Commentarii in Ecclesiasten
- Edition reference
- Commentarii in Ecclesiasten (7–8.8), ed. J. Kramer and B. Krebber, Didymos der Blinde. Kommentar zum Ecclesiastes, pt. 4 [Papyrologische Texte und Abhandlungen 16. Bonn: Habelt, 1972]: 2–154.
- CTS identifier
urn:cts:greekLit:tlg2102.tlg006.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
198
οὐκέ]τι ἐπιστρέψει“. οὗτος | ἄξιός ἐστιν κλαυθμοῦ. οὐ τὸν τεθνηκότα [δεῖ πεν-
θ]εῖν, ἀλλὰ τὸν τεθνη|κότα ἐκπεσόντα ἀπὸ τῆς μακαρίας κ[αὶ αἰωνί]ου ζωῆς.
κατὰ | πολλοὺς οὖν τρόπους δύναται? ἑα?[υτ]όν τις ἐν ἁμαρτίαις γενόμε|-
νος πενθεῖν, ἐὰν αἰσθηθῇ. καὶ μα[κ]αρίζεται ὁ ἑαυτὸν πενθῶν ἄξια | πένθους
πεποιηκὼς καὶ ἐκπεσ[ὼ]ν τῆς μακαρίας ζωῆς, ἵνα παρα|κληθῇ. πενθεῖ δὲ καὶ
ἄλλους, ὅταν φ[ι]λ?όπαις ᾖ{ν}. οὕτω γοῦν ὁ Παῦλος ἔλεγεν· | ”{μὴ} εἰσελθὼν
πενθήσω πολλούς“. ”[πολ]λοὺς“ λέγει τοὺς ”μ?ὴ μετανο〈ή〉σαντας“. οὗτος |
ὁ πενθῶν οὐχ ἑαυτὸν πενθεῖ, ἀλλ[ὰ το]ὺς νεκρωθέντας ἄλλους ἤτοι γενα|-μένους αὐτοῦ τέκνα διὰ παίδευσιν ἢ? ὅπως ποτέ.
ὁ οἶκος δὲ κατάστασίν | τινα σημαίνει καὶ ἀγωγήν, οὐ τόπο?[ν]. |
<ἔγνω τοῦτο τέλος παντὸς ἀνθρώπου, καὶ ὁ ζῶν δ[ώ]σει ἀγα-θ[ὸν] πρὸς καρδίαν αὐτοῦ.>
ὁ πο|ρευόμενος εἰς ”οἶκον 〈πένθους〉“ οἶδεν ὅτι ”τέλος παντὸς ἀνθρώ-
π[ο]υ“ ἐστὶν τὸ τεθνάναι. καὶ | εἰ οἶδεν ὅτι τεθνήξεται, οὐ μέγα φρονήσει
οὐδὲ ἡγήσεται περισπούδαστόν | τι ἔχειν, ἐὰν τὰ τοιαῦτα ἔχῃ, ἃ ἀποβαλεῖν
δύναται τεθνηκώς—πλοῦτον, δόξαν, | ἀξίωμα—κατὰ τὸ ”μὴ φοβοῦ, ὅταν
πλουτήσῃ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ | ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐντῷ ἀποθνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα“. |
<καὶ ὁ ζῶν δώσει ἀγαθὸν πρὸς καρδίαν αὐτοῦ.>
199
ζῶντός | ἐστιν τὸ θηρεύειν τὸ αὑτῷ [δοκού]μενον ἀγαθόν. τοῦτο δέ ἐστιν
τὸ ἡδύ. ὁ γὰρ | τεθνηκὼς καὶ ἄξια τοῦ π[ενθῆσ]αι ὑφιστάμενος οὐ ”δίδωσιν
ἀγαθὸν ἐν | καρδίᾳ αὐτοῦ“. ἀλλ' ἐὰν κα[λὸς καὶ] ἀγαθὸς ἀποσπασθῇ τοῦ βί-
ου, τὸ ἀληθῶς | ”ἀγαθὸν“ εὑρίσκει ”εἰσερχόμε[νος] εἰς τὴν χαρὰν τοῦ κυ-
ρίου“ ἑαυτοῦ. ἐὰν δὲ φαῦλος, | κἀκεῖ ”κλαυθμὸν“ ὑφ[ί]σ?τ?α?τ?α?ι?. ”[ἐ]κ?εῖ γάρ
ἐστιν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀ|δόντων“. δυνατὸν δὲ κ[αὶ τὸ]ν? ζῶντα
εἰπεῖν· ”ὁ ζῶν κατὰ θεόν“. οἷοι ἦσαν οἱ | ἀμφὶ τὸν Ἀβραάμ, περὶ ὧ[ν]
εἴρηται· ”ὁ θεὸς οὐκ ἔστιν νεκρῶν, ἀλλὰ ζώντων“. ὁ ἀλη|θῶς ζῶν, ὁ τὴνμακαρί[αν ζω]ὴν ἔχων, τῇ ψυχῇ ἑαυτοῦ εὑρίσκει ἀγαθόν. |
ἐπερ()· ἡ ἀναγωγή· ”ἔγνω τοῦτ?[ο τέλο]ς παντὸς ἀνθρώπου“.
ὁ φαῦλος κατὰ ἕτερον | σημαινόμενον λέγετ?[αι ἄνθρωπο]ς, ὡς εἴρηται·
”ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀπο|θνῄσκετε“, καί· ”ὅπ[ου γὰρ ἔρι]ς καὶ ζῆλος
ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε;“. ὁ ἀπο|βαλὼν [τ]αύτην τὴν ζω[ήν], καθ' ἣν
ψ?ε?κ?τὸς ἄνθρωπός ἐστιν, πενθεῖται | μακαρίως. ὁ δὲ ζῶν τῷ περιέπειν τὴν
τοιαύτην ἀγωγὴν καὶ ζωὴν | τὸ ἡδὺ ἑαυτῷ θηρᾶται, οὐ? ζητεῖ τὴν μετὰ ταῦτα
σωτηρίαν, τὴν σὺν πολλῷ | πόνῳ κατορθουμένην. ”διὰ γὰρ πολλῶν θλίψεων
δεῖ ἡμᾶς εἰσελθεῖν | εἰς τὴν βασιλείαν τῶν οὐρα?νῶν“, καί· ”ἐν παντὶ θλι-
βόμενοι“ οὗτοι οὐ|δὲν ἡδὺ ἔχουσιν.
ὁ πενθήσας οὖν ”ἔγνω τὸ τέλος παντὸς ἀνθρώπου“. | οὕτω γοῦν πενθεῖ
ὡς περ[ι]γραφέντος αὐτοῦ τοῦ ζῆν τοῦ δημοσιευομένου. | οὐχ ἁπλῶς οὖν τὸ
ἀγαθὸν 〈δώσει ὁ ζῶν〉, ἀλλὰ πρὸς τὴν ”ἑαυτοῦ καρδίαν“ φιλήδονον | οὖσαν. |
<ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, [ὅ]τι ἐν κακίᾳ ἀνθρώπου ἀγα-θυνθήσεται.>
καὶ | ἐκ τῶν μετὰ χεῖρας ἔστι[ν] ἰδεῖν τοῦτο· ἐάν τις ὑπηκόους ἔχῃ,
οἷον τέκνα | ἢ δούλους, ὅταν οὕτως ὀργίζηται καὶ θυμῶται αὐτοῖς ὥσ?τε
αὐτῶν τὴν | κακίαν κωλῦσαι, ὁ ”θυμὸς“ οὗτος ”ἀγαθός“ ἐστιν, οὐχ ὁ
καθάπαξ θυμός, | ἀλλ' ὁ πατρὸς πρὸς τέκνον, ὁ κηδεμόνος πρὸς τοὺς ἐπι-
κουρουμέ|νους.
”ὅτι ἐν κακίᾳ ἀνθρώπου ἀγαθυνθήσεται“ ὁ ζητῶν γέλωτα, ὁ ἐκ[εῖ] γινό|-
200
μενος ὅπου οἱ γελοιασταί· ὁ δὲ ”θυ?μὸν“ ἔχων κατὰ τῶ[ν] τοιαῦτα | ποιούν-
των καὶ ἑαυτῷ θυμωθήσεται, ὅτα?[ν ἔλ]θ?ῃ αὐτῷ λογισμὸς ἢ πρᾶγμα | τοιοῦτο,
ὡς ἔλεγον ἀρτίως, ὅτι θυμοῦται καθ' ἑαυτοῦ? [ἀνα]τ?ιθηνῶν τὸν θυμὸν | διὰκακίαν ἀνθρώπου. ἐπερ()· ὡς πρὸς τὴν ἀναγωγή[ν];
[ἀνα]γ?νόντες τὰς θείας γραφὰς | καὶ γνόντες ὡς ὁ θεὸς ἀγανακτεῖ κατὰ
τῶν ἁμ?[α]ρ[τωλ]ῶν καὶ ὅτι ”θυμὸν ἐγείρει“, | ὃν παραιτούμενος ὁ ἅγιος
ἔλεγεν· ”μὴ τῷ θυμ[ῷ σου] ἐλέγξ[ῃ]ς με, μηδὲ τῇ | ὀργῇ σου παιδεύσῃς με“—
οὗτος ὁ θυμὸς οὐκ ἔστιν ἀγ?[α]θ?ότερος τοῦ σὺν ἀρετῇ | διάγειν· ἀλλ' ὡς ἄξι-
ός ἐστιν τοῦ κολασθῆναι, α[ἱρε]τώτερόν ἐστιν αὐτὸν | διὰ θυμοῦ ἐλεγχθῆναι
{καὶ} ἢ αὐτῇ τῇ κολάσει παι[δευ]θ?ῆναι. θυμοῦται γὰρ ὁ | δυνάμενος κολάσαι
πρὸ τοῦ κολάσαι. ο[ὐκοῦ]ν ἀκούομεν ἐν τῇ γραφῇ, | ὅτι κατὰ τῶν ἁμαρτωλῶν
ἀπειλὴ ἀπόκειτ?[αι; εἰ θυ]μ?ός ἐστιν ὁ ἀπαγγελλό|μενος, ἀπειλή τίς ἐστιν· ἐν
τῇ ἀπειλῇ δὲ ὁ θ[υμός, οὐ]κ ἐν τῷ πληρωθῆναι | τὴν ἀπειλήν. ἐπερ()· ἐν τῇ κολάσει ο[ὐ]κ ἔ[στ]ι?ν? μείζω[ν ὁ] θυμός;
ἀλλ' οὐ | τοῦτον ἀγαθὸν λέγει, ἐάν τις αὐτο[ῦ] π?[ειραθ]ῇ, ἀλλ' [ἐὰ]ν κω-
λύσῃ ὁ θυμὸς | αὐξῆσαι τὰ ἁμαρτήματα, ἵν' ἐπακολουθήσῃ κόλασις.
ἐπερ()· τὸ ”ἀγαθὸν“ οὖν | ”θυμὸς ὑπὲρ γέλωτα“.ὑπὲρ τὸ ἥδεσθαι ἐπὶ κακοῖς.
”ὅτι ἐν κακίᾳ ἀνθρώπο?υ ἀγα|θυνθήσεται“.
ὁ γέλως ἐν κακίᾳ ἀνθρώπου ἀγαθ?ύνεται· καὶ ἑαυτῷ κα|κίαν φέρει ὁ γελω-
τοποιὸς καὶ ἄλλοις. ἀγαθ?ύ?νεται οὖν ἐν κα〈κ〉ίᾳ ἀνθρώπου | ὁ ἡδονὰς θηρεύ-
ων, ὁ τὴν ὑδαρότητα προκρίνων τοῦ αὐστηροῦ βίου. | τούτου τοῦ γέλω[τ]ος τὸπρόσωπον ἐν κακίᾳ δοκεῖ ἱλαρύνεσθαι.
ἐὰν δὲ περὶ τοῦ | θυμουμένου λέγωμεν τοῦτο, ὅτι κακία ἐστὶ[ν] ἡ ἐνφαι-
νομένη ἐν τῇ ἀπει|λῇ, οὐ κακίαν τὴν ἐναντιουμένην τῇ ἀρετῇ, ἀλλ?ὰ? τὴν κα-
κοῦσαν τοὺς σφαλ|λομένους, περὶ ἧς καὶ ἐν Ἀμὼς τῷ προφητῇ γ?έ?γραπται· ”εἰ
ἔστιν κακία | ἐν πόλει, ἣν κύριος οὐκ ἐποίησεν;“ οὐκ ἔστιν κακωτικὴ κατά-
στασις ἐ?ν πόλει | γινομένη ἄνευ τοῦ θεοῦ. |
<καρδία σοφῶν ἐν οἴκῳ πένθους καὶ καρδία ἀφρόνων ἐν οἴ-κῳ εὐφροσύνης.> |
201
ἰδοὺ ἔδειξεν, πῶς τὸ πρό[σωπον] τοῦ ”θυμοῦ“ αἱρετώτερόν ἐστιν τοῦ τοῦ
”γέλω|τος“ ἐκ τῶν αἱρουμένω[ν· ἡ γοῦν τ]ῶ?ν σοφῶν καρδία μᾶλλον εἰς οἶκον
πέν|θους ὁρ〈μᾷ〉 ἢ εἰς οἶ?κον πό[του καὶ γ]έλωτος.
ἡ ἀναγωγὴ ἡ συνκρινομένη | ὥστε τὰ μὲν αὐτῶν αἱρεῖσ[θαι, τὰ δ]ὲ? φυγεῖν
κατὰ πλείονας τρόπους γίνεται, ὧν εἷς | ἐστιν ὁ ἐκ τ?ῶν [αἱρουμ]έ?[ν]ω?ν?. αἱ-
ρεῖται ὁ σοφὸς ἀρετήν, εὐσέβειαν, ”θεῷ ἀρέσκειν“, | σπουδάζειν ὑπὲρ εὐ-
σέβειας, κ?ἂ?ν δέοι ἀποθανεῖν. ὁ δὲ πολὺς ἄνθρωπος ὁ ἄ|φρων οὐκ αἱρεῖται
ταῦτα. [ἐκ] τῶν αἱρουμένων δὲ προκρίνεται ἡ ἀρετή, ὅτι | σοφοὶ αὐτὴν αἱ-
ροῦνται, [οὐ] χ?υδαῖος, οὐκ ἔκλυτος, οὐκ ἄφρων. καὶ ἐκ τῶν | πραγμάτων δὲ πάλ[ιν ἡ] σ?ύνκρισις λαμβάνεται, ἡ λεχθεῖσα θε-
ωρία {ἐκ} | τῶν κρινόντων κ[αὶ συν]κ?ρινόντων.
τὸ δέον δὲ λαμβάνεται, ὅταν | λέγωμεν ὅτι αἱρ?ε?τ?[ώτερά ἐστ]ιν ἡ ψυχὴ τοῦ
σώματος καὶ μᾶλλον αὐτῆς | ἐπιμελε?[ῖσθα]ι? [πρέπε]ι? [ἢ τοῦ σώ]ματος. ἐκ τοῦ
πράγματος, πρὸ?ς? [ὃ] ἡ? αἵρε|σις καὶ ἡ σύνκρισις γίνεται, τὸ τίμιον λαμβάνο-
μεν, ἐπεὶ τιμιωτέρα | ἐστὶν ἡ ψυχή. ὁ φειδόμενος καὶ ἐπιμελούμενος
αὐτῆς [το]ῦ τιμίου καὶ | κρείττονος κατὰ ἀλήθειαν ἐπιμέλεται.
ἔσ?[τ]ι?ν δὲ ὅτε καὶ ἐκ τ?[ῶ]ν παρεπομέ|νων ἡ πρόκρισις γίνεται. οὕτως οὐ
δεῖ τὸ ζῆν ἁπαξαπλῶς προτιμᾶν | τοῦ τεθνάναι. κἂν γάρ τ?ις? 〈τὸ ζῆν προτιμᾷ τοῦ τεθνάναι〉 μέλλοντος θρύλου ἢ δι〈κ〉α-
σ〈τ〉οῦ ἢ ἄλλου τινὸς | διώκοντος τὸν χριστιανι?σμὸν καὶ τὴν ἀλήθειαν, πρὸς
ὀλί[γ]ο?ν ἐστίν. κἂν | γὰρ μὴ ἀποθανῇ ὑπὸ τοῦ φ[ο]νεύοντος, ἐνίοτε νόσος κα-
ταλ[α]βοῦ?[σ]α μεθίς|τησιν τοῦ βίου· χρόνῳ μ[ό]νῳ τὴν διαφορὰν ἔχει, ὅτι ὁ
π?άρ[α]υτα [ὀ]ργῇ δικας|τοῦ ὑποκείμενος ἀποθανεῖται, τὸ δὲ νόσῳ διαφθεῖραι
τὸ ζῆν ἄδηλον, | πότε· πλὴν οὐκ ἐπ' ἄπειρον τοῦτο, ἀλλ' ἐν πλείονι χρόνῳ
δ[ύ]νατ?αι παρα|μένειν. κα?ὶ? ὧδε ἡ κρίσις γίνεται ἐκ τῆς τοῦ πράγματος μονι-μότη?τος ἢ ταχυτῆτος. |
202
<ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφοῦ ὑπὲ[ρ ἄνδρα ἀ]κούον-τα ᾆσμα ἀφρόνων.> |
δοκεῖ τοῖς πολλοῖς ἡ παρὰ τοῦ σοφοῦ ἐπιτί[μησι]ς? παραιτητέα εἶναι, μά-
λιστα | ὅτε φιλαμαρτήμονές εἰσιν. ὁ γὰρ πόθ[ον ἔχων] τοῦ ἥδεσθαι καὶ ἁ-
μαρ|τάνειν παραιτεῖται τὸν κωλύοντα ταῦτα. ὁ [οὐδὲν] ἔχων γνώμης χαίρει |
τοῖς κόλαξιν· θέλει μᾶλλον ἀκούειν κολακείας [ᾄσμ]ατα ἢ? λ?όγους ἐλεγκτι-
κούς. | σοφοῦ γάρ ἐστιν ἀγαπᾶν τὸν ἐλέγχοντα. τὸ γὰρ εἴρ?η?τ?α?ι ἐν π[α]ροι-
μίαις· | ὁ δὲ ἀσεβὴς καὶ ὁ κακὸς μισεῖ τὸν ἐλέγχ[ον]τ?α. λέγ?ει γοῦν ὅτι·
”ἐλέγχων | τὸν ἀσεβῆ μωμήσεται καὶ ἑαυτόν“. ἑαυτὸν [γὰρ μ]ω?μεῖται ὁ τὸν
”ἀσεβῆ ἐλέγ|χων“. ἀποδοκιμαστέος γάρ ἐστιν καὶ ἀ[παγο]ρευτέος ὁ ἀσεβής.
καὶ | ὥσπερ ἰατρὸς τὸν μὴ δυνάμενον θηραπευ[θῆν]αι ἐκ τομῆς ἢ καύσεως |
τούτοις ὑποβάλλων μᾶλλον οὐκ ἰατρός ἐ[στιν, οὐ]κ ἐπιστήμων ἰατρός, |οὕ-
τως ὁ ὑποβάλλων τοὺς ἀδιορθώτους ἐλ[έγχῳ] ἑαυτὸν μᾶλλον ψέγει. | ἐρεθίζει
γὰρ κἀκείνους κατ' αὐτοῦ λέγειν. κ[αὶ τοῦτον] δ?ὲ? μῶμον ἔχοντα | δείκνυσινὡς οὐκ εἰδότα, τίνα ἐλέγξει κ[αὶ τίνα οὔ]κ?.
[οὕτω δὲ] ἔ[στ]ι[ν] | ἡ ἐπιτίμησις τοῦ σοφοῦ ὑπὲρ τὸ ᾆσμα τῶν ἀφρόνων. οἱ
κόλακες | τρόπον τινὰ ᾄδουσιν. κἂν λόγους λέγωσιν ἠθικούς, τέρψαι μᾶλλον|
ἢ ὠφελῆσαι τ?οὺς ἀκούοντας βούλονται. ἔστιν δὲ τὸ ᾆσμα λόγος τέρψιν ἐγεί|-
ρων, ἡ δὲ ἐπιτίμησις διορθουμένη καὶ πείθουσα ἀποπαύσασθαι τῶν | προτέ-
ρω[ν] ἔργων, παραδείξασα αὐτά, δηλονότι ἃ παραιτητέα εἰσὶν | καὶ ἀπαγο-ρε?υ?όμενα. ἐπερ()· σοφοῦ τοῦ ἐπιτιμ?οῦντος ἢ τοῦ ἐπιτιμουμένου; |
τῆς ἐπιτιμήσεως τοῦ σοφοῦ, οὐχ ἣν αὐτὸς ὑφίσταται, ἀλλ' ἣν αὐτὸς
προς|τάττε?[ι] ἄ?λλ[ο]ι?ς.
ε?ἰ? δ?ὲ καὶ οὕτω θέλεις λαβεῖν, ὅτ?ι? ”ἐπιτίμησις σοφοῦ“, ἣν αὐ|τὸς ὑπο-
μένει, βίαιον μὲν τὸ λεγόμενον, ὅμως δὲ τοῦτο λέγει· ὁ σοφὸς δεξάμε|νος
ἐπιτίμησιν διορθοῦται ἑαυτόν, ἀποβάλλει ἐκεῖνα, δι' ἃ ἡ ἐπιτίμησις | αὐ-τῷ γέγονεν. καὶ ἀγαθὸν αὐτῷ ἐστιν τοῦτο.
οὐ τοῦτο δὲ βούλεται, ἀλλ' ἣν αὐτὸς | ἐπιφ?έρει τοῖς ἀξίοις ἐπιτιμίας,
ἵνα ᾖ{ν} τούτῳ ὁμοῖον τὸ λεγόμενον· | ”ὃς προφέρει ἐκ χ?ειλέων σοφίαν,ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον“. |
203
<ὅτι ὡς φωνὴ τῶν ἀκαν?[θῶν ὑπ]ὸ τὸν λέβητα, οὕτως γέλως
τῶν ἀφρόνων. | καί γε τοῦτο ματαιότη[ς].>
[αἱ δὲ] ἄ?κανθαι, ὅταν καίωνται ὑπ?ὸ λέβητα, | ἐξήχησιν ψόφου μεγάλ?ο?[υ
ἀποτελ]οῦσιν. καὶ ὁ τῶν ἀφρόνων οὖν γέλως τοιοῦ|τός ἐστιν μέχρι τοῦ ἐξη-
χ[ήσεις καὶ] ψ?όφους ἀπεργάσασθαι, οὐχ ἕνεκα τοῦ δι?α〈χ〉εῖν | τὴν ψυχήν.εἰ δὲ μ?ὴ γελ?[ᾷ ἡ ψ]υ?χή, οὐ μέχρι τοῦ 〈ἐπιτ〉ιμῆσαι ἔφθανεν.
πολλα?χοῦ | δὲ τῶν γρ?[α]φῶ?ν? ὁ λ[έβης] τὴν κόλασιν σημαίνει. ”ἀπὸ προς?-
ώπο?[υ] γὰρ | βορρᾶ ἐκκαυθήσετ?[αι ἐπ]ὶ τοὺς κατοικοῦντας τὴν γῆν“. ὅτε ἐθε-
άσατ?ο | τὸν προφήτην 〈ὁ λαὸς ἐγέλα〉. οἱ ἄφρονες οὐ μέχρι τοῦ διαναπαῦσαι
τὴν | ψυχὴν γελῶσιν ⟦καὶ?⟧, [ἀλλὰ τοῦ] ἐ?ξ?ηχῆσαι καὶ ψόφους· γελωτοποιοὶ δὲ
μᾶλλόν | εἰσιν. καὶ ὥσπερ α[ἱ ἄκα]ν?θαι αὐταὶ τὰ φυτὰ 〈κατ〉άκαυστα ὑπὸ τὸν λέ-
βη|τα ὄντα ψόφον ἐξ[ίησι]ν, οὕτως ὁ γέλως αὐτῶν ἐστιν ἀπὸ πεπυρασ?μέ|νης
κακῆς ψυχῆς ἐ[κείν]ων προφερόμενος.
ἐπερ()· ἡ ἀναγωγή· ”ἀγαθὸν | τὸ ἀκοῦσαι ἐπιτίμη?[σιν σο]φοῦ“.
ὁ θε?ῖ?ος τῶν γραφῶν λόγος σοφός ἐστιν | καὶ ἕκαστος τῶν φυλ?[αττόντ]ω?ν
αὐτὸν σοφὸς κατὰ θεόν ἐστιν, θεόσο|φός ἐστιν. ὅτε οὖν τοιοῦτ?ος ἐπιτιμᾷ,
ἀγαθή ἐστιν ἡ σπουδὴ [ἢ] ο?ὔ?κ; ἐπι|τιμᾷ δὲ καλῶς. πολλο[ὶ δὲ] ἐπιτιμῶσιν καὶ
ἐπὶ τῷ μὴ γελωτοποιεῖν τινας, | ὑπὲρ τοῦ μὴ ὀρχεῖσθαι καὶ τοιαῦτα ποιεῖν.
ὁ σοφὸς δὲ κωλυ[τι]κὸν ἁμαρτίας | ἔλεγχον προφέρει. καὶ ἡ ἐπιτίμησις ἡ
τοιαύτη τοῦ σοφοῦ β[ε]λ?τιωτικὴ οὖσα, | κἂν μὴ βελτιωθῇ ὁ βελτ[ιο]ύμενος,
ἀγαθόν ἐστιν ὑπὲρ τὸ ᾆσμ[α τ]ῶν ἀφρόνων, | τὸν κόλακα λόγον καὶ μὴ ἐπιτι-
μῶντα. καὶ κἂν ἀ[νὴρ δι]ὰ ᾆσμα ἀφρόν〈ων〉 | βλάπτηται, οὐ μόνο?ν ἂν? [γ]υνὴ ἢ
παιδίον. ἄκανθαι οὖν εἰ[σιν] αἱ βιωτικαὶ | μέριμναι, αἱ αἰσχραὶ ἐπιθυμί-
αι, αἱ ἀκόλαστοι ἡδοναί. το?ῦτ[ο δὲ] λέγει ὅτι | τὰ τοιαῦτα, ἃ νομίζ〈ον〉-
ται γελωτοποιοῦντες ἡδέως ποιε?[ῖν, ἄ]κανθαί | εἰσιν, ὑπὸ κόλασιν φέρουσαι
καὶ ἐρχόμεναι. καὶ αὐτὸ δ' ἐ[στὶ]ν? ματαιότης. | οὐδὲν γὰρ ἐκ τ?οῦ γέλωτοςκερδήσουσιν· ὡσεὶ καὶ λέγοις τῷ κακῶ[ς ζ]ῶντι ὅτι· ματαίῳ σοι.
<ὅτι ἡ συκοφαντία περιφέρει σοφὸν 〈καὶ ἀπόλλυσιν τὴν εὐ-τονίαν τῆς καρδίας αὐτοῦ〉.>
204
τὸ ”περιφέρει“ οὕτως· [πολ]λάκις τις | κακηγορεῖ τὸν σοφὸν καὶ εὑρίσκει
πολλ?[οὺς ἑπο]μένους. καὶ εἰ {μὴ} πάνυ | εὔτονος ἦν καὶ τέλειος, ἐνίοτε καὶ
κλονε?[ῖται. τὴν] μὲν σοφὴν ψυχὴν μὴ | π?εριενεχθεῖσα ἡ Σωσάννα ἐσυκοφαν-
[τήθη ἐπὶ] μοιχείᾳ. ἡ συκοφαντία δὲ οὐ | π?ρὸς ἑνὸς ἢ δευτέρου ψευδοκατηγό-
ρων ἐ?[λέγ]ε?το· οἱ ἄ?ρ?χοντες τοῦ λαοῦ καὶ | κριταὶ τῶν τοιούτων ἐνκλημάτων
ἦσαν [οἱ κ]α?τηγ?[ο]ρ?οῦντ?ες. ὁ λαὸς πᾶς | π?ροσεῖχεν αὐτοῖς ὡ〈ς〉 κριταῖς καὶ
κυβερνῶσιν [τὸ]ν? λαόν. καὶ σχεδὸν οὐδὲ | εἷς ἐνῆν ψευδοποιῶν τὴν διαβο-
λήν. ὅ?[τε] οὖν θεόσοφος οὖσα ἐσκό|πησεν ὅτι ματαίως αὐτῇ τὰ τῆς ἀπολ[ο-
γ]ί?[ας ἔσ]τ?αι—οὐχ εὑρήσει γὰρ τὸν ἀκού|οντα—, κατέφυγεν πρὸς τὸν θεὸν
καὶ τῷ μὲ[ν προ]φορικῷ λόγῳ ἡσύχαζεν, | τῇ δὲ διανοίᾳ ἐβόα· ”ὁ θεὸς ὁ αἰ-
ώνιος ὁ τῶν κ?[ρυπτῶ]ν γνώστης, ὁ εἰδὼς τὰ | πάντα πρὶν γενέσεως αὐτῶν, σὺ
ἐπίστασαι ὅτ?[ι ψευδ]ῆ μου καταμαρτυροῦσιν“. | οὐ περιήνεγκεν αὐτὴν ἡ συ-
κοφαντία οὐδ' [εἰς ταλαι]π?ωρίαν αὐτὴν κατέστη|σεν, ἀλλ' ἐβεβαίωσεν αὐτὴν
ἐν τῇ σωφρ?[οσύνῃ]. κ?α?ὶ? ὁ Ἰωσὴφ [ὁ]μοίως. καὶ ἐν | τῷ καιρῷ μάλιστα τῶν
διωγμῶν πολλοὶ ἐσυκ?οφαντήθησαν καὶ οὐ περι|ηνέχθησαν. σοφὸν οὖν ὧδε οὐ τὸν τέλειον λέγει, ἀλλὰ τὸν ἀρχὴν ἔχοντα, τὸν | νεο-
παγῆ. οὕτω δὲ ἐξειλήφαμεν καὶ τὸ ”ἔλεγχε σοφ[ό]ν, καὶ ἀγαπήσει [σ]έ“. ὁ
τέλειος σοφὸς | οὐχ ὑπόκειταί τισιν ἐλέγχοις. ὅταν γὰρ λέγῃ· ”σοφοὶ [ο]ὐκ
ἐκκλίνο[υ]σιν ἐκ στόματος ὑψίστου“, τ[οὺς τε]λείους ὧδε λέγει. πολλοὶ γοῦν
ἔθυσαν μηδὲ προαίρεσιν ἔχοντες | ”ἀπολο[μέ]ν?η?[ς] τῆς εὐτονίας τῆς καρδίας
αὐτ[ῶ]ν“. ἱκανὸς γὰρ ἔστιν πόνος | βαρεῖαν? [ἐ]κ?κ?ρ?οῦσ?αι πρόθεσιν μὴ πάνυπαγκ[ρα]τ?ῆ?.
<ἀγαθὴ ἐσχ[άτη] λόγων ὑπὲρ ἀρχὴν αὐτοῦ, ἀγαθὸν μακρόθυ-μος ὑπ[ὲ]ρ ὑψηλὸν πνεύματι.> |
τὸ τέλ[ος τ]ῶ?ν λόγων μᾶλλον ἔχει ἤδ〈η〉 τι ἀγαθὸν ὑ?π?ὲ?ρ τὴν ἀρχὴν τῶν λό-
γων. ὁ ἀρ|χόμε[νος] λ?όγου, ἵνα τὸν λόγον ὧδε τὸν ἐνεργῆ λάβῃς, τὸν πραγ-
ματικόν, ἀδήλως | ἔχει, εἰ [τελ]έ?σει τὸν λόγον, εἰ πράξει κατὰ τὸν λόγον.
ὁ δὲ ἤδη εἰς αὐτὸ τὸ τέλος ἀφιγμένος | τῶν [λόγ]ων—τέλος τοῦ λόγου,
205
ὑπὲρ οὗ γίνεται, οὐ πρὸς ὃ λόγος. λέγεται λόγος | ἵνα γένηται πρᾶγμα ἢ
ἵνα κ[!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!] | ἀκούουσιν οὖν ἐστιν
τέλος [!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!] | ἀπαγορεύει ὁ λόγος
τέλος θ?[!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!] | μεν. εἴρηται γὰρ
”ἐκ τῶν λ[όγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδι]|κασθήσῃ“,
ὥστε τ[ὸ] δικαιωθ?[ῆναι !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!!] | τέλος
τῶν ψεκτῶ?ν? λόγω[ν !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!] | εἶναι.
τῆς εἰσαγωγῆς οὖν τ?[!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! ! συμ]|βαί-νει γὰρ τὸν ἀρξάμενον [!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!] |
εἶναι, ὑπὲρ οὗ οἱ λόγοι.<ἀγ[αθὸν μακρόθυμος ὑπὲρ ὑψηλὸν πνεύματι].>
[ὑψηλὸν] | πνεύματι λέγει τὸν ἀλάζονα, τ?[!!!!! !!!!! !!!!! !!!!! !!!!!
!!!!! !!!!! !!!!]|ρισμου ου εἶπεν ὁ σωτὴρ [!!!!! !!!!! !!!!! !!!!! !!!!!
!!!!! !!!! πολλά]|κις τε ἐλέχθη ὅτι πνεῦμ[α τὴν γνώμην σημαίνει κατὰ τὴν
σώματι καὶ πνεύματι ἁγίαν] | παρθένον· διὸ φιλεῖν ε[!!!!! !!!!! !!!!!
!!!!! !!!!! !!!!! !!!!! !!!!] |ρηφανος ἐν πνεύματι ἐστὶ?[ν !!!!! !!!!!
!!!!! !!!!! !!!!! !!!!! !!!!]|νοςὁ μακρόθυμος οὐχ ὑψ?[ηλ]ὸ?ς τῷ πνεύματι γίνεται, οὐκ ἔστιν ὑπερήφανος. |
πολλάκις γοῦν παιδεύων τιν[ὰ] μὴ ὀξύνοντα κατὰ τὴν νόησιν μακροθύ|μως
προσάγει τὴν διδασκαλίαν· καὶ ἐπιτιμῶν ὁμοίως ποιεῖ. οὐκ ἀπὸ μίας | ἐπι-τιμίας ἢ δευτέρας ἀπαγορεύει, ἀλλὰ καὶ ἄλλως προσάγει τὴν ὑγείαν. οὗτος |
οὖν ὁ μακρόθυμος τοῦ ὑψαυχένου καὶ ”ὑψηλοῦ τῷ πνεύματι“ ἀγαθότερός
ἐστιν. | πολλοὶ γοῦν λέγοντές τισιν μάθησιν, ἐὰν βραδύτερον λέγῃ, λέγ〈ου-σιν〉· ”ἆ, κάθαρμα, ὕπαγε, | οὐδὲν δύνῃ“.
ἐπερ()· τὴν ἀναγωγήν;
ἀναγωγή ἐστιν αὐτό. ἐ?π?ειδὴ δὲ θέλεις τοῦτο· μακρό|θυμός ἐστιν ὁ ἀπὸ
τῶν ἐθνῶν πιστεύων τῷ σω[τῆ]ρ?ι?, ὑψηλὸς δὲ πνεύματί ἐστιν | ὁ ἐκ περιτο-μῆς λαὸς ὁ λέγων· ”οὐκ ἔχομεν βασιλέ?[α] ε?ἰ? μὴ Κα[ί]σαρα“· ”τοῦ |
Μωϋσέως μαθηταί ἐσμεν“. τούτου τοῦ ὑψηλοῦ τῷ π?ν?εύματ[ι] τ?[οῦ] ἐξ Ἑβραίων
λαοῦ | ὁ ἀπὸ τῶν ἐθνῶν μ?α?κρόθυμος γενόμενος διὰ τ?[ὸ] ἐγν[ωκ]έναι τὰ καθ' ἑ-
αυτόν, | ὅτι ”ἐλπίδα μὴ ἔχων καὶ ἄ?θεος ἐν τῷ κόσμῳ“, προ?κρ〈ι〉τ?έ?[ος ἐ]κεί-νου. |
<μὴ σπεύσῃς ἐν πνεύματι τοῦ θυμοῦσθαι, ὅτι θυμὸς ἐν κόλ-πῳ ἀφρ?[όνω]ν ἀναπαύεται.> |
206
[!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!!] τοῦ πνεύματος οὕτω ἐκεῖνο τὸ μο |
[!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!!] ἐ?κεῖνος ἐ?ν? π?νεύματι ἁμαρτάνει |
[!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!!]ε?ν?. εἰσὶν [γὰ]ρ ἐκ τοῦ παριστα|-
[μένου !!!!!!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!] δὲ καὶ σ?υ?[ν]σ?τήσαντες καὶ |
[!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!πε]ρ?ιποιοῦσιν η ὑπὸ ἡδονῆς |
[!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!] μὴ σ[π]εύσ[ῃ] σὺν λογισμῷ θυ|-
[μοῦσθαι !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!]ν ὅτι ὁ θεὸς ὀργίζεται καὶ ἐμοὶ λέγει |
[!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! σύνκειται] ὁ? ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος |
[!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!!]τ?ο ψυχῆς μόνης γινομέ|-
[νης !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! σ]οφία ⟦τ⟧ἡ παρουσία πνεύματος οὗτος |
[!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!! ο]ὕ?τ?ω? χαριζόμενος νομίζει |
[!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!] καὶ ἐὰν θεόπεμπτόν τι |
[!!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!! !!!!]μ?ενος οὐ δέχεται αὐτὸ τοῦτο |
[ὁ ”ψυχικὸς ἄνθρωπος“ !!!!!!!!!!!!!!! !!λέγεται ο]ὕτω καὶ τὸ ”οὐ δέχεται
τὰ τοῦ | πνεύματος“· οὐ φύσιν [!]!λ?ο?ι? απ?!ν?[!]ι?[!!!!! !!!!! !!!!] ”μ?ωρίαν“
ἡ?γ?εῖται τὰ τοῦ | πνεύματος. δοκεῖ γὰρ μὴ θέλειν μῶρος εἶναι. οὐ δέχεται
τ〈ὰ〉 μῶρον αὐτόν, ὡς | οἴεται, ἀπο?δ[ει]κ?νύντα. οὗτος οὖν ἐν ψυχῇ πάντα
ποιεῖ· ὁ δὲ ὑπεραναβεβη|κὼς τοῦτο? καὶ σὺν θείῳ λογισμῷ πράττων ἢ ἁπαξα-
πλῶς λογισμῷ, | οὗτος ἐν πνεύματι ποιεῖ. ταύτην οὖν λέγω τὴν ἐπιστήμην
οὐ κυρίως οὖσαν | ἐπιστήμην, ἀλλὰ τὴν φαινομένην τοῖς χρωμένοις αὐτῇ{ν}κακοῦσθαι.
<ὅτι θυμὸς ἐν κόλπῳ ἀφρόνων ἀναπαύεται.>
ὁ μὴ ἄφρων, ἀλλὰ σοφὸς καὶ ἐπι|μελόμενος φ?ρον?[ή]σ?εως, κ?ἄν ποτε φανέντος
τινὸς ἢ ἀκουσθέντος | ἢ κινοῦντος θ?[υ]μόν, μέχρι προπαθείας γίνεται. πολ-
λαχοῦ γὰρ τῶν | θείων παιδευμάτων ὁ κόλπος τὸ ἡγεμονικὸν σημαίνει, ὡς ἐὰν
λέγῃ· ”οὗτος ὁ φαυ[λισ]μὸς αὐ[τ]ῶν ἐν γῇ Αἰγύπτου εἰς κόλπον αὐτῶν“. οὕ-
τω καὶ ἐν ἄλλοις | λέγεται ὅτ[ι ”εἰς] κόλπ?[ο]ν ἐπέρχεται πάντα τοῖς [ἀδί]-
κοις“. ὃ λέγει, τοιοῦτόν | ἐστιν· ὅτ?[ι κα]κῶν [α]ὐτοῦ ἅπτεται, κατὰ τοῦ
ἡγεμονικοῦ ἑαυτοῦ φέρει τὴν | βλάβη?ν [καὶ] τὴν [π]λ?ηγήν.
207
πάλιν ἐὰν ὁ ἅγιος λέγῃ· ”ἡ προσευχή μου | εἰς κόλπον μου ἀ?π?οστραφή-
[σετ]α?ι?“, ὁ σπουδαῖος ἐκεῖνα αἰτεῖται εὐχὴ?ν? [π]ρὸς θεὸ[ν] | ἀναπέμπων, ἃ
κ?α?[ὶ] α?ὐτῷ συμ[φέρει λ]α?βεῖν καὶ τῷ θεῷ πρέπει διδόναι. κα?ὶ ἀνα?[κ]ά?μ?|πτει ἡπροσευχὴ α?ὐ?τοῦ εἰς τὸν? [κόλ]π?ον αὐτοῦ φέρουσα, ἃ ᾐτήσατο. αἰτεῖτ[αι] γ?ὰ?ρ
οὐδ[ὲν] | πλέον οὐκ ἰσχὺν σώματος, ο[ὐ πλοῦ]τ?ον, ἀλλὰ τὸν βελτιοῦντα τὸν
[ν]ο?ῦν. ἐ?[ὰ]ν? | οὖν τύχῃ, ὧν αἰτεῖται, ἐπεὶ μὴ ἔξ[ω αὐτο]ῦ μένει τὰ δοθέν-
τα, ἀλλ' ἐν τῇ δ?ι?α?θέσε[ι αὐτο]ῦ | καὶ ἐν τῷ ἡγεμονικ[ῷ], ἡ πρ[ο]σ?ευχὴ αὐ-τοῦ εἰς τὸν κόλπον αὐτοῦ ἐπ?ι?στρέ[φ]ε?[τ]α?ι?. |
<μὴ εἴπῃς· τί ἐγένετο ὅτι αἱ ἡμέρα?ι? α?ἱ? πρότεραι ἦσανἀγαθαὶ ὑπὲρ 〈τ〉αύτας;>
ὑπὲρ [ταύ]|τας κρεῖσσον τοῦτό ἐστιν οὐ μ?ό?νον λεγόμενον, ἀλλὰ καὶ λο-
γιζόμενον· ὁ? [ἀρχ]ό?|μενος ἀρετῆς καὶ ”τοῦ φωτισμοῦ τ?ῆ?ς γνώσεως“ καὶ το〈ῦ〉
λάμπεσθαι ὑπὸ τοῦ? ”ἡ?λ?ί?[ου τῆ]ς | δικαιοσύνης“ ἀεὶ παραλαμ[β]ά?ν?ω τῷ φω-
τισ?μῷ· καὶ ὥσπερ ὁ σπουδ[αῖος ”εἰς τὸ] | τῆς ἄνω κλήσεως βραβεῖον“
[τ]ε?[ί]νω. τὰ διδ[όμε]ν〈α〉 καταλέλοι?π?ε?ν? [ἐπιλα]ν?|θανόμενος ἐκείνων ὧν [παρ-
ε]λ?ήλυθεν τῷ μηκέτι ἀνακάμπτε?ι?[ν καὶ ἀνα]|στρέφειν· ”τοῖς δὲ ἔμπροσ?θ?ε?ν
ἐπεκτεινόμενος“ μακρύνεται ὧ?ν [κατ]α?λ?έ?|λοιπεν ὁ ἀρξάμενος φ?ω?τίζεσθα[ι]
ὑπὸ ”τοῦ ἡλίου τῆς δικαιοσύν[ης]“ κ[αὶ ἀεὶ] π?ρ?ο?ς?|λαμβάνων τῷ φωτισμῷ ὡς
μ?ὴ? εἰπεῖ?[ν] ὅτι ”αἱ πρῶται ἡμέρα[ι ἦσαν] ἀ?γαθ?αὶ | ὑπὲρ ταύτας“. καὶ προ-
χείρως αὐτὸ λέγομεν, τάχα δὲ ἀληθεύοντες?· τρόπον | δέ τινα κατηγοροῦμεν
ἑαυτῶν ὅτι πρὸ τούτου εὖ διήγο{υ}μεν κ?α?ὶ? πρ[ο]σ?είχαμεν | ἑαυτοῖς· τὸν θεὸν
ἐφοβούμεθα. μὴ γένοιτο, λέγει, τοιοῦτόν τι, ἐ[πεὶ] φωτιστέον | τὰς μετὰἡμέρας. ἐπερ()· ὁ μὴ εἰδώς;
τοῦτο ὅτι ”τί μοι ἐγένε[τ]ο? ὅ[τι] α?ἱ? [π]ρὸ τού|του μὲν ἡμέραι ἀγαθαὶἦσαν“ ἐπαπορῶν πρὸς ἑαυτὸν τοῦτο λέγ[ει]. |
<ὅτι οὐκ ἐν σοφίᾳ ἐπερωτήσας περὶ τούτου.>
ἐν σοφίᾳ ἦν ἐπερώ[τησις· τ]ί, ὅτι | προσέλαβον τοῦτο; κρείττω〈ν〉 ἐμαυ-
τοῦ γέγονα, ἔλαβον ἀντὶ ἐ[λα]τ?τ?[όν]ω?ν μείζω. | τοῦτο οὖν ἔπαινός ἐστιν
ταὐτὸν ὂν τῷ ”κατὰ σκοπὸν διώκ?ω? [εἰς] τ?[ὸ] β?ραβεῖον | τῆς ἄνω κλήσεως“,
ἐν μείζοσιν ἡμέραις πρὸς ταῖς ἐπαγγελίαις ”[ἐ]π?ὶ? γ?ῆ?ς? ἀ?[γα]θῆς | γέ-νῃ{ται}“· καὶ μακροχρόνιος ἔσῃ ἐπὶ τῆς γῆς”. ἑρμηνεῦσαι [δεῖ οὕτω]ς τὰς |
ἡμέρας ταύτας· “αὕτη ἡ ζωή σο[υ] κ?αὶ α?ὕτη ἡ μακρότης τῶν ἡμ[ε]ρ?[ῶν σου·
ἀγα]πᾶν | κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας? σου καὶ ἐξ ὅλης δυνάμεως
208
[σου καὶ ἐξ ὅλ]ης | ψυχῆς?”. αὕτη ἐστὶν ἡ ζωὴ αἰὼν ἡμερῶν, ἡ μακρότης.τῷ εἰσαγομένῳ ὧδε λέγει. |
<ἀγ?[α]θὴ σοφία μετὰ κληροδοσίας καὶ περι[σσεία τ]οῖς θε-ωροῦσιν τὸν ἥλιον.>
τοῦτο | λέγε[ι ὅ]τ?ι, εἰ γέγονεν αὕτη βελτιοῦσα τὴ[ν ψυ]χήν, ἡ εἰς τὸ
σοφὸν εἶναι ἐπερ|χομέ?ν?η, ἀγαθή ἐστιν, ἐὰν ἔχῃ τὴν κ[ληρο]δοσίαν. καὶ
λέγω· “οὐδείς, φησίν, λέγει | κύριον Ἰησοῦ[ν] εἰ μὴ ἐν π[ν]εύματι? ἁγίῳ”,
καίτοι πολλοὶ λέ?γ?[ουσιν] αὐτὸν κύριον, ἀλλ' οὐ πραγματικῶς, | οὐκ ἀλ?[η]-θ?ῶ?ς. λέγει γοῦν πρὸς αὐτούς· “τί με λέγετε κύριε, κύριε, καὶ οὐ ποιεῖτε
ἃ λέγω; | οὐ π?[ᾶς] ὁ λέγων με κύριε, κύριε εἰσελεύσεται εἰς τὴν βασιλεί-
αν τῶν οὐρανῶν, | ἀλλ' ὁ π[ο]ιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐ-
ρανοῖς”. οὗτος οὖν ἐστιν ὁ ἀλη|[θῶς] λ?έγων κύριον Ἰησοῦν μετουσίᾳ [τ]οῦ
ἁγίου πνεύματος. ὁ 〈κατὰ〉 πνεῦμα ἅγιον πεποιωμένος | [σοφί]α?ν? Ἰησοῦποιεῖ. καὶ οὗτος ἀ[λ]ηθῶς λέγει κύριον Ἰησοῦν. ὥσπερ οὖν “οὐδεὶς λέγει
κύριον Ἰησοῦν | [εἰ μὴ] ἐ?ν [π]νεύματι ἁγίῳ”, οὕτ[ω]ς οὐ[δεί]ς ἐστιν ἀγα-
θὸς ἐν σοφίᾳ μὴ ἔχων αὐτῆς τὴν | [κληρο]δ[ο]σίαν, ὁ ὡς ἔτυχεν αὐτὴν μετ-
ερχόμενος. εἰσὶν γὰρ τῷ δοκεῖν φρό|[νιμοι] μ[έ]χρι τοῦ εἰπεῖν, οὐ μέχρι
τοῦ πρᾶξαι. ἡ μετὰ κληροδοσίας σο|[φία ο]ὖ?ν? ἐ[στ]ι[ν] ἡ ποι?ο?υ?[μέν]η? [κ]α?ὶ? ἡ?
φέρουσα τὴν ἐπαγγελίαν τὴν θ?ε?ί?[αν τοῦ] | ὑπαρχ?θ?ῆναι τῷ σ?οφῷ.<καὶ περισσεία τοῖς θεωροῦσιν τὸν ἥλιον.>
ἐ?κ? !!!![!!]!| ηλ?[!!!]ο?υ?[!!!!] κ?ληροδοσίαν. περ[ι]σσόν τι γίνεται αὐτοῖς
θεωροῦσιν τὸν | [ἥλιον, τοῦτον τ]ὸν [αἰ]σθητὸν ἥλιον. οὐχ οὕτως ὁρῶσιν τὸν
ἥλιον ὡς οἱ ἄλλοι | [ἄνθρωποι, ἀλλὰ “ἐκ μ]εγέθο?υ?ς? καὶ καλλ?ο?ν?ῆ?ς?” φαντα-
σίαν λαμβάνουσιν καὶ | [γνῶσιν καὶ γίνοντ]αι ἐκ τῆς γνώσεως π?ά?λ?ιν ε?ἰς τὸ
συνιέναι, τίς ὁ τῆς δικαιοσύνης | ἥ?λ?[ιός ἐστιν. δυνατ]ὸ?ν δὲ καὶ τοῖς θε-
ωροῦ[σι]ν τὸν ἥλιον αὐτὸν τὸν τῆς δικαιο|[σύνης λαβεῖν] τι πλέον. ταὐτὸνδέ ἐστ[ι]ν? [τ]ῇ σ?οφίᾳ οὗτος ὁ ἥλιος. |
<ὅ[τι ἐν σκιᾷ αὐτῆς ἡ] σοφία ὡς σκιὰ τοῦ ἀργ?υ?ρ?[ίο]υ?.>
ἡ σκιὰ τῆς σοφίας ἐκείνη ἐστὶν | [ἡ τοῦ κόσμου. κα]ὶ ἵνα καὶ θεωρήματι
ἐ?[πισ]τ?η?μονικῷ χρήσωμαι, ἡ σκιὰ | τ[ῆς ἐπιστήμη]ς τῆς γεωμετρικῆς [αἱ κ]α?τ?α?-
[γ]ραφαί εἰσιν. χειραγωγοῦσιν | γ?[ὰρ εἰς τὴν ἐπι]στήμην αἱ θεωρία[ι] ἐκ?[εῖναι]α?ἱ αἰ?[σ]θητικαί.
σκιὰν δὲ ἐν τούτοις | [λέγει οὐ γραφὴ]ν ἀποτελουμένην ἀ[π]ὸ σ?[ώμα]τ?ος τοῦ
209
ὧδε ἔχοντος, ἀλλὰ τὴν | πρὸ τύπω[ν] τ?ῆς εἰκόνος. ἡ σκιὰ δὲ [εἰκόνος σκια-γ]ρ[αφία τ]ί?ς ἐστιν ᾐνι[γμένη]. |
ὁ μέλλω[ν ο]ὖν ἀναλαμβάνειν ἀρ?[γύριον δέχε]τ?αι [σκιάν· ο]ὐ? αἰσθητὸν λέ[γω,
ἀ]λ?λ?[ὰ] | τὸν λόγο[ν. πο]λλαχοῦ γὰρ καὶ τοῦτο ἀπο[δείκνυται, ὅτι ἐπαιν]ε?τ?όν
ἐστιν ἀρ[γύριον] κ[αὶ] | ψεκτὸν [κα]τὰ τὸ πρόχειρον καὶ τὴ[ν “γλῶσσαν δικαίου”
λεγ]ό?μενον. ὅ?[ταν γὰρ λέγη]|ται· “ἄργυ[ρος π]επυρωμένος γλῶσσ[α δικαίου”, λέ-
γει τὴν δικαίο]υ? γλῶσσαν αὐτ[οῦ ἄργυρον]. | ὅταν γὰρ [!!!]ηση καὶ ἐνέργειαν
[!!!!! !!!!! !!!!! !!!!!]τ?εζεον τα?[!!!!]!!|ησαιω [!!!!]λ?ην λαβεῖν τὸ π?[ν]εῦ-
μ[α !!!!! !!!!! !!!!! !!!!! !!!] ἄ?ργυρον [!!!!! !!] | ἄλλως δὲ? [οἱ] ἔχοντες
ἀργύ[ριον ψεκτῶς λέγονται· “ἀ]ρ?[γύ]ριον” ο?[ὖν, φησίν, “ἀποδε]|δοκιμα?[σμέ]νον
καλέσα[τε α]ὐ?[τούς, ὅτι ἀπεδοκίμασεν] αὐτοὺς κύριος”. κ[αὶ πάλιν]· | “ἀργύρι-
ον [μετ]ὰ δόλου διδόμενον ὥ?[σπερ ὄστρακον ἡγ]η?τέον”. ἐὰν [τοῦτο], | σοφὸν δ[ό-
λο]ν προφέρει, οὐχ οὕτως “[καθαρισθὲν ἑπταπλα]σίως” ἔχων ἢ ἡ[γιασμένον], | οὐκατ' αὐ?τ?[ὸ] πεποιωμένος, ὡς ὁ [πεπυ]ρ?[ωμένον ἔχων τὸν] τοιοῦτον λόγον?. [ο]ὗ?-
[τ]ο?[ς γὰρ οὐ] | λόγον γε[ώδη] καὶ ἐκ τῆς γ?ῆς ἔχοντα τ?[ὴν φ]ύ?σ[ιν πρ]ο?[φέρει]
περὶ σοφί?[ας !]![!!!!] | υνοθ[!!!!!]χ?ο?μενη. πρῶτον μὲν [γεώδη] φ?[ύ]σ?ιν μ?ε?[τέ-
λαβεν]. ἐν σκιᾷ [γάρ] ἐ?[στιν] | ἡ σο[φία ἡ ἀ]ν?θρωπίνη κ[αὶ] ἐπὶ γῆς? [!!!!!
!!!!! !!]!η ἐστιν τοῦ [!!]!!!!![!!!!! λέγει] | ὅτι ἡ σκιὰ αὐτῆς {ἐν} σοφία,
ὡς σοφία τοῦ? ἀ?ρ?γ?υ?ρ?ί?ο[υ], ὅ?τ?[ι] ἐν τῇ [αὐτ]ῆς σκιᾷ ἡ σοφία. ἐὰν οὖν | ἐπαινε-τὴ ᾖ{ν} ἡ σοφία, καὶ ἡ σκιὰ αὐτῆς βέλτιστός ἐστιν. ἐπερ()· τὸ οὖν “ἐν σκιᾷ σοφίας”; |
ὁ λέγων δὲ ἐν τῇ σκιᾷ τοῦ εὐαγγελίου ὢν ἐν αὐτῷ πρωτοτύπῳ εὐαγγελίῳ
ἐστὶν ἢ ὁ ἐν τῇ σκιᾷ τοῦ νόμου. |
<καὶ περισσεία γνώσεως τῆς σοφίας ζῳοποιήσει τὸν παρ'αὐτῆς.>
καὶ τοῦτο ἀγαθόν ἐ[σ]τ?ιν | τὸ ἀεὶ ἀπολαμβάνειν ἐν ταῖς προκοπαῖς θεω-
ρίας τῆς σοφίας. “ζῳοποιήσει τὸν | παρ' αὐτῆς”. διὰ τοῦτο προκριτέα
ἐστὶν καὶ ἀγαθή, ὅτι τὸν μετέχοντα αὐτῆς ζῶν|τα ποιεῖ—“τὸν παρ' αὐ-
τῆς”, τὸν κατ' αὐτὴν σοφὸν λέγει—ἡ γὰρ σοφία ζωῆς παραιτία ἐστίν. | οὐ-δέποτε θάνατον ψυχῇ ἐπιφέρει. |
<ἰδὲ τὰ ποιήματα τοῦ θεοῦ· ὅτι τίς δυνήσεται τοῦ κοσμῆ-σαι, ὃν ἂν ὁ θεὸς διαστρέψῃ αὐτόν;> |
πολλοὶ καὶ παρ' Ἕλλησιν ἀντέστησαν τοῖς ἐκ τοῦ αὐτομάτου συνεστηκότα
τὸν | κόσμον λέγουσιν, οἷός ἐστιν Ἐπίκουρος, κατά τινα[ς] καὶ Δημόκριτος.
210
ἐκεῖνοι γὰρ | [οἴ]ο?νται μὴ ἐκ θεοῦ [τοῦτον τ]ὸ?ν [κόσμον γεγονένα]ι, ἐπεὶ μὴτίθενται πρόν[οια]ν.
ἐπεὶ πᾶσα | [ἀν]άγκη τὸν πρ[ονοού]με[νον τῶν ἰδίων] π?[οι]ημάτων προνο-
εῖσθα[ι, ὁ δ]ὲ θεός ἐστιν | ὁ? προνοούμενος, [προνο]ε?[ῖται τοῦ κόσμο]υ?, [ὃ]ν
ἐποίησεν αὐτός. δίδ[ου τὰ] ἄλλα· ὃν αὐτὸς? | κατεσκεύασεν, το?[ῦτον καὶ φυ-λάττει ἐ]κ? π?ρονοίας, ἵν' ὄρθωσι?[ν ἔ]χ?ῃ.
ἐνκαλοῦ|[σιν] ο?ὖν τινες ὅτι· “ε?ἰ? [ἄριστος ἐποιήθη ὁ κόσμ]ος, τί τὸ χρήσι-
μον το[ῦ εἶν]αι | βασιλί〈σ〉κους; ἐ[ά]ν? γε ὅλως δοθῇ τὸ [χρήσιμον εἶναι, δεῖ καὶ
τὸν βασι]λί〈σ〉κον καὶ τὰ ἄλλα, οἷον ὁ? [ῥινο]κ?έρως”. | κ?α?[ὶ μᾶ]λλον ψόγον γ?ί?ν?[ε-
σθαι ἀρέσκει τῷ ἐπικουρί]ζ?οντι ἢ ἔπαινον. τ[ούτω]ν ἕνεκα | [καθό]λου δὴ [αἴ-
ρει τὴν πρόνοιαν. εἰσὶν δὲ] οἱ ἀντιλέγον?[τες τ]οῖς τοῦτο | [τὸ ἄθε]ον δόγμα?
π?ι?[στεύουσιν. τίς ἂν πρὸς τὸν κό]σμον εἶπεν? ὅ?[τι] μ?έρος τοῦ κός|[μου ὀ]ρ-θώσεως δ[εῖται; πῶς ἂν ἄλλως ἦν γεγο]νὸς α?ὐ?τ?ό?; πῶς ἂν αὐτὸ ἤ?[νυ]σ?εν; πῶς
[ἂν] | [ἐδύ]νατο κόσμος εἶν[αι ἄνευ μερῶν; ἐὰ]ν τάδε, τίνα τὰ μέρη; [οὐδ]ὲ
γὰρ δείκνυν|[ται] π[α]ρέλκοντα καὶ [περισσά, ἐὰν ἐ]ξ αὐτῶν συνστῆναι ὁ
κ[όσμ]ο?ς δύνηται. | [λ]έ?γομεν δὲ πιθανῇ [ἀποδείξει πεῖ]σ?αι [μὲ]ν δυναμένην
αἰτίαν [κα]ὶ τὰ ἄγρια | δ?ε?δημιουργῆσθαι? [εἰς χρεία]ς?. κ?[αὶ πρὸς θ]ήρευσιν
συντελεῖ ταῦτα. ἐπὶ πρ[ώ]τῳ κοινῷ | [ὀρ]θ?ῷ λόγῳ δ?[υνατὸν λ]έγειν τ?ὰ π?[άντα
εἶναι πρὸ]ς τοὺς ἀνθρώπους. πολλὰ ἐκ [τού]τ?ων συντελεῖ | [π]ρ?ὸς βοήθ[ει]αν
[ἐ]κ?[εί]νων καὶ ε?[!!!!! !!!!! !!]ν παραλαμβανόντω?[ν !!!]![!!!] | καὶ μέλ?λ?ε?ι?ν?[!!] πολ[!!]!! παρα[λαβε]ῖ?[ν. ἐκ τούτο]υ? δ?ύ?ν?α?τ?[α]ι? γ?έ?ν?ε?σ?ι?ς? [δηλοῦσθαι καθ' ἣν] |
γέγοναν, ἵνα μόνοις αὐτ?ο?ῖ?ς? χρώμεθα, ἵνα μὴ λοιπὸν καὶ ἄλλον τινὰ ὑψηλό|τερον
λόγον βασανίσωμεν, ὅτι τῶν ἀνθρώπων ἕνεκα καὶ ταῦτα γεγένηται. οἶ|δεν οὖν
ὁ θεὸς τὰς αἰτίας τῶν γεγενημένων καὶ οἶδεν διὰ τί ἀπέκρυψεν αὐτά. | κ[α]θ-όλου τοῦτο μόνον λέγει· “μὴ εἴπῃς· εἰς τί τοῦτο; ἢ εἰς τί τοῦτο; πάντα
γὰρ ἐν καιρῷ | αὐτῶν 〈ζητηθήσεται”. καὶ· “μὴ εἴπῃς· εἰς τί τοῦτο; ἢ εἰςτί τοῦτο; πάντα γὰρ εἰς χρείαν αὐτῶν〉 ἐκτίσθη”.
<ἰδὲ τὰ ποιήματα τοῦ θεοῦ.>
ἐπίστησον τοῖς ποιήμασιν τοῦ θεοῦ—τὸ “ἰδὲ” | γὰρ τοῦτο λέγει—,
ἐπίστησον καὶ τῇ ὑπάρξει αὐτῶν καὶ τῷ λόγῳ, καθ' ὅν εἰσιν, καί, εἰ | οἷ-
όν τέ ἐστιν, καὶ τῇ{ν} αἰτίᾳ{ν}. {“ὅτι τίς δυνήσεται τοῦ ἐπικοσμῆσαι”}.
πολλά ἐστιν | τὰ συντελοῦντα πρὸς τελείαν γνῶσιν, καὶ οὐ πάντα πᾶσιν δύ-
ναται ὑπάρχειν· οἷον φέρε εἰπεῖν, | λέγω εἶναι θεὸν ἢ εἶναι κόσμον. ἀπαρ-
κεῖ μοι πρὸς τ〈ῷ〉 “ὅτι | ἔστιν” γνῶναι μόνον καὶ τί σημαίνει τὸ ὄνομα
τὸ κείμενον κατ' αὐτοῦ. | τὸ “πῶς” δέ ἐστιν οὐ παντὸς εἰδέναι, ἀλλ' οὐ-
211
δὲ τοῦ παντὸς ἐπισταμένου | τὸ “πῶς?” ἐ?στιν δυνατὸν εἰπεῖν. τ?[ὸ] δ?ύ?ν?[αται]
ᾧ λ?[όγος καὶ] γνῶσις ἐστιν. κ?[αὶ] γ?ὰ?ρ? | τὸν γ?[!!]ων θεωρουμένων !η?[!] κ?α?ὶ?
ε?[!!!!]δ?[!!!!!]ν ὁ μὲν εἰδὼς? [δ]ι?ὰ? τ?ί? | ἐστιν? [κ]αὶ ὅτι ἐστιν καὶ πῶς ἐστιν.
[κ]αὶ ἐν [τούτοις οὐ πᾶς ὁ] εἰδὼς ὅτι ἔστιν οἶδεν | καὶ π[ῶς] ἐ?στιν καὶ διὰ
τί. “ἰδὲ” οὖν “τ?ὰ? [π]ο?[ι]ή?μ[ατα τοῦ θεοῦ”, ἐπί]στησον αὐτοῖς, γνῶθι | τίἕκα?[στ]ο?ν αὐτῶν ἐστιν καὶ [ὅτι] ἔ?σ?τ?ι?ν? [καὶ τί τὸ ὄνομα] κ?ε?ί?μενον κατ[ὰ]
το[ύ]τ?[ου] | καὶ π[ῶ]ς? [π]α?ρέστησαν καὶ διὰ τί. ο[ὔ]π?ω? γὰρ ἱ?[κανὴν γνῶσι]ν
ἕξεις τῶν τοῦ θεοῦ ποιη|μάτων, [εἰ] προσκόψεις α[ὐ]τ?ο?[ῖς οὐ σ]υ?νφ[ρονῶν.
ἐπίστησον] μὲν τοῖς ποιή?μ[α]σ?ι?ν? τ?ο?ῦ? θεοῦ· | ἃ ἄλλο?[ις προ]σκοπὴν εἰργάσα-
[το, δώσει σ]ο?ὶ? τ?ὴ?[ν γνῶσιν καὶ τοῦ] ποιοῦντος καὶ τῶ?ν π[ε]|ποιη?μ?έ?ν?[ω]ν.<ὅτι τίς δυν[ήσ]ε?τ?[α]ι? τ?[ο]ῦ? κ?ο?σ?[μῆσαι].>
[τὸν κόσμον] ἐμνήσθ?ην? [ὅτι] ἐνκ[α]|λοῦσιν. [καὶ] ὁ αἰτιώμενος τοῦτο ἐν-
[δ]εχ[όμενον ἡγεῖται· κατὰ] τούτου δύν[ατον] εἰ|πεῖν [ὅτι· τί ἐν]καλεῖς
τισιν μέρεσιν τοῦ κό?[σμου; !!!!! !!!! !]α?ι α?ὐτά ἐστιν ὁ? [κόσ]μ?ος | ἀνυπ?[!!!]
νοση ἵν' ὁ κόσμος μὴ ἔχῃ ἐνκ?[λήματα !!!!μά]λιστα ταῦτα εἰς τ?[ὰ κ]α?τὰ? | τὴν πρ[ό-
ν]οιαν ἕλκεται. οὐ μόνα γ?ὰ?ρ? τ?[ὰ] κ?[τίσματα ποι]ήματα τοῦ θεο?ῦ ἐστιν?, ἀλλὰ | καὶ τὰκ[ατὰ] κρίσιν αὐτοῦ ἐν προνοίᾳ [!!!!! !!!]![!]μ?ε?[!! ἐλ]έγομεν ὅτι τ!ον |
ἄρτι δ?ι?κ?[!!!] φαίνεται τῷ δημιού[ργ]ῳ [τοῦ κόσμου] τ?ῷ προνο?ο?υ?μ?ένῳ τὸ ἀρτι-
τ?ο?[κῆ]|σαι δ?ι?!ο?ν? ἀποθνῄσκε?ι?ν? !μ?! ε?λ?ι?χ?[!!!]!!![!]εν, ἀλλ[ὰ] !! ἐ?σ?τ?ι?ν? [!!]ε?κ?!
η?![!!!] | καὶ πάλιν ἀπέθανεν. καὶ μέμφεται ὁ πολὺς αὐτά. λ?έ?γομεν αὐτῷ ὅτι·
“πῶς ἂν | ἔδει γενέσθαι, ἐπικόσμησον, ὃ νομίζεις διεστραμμένον εἶναι”.
οὐδεὶς οὖν | ἔχει τοῦτο εἰπεῖν. καὶ πᾶσιν γοῦν ἐστιν οὕτως ἀνασκευάζειν
οὐ λέγοντα | τὰς κατασκευάς. μετὰ κατασκευὴν δὲ ἡ ἀνασκευή ἐστιν, κἂν μ?ὴ
τῷ | λόγῳ ὁ ἄνθρωπος γενόμενος τὴν κατασκευὴν λέγῃ τῆς ἀνακοσμήσεως. |
ἀλλ' οὖν γε ἡ φύσις οὕτως ἔχει.<ὃν ἂν ὁ θεὸς διαστρέψῃ.>
ἐν τῷ Λευιτικῷ | νόμος περὶ λεπρῶν τέθειται. καὶ ἀρχὴ τοῦ νόμου αὕτη
ἐστίν· εἴ ποτέ τις | αἴσθησιν ἔλαβεν λεπρωθέντος αὐτοῦ τοῦ σώματος,
προσήρχετο πρὸς τὸν | ἱερέα, καὶ ἐκ σημειώσεως ἐκεῖνος ἀπεδείκνυεν αὐτὸν
ἢ λεπρὸν ὄντα | ἢ μὴ ἀληθῶς λεπρόν, ὑπονοούμενον δέ. καὶ λέγει ὅτι σημει-
ωσάμενος ὁ | ἱερεὺς καὶ εὑρὼν ὅτι λέπρα ἐστίν, “μιανεῖ αὐτόν,” οὐχ ὅτι αὐ-
212
τὸς ἐνεργεῖ τὸ “μιᾶν〈α〉ι” | ἀλ?[λ' ὅ]τ?ι ἀπέδειξεν αὐ?[τὸν τοιο]ῦ?τ[ον]. ἐὰν δὲ
μὴ ὑποπίπτῃ, ὣς ἀφορίζει αὐτόν τινας | ἡμέ[ρ]α?ς. καὶ μετ' ἐκ[είνας ἀνέρ]-
χ?ε?[ται]· ἐ?ὰ?ν ἔν[μ]ονος μείνῃ, μιανεῖ αὐτὸν [ὁ] ἱερεύς. | καὶ ἰατρὸς γοῦνἐν[ορᾷ ἔ]ν τ?[ινι π]άθο[ς], ε?[ἰ] τὸ σῶμα σημειοῦται. κα?[ὶ ὃ] λ?έ?γει, ποιεῖ |
αὐτὸ ἀθεράπευτον, ἀ[νίατον ἀποδεί]κνυσιν.
οὐ πάντως οὖν τὸ ποι?[ῆσ]αι τὸ ἐνερ|γῆσα?ι δηλοῖ, ἀλλ' ἐν?[ίοτε τὸ ἀποδεῖ]ξαι.
ἔχε[ι]ς γοῦν καὶ ἐν τῷ εὐαγγελίῳ ὑπὸ τῶν | Ἰουδαίων λεγόμενο?[ν, ὅτι
“σὺ ἄνθρωπος] ὢν ποιε[ῖ]ς? [σ]εαυτὸν θεόν”. μὴ γὰρ τοῦ?τ?ο λέγουσιν· | κα?-τ?ασκευάζεις σεαυτ[ὸν θεὸν ὢν ἄνθρωπο]ς“, ἀλλὰ ”ἐ?[ξ] ὧν ἀπαγγέλλεις καὶ
ἐ[π]αγγέλλῃ | π?ο?ι?εῖν, ἀποδεικνύε?[ις σεαυτὸν θεὸν] ε?[ἶ]ναι“. ο[ὕτ]ω?ς? ἀ?κ?[ο]υ-
στέον καὶ τοῦ ”[ἴσο]ν ἑαυτὸν | π?[οι]ῶν τῷ θεῷ“, ἐπ[εὶ ”πατέρα ἴδιον] λέ-
γει τὸν θεόν“. ἴσ?[α δ]έ? ἐστιν τὰ γεν[ν]ή?[μ]α?τα | τ?[ῷ γ]εννήσαντι? [καὶ ἐκ
τοῦ κατ' ἀλή]θ?ειαν λέ?γ?ε?[ι]ν [τοῦτο]ν? πατέρα ἔχειν [ἴδιο]ν? σεαυτὸν | ἀπ?[ο]-δεικνύεις [θεόν].
[ὁμοίως λημπτέο]ν, ὅταν? λέγῃ· ”ὁ? θ?ε?ὸ?ς? διαστρέφ[ει]“. διαστρέφει | [γὰρ]μ?ὴ οὕτως ἐν?[εργῶν, ἀλλὰ ἀπ]ο?δείκνυσιν αὐτὸν τοιοῦτον, ὡ[ς ”πα]ραδίδω|-
σίν? τινα εἰς ἀδόκι?[μον νοῦν“, οὐκ αὐ]τ?ὸς ἐνεργῶν. τὸ παραδοθῆνα[ι αὐτ]οὺς
ἐν | τ?ῷ ἀδοκίμῳ [ὄντ]α?ς? [ἀποδείκνυσιν] κ?[αὶ] α?[ὐτ]ο?ὺ?ς παρ' ἑαυτοὺς τοιού-
τους γ[εγ]ε?νημένους. | [ὅτα]ν οὖν ὁ θεὸς δ[ια]στρέφειν λέ[γηταί τιν]α, ἀπο-
δείκνυσιν διεστραμ[μ]ένον | τ?ό?[τ]ε?. ὃν ὁ? θεὸς οὖν ἀ?ποδοκίμα[σεν] κ?[α]ὶ?
[ἀ]π?[έ]δειξεν διαστραφέν[τα, ”τ]ί?[ς] δ?ύ?ν?α?|ται ἐπικοσμῆσαι;“ ”τ[οὺς] δὲ
ἐκκλίνοντας“, φησίν, ”εἰς τὰς στραγγαλιὰς | ἀπάξει κύριος μετὰ τῶν ἐρ-
γαζομένων τὴν ἀνομίαν“. μὴ γὰρ αὐτὸς αὐτοὺς μὴ βου|λομένους ἀπάγει μετὰ
τῶν τὴν ἀνομίαν ἐργαζομένων, ἀλλ' ἐκκλίνοντας | π?ροαιρέσει τῇ αὐτῶν ἀπέ-δειξεν αὐτοὺς τοιούτους ὄντας. |
<ἐν ἡμέρᾳ ἀγαθοσύνης ζῆθι ἐν ἀγαθῷ καὶ ἐν ἡμέρᾳ κακίας,ἰδέ, καί γε τοῦτο | συμφώνως τούτῳ.>
”ἐν τῇ ἡμέρᾳ τῆς ἀγαθοσύνης“. ἀγαθοσύνης ἡμέρα ἐστίν, | ὅταν ἀρετὴ
προσῇ. ζωῆς δὲ αὕτη περιποιητική ἐστιν. οὕτω οὖν ἔχε τὸ ζῆν | ὡς ἀγαθός,
ὡς ζωῆς μετέχων· μακαρίζῃ 〈ἐν〉 μακαρίοις. ἴσθι τὴν ζῳο|ποιητικὴν ἔχων
διάθεσιν. ζῶν ἔσο ἐν αὐτῇ. ἐπερ()· ”ἐν ἡμέρᾳ ἀγαθοσύνης“; |
τὴν κατάστασιν τοῦ ἔχοντος. πολλάκις γὰρ καὶ αἱ καταστάσεις σημαίνον|-
ται ὀνόματι καιρῶν καὶ χρόνων.<ἐν ἡμέρᾳ κακίας.>
213
ὡς ἔστιν ἀπὸ τῆς | ”ἡμέρας τῆς ἀγαθοσύνης“ {ὡς} ἐν ἀγαθῷ, οὕτως ἐν
ἡ[μ]έ?[ρᾳ τ]ῆς κακίας ἐστὶν ζῆν | φαύλως. ἀλλ' ἐσιώπησεν τὸ φ[α]ύ?λως, ἵνα μὴ
[λίαν ἀν]αγκαστικὸς ᾖ{ν} ὁ λόγος. | σύνφωνον τοῦτο ἐκείνῳ ἐστίν, ὡς ἀπὸ?
τ?ῆ?ς φ?[ρον]ήσεως τὸ φρονεῖν καὶ | ἀπὸ τῆς ἀφροσύνης τὸ ἀφραίνειν ἀναλογί[αν,
οὐ τ]ὴν ὁμοιότητα ἔχουσιν. | συμφωνεῖ γοῦν τοῦτο ἐκείνῳ κατὰ ἀναλογ[ί]α[ν,
οὐ κατ]ὰ ποιότητα ἢ ποσότητα | οὐδὲ τῶν παρεπομένων. |
<ἐποίησεν ὁ? θεὸς περὶ λαλίας, ἵνα μὴ εὕρῃ ἄνθρωπο[ς ὀπί-
σω αὐτο]ῦ? μηδέν. τὰ πάντα εἶδον | ἐν ἡμέραις ματαιότη-τ[ό]ς μου.>
ἐπο[ίησεν ὁ θεὸς το]ιοῦτον λόγον ἐν τοῖς οὖσιν, | ἵνα ὁ ἄνθρωπος μὴ εὕ-
ρῃ μηδὲν τῶν μετ' αὐτὸν ἐσομ[ένων. ὧδε] π?ρόγνωσιν ἀναιρεῖ ἀν|θρωπίνην· οὐκ
εὑρίσκε?[ι] ὁ ἄνθρωπος οὐδὲν τῶν [διαδεξομ]ένων αὐτόν. [π]ε?ρ?ὶ? τ?[ῶν] | ἀν-θρωπίνων δὲ λέγει. ὅτι γὰρ οἶδεν ὁ σπ[ουδαῖος, ὅ]τι διαδέξε[ται αὐ]τὸν |
κατάστασις μακαρία, παντί που σαφές.
εἰ μ[ή, ἐὰν ἡ το]ῦ ἀνθρώπου πρ[ο]σηγορ[ία]| παρακειμένη ἄλλην ὑποβάλῃ διά-
νοιαν, ἄ[νθρωπον δὲ] μ?ὴ τὸ θνητὸν [λογι]κὸν | ζῷο?[ν] λέγῃ, ἀλλὰ τὸν ”κατὰ
σάρκα“ καὶ ἡδ[ονὰς ”περιπ]ατοῦντα“, ὁ τοιοῦτος | ἄνθρωπος, ᾗ τοιοῦτός
ἐστιν, οὐδ〈ὲν δ〉ιαγνώσεται τῶν δια[δεξομένω]ν? αὐτόν, ἅτε δ?[ὴ] | αἰσθήσει
μόνῃ ζῶν. ἡ γὰ?ρ αἴσθησις τὰ παρόντ[α κατα]γ?ιγνώσκει. ἐπ?[εὶ ὁ τοι]|οῦτος
ὅλος τῆς αἰσθήσεώς ἐστιν, ”κατὰ σάρκα“ καὶ ἡδονὰς καὶ τὰς ἄλλας | κακίας
περιπατῶν, τὰ ”ὀπίσω“, τὰ διαδεξόμενα, οὐκ οἶδεν. νοῦ γὰρ ἔστιν | τοῦτοεἰδέναι.<ἐν ταῖς ἡμέραις μου> οὖν <τῆς ματαιότητος τὰ πάντα εἶδον.>|
ἡμέρας δὲ ματαιότητος λέγει τὰς ἡμέρας τῆς ζωῆς ταύτης, ἐφ' ᾗ οὐ δεῖ
α[ὐ]τὸν | ἐλπίζειν. ἐλεεινοὺς γὰρ κατασκευάζει τοὺς προσδοκοῦντας. |
<ἔστιν δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ· καὶ ἔστινἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ.> |
ἔστιν ἁπλῶς δίκαιον καὶ ἔστιν τινὸς δίκαιον. ὅταν οὖν ὁ θεῖος προσ-
τάττῃ λόγος | ”δικαίως τὸ δίκαιον διώκειν“, οὐχ ἑκάστῳ λέγει ὅτι ”δι-
καίως τὸ δίκαιόν σου | δίωκε“, ἀλλὰ τὸ ἁπλῶς καὶ κυρίως δίκαιον. ἐπειδὴ
δὲ πᾶς ἄνθρωπος φαίνεται | ἑαυτῷ δίκαιος καὶ ”εἰσὶν δοκοῦσαι ἀνθρώπῳ
〈ὀρθαὶ〉 ὁδοὶ εἶναι, τὰ τελευταῖα βλέποντα | εἰς πυθμένα ᾅδου“, οὐκ ἐν
214
ἐκείνῳ τῷ δικαίῳ δεῖ ἐνμένειν. ἀπόλλυσιν γὰρ | τοῦτον τὸν ἔχοντα, [φθεί-
ρ]ει τὸν ἔχοντα. ἔστιν οὖν δίκαιος ἀπολλύμενος ἐν | [δ]ικαίῳ ἑαυτοῦ. οἱ
δ?[ὲ κατ'] ἀ?λ[ή]θειαν δίκαιο[ι], περὶ ὧν πολλὰ γέγραπται, οἷον· | ”δίκαιοιποιήσουσ[ιν ἐν πλ]ούτῳ ἔτη πολλά“, οὗτοι οὐκ ἐν δικαίῳ ἑαυτῶν ἐνμένου|-
σιν, οὐ θαρροῦσιν τῷ [ἑαυτῶ]ν? δικ?[αί]ῳ. διὸ οὐκ ἀπόλλυται ἐν τῇ δικαι-
οσύνῃ, ὡς λέγει | ὁ ὑμνῳδός· ”ἐν τῇ δ[ικαιοσύν]ῃ σου ζήσομαι“. Παῦλος
γοῦν, μέγας ἄνθρωπος ὑπάρχων | καὶ ἐν Χριστῷ τυγχάν[ων, ᾧ κα]ὶ? ἡ? ἀποκάλυ-
ψις [τ]ῆ?ς? ἀληθείας γέγονεν, λέγει· ”οὐδὲν | ἐμαυτῷ συνοῖδα, ἀλ[λ' οὐκ ἐν
τού]τ?ῳ [δ]εδικαίωμ[αι]“. ἐνχωρεῖ γάρ με μὴ τὸ ἀληθῶς | δίκαιον ἔχειν καὶ
[μὴ διὰ τοῦτο, ὅτ]ι? μηδὲν ἐμαυτῷ σύνοιδα τῶν βλαπτόντων, | δεδικαιῶσθαι.καὶ π?[άλιν ὁ] ἅ?γιος Δαυῒδ λέγει· ”εἰ ἀδικίαν ἐθεώρουν ἐν καρδίᾳ μου, |
[μ]ὴ εἰσακουσά?τ?[ω] κ?[ύριος“. σημεῖον τ]οῦ ἔχειν ἢ μὴ ἔχε[ι]ν ἀδικίαν τὸ εἰσ-
ακουσθῆναι | [ὑπὸ] θεοῦ ἢ μὴ εἰσα[κουσθῆναι] ἔλαβεν.
δυνατὸν δὲ καὶ ἄλλως λαβεῖν κατὰ δευτέ|ρ[αν] ἐξήγησιν τ[οῦτο· ἔστιν ἀπολέ-
σθ]α?ι τινὰ τῷ ἑαυτῷ δικαίῳ· ἐν τῷ ἑαυτοῦ δικαίῳ δοκῶν τις | [δι]καιοῦσ-
θαι, ἐὰν? [!!!!! !!!!] γ?νῷ, ὅτι οὐκ αὐτό ἐστιν τὸ ἀληθὲς καὶ κύριον | δί-καιον, ἀποσπᾷ [ἑαυτὸν ἀπὸ τού]του καὶ ἀπόλλυται ἐκ τοῦ ἑαυτοῦ δικαίου.
ἡ? δὲ ἀπω|[λ]εία αὕτη οὐ? [διαφθεί]ρ?ει. ὥσπερ γὰρ τὸν μεταπέσοντα ἀπὸ ἀρε-
τῆς λέγομεν | ἀ?πολωλένα?ι? [τῇ ἀρ]ετῇ, οὕτω τὸν μεταβάντα ἀπ?[ὸ] {τ?}ἧς εἶχεν
π?ρ?ό?τερον | ὑπολή[μψ]ε?ως λέγομεν ἀπολωλέναι ἀπ' ἐκείνης τῆς ὑπολήμψεως.
<ἔστιν | δὲ ἀσεβὴς ἐνμένων ἐν τῇ κακίᾳ ἑαυτοῦ.>
ζῶν ἐν τῇ κακίᾳ οὐ καταγιγνώσκων | τῆς κακίας αὐτοῦ καίπερ τοῦ δοκοῦν-
τος δικαίου κατεγνωκότος τοῦ δικαίου ἀνθρώπου | πρότερον 〈ἢ〉 ἐδικαιοῦτο. ἐπερ()· ὁ αὐτὸς οὖν νοῦς;
ἐκεῖνος…
σι…
The complete text is available when the reading interface loads.