόνες τῆς πολιτείας, οἱ ἰατροὶ
τῆς ζωῆς συνήχθησαν, διαβολικὴν σύναξιν ἐπιτελοῦντες. Συνήχ-
θησαν, ἐκκλησίαν πονηρευομένων συγκροτοῦντες. <Ἵνα τί
ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;> Τὸν βασιλέα
ὡς ἰδιώτην ἄνθρωπον ἔδοξαν ταπεινοῦν, ἀλλ' ἰδοὺ ὁ σταυρω-
θεὶς ἀναληφθεὶς ἐν δόξῃ τοῦ κόσμου ἐβασίλευσεν. <Ἵνα τί ἐφρύα-
ξαν ἔθνη;> Τὸν ὀφθαλμὸν τῆς τῶν θαυμάτων πηγῆς ἐνόμισαν
πηροῦν, ἀλλ' ἡ πηγὴ εὐδρόμους ἔχουσα τοὺς ῥύακας θαύματα
διὰ τῶν ἀποστόλων τῷ κόσμῳ ἀνώμβρησεν. <Ἵνα τί ἐφρύαξαν
ἔθνη;> Θνητοὶ ὄντες τὸν ἀθάνατον ποιητὴν ἠθέλησαν ἀνελεῖν.
19
Ἵνα τί ὠφελήσωσι, καὶ πότε ἀνθρώπου χεὶρ δύναται ἀντιπα-
τάξασθαι θεῷ; Κἂν γὰρ παθεῖν ἠνέσχετο, ἀλλ' οὐκ ἀπέβαλε τὴν
θεϊκὴν δύναμιν. Κἂν ἐπὶ ξύλου ἐκρέματο, ἀλλ' οὐρανὸν καὶ γῆν ὑπε-
στήριζε. Κἂν μετὰ λῃστῶν ἐκρέματο, ἀλλ' ὑπὸ ἀγγέλων ἐθαυμάζετο.
Κἂν ὑπὸ Ἰουδαίων ὠνειδίζετο, ἀλλὰ πατρὶ τὸ πνεῦμα παρέθετο.
Κἂν ἐν μνημείῳ ἐθάπτετο, ἀλλὰ τοῦ ᾅδου τὰ ταμεῖα ἐκένωσε.
Κἂν δεσμὰ νεκρῶν ἐφόρεσεν, ἀλλὰ τὰ δεσμὰ τοῦ θανάτου διέρ-
ρηξεν. Κἂν ὑπὸ ἀπίστων κατακέκριται, ἀλλὰ κριτὴς ζώντων καὶ
νεκρῶν ἔρχεται. Τί οὖν ὠφέλησαν οἱ ἀσεβεῖς, ἄνθρωποι ὄντες καὶ
20
θεῷ μαχόμενοι; <Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέ-
τησαν κενά;> Κἂν γὰρ σταυρὸν ἐδέξατο, ὦ Ἰουδαῖοι, μὴ ἀδυνα-
μίαν τὸ πρᾶγμα νομίσητε, ἀλλὰ μᾶλλον ἐπὶ τῇ μακροθυμίᾳ θαυ-
μάσατε. Ὁ γὰρ λόγῳ ξηράνας συκῆν καὶ τὴν γυναῖκα τοῦ Λὼτ
ἀποστηλώσας ἠδύνατο μόνῳ τῷ βλέμματι χαῶσαι ὑμᾶς μετὰ
καὶ τῆς πόλεως, ἀλλ' οὐκ ἐποίει τοῦτο, ἵνα μὴ χαρῇ ὁ διάβολος
21
ἐπὶ τῇ ἀπωλείᾳ τῶν ἀνθρώπων εὐφραινόμενος. Καὶ ἄλλως
δέ, ἐπειδὴ σωτὴρ ἐπεδήμησε καθολικός, οὐκ ἡγήσατο δίκαιον
παραυτὰ τιμωρῆσαι τοὺς κακόφρονας. Εἰ γὰρ τὸ τῆς οἰκουμένης
χειρόγραφον τότε ἀνετρέπετο, πῶς εἶχον τότε λογοθετεῖσθαι οἱ
ὑπεύθυνοι; Καὶ ὥσπερ βασιλεὺς ἑορτὴν πάνδημον ἐπιτελῶν
ἀπολύει μὲν τοὺς ἐν φυλακῇ, κατ' ἐκείνην δὲ τὴν ὥραν οὐδένα
ἁμαρτάνοντα εἰς αὐτὸν θανατοῖ, οὕτως ὁ Χριστὸς τὴν πάνδημον
ἑορτὴν τοῦ πάθους ἐπιτελῶν καὶ ἀπάθειαν κόσμῳ βραβεύων, οὐ
μόνον τοὺς ὑπαιτίους ἀπέλυσεν, ἀλλὰ καὶ παραυτὰ τοὺς ἁμαρτά-
νοντας οὐκ ὤλεσεν. Ὥσπερ γὰρ οἱ παρ' ἡμῖν ἄρχοντες κατὰ τὴν τοῦ
Πάσχα ἑορτὴν οὐδένα μὲν πλήττουσι, τοὺς δὲ ἐν φυλακαῖς δεσμίους
22
ἀπολύουσι, τοῦτο προλαβὼν ὁ Χριστὸς ἐποίησεν. Ἀλλ'
ἐρεῖς· Καὶ οὐκ ἀπέλαβον τὰς ἑαυτῶν κολάσεις οἱ σταυρώσαντες
τὸν Χριστόν; Οὐκ ἀπώλεσαν τὴν πόλιν; Οὐ πυρίφλεκτος γέγονεν
αὐτοῖς ὁ ναός; Οὐ μυριάδες ἀναρίθμητοι ὤλοντο ἐξ αὐτῶν; Πῶς
οὖν λέγεις· Οὐκ ἐπεξῆλθε τοῖς σταυρώσασιν; Ἀλλ' εἰ μὲν παραυτὰ
ἢ μετὰ βραχὺ ἐπολιορκήθη Ἱερουσαλήμ, καλῶς ἀντέλεγες. Εἰ δὲ
μετὰ πολλοὺς ἐνιαυτοὺς ἐκολάσθησαν, μὴ μέμψῃ τὸν κολάσαντα,
ἀλλὰ μέμψαι τοὺς ἐν τοσούτοις ἔτεσι μὴ μετανοήσαντας. Ὁ γὰρ
ἐπὶ τοσούτοις μακροθυμήσας ἐνιαυτοῖς ἔδειξεν ὡς οὐδὲ εἰς τὸ
ἑξῆς ἠτόνησεν εἰς τὸ μακροθυμεῖν. Ἐμακροθύμει δὲ σταυρωθείς,
ἵνα καλέσῃ αὐτοὺς πρὸς μετάνοιαν, τοὺς ἀπανθρώπους φονείς.
[Ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν].
3
t
{In Psalmum III
Εἰς τὸν τρίτον ψαλμόν· <Κύριε, τί ἐπληθύνθησαν οἱ
θλίβοντές με;>}
1
Ἐπινικίους ἀνδριάντας οἱ βασιλεῖς τοῖς στρατηγοῖς νικήσασιν
ἀνατιθέασι· νικηφόρους δὲ εἰκόνας καὶ στήλας ἐγείρουσιν ἄρχοντες
ἡνιόχοις καὶ ἀθληταῖς, καὶ τῷ ἐπιγράμματι ὡς στόματι κήρυκα
τῆς νίκης τὴν ὕλην ἐργάζονται. Ἄλλοι δὲ πάλιν ἐν βίβλοις καὶ
γράμμασι τοὺς ἐπαίνους τοῖς νικηταῖς γράφουσι, τὴν ἑαυτῶν ἐν
τῷ ἐπαίνῳ δύναμιν ἰσχυροτέραν τῶν ἐπαινουμένων δεῖξαι θέλον-
τες. Καὶ λογογράφοι καὶ ζωγράφοι καὶ χαλκευταὶ καὶ λιθογλύπ-
ται καὶ δῆμοι καὶ ἄρχοντες καὶ πόλεις καὶ χῶραι τοὺς νικητὰς
θαυμάζουσιν. Οὐδεὶς δὲ φεύγοντος καὶ μὴ πολεμήσαντος εἰκόνα
ἔγραψε καθάπερ νῦν ὁ Δαυίδ· <Ψαλμὸς> γὰρ <τῷ Δαυὶδ ἐν τῷ
ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ
υἱοῦ αὐτοῦ.> Καὶ πότε ὁ δραπέτης ἐγκωμίων ἄξιος; Πότε δὲ ὁ
φυγὰς ἐπιγραμμάτων ἐντός; Τοὺς δραπέτας γράμμασιν ἰξεύουσιν,
2
οὐκ ἐπιγράμμασι θαυμάζουσιν. Ἀλλὰ μάθε τὴν αἰτίαν,
ἄδελφε, τῆς ἐπιγραφῆς καὶ ἀσφάλισαί σου τὴν ψυχήν· γενέσθω
σοι ἡ ἱστορία βίου κατόρθωσις· ἤτω σοι ὁ τοῦ δικαίου διωγμὸς
διανοίας στηριγμός. Μάθε γὰρ διὰ τί ἐδιώκετο ὁ Δαυὶδ ὑπὸ τοῦ
Ἀβεσσαλώμ, ἵν', ὡς θεμέλιον τὸ πρᾶγμα εὑρών, οἰκοδομηθῇς τῷ
φόβῳ τοῦ θεοῦ. Ὡς γὰρ ἄνευ τοῦ θεμελίου σαθρὰ ἡ οἰκοδομή,
οὕτως ἄνευ τῆς εὑρέσεως τοῦ σκοποῦ οὐκ ὠφελεῖ ἡ γραφή. Σκοπὸν
εἶχεν ὁ μακάριος Δαυὶδ διὰ τοῦ προκειμένου ψαλμοῦ παιδεῦσαι
τὸν βίον καὶ σωφρονίσαι μηδέποτε κακοποιεῖν καὶ καταφρονεῖν
τῶν νόμων τοῦ θεοῦ, ἵνα μὴ ὁ ἁμαρτήσας τοιαῦτα πάθῃ οἷα
3
καὶ αὐτὸς ἔπαθεν. Ἔφυγε τὸν υἱὸν αὐτοῦ ὁ Δαυὶδ ἐπειδὴ
τὴν ἁγνείαν ἔφυγεν· ἔφυγε τὸν υἱὸν ἐπειδὴ τὸν σώφρονα γάμον
ἐνύβρισεν· ἔφυγε τὸν υἱὸν ἐπειδὴ τὸν νόμον τοῦ θεοῦ τὸν λέγοντα
<Οὐ φονεύσεις, οὐ μοιχεύσεις,> ἔφυγεν. Ἐπειδὴ γὰρ ἀλλοτρίαν
ἀμνάδα εἰς τὸν οἶκον αὐτοῦ εἰσήγαγε καὶ τὸν ταύτης ποιμένα
ἀπέκτεινεν, ὁ ἐκ τοῦ οἴκου αὐτοῦ ἀμνὸς τὸν ποιμένα ἐκεράτιζεν.
Ἀλλότριον οἶκον ἐπολέμησε καὶ ἐκ τοῦ ἰδίου οἴκου ἐπανέστη
αὐτῷ ὁ πόλεμος. Οὐκ ἔστιν ἐμὸν τὸ νόημα· θεοῦ ἐστι τὸ ἀπό-
4
φθεγμα. Ὅπου δὲ θεὸς ὁ ἑρμηνεύων, οὐδεὶς ὁ ἀντιλέγων. Ὅτι
γὰρ διὰ τοῦτο ἐπανέστη τῷ Δαυὶδ ὁ υἱὸς αὐτοῦ ἐπειδὴ τὸν
Οὐρίαν ἐφόνευσε καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβεν, ἄκουσον τοῦ
θεοῦ διὰ τοῦ προφήτου Νάθαν πρὸς τὸν Δαυὶδ λέγοντος· <Ἐγὼ
ἔχρισά σε βασιλέα ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐξειλόμην σε ἐκ
χειρὸς Σαοὺλ καὶ ἔδωκά σοι τὰ πάντα τοῦ κυρίου σου
καὶ τὸν οἶκον Σαοὺλ καὶ Ἰούδα· καὶ εἰ ὀλίγα σοί ἐστι,
προσθήσω σοι καθὼς ταῦτα. Καὶ τί ὅτι ἐξουδένωσας
τὸν κύριον τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιόν μου; Τὸν
Οὐρίαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ καὶ τὴν
γυναῖκα αὐτοῦ ἔλαβες ἑαυτῷ εἰς γυναῖκα. Καὶ νῦν οὐκ
ἐξαρθήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου εἰς τὸν αἰῶνα.>
5
Τὸν ἀλλότριον οἶκον ῥομφαίᾳ ἐδιχοτόμησας, τὴν κατὰ σοῦ
ῥομφαίαν χαλκεύσω ἐν τῷ οἴκῳ σου. <Ἰδοὺ ἐγὼ ἐξεγερῶ ἐπὶ σὲ
κακὰ ἐκ τοῦ οἴκου σου·> οὐκ ἔξωθέν ποθεν, ἀλλ' <ἐκ τοῦ οἴκου
σου.> Ὅθεν ἡ πηγὴ τῆς ἁμαρτίας, ἐκεῖθεν ἡ πληγὴ τῆς τιμωρίας.
Ἐπεὶ οὖν τῆς ἐντολῆς τοῦ θεοῦ δραπέτης καὶ φυγὰς ἐγένετο, διὰ
τοῦτο τὸν υἱὸν ἀπεδίδρασκε. <Ψαλμὸς τῷ Δαυὶδ ἐν τῷ ἀπο-
διδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ
υἱοῦ αὐτοῦ.> Καὶ κρείττων τῆς τοῦ πολέμου ἐξηγήσεως ἡ αἰτία
τῆς τοῦ πολέμου ὑποθέσεως, ἵνα τὸν ὄλισθον τοῦ δικαίου θεασά-
μενοι ἀσφαλισώμεθα τὸ πτῶμα καὶ φύγωμεν τὴν ὁμοίαν βάσα-
6
νον. Πολλοὶ γὰρ καὶ εἰς τὴν σήμερον πολέμους ἐν τοῖς οἴκοις
ἔχουσι, καὶ ὁ μὲν ὑπὸ γυναικὸς πολεμεῖται, ὁ δὲ ὑπὸ τέκνου
πολιορκεῖται, ἄλλος ὑπὸ ἀδελφοῦ καὶ ἄλλος ὑπὸ φίλου καὶ
ἕτερος ὑπὸ οἰκέτου δαμάζεται, καὶ ἕκαστος ἀκηδιᾷ καὶ δυσχε-
ραίνει καὶ μάχεται καὶ πολεμεῖ καὶ πολεμεῖται. Καὶ οὐδεὶς ἑαυτὸν
λογοθετεῖ ἐννοῶν ὅτι, εἰ μὴ ἁμαρτίας ἔσπειρεν, οὐκ ἂν ἐν τῷ οἴκῳ
αὐτοῦ ἄκανθαι καὶ τρίβολοι ἀνέβησαν· εἰ μὴ σπινθῆρας ἁμαρ-
τιῶν ἔκρυψεν, οὐκ ἂν ὁ οἶκος ἐνεπυρίζετο. Ὅτι γὰρ ἁμαρτιῶν
εἰσι καρποὶ τὰ οἰκεῖα κακὰ καὶ δημίους ἐμφυλίους κατὰ τοῦ
ἁμαρτάνοντος χειροτονεῖ ὁ θεός, μάρτυς ἡ θεία γραφή, ἧς οὐδὲν
7
πρὸς πίστωσιν ἰσχυρότερον. Πολεμεῖ σε ἡ γυνή, εἰσελθόντι
ὡς θηρίον ἀπαντᾷ, τὴν γλῶσσαν ὡς μάχαιραν ἀκονᾷ; Λυπηρὸν
μὲν τὸ πρᾶγμα, ὅτι ἡ βοηθὸς ἀντίπαλος γέγονεν. Ὅμως ἑαυτὸν
ἐρεύνησον, μήπως ἐν νεότητι εἰς γυναῖκα ἐνεωτέρισας καὶ τὸ εἰς
γυναῖκα τραῦμα διὰ γυναικὸς θεραπεύεται καὶ τὴν ἀλλοτρίαν
σηπεδόνα ἡ ἰδία χειρουργεῖ. Κἂν ἀγνοῇ ἡ τέμνουσα, ἀλλ' οἶδεν
ὁ ἰατρὸς θεός. Αὐτὸς γὰρ αὐτῇ ὡς σιδήρῳ κατὰ σοῦ ἐχρήσατο.
Ὥσπερ οὖν τὸ σίδηρον οὐκ οἶδεν ὃ ἐνεργεῖ, τὴν δὲ διὰ τοῦ
σιδήρου θεραπείαν οἶδεν ὁ ἰατρός, οὕτω, κἂν ἀγνοῇ ἡ γυνὴ ἡ
πλήττουσα καὶ ὁ ἀνὴρ ὁ πληττόμενος τὴν αἰτίαν τῆς πληγῆς,
8
ἀλλ' ὁ θεὸς ὡς ἰατρὸς οἶδε τὸ συμφέρον σοι. Ὅτι δὲ γυνὴ
πονηρὰ ἁμαρτιῶν ἐστι κόνδυλος, μάρτυς ἡ θεία γραφή. Τί γὰρ
λέγει ἄκουσον· Γυνὴ πονηρὰ ἀνδρὶ ἁμαρτωλῷ δοθήσεται· ὡς
πικρὰ ἀντίδοτος αὐτῷ δοθήσεται, τοὺς χυμοὺς τῶν ἁμαρτιῶν
ἀναλίσκουσα. Ὅτι δὲ καὶ τὸ ὑπὸ τέκνων πολιορκεῖσθαι ἁμαρτιῶν
ἐστι βάσανος, μάρτυς ὁ Δαυὶδ διὰ τὴν παράνομον κοίτην ὑπὸ
τοῦ υἱοῦ αὐτοῦ Ἀβεσσαλὼμ πολεμούμενος, ὡς ὁ λόγος ἔδειξεν.
Ὅτι δὲ καὶ ἀδελφοὶ ἀδελφοὺς διὰ ἁμαρτίας ἐπολέμησαν, μάρτυς
ἡ βίβλος τῶν Κριτῶν. Ὅτε γὰρ εἰς τὴν παλλακίδα τοῦ ὀδοιπόρου
οἱ τῆς φυλῆς Βενιαμὶν ἐξεπόρνευσαν, ἡ δὲ τὴν ἄμετρον ὕβριν μὴ
ἐνεγκοῦσα ἀπέθανεν, αἱ ἕνδεκα φυλαὶ τὴν μίαν ἐπολέμησαν· καὶ
ἐπειδὴ αἱ ἕνδεκα φυλαὶ ἀπὸ θεοῦ ἀπέστησαν καὶ εἰς τὰ εἴδωλα
ἐξεπόρνευσαν, ὑπὸ τῆς μιᾶς φυλῆς αἱ ἕνδεκα ἐνικήθησαν καὶ
πλεονάκις νικηθεῖσαι ὑπὸ τῆς μιᾶς ἅπαξ αὐτὴν ἐνίκησαν. Καὶ
ἀδελφοὶ ἀδελφοὺς ἐπολέμησαν, ἐπειδὴ ὁ θεὸς διὰ τὰς ἁμαρτίας
αὐτῶν ἦρε τὸ τῆς ἁμαρτίας μεσότοιχον. Ἐπειδὴ γὰρ ἡ μία φυλὴ
εἰς τὴν γυναῖκα ἐπόρνευσεν, αἱ δὲ ἕνδεκα φυλαὶ εἰς τὰ εἴδωλα
ἐξεπόρνευσαν, καὶ οὗτοι κἀκεῖνοι ὑπὸ θεοῦ ἐξωλοθρεύθησαν, ὡς
γέγραπται· <Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ
σοῦ,> ὥστε καὶ ἀδελφοὶ ἀδελφοὺς διὰ ἁμαρτίας ἐπολέμησαν.
9
Ὑπὸ ἀδελφῶν πολεμούμενος, μὴ τοσοῦτον κατ' ἐκείνων στέναζε
ὅσον ἑαυτὸν λογοθέτει, καὶ ἀνέταζε ζητῶν διὰ ποίας ἁμαρτίας
οἱ ἀδελφοὶ πολέμιοι. Οὐχ ὅτι πάντες διὰ ἁμαρτίας ὑπὸ ἀδελφῶν
πολεμοῦνται—καὶ γὰρ ὁ Ἰωσὴφ ὑπὸ τῶν ἀδελφῶν ἐπολεμεῖτο,
καὶ οὐ πάντως διὰ ἁμαρτήματα· καὶ ὁ Ἰὼβ ὑπὸ γυναικὸς ἐπεβου-
λεύετο, καὶ οὐ πάντως διὰ ἁμαρτήματα—ἀλλ' ὅτι οἱ πλείονες
τῶν ἀνθρώπων διὰ ἁμαρτίας οἰκειακοὺς πολεμίους ἔχομεν.
Ἔστιν ὅτε καὶ φίλοι εἰς ἐχθροὺς διὰ ἁμαρτίας τρέπονται καὶ οἱ
πάλαι ποθοῦντες μισοῦσι καὶ ἀποστρέφονται, τοῦ θεοῦ τὸ τοιοῦτον
μῖσος δι' οὓς οἶδε λόγους ἐμβάλλοντος. Οὕτω γὰρ ἐν τῷ ἑκα-
τοστῷ τετάρτῳ ψαλμῷ γέγραπται περὶ τῶν Αἰγυπτίων· <Μετέ-
στρεψε τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι τὸν λαὸν
αὐτοῦ.> Οὐκ ἂν δὲ τὸ μῖσος ἀπὸ θεοῦ ἐδόθη, εἰ μὴ πρότερον
κακῶς ἐφιλίαζον· οἷς γὰρ ἡ φιλία ἀπωλείας πρόξενος, τούτοις τὸ
10
μῖσος ἀρετῆς ὑπόθεσις. Ἀλλὰ καὶ τὰ δοῦλα καὶ ὑπήκοα
σώματα πολλάκις διὰ ἁμαρτίας τῇ δεσποτείᾳ ἐπανέστησαν.
Βλέπε γὰρ τὸν Ἀδὰμ μηδέπω ἁμαρτήσαντα καὶ τὰ θηρία ὡς
δοῦλα ὑπήκοα ἔχοντα καὶ ὡς δούλοις αὐτοῖς καλοῦντα ὀνόματα·
ὅτε δὲ τὴν ὄψιν τῇ ἁμαρτίᾳ ἐσπίλωσε, τότε τὰ θηρία αὐτὸν οὐκ
ἐγνώριζε καὶ τὰ δοῦλα πολέμια κατ' αὐτοῦ γεγόνασιν. Ὥσπερ
ὁ ἐν τῇ οἰκίᾳ κύων δουλεύει τῷ τρέφοντι καὶ φοβεῖται τοῦτον
καὶ τέθηπεν, ἐὰν δὲ ἄφνω ἠσβολωμένην ἔχοντα τὴν ὄψιν θεάσηται
ἢ προσωπεῖον ἀλλότριον ἐν τῇ ὄψει φέροντα, ὡς ξένῳ ἐπέρχεται
καὶ σπαράξαι βουλεύεται, οὕτως ὁ Ἀδὰμ ἐφ' ὅσον τὸ κατ'
εἰκόνα θεοῦ πρόσωπον καθαρὸν ἐτήρει, οἱ θῆρες αὐτῷ ὡς δοῦλοι
ὑπέκειντο· ὅτε δὲ τὸ πρόσωπον τῇ παρακοῇ ἐσπίλωσε, μὴ γνωρί-
ζοντα τὸν δεσπότην ὡς ξένῳ ἤχθραινον, ὥστε καὶ δούλων ἐπανά-
11
στασις ἁμαρτιῶν ἐστιν ἀντίδοσις. Δίκαιος ὁ Δανιὴλ καὶ οἱ
λέοντες τὴν δεσποτείαν ἐγνώρισαν· εἶδον ἁμαρτίας ἄγευστον καὶ
ἀφῆκαν τιμωρίας ἄμοιρον. Ἥμαρτε προφήτης ψευσάμενος καὶ
<εὗρεν αὐτὸν ὁ λέων ἐν τῇ ὁδῷ καὶ ἐθανάτωσεν.> Ἠσβο-
λώθη τῷ ψεύδει καὶ ὁ λέων οὐκ ἐγνώρισεν. Εἰ προφήτην εἶδεν
ἄν, ὡς τὸν Δανιὴλ ἐτίμησε· ψευδοπροφήτην εὗρε καὶ ὡς ξένῳ
ἐπέδραμεν. Ὁ δεσπότης ἐψεύσατο καὶ ὁ δοῦλος τὴν δεσποτείαν
12
ἠρνήσατο. Καὶ τί λέγω περὶ τῶν οἰκειακῶν κακῶν, ὁπότε
καὶ αὐτὸ ἡμῶν τὸ σῶμα, τὸ πάντων ἡμῖν οἰκειότερον καὶ προσφι-
λέστερον, ἔστιν ὅτε καὶ αὐτὸ ἁμαρτάνοντας ἡμᾶς πολεμεῖ διὰ
πυρετῶν καὶ νόσων καὶ ἀλγηδόνων ἀμυνόμενον, καὶ τὸ δοῦλον
σῶμα τὴν δέσποιναν ψυχὴν μαστίζει ἁμαρτήσασαν, οὐχ ὅτι
τοῦτο βούλεται, ἀλλ' ὅτι τοῦτο ποιεῖν κελεύεται; Καὶ μάρτυς ὁ
Χριστὸς τῷ ἰαθέντι παραλυτικῷ λέγων· <Ἴδε, ὑγιὴς γέγονας·
μηκέτι ἁμάρτανε, ἵνα μή σοι χεῖρόν τι γένηται.>
Μαθόντες οὖν, ἀδελφοί, ὅτι καὶ οἰκειακοὶ καὶ συγγενικοὶ καὶ
δουλικοὶ πόλεμοι καὶ αἱ τοῦ σώματος νόσοι τὰ πολλὰ διὰ ἁμαρ-
τίας γίνονται, τὴν πηγὴν τῶν κακῶν τὴν ἁμαρτίαν ἀναστεί-
λωμεν καὶ οἱ χείμαρροι τῶν παθῶν οὐ ῥεύσουσιν, ἀλλ' οἱ ποταμοὶ
τῶν τοῦ θεοῦ ἀγαθῶν τὴν πόλιν αὐτοῦ, τὴν ψυχήν, εὐφραι-
13
νοῦσιν. Ἐπεὶ οὖν καὶ ὁ Δαυὶδ ὡς ἀλλοτρίαν βασιλείαν τὴν
ὕπανδρον ἔλαβε—βασιλεία γὰρ παντὶ ἀνδρὶ ἡ ὁμόψυχος γυνὴ
καὶ οὐχ οὕτως ὁ βασιλεὺς τὴν πορφύραν καὶ τὸ διάδημα ὡς ὁ
ἀνὴρ τὴν γυναῖκα ἀγαπᾷ—διὰ τοῦτο ὁ ἐκ τῆς γυναικὸς αὐτοῦ
υἱὸς ἐπανέστη τύραννος, ἁρπάσαι θέλων τὴν βασιλείαν τοῦ
πατρός. Βίᾳ ἥρπασε καὶ βίαν ὑπέμεινε, καὶ ὁ λάθρᾳ ἁμαρτήσας
φανερῶς ἐθριαμβεύετο, καὶ ὁ ἐν κρυφῇ τραυματιζόμενος ἐπὶ
πάντων χειρουργούμενος διὰ τὸν εἰπόντα θεόν· <Σὺ ἐποίησας
ἐν κρυπτῷ, ἐγὼ δὲ ποιήσω ἐν τῷ φανερῷ καὶ ἐνώπιον
14
τοῦ ἡλίου τούτου.> Ὅμως οὐκ εἰς τέλος προέβη τὰ τῆς
κακίας τῷ Ἀβεσσαλώμ, καὶ δικαίως, ἵνα μὴ οἱ πατραλοῖαι νόμον
πατροκτονίας τὴν πρᾶξιν ἔχωσιν. Ὑπουργήσας δὲ ὡς δήμιος,
ὡς κατάδικος ἐφονεύετο· καὶ ὥσπερ τὰ ἐν τοῖς θεάτροις θηρία
ἄλλοις μὲν ἐπέρχονται, ὑφ' ἑτέρων δὲ φονεύονται, οὕτως ὁ Ἀβεσ-
σαλὼμ τῷ Δαυὶδ ἐπελθὼν ὑπὸ τοῦ Ἰωὰβ ἐφονεύετο, καὶ ἐπὶ
δένδρον ὑψηλὸν ἐκρέματο ὁ κατὰ τοῦ πατρὸς ὑψούμενος, καὶ
ὑπὸ φυτοῦ κατείχετο ὁ τῇ ῥίζῃ μαχόμενος, καὶ ὁ κλάδος ὑπὸ τοῦ
κλάδου ἐδέδετο, τῆς πατρικῆς διαθέσεως ἀποκλώμενος, καὶ ἀπὸ
τῆς κεφαλῆς ἐκρατεῖτο ὁ τὴν κεφαλὴν τοῦ γεννήσαντος λαβεῖν
ἐπειγόμενος, καὶ ὡς καρπὸς ἀπὸ τοῦ φυτοῦ ἐκρέματο ὁ τὸν
γεωργὸν τῆς φύσεως τεμεῖν βουλόμενος, καὶ εἰς τὴν καρδίαν
15
ἐτοξεύετο, ἐκεῖ φονευόμενος ὅπου τὸν φόνον ἐμελέτησε. Καὶ
ἦν ἰδεῖν τότε παράδοξον θέαμα· ὡς γὰρ ἐπὶ τὴν ἡμίονον ἐλαύνων
ἀπὸ τῆς κόμης τῶν τριχῶν τῆς κόμης τοῦ δένδρου κατείχετο, καὶ
ἡ κόμη τῆς κόμης κατεῖχε τὸν τύραννον, ἐκεῖ αὐτὸν κονδυλίζουσα
ὅπου τὸ πατρικὸν διάδημα φορέσαι ἐσπούδαζεν. Ἦν οὖν θεάσα-
σθαι μέσον οὐρανοῦ καὶ γῆς τὸν Ἀβεσσαλὼμ κρεμάμενον. Ὁ
οὐρανὸς αὐτὸν οὐκ ἐδέχετο· εἰ γὰρ τὸν πρῶτον ἀντάρτην ἔρριψε
τὸν διάβολον, πῶς ἂν τὸν δεύτερον ἀντάρτην ἐδέξατο; Ἡ γῆ
αὐτὸν ἀπεστρέφετο, μὴ φέρουσα μιαίνεσθαι πατραλοίου βήμασιν.
Εἰ γὰρ τὸν Δαθὰν κατὰ Μωυσέως λαλήσαντα κατέπιε καὶ τὸ
στόμα αὐτῆς ἤνοιξε κατὰ τοῦ κακῶς τὸ στόμα ἀνοίξαντος,
πῶς εἶχε βαστάσαι πόδας κατὰ γονέων τρέχοντας; Ὡς οὖν
ἐπὶ τοῦ δένδρου ὑψηλὸς ἐκρέματο, ἐπῆλθεν αὐτῷ Ἰωὰβ ὁ
ἀρχιστράτηγος καὶ τρεῖς ἀκίδας εἰς τὴν καρδίαν τοῦ ἀκαρ-
δίου ἐνέπηξεν, ἐκεῖ αὐτὸν πλήττων ὅπου τῆς ἀνομίας ἡ
θήκη. Καὶ ὡς ὑψηλὸς ἐπὶ τοῦ δένδρου ἐκρέματο, καλὸν αὐτῷ
ἐπιτάφιον ψαλμὸν ὁ Δαυὶδ ἐπέψαλλεν· <Εἶδον τὸν ἀσεβῆ ὑπερ-
υψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβά-
16
νου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. Ψαλμὸς τῷ
Δαυίδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσ-
σαλὼμ τοῦ υἱοῦ αὐτοῦ.> Ἀπεδίδρασκε δέ, οὐχ ὡς δειλαινό-
μενος, ἀλλὰ φονεῦσαι τὸν υἱὸν εὐλαβούμενος· καὶ γὰρ αὐτὸς ὡς
τέκνου ἐφείδετο, ἀλλ' οἱ σὺν αὐτῷ οὐκ ἂν ὡς ἀντάρτου ἐφείσαντο.
Ὅθεν ὁ Δαυὶδ ὑπὸ τοῦ υἱοῦ διωκόμενος καὶ ὑπὸ τοῦ Σεμεεὶ δι'
αὐτὸν λοιδορούμενος, αὐτὸς μὲν ἐμακροθύμει. Ἐπειδὴ δὲ πολλοὶ
κατ' αὐτοῦ ἐσκανδαλίζοντο, καὶ μάλιστα οἱ τῷ Ἀβεσσαλὼμ
συναιρόμενοι, καὶ λοιπὸν ὡς ἀπρονοήτου κατεπανίσταντο λέγον-
τες· Ἔρημος νῦν ὁ Δαυὶδ καὶ ἀβοήθητος πάντως· νῦν ἀπέστη ἀπ'
αὐτοῦ ὁ θεὸς ὡς καὶ ἀπὸ τοῦ Σαούλ ποτε. Ὥσπερ γὰρ τότε
ἀπὸ τοῦ Σαοὺλ ἀπέστη καὶ γέγονε μετὰ τοῦ Δαυίδ, οὕτω νῦν
ἀπὸ τοῦ Δαυὶδ ἀπέστη καὶ γέγονε μετὰ τοῦ Ἀβεσσαλώμ. Κατε-
παναστῶμεν, ἐπιθώμεθα· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ θεῷ
17
αὐτοῦ. Ἐπειδὴ ταῦτα ἔλεγον, ἐπὶ τούτοις πλέον ὁ Δαυὶδ
ἀλγήσας ἢ ἐπὶ τοῖς τοῦ παιδὸς σκιρτήμασιν, ἐπερωτᾷ τὸν θεόν·
<Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;> Περιπέφραγμαι
τοῖς πειρασμοῖς, περιέχομαι τοῖς χειμάρροις τῶν κακῶν, <κατέβη> ἡ
ἐπικίνδυνος <βροχή, ἦλθον οἱ> τῶν πολεμίων <ποταμοί, ἔπνευσαν
οἱ ἄνεμοι> τῶν πνευμάτων τῶν πονηρῶν, <προσέρρηξάν> μου <τῇ
οἰκίᾳ,> μετακινῆσαι θέλοντες τὴν ψυχήν μου ἀπὸ σοῦ, ἀλλὰ τεθε-
μελιωμένος ἐπὶ τὴν πέτραν τῆς πίστεως οὐ πίπτω, ἀλλὰ προσ-
πίπτω ἵνα μάθω. <Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές
με;> Ὁ ἐξ ἐμοῦ κατ' ἐμοῦ, ἀλλὰ σὺ ὑπὲρ ἐμοῦ. Τὰ ἐμὰ σπλάγχνα
ἐμὲ πολεμεῖ· ὁ ἐμὸς λαὸς ὀπίσω Ἀβεσσαλώμ· τὸ ἐμὸν στρα-
τόπεδον ὁπλίζεται κατ' ἐμοῦ· τὰ πρόβατά μου λύκοι γεγόνασι,
καὶ λέοντες οἱ ἀρνοί, καὶ κύνες λυσσῶντες οἱ ἀμνοί, καὶ ταῦροι
κερατισταὶ οἱ κριοί. Οὐ δι' ἐμαυτὸν λυποῦμαι, ἀλλὰ τὴν τούτων
ἀπώλειαν θρηνῶ· <Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές
με> ...
4
t
{In Psalmum IV Homilia I
Εἰς τὸν τέταρτον ψαλμόν· <Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσή-
κουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου. Ἐν θλίψει
ἐπλάτυνάς μοι· οἰκτείρησόν με,> καὶ τὰ ἑξῆς.}
1
Ἐπινίκιος καὶ ἐπιτάφιός ἐστιν ὁ προκείμενος ψαλμός· ἐπινίκιος
μὲν τῆς τοῦ Δαυὶδ ἀρετῆς, ἐπιτάφιος δὲ τῆς τοῦ Ἀβεσσαλὼμ
καταστροφῆς· ἐπινίκιος τοῦ Δαυίδ, ὅτι ὁ φεύγων ἐνίκησεν,
ἐπιτάφιος τοῦ Ἀβεσσαλώμ, ὅτι πατέρα φυγαδεύων ἔπεσεν·
ἐπινίκιος τοῦ Δαυίδ, ὅτι οὐχ ὁπλιζόμενος, ἀλλὰ προσευχόμενος,
τρόπαια ἔστησεν, ἐπιτάφιος τοῦ Ἀβεσσαλώμ, ὅτι οὐκ ἀπὸ χειρὸς
τοξευόμενος, ἀλλ' ὑπὸ δένδρου κρεμάμενος, τάφον τὸν ἀέρα
ηὕρισκε. Καὶ ὅτι ἐπινίκιος καὶ ἐπιτάφιος ὁ ψαλμός, μάρτυς ἡ ἐπι-
γραφή· <Εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμός· ᾠδὴ τῷ Δαυίδ.>
Ἡ γὰρ ᾠδὴ τὴν νίκην τοῦ Δαυὶδ ἐσάλπισεν· ὁ δὲ ὕμνος τὴν
2
ἐπιτάφιον αὐτοῦ θλίψιν τὴν ἐπὶ τῷ παιδὶ ὑπηγόρευσεν. <Εἰς
τὸ τέλος,> διὰ τὸ τέλος καὶ τὸν θάνατον τοῦ Ἀβεσσαλώμ. <Ἐν
ὕμνοις,> διὰ τὸν τάφον καὶ τὴν θλίψιν τὴν ἐπὶ τῷ παιδί. Ὁ γὰρ
ὕμνος τοῖς ἁγίοις διὰ τὴν θλίψιν ἐλέγετο. <Ψαλμός,> πρᾶξις θεοῦ
θαυμαστή, ὅτι κλάδῳ τὸν κλάδον ἐκρέμασεν, ὅτι τὸν ἀποκλει-
σθέντα τῆς τοῦ πατρὸς διαθέσεως ἀπέκλεισε τῆς ζωῆς. Ἢ καὶ
<Ἐν ὕμνοις ψαλμός,> ὁ ἐν θλίψει πλατυσμός· <Ἐν θλίψει
ἐπλάτυνάς> μοι. <Ψαλμὸς> καὶ διὰ τὸ εὔθυμον γενέσθαι τὸν λαόν,
ὅτι ἔπεσεν ὁ ἀντάρας τῷ πατρί· <Εὐθυμεῖ τις; ψαλλέτω. Ὠιδή,>
διὰ τὴν ἐπινίκιον εὐχαριστίαν ἣν ἀνέπεμψε θεῷ τῷ νικοποιῷ.
<Τῷ Δαυὶδ> λεχθεῖσα, τῷ ζωγράφῳ τῆς ἱστορίας διὰ τῆς ψαλμῳ-
3
δίας· <Εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμός· ᾠδὴ τῷ Δαυίδ.> Εἶτα,
ὡς ἐρωτηθεὶς ὁ μακάριος Δαυὶδ πῶς φεύγων ἐνίκησε τὸν Ἀβεσσα-
λώμ, πῶς βέλος οὐκ ἔπεμψε καὶ τὸ μέλος αὐτοῦ ἔθαψε, πῶς
μάχαιραν οὐκ ἐγύμνωσε καὶ τὸν τύραννον ἐθέρισεν, ἀποκρίνεται
καὶ λέγει· Ἐνίκησα οὐ μαχόμενος, ἀλλ' ἐπικαλούμενος καὶ εἰσα-
κουόμενος· <Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς
τῆς δικαιοσύνης μου.> Εἰ ἐπὶ βέλεσι καὶ ἐπὶ δόρατι καὶ τόξῳ
καὶ ῥομφαίᾳ καὶ πανοπλίᾳ εἶχον τὴν ἐλπίδα ὡς οἱ πολλοί, ἡττήθην
ἂν ὡς οἱ πολλοί· ἀλλ' ἐπειδὴ ψάλλων ἔλεγον· <Οὐκ ἐπὶ τῷ
τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με,>
ἔρριψα τὴν πανοπλίαν· εἶχον γὰρ τὴν ἄνωθεν συμμαχίαν. Ἄνευ
τόξου καὶ ῥομφαίας ἐνίκησα, θεὸν ἐπικαλούμενος καὶ εἰσακουό-
μενος. <Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ θεὸς
τῆς δικαιοσύνης μου.> Ὑπήκουσα καλούμενος καὶ εἰσηκούσθην
ἐπικαλούμενος· οἶδα γὰρ τὸν λέγοντα τοῖς ἀνηκόοις θεόν· <Ἐπειδὴ
ἐκάλουν καὶ οὐχ ὑπηκούσατε, ἔσται ὅτε ἐπικαλέσησθέ
με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι.> Ἔξωθεν βέλη εἰς τὴν καρδίαν
μου παρὰ τοῦ τυράννου ἐπέμποντο, καὶ ἔσωθεν ἀπὸ τῆς καρδίας
βοαὶ πρὸς τὸν θεὸν ἀνεπέμποντο· καὶ αἱ βοαὶ καὶ αἱ ἱκεσίαι τὰ
4
βέλη ἐνίκησαν. Ἢ καὶ ἄλλως, ἄλλο ἐστὶν εἶναι δίκαιον καὶ
ἄλλο τὸ δικαιοσύνην ἔχειν. Δίκαιος ὁ τέλειος ταῖς ἀρεταῖς· <Νῶε
ἄνθρωπος δίκαιος·> Ἰὼβ ἄνθρωπος δίκαιος, ἄμεμπτος. Δικαιο-
σύνην ἔλεγε τὴν ἐπιείκειαν καὶ τὴν πραΰτητα τὴν ἐπὶ τῷ παιδί.
Πολλαὶ γὰρ δικαιοσύναι εἰσί· <Δίκαιος> γὰρ <κύριος καὶ δικαιο-
σύνας ἠγάπησε.> Καὶ τῷ Τωβίᾳ ἡ γυνή· <Ποῦ αἱ δικαιοσύναι
σου;> Διὸ οὐκ εἶπε δίκαιον ἑαυτὸν οὐδαμοῦ ὁ Δαυίδ, ἀλλ' ὅτι
δικαιοσύνην εἶχεν. Εἰπέ, ὦ Δαυίδ, εἰ μετὰ τὸν Οὐρίαν ἡ ἱστορία
τοῦ Ἀβεσσαλώμ, πῶς δίκαιος σὺ ὁ λέγων· <Ἐπὶ πλεῖον πλῦνόν
με ἀπὸ τῆς ἀνομίας μου;> Ἀλλ' ἐδικαιώθην ἐκ πίστεως, πιστεύ-
σας τῷ εἰπόντι· <Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει
κύριος.> Ἐπεὶ οὖν δικαίως ἐξεδικήθην, <εἰσήκουσέ μου ὁ θεὸς
τῆς δικαιοσύνης μου. Δικαία ἡ βοήθειά μου παρὰ τῷ
θεῷ.> Δίκαιον γὰρ ἦν ἐκδικηθῆναι πατέρα παρὰ φονέως υἱοῦ.
5
Ὡς ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρὸς καὶ ἀπὸ τῆς τεκτονικῆς ὁ τέκτων,
οὕτως ἀπὸ τῆς δικαιοσύνης ὁ δίκαιος. Ἀλλ' ὥσπερ ὁ ἕν τι μέρος
ἰατρικῆς εἰδὼς ἰατρός, ὁ περιχρίων μόνον ἢ ὁ καταπλάττων, οὐκ
ἰατρός, οὕτως ὁ εἶδος ἓν δικαιοσύνης ἔχων οὐ δίκαιος. <Δεδικαίω-
ται Θάμαρ,> καὶ οὐ…
…
The complete text is available when the reading interface loads.