The Greek Library Catalogue

Anonymous

Homiliae spirituales 50

Edition reference
Homiliae spirituales 50 (collectio H), ed. H. Dörries, E. Klostermann, and M. Krüger, Die 50 geistlichen Homilien des Makarios [Patristische Texte und Studien 4. Berlin: De Gruyter, 1964]: 1–322.
CTS identifier
urn:cts:greekLit:tlg2109.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

τὰς καρδίας αὐτῶν φωτίσαντες τῷ ἐπουρανίῳ τοῦ πνεύματος φωτί,

ᾧπερ καὶ αὐτοὶ πεφωτισμένοι ἐτύγχανον. καὶ ἅλας αὐτοὶ ὑπάρχον-

τες ἤρτυον καὶ ἥλιζον πᾶσαν ψυχὴν πιστεύουσαν τῷ ἅλατι τοῦ ἁγίου

πνεύματος. ἔλεγε γὰρ αὐτοῖς ὁ κύριος· «ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς»,

γῆν τὰς ψυχὰς τῶν ἀνθρώπων καλῶν. διηκόνησαν γὰρ ἐν ταῖς ψυχαῖς

τῶν ἀνθρώπων τὸ ἐπουράνιον ἅλας τοῦ πνεύματος, ἀρτύσαντες αὐτοὺς

καὶ ἀσήπτους καὶ ἀσινεῖς ἀπεργασάμενοι ἐκ πολλῆς δυσωδίας. ὥσπερ

γὰρ κρέας ἐὰν μὴ ἔχῃ ἅλας, σέσηπται καὶ πολλῆς δυσωδίας μεμέστωται,

ὥστε πάντας ἀποστρέφεσθαι ἐκ τῆς κακίστης ὀσμῆς, καὶ σκώληκες ἕρ-

πουσιν εἰς τὸ σεσηπὸς κρέας καὶ ἐκεῖ ἐννέμονται καὶ ἐσθίουσι καὶ φω-

λεύουσιν· ἐπὰν δὲ ἔλθῃ τὸ ἅλας, ἀναιροῦνται καὶ ἀπόλλυνται οἱ ἐκεῖ

νεμόμενοι σκώληκες καὶ ἡ ὀσμὴ τῆς δυσωδίας παύεται (ἡ γὰρ φύσις τοῦ

ἅλατος ἀναιρετική ἐστι τῶν σκωλήκων καὶ τῆς δυσωδίας ἀφανιστική), —

τὸν αὐτὸν τρόπον καὶ πᾶσα ψυχὴ ἡ μὴ ἡλισμένη τῷ ἁγίῳ πνεύματι καὶ

μὴ μετέχουσα τοῦ ἅλατος τοῦ ἐπουρανίου, τουτέστι τῆς δυνάμεως τοῦ

θεοῦ, σέσηπται καὶ δυσωδίας πολλῆς λογισμῶν πονηρῶν ἐμπέπλησται,

ὥστε ἀποστρέφεσθαι τὸ πρόσωπον τοῦ θεοῦ ἀπὸ τῆς δεινῆς δυσωδίας

τῶν ματαίων λογισμῶν τοῦ σκότους καὶ τῶν παθῶν τῶν ἐν τῇ τοιαύτῃ

ψυχῇ ἐνοικούντων. καὶ οἱ κακοὶ καὶ δεινοὶ σκώληκες, ἅ ἐστι τὰ πνεύματα

τῆς πονηρίας καὶ αἱ δυνάμεις τοῦ σκότους, ἐν αὐτῇ ἐμπεριπατοῦσι κἀκεῖ

ἐννέμονται καὶ φωλεύουσι καὶ ἕρπουσι καὶ αὐτὴν ἐσθίουσι καὶ φθείρουσι.

«προσώζεσαν» γάρ φησι «καὶ ἐσάπησαν οἱ μώλωπές μου». ἐπὰν δὲ

προσφύγῃ τῷ θεῷ καὶ πιστεύσῃ καὶ αἰτήσῃ τὸ ἅλας τῆς ζωῆς, τὸ ἀγαθὸν

καὶ φιλάνθρωπον πνεῦμα, τότε ἐλθὸν τὸ ἅλας τὸ οὐράνιον ἀναιρεῖ τοὺς

δεινοὺς σκώληκας καὶ ἀφανίζει τὴν πονηρὰν δυσωδίαν καὶ καθαίρει

αὐτὴν τῇ ἐνεργείᾳ τῆς δυνάμεως αὐτοῦ, καὶ οὕτως ὑγιὴς καὶ ἀσινὴς

ἀπεργασθεῖσα ὑπὸ τοῦ ἅλατος τοῦ ἀληθινοῦ εἰς χρῆσιν καὶ ὑπηρεσίαν

τῷ ἐπουρανίῳ δεσπότῃ ἀποκαθίσταται. διὰ τοῦτο γὰρ καὶ ἐν τῷ νόμῳ

ὑποδείγματι χρώμενος ὁ θεὸς ἐκέλευε πᾶσαν θυσίαν ἅλατι ἁλίζεσθαι.

Δεῖ οὖν πρῶτον τυθῆναι ὑπὸ τοῦ ἱερέως καὶ ἀποθανεῖν καὶ τότε ἁλι-

σθῆναι μελισθέν, εἶθ' οὕτως εἰς τὸ πῦρ ἐπιτίθεσθαι. ἐὰν γὰρ μὴ πρῶτον θύσῃ

καὶ θανατώσῃ τὸ πρόβατον ὁ ἱερεύς, οὐχ ἁλίζεται οὔτε εἰς ὁλοκάρπωσιν

τῷ δεσπότῃ προσάγεται. οὕτω καὶ τὴν ἡμετέραν ψυχὴν προσερχομένην

τῷ ἀληθινῷ ἀρχιερεῖ Χριστῷ δεῖ τυθῆναι ὑπ' αὐτοῦ καὶ τῷ φρονήματι

ἀποθανεῖν καὶ τῇ κακίστῃ ζωῇ, ἐν ᾗ ἔζη, τουτέστι τῇ ἁμαρτίᾳ, καὶ

ὥσπερ ζωὴν αὐτῆς ἐξελθεῖν δεῖ ἐξ αὐτῆς τὴν τῶν παθῶν πονηρίαν.

ὥσπερ γὰρ τὸ σῶμα, ἐπὰν ἐξέλθῃ ἡ ψυχή, ἀπέθανε καὶ οὐκέτι ζῇ τῇ

ζωῇ, ἐν ᾗ ἔζη, οὔτε ἀκούει οὔτε περιπατεῖ, οὕτως ἐπὰν θύσῃ καὶ θανα-

τώσῃ τῷ κόσμῳ τὴν ζωὴν ἡμῶν ὁ ἐπουράνιος ἀρχιερεὺς Χριστὸς τῇ

χάριτι τῆς δυνάμεως αὐτοῦ, ἀποθνῄσκει τῇ ζωῇ τῆς πονηρίας ᾗ ἔζη,

καὶ οὐκέτι οὔτε ἀκούει οὔτε λαλεῖ οὔτε πολιτεύεται ἐν τῷ σκότει τῆς

ἁμαρτίας· ὅτι διὰ τῆς χάριτος ἐξέρχεται ὥσπερ ψυχὴ αὐτῆς ἡ πονηρία

τῶν παθῶν. καὶ ὁ ἀπόστολος βοᾷ λέγων· «ἐμοὶ κόσμος ἐσταύρωται

κἀγὼ τῷ κόσμῳ». ψυχὴ γὰρ ἡ ἀκμὴν ζῶσα ἐν τῷ κόσμῳ καὶ τῷ σκότει

τῆς ἁμαρτίας καὶ μὴ θανατωθεῖσα ἀπ' αὐτοῦ, ἀλλ' ἔτι τὴν ψυχὴν τῆς

κακίας, τουτέστι τὴν ἐνέργειαν τοῦ σκότους τῶν παθῶν τῆς ἁμαρτίας,

ἐν ἑαυτῇ ἔχουσα καὶ ὑπ' αὐτῆς ποιμαινομένη, οὐκ ἔστι τοῦ σώματος

τοῦ Χριστοῦ, οὐκ ἔστι τοῦ σώματος τοῦ φωτός, ἀλλ' ἔστι σῶμα τοῦ

σκότους καὶ ἐκ τῆς μερίδος τοῦ σκότους ἀκμήν ἐστιν· ὥσπερ γὰρ καὶ

πάλιν οἱ ἔχοντες τὴν ψυχὴν τοῦ φωτός, τουτέστι τὴν δύναμιν τοῦ ἁγίου

πνεύματος, ἐκ τῆς μερίδος εἰσὶ τοῦ φωτός.

Ἀλλ' ἐρεῖ τις· „πῶς σῶμα τοῦ σκότους λέγεις τὴν ψυχὴν μὴ οὖσαν

αὐτοῦ κτίσμα“; ὧδε προσεχόντως καὶ ὀρθῶς νόησον. ὥσπερ ἔνδυμα ἱμά-

τιον ὃ φορεῖς ἄλλος κατεσκεύασε καὶ ἐποίησε καὶ σὺ αὐτὸ ἐνδύεσαι· ὁμοίως

καὶ οἶκον ἕτερος ᾠκοδόμησε καὶ ἔκτισε καὶ σὺ οἰκεῖς ἐν αὐτῷ, τὸν αὐτὸν

τρόπον καὶ ὁ Ἀδὰμ παραβὰς τὴν ἐντολὴν τοῦ θεοῦ καὶ ἀκούσας τοῦ

πονηροῦ ὄφεως ἐπράθη καὶ ἐπώλησεν ἑαυτὸν τῷ διαβόλῳ, καὶ ἐνεδύσατο

τὴν ψυχὴν ὁ πονηρός, τὸ «καλὸν κτίσμα», ὃ κατεσκεύασεν ὁ θεὸς πρὸς

τὴν αὐτοῦ εἰκόνα, ὡς καὶ ὁ ἀπόστολος λέγει· ‹ἀπεκδυσάμενος τὰς ἀρχὰς

καὶ ἐξουσίας ἐθριάμβευσεν αὐτοὺς ἐν τῷ σταυρῷ›. διὰ τοῦτο γὰρ καὶ ἡ

ἔλευσις τοῦ κυρίου γεγένηται, ἵνα ἐκβάλῃ αὐτοὺς καὶ ἀπολάβῃ τὸν

ἴδιον οἶκον καὶ ναόν, τὸν ἄνθρωπον. τούτου τοίνυν ἕνεκε σῶμα λέγεται

ἡ ψυχὴ τοῦ σκότους τῆς πονηρίας, ἕως οὗ ἐστιν ἐν αὐτῇ τὸ σκότος τῆς

ἁμαρτίας, ὅτι ἐκεῖ ζῇ εἰς τὸν αἰῶνα τὸν πονηρὸν τοῦ σκότους καὶ ἐκεῖ

κεκράτηται, καθὼς καὶ Παῦλος σῶμα ἁμαρτίας καὶ σῶμα θανάτου καλῶν

λέγει· «ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας», καὶ πάλιν· «τίς με ῥύσεται

ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» ὁμοίως πάλιν ἡ πιστεύσασα τῷ

θεῷ ψυχὴ καὶ ἐκ τῆς ἁμαρτίας ῥυσθεῖσα καὶ θανατωθεῖσα ἐκ τῆς ζωῆς τοῦ

σκότους καὶ τὸ φῶς τοῦ ἁγίου πνεύματος ὥσπερ ζωὴν λαβοῦσα καὶ

ἐκεῖθεν ζήσασα ἐκεῖ λοιπὸν διατρίβει, ὅτι ἐκεῖ κεκράτηται τῷ φωτὶ τῆς

θεότητος. οὔτε γὰρ φύσεως τῆς θεότητός ἐστιν ἡ ψυχὴ οὔτε φύσεως

τοῦ σκότους τῆς πονηρίας, ἀλλ' ἔστι κτίσμα τι νοερὸν καὶ ὡραῖον καὶ

μέγα καὶ θαυμαστὸν καὶ καλόν, ὁμοίωμα καὶ εἰκὼν θεοῦ, καὶ διὰ τὴν

παράβασιν εἰσῆλθεν εἰς αὐτὴν ἡ πονηρία τῶν παθῶν τοῦ σκότους.

Τὸ λοιπὸν ᾧ συγκέκραται, καὶ συνήνωται ἡ ψυχὴ ἐν τοῖς θελήμασιν·

ἤτοι οὖν τὸ φῶς τοῦ θεοῦ ἐν αὐτῇ ἔχουσα καὶ ἐν αὐτῷ ζῶσα ἐν πάσαις

ταῖς ἀρεταῖς τοῦ φωτὸς τῆς ἀναπαύσεώς ἐστιν, ἤτοι τὸ σκότος τῆς

ἁμαρτίας ἔχουσα τῆς κατακρίσεως τυγχάνει. ψυχὴν γὰρ τὴν θέλουσαν

ζῆσαι παρὰ θεῷ ἐν ἀναπαύσει καὶ φωτὶ αἰωνίῳ προσελθεῖν δεῖ, ὡς

προείρηται, τῷ ἀληθινῷ ἀρχιερεῖ Χριστῷ καὶ τυθῆναι καὶ ἀποθανεῖν τῷ

κόσμῳ καὶ τῇ προτέρᾳ ζωῇ τοῦ σκότους τῆς πονηρίας καὶ μετατεθῆναι ἐν

ἑτέρᾳ ζωῇ καὶ ἀναστροφῇ θείᾳ. ὥσπερ ἐάν τις ἀποθάνῃ ἐν πόλει, οὔτε

φωνῆς τῶν ἐκεῖ ἀκούει οὔτε λαλιᾶς οὔτε ἤχων, ἀλλὰ καθάπαξ ἀπέθανε καὶ

μετατίθεται ἐν ἑτέρῳ τόπῳ, ἔνθα οὔκ εἰσι φωναὶ καὶ κραυγαὶ τῆς πόλεως

ἐκείνης, οὕτω καὶ ἡ ψυχή, ἐπὰν τυθῇ καὶ ἀποθάνῃ, ἐν ᾗ διατρίβει καὶ ζῇ

πόλει τῆς κακίας τῶν παθῶν, οὐκέτι ἀκούει τῆς φωνῆς τῶν διαλογισμῶν

τοῦ σκότους· οὐκέτι ἀκούεται ἐν αὐτῇ λαλιὰ καὶ κραυγὴ ματαίου διαλο-

γισμοῦ καὶ ταραχῆς πνευμάτων σκότους, ἀλλὰ μετατίθεται εἰς πόλιν ἀγα-

θότητος καὶ εἰρήνης μεστήν, εἰς πόλιν φωτὸς θεότητος, κἀκεῖ ζῇ καὶ ἀκούει,

κἀκεῖ πολιτεύεται καὶ λαλεῖ καὶ διαλογίζεται κἀκεῖ ἐργάζεται ἔργα πνευ-

ματικὰ καὶ θεοῦ ἄξια.

Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τυθῆναι διὰ τῆς δυνάμεως αὐτοῦ

καὶ ἀποθανεῖν τῷ αἰῶνι τῆς πονηρίας τοῦ σκότους καὶ ἀναιρεθῆναι ἐν

ἡμῖν τὸ πνεῦμα τῆς ἁμαρτίας καὶ ἐνδύσασθαι καὶ λαβεῖν ψυχὴν πνεύ-

ματος οὐρανίου καὶ μετατεθῆναι ἐκ τῆς κακίας τοῦ σκότους εἰς τὸ φῶς

τοῦ Χριστοῦ καὶ ἀναπαῆναι ἐν ζωῇ ὅλους αἰῶνας. ὥσπερ γὰρ ἐν σταδίῳ

τὰ ἅρματα τρέχουσι καὶ τὸ προλαμβάνον ἐμποδίζει καὶ ἐπέχει καὶ κωλύει τὸ

ἕτερον τοῦ μὴ προκόψαι καὶ προλαβεῖν εἰς νῖκος, οὕτως οἱ διαλογισμοὶ

τῆς ψυχῆς καὶ τῆς ἁμαρτίας τρέχουσιν ἐν τῷ ἀνθρώπῳ. ἐὰν οὖν τύχῃ

προλαβεῖν τὸν διαλογισμὸν τῆς ἁμαρτίας, ἐμποδίζει καὶ ἐπέχει καὶ

ἀνακόπτει καὶ κωλύει τὴν ψυχὴν τοῦ μὴ προσεγγίσαι τῷ θεῷ καὶ τὸ

κατ' αὐτῆς νῖκος ἄρασθαι. ὅπου δὲ αὐτὸς ὁ κύριος ἐπιβαίνει καὶ ἡνιοχεῖ

τὴν ψυχήν, πάντοτε αὐτὸς νικᾷ ἡνιοχῶν καὶ ὁδηγῶν ἐπιστημόνως τὸ

ἅρμα τῆς ψυχῆς εἰς τὸ οὐράνιον καὶ ἔνθεον φρόνημα διὰ παντός. οὔτε

γὰρ πολεμεῖ πρὸς τὴν κακίαν, ἀλλ' αὐθέντης καὶ ἐξουσιαστὴς ὑπάρχων

ἀεὶ τὴν νίκην αὐτὸς ἐργάζεται. ἄγεται τοίνυν τὰ Χερουβὶμ οὐχ ὅπου

θέλουσι πορεύεσθαι, ἀλλ' ὅπου ὁ ἐπιβεβηκὼς καὶ ἡνιοχῶν ὁδηγεῖ καὶ

ὅπου θέλει αὐτός, ἐκεῖ πορεύονται καὶ αὐτὰ βαστάζει· ‹χεὶρ› γάρ φησιν

‹ἀνθρώπου ὑποκάτω αὐτῶν ἦν›. ἄγονται αἱ ἅγιαι ψυχαὶ καὶ ὁδη-

γοῦνται ὑπὸ τοῦ ἡνιοχοῦντος πνεύματος τοῦ Χριστοῦ, ὅπου βούλεται·

ὅτε βούλεται, ἐν οὐρανίοις λογισμοῖς· ὅτε βούλεται, ἐν τῷ σώματι·

ἔνθα βούλεται, ἐκεῖ αὐτῷ διακονοῦσιν. ὥσπερ γὰρ τοῦ πετεινοῦ οἱ πόδες

τὰ πτερά εἰσιν, οὕτως τὸ οὐράνιον φῶς τοῦ πνεύματος ἀναλαμβάνει

τὰ πτερὰ τῶν λογισμῶν τῶν ἀξίων ψυχῶν, ὁδηγοῦν καὶ ἡνιοχοῦν ὡς

οἶδεν αὐτό.

Σὺ τοίνυν ὅταν ἀκούῃς ταῦτα, πρόσχες σεαυτῷ, εἰ κέκτησαι ταῦτα

ἐν ἔργῳ καὶ ἀληθείᾳ ἐν τῇ ψυχῇ σου. οὐ γάρ εἰσιν ἁπλῶς λόγοι λα-

λούμενοι, ἀλλ' ἔργον ἀληθείας ἐστὶν ἐν τῇ ψυχῇ γινόμενον. καὶ εἰ οὐ κέ-

κτησαι, ἀλλὰ πτωχεύεις ἐκ τῶν τηλικούτων πνευματικῶν ἀγαθῶν, λύπην

καὶ πένθος καὶ πόνον ἀδιάλειπτον ὀφείλεις ἔχειν ὡς ἀκμὴν νεκρὸς ὢν

ἀπὸ τῆς βασιλείας, καὶ ὡς τραυματίας ἀεὶ βόα πρὸς τὸν κύριον καὶ

αἴτει πιστῶς, ἵνα καὶ αὐτὸς ταύτης τῆς ἀληθινῆς ζωῆς καταξιωθῇς.

ὥσπερ γὰρ τὸ σῶμα τοῦτο ποιήσας ὁ θεὸς οὐκ ἐκ τῆς αὐτοῦ φύσεως

οὐδὲ ἐκ τοῦ σώματος ἔδωκεν αὐτῷ ἔχειν τὴν ζωήν, τὴν βρῶσιν καὶ τὴν

πόσιν καὶ τὰ ἐνδύματα καὶ τὰ ὑποδήματα, ἀλλὰ πᾶσαν τὴν οἰκονομίαν

τῆς ζωῆς ἔξωθεν ἔδωκεν ἔχειν αὐτόν, καθ' ἑαυτὸ τὸ σῶμα γυμνὸν ποιή-

σας, καὶ χωρὶς τῶν ἔξωθεν τοῦ σώματος ὄντων ζῆσαι τὸ σῶμα ἀδύνατον,

τουτέστι χωρὶς βρώσεως καὶ πόσεως καὶ ἐνδυμάτων· ἐὰν δὲ εἰς τὴν

ἑαυτοῦ φύσιν μόνον στῇ μηδὲν τῶν ἔξωθεν προσλαβόν, διαφθείρεται

καὶ ἀπόλλυται, —τὸν αὐτὸν τρόπον καὶ ψυχὴ ἡ μὴ ἔχουσα φῶς

θεῖον, κτισθεῖσα δὲ κατ' εἰκόνα θεοῦ· οὕτως γὰρ αὐτὴν ᾠκονόμησε καὶ

εὐδόκησεν ἔχειν τὴν αἰώνιον ζωήν, οὐκ ἐκ τῆς ἰδίας φύσεως, ἀλλ' ἐκ

τῆς ἑαυτοῦ θεότητος, ἐκ τοῦ ἰδίου πνεύματος, ἐκ τοῦ ἰδίου φωτὸς ἔχειν

βρῶσιν καὶ πόσιν πνευματικὴν καὶ ἐνδύματα οὐράνια, ἅ ἐστιν ἡ ὄντως

ζωὴ τῆς ψυχῆς. ὥσπερ οὖν τῷ σώματι, καθὼς προείρηται, ἡ ζωὴ οὐκ

ἐξ ἑαυτοῦ ἐστιν, ἀλλ' ἔξωθεν αὐτοῦ, τουτέστιν ἀπὸ τῆς γῆς, καὶ

χωρὶς τῶν ἔξωθεν αὐτοῦ ὄντων ἀδύνατον αὐτὸ ζῆσαι, οὕτω καὶ ἡ

ψυχή, ἐὰν μὴ γεννηθῇ ἀπὸ τοῦ νῦν εἰς ἐκείνην τὴν γῆν τῶν ζώντων

κἀκεῖθεν τραφῇ πνευματικῶς καὶ αὐξήσῃ τῷ κυρίῳ προκόπτουσα καὶ

ἀμφιασθῇ ἐκ τῆς θεότητος ἄρρητα ἄμφια οὐρανίου κάλλους, χωρὶς ἐκεί-

νης τῆς τροφῆς ζῆσαι αὐτὴν ἐν ἀπολαύσει καὶ ἀναπαύσει ἀφθάρτῳ

ἀδύνατον. ἔχει γὰρ ἡ θεία φύσις καὶ ἄρτον ζωῆς, τὸν εἰπόντα· «ἐγώ

εἰμι ὁ ἄρτος τῆς ζωῆς», καὶ «ὕδωρ ζῶν» καὶ ‹οἶνον εὐφραίνοντα

καρδίαν ἀνθρώπου› καὶ ‹ἀγαλλιάσεως ἔλαιον› καὶ παμποίκιλον τροφὴν

οὐρανίου πνεύματος καὶ ἐνδύματα φωτὸς οὐράνια ἐκ τοῦ θεοῦ τυγ-

χάνοντα· ἐν τούτοις ἐστὶν ἡ αἰώνιος ζωὴ τῆς ψυχῆς. οὐαὶ σώματι,

ὁπόταν εἰς τὴν ἑαυτοῦ φύσιν ἕστηκεν, ὅτι διαφθείρεται καὶ ἀποθνῄσκει·

καὶ οὐαὶ ψυχῇ, εἰ εἰς τὴν ἑαυτῆς φύσιν μόνον ἕστηκε καὶ εἰς τὰ ἑαυτῆς

ἔργα μόνον πέποιθε, μὴ ἔχουσα θείου πνεύματος κοινωνίαν, ὅτι ἀπο-

θνῄσκει ζωῆς αἰωνίου θεότητος μὴ καταξιωθεῖσα. ὥσπερ γὰρ ἐπὶ τῶν

ἀσθενούντων, ἐπὰν μηκέτι τὸ σῶμα δύνηται λαβεῖν τροφήν, ἀπελπί-

ζουσιν αὐτοὺς καὶ κλαίουσι πάντες γνήσιοι φίλοι, συγγενεῖς καὶ ἀγαπητοί,

οὕτω κλαίει ὁ θεὸς καὶ οἱ ἅγιοι ἄγγελοι τὰς ψυχὰς τὰς μὴ τρεφομένας

τροφὴν οὐράνιον τοῦ πνεύματος καὶ ἐν ἀφθαρσίᾳ ζησάσας. ταῦτα δὲ

καὶ πάλιν φημί· οὔκ εἰσιν ἁπλῶς λόγοι λαλούμενοι, ἀλλ' ἔργον πνευματι-

κῆς ζωῆς, ἔργον ἀληθείας, εἰς τὴν ἀξίαν καὶ πιστὴν ψυχὴν γιγνόμενον.

Εἰ τοίνυν ἐγένου θρόνος τοῦ θεοῦ καὶ ἐπιβέβηκεν ἐπὶ σὲ ὁ οὐράνιος

ἡνίοχος καὶ ἐγένετο ἡ ψυχή σου ὅλη ὀφθαλμὸς πνευματικὸς καὶ ὅλη

φῶς, καὶ εἰ ἐτράφης ἐκείνην τὴν τοῦ πνεύματος τροφὴν καὶ εἰ ἐποτίσθης

ἐκ τοῦ ζῶντος ὕδατος καὶ εἰ ἐνεδύσω τὰ τοῦ ἀρρήτου φωτὸς ἐνδύματα,

εἰ τούτων ἁπάντων ὁ ἔσω σου ἄνθρωπος ἐν πείρᾳ καὶ πληροφορίᾳ

καθέστηκεν, ἰδοὺ ζῇς καὶ τὴν ὄντως αἰώνιον ζωὴν ἀπὸ τοῦ νῦν μετὰ

τοῦ κυρίου ἀναπαυομένης τῆς ψυχῆς σου· ἰδοὺ κέκτησαι καὶ ἔλαβες

ταῦτα παρὰ τοῦ κυρίου ἐν ἀληθείᾳ, ἵνα ζῇς ζωὴν ἀληθινήν. εἰ δὲ μηδὲν

τούτων σύνοιδας σεαυτῷ, κλαῖε καὶ λυποῦ καὶ ὀδύρου, ὅτι τοῦ αἰωνίου καὶ

πνευματικοῦ πλούτου ἀκμὴν οὐδέπω τετύχηκας καὶ τὴν ὄντως ζωὴν ἀκμὴν

οὐδέπω ἐδέξω. πόνον οὖν ἔχε περὶ τῆς πτωχείας σου, δεόμενος τοῦ κυρίου

νυκτὸς καὶ ἡμέρας, ὅτι εἰς τὴν δεινὴν πενίαν τῆς ἁμαρτίας ἕστηκας. εἴθε δὲ κἂν

πόνον τις ἐκέκτητο διὰ τὴν ἑαυτοῦ πτωχείαν, καὶ μὴ ὥσπερ κεκορεσμένοι ἐν

ἀμεριμνίᾳ διήγομεν. ὅτι ὁ πόνον ἔχων καὶ ζητῶν καὶ αἰτῶν τὸν κύριον

ἀδιαλείπτως ταχέως τεύξεται τῆς ἀπολυτρώσεως καὶ τοῦ ἐπουρανίου

πλούτου, καθὼς ὁ κύριος ἔλεγε περὶ τοῦ ἀδίκου κριτοῦ καὶ τῆς χήρας

διεξερχόμενος τὸν λόγον· ‹πόσῳ μᾶλλον ὁ θεὸς ποιήσει τὴν ἐκδίκησιν

τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· ναὶ λέγω, ποιήσει τὴν

ἐκδίκησιν αὐτῶν ἐν τάχει›. ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.

ἀμήν.

2

{ΟΜΙΛΙΑ Β.}

Ἡ βασιλεία τοῦ σκότους, ὁ πονηρὸς ἄρχων, αἰχμαλωτεύσας τὸν ἄν-

θρωπον ἀπ' ἀρχῆς, οὕτω περιέθηκε καὶ ἐνέδυσε τὴν ψυχὴν ἐν τῇ ἐξουσίᾳ

τοῦ σκότους. ὡς ἂν ᾖ ἄνθρωπος καὶ ποιήσωσιν αὐτὸν βασιλέα καὶ

ἐνδύσωσιν αὐτὸν ἐνδύματα βασιλικὰ καὶ ἀπὸ κεφαλῆς ἕως ὀνύχων

βασιλικὰ φορῇ, οὕτως τὴν ψυχὴν καὶ ὅλην τὴν ὑπόστασιν αὐτῆς ἐνέδυσε

τὴν ἁμαρτίαν ὁ ἄρχων ὁ πονηρὸς καὶ ὅλην ἐμίανε καὶ ὅλην ᾐχμα-

λώτευσεν εἰς τὴν βασιλείαν αὐτοῦ. οὐκ ἀφῆκεν οὔτε ἓν μέλος αὐτῆς

ἐλεύθερον ἀπ' αὐτοῦ, οὐ λογισμούς, οὐ νοῦν, οὐ σῶμα, ἀλλ' ἐνέδυσεν

αὐτὴν πορφυρίδα τοῦ σκότους. ὥσπερ γὰρ τὸ σῶμα οὐχὶ ἓν μέρος ἢ

μέλος πάσχει, ἀλλ' ὅλον ἐξ ὅλου παθητόν ἐστιν, οὕτως καὶ ἡ ψυχὴ ὅλη ἔ-

παθε τὰ τῆς κακίας πάθη καὶ ἁμαρτίας. ἐνέδυσεν οὖν τὴν ψυχὴν ὅλην, τὸ

ἀναγκαῖον τοῦ ἀνθρώπου μέλος καὶ μέρος, ὁ πονηρὸς τὴν κακίαν αὐτοῦ,

τουτέστι τὴν ἁμαρτίαν, καὶ οὕτως τὸ σῶμα παθητὸν καὶ φθαρτὸν

ἐγένετο.

Ὅταν γὰρ λέγει ὁ ἀπόστολος· ”ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον”,

τέλειον λέγει, ὀφθαλμοὺς ἔχοντα πρὸς ὀφθαλμούς, κεφαλὴν πρὸς κεφαλήν,

ὦτα πρὸς ὦτα, χεῖρας πρὸς χεῖρας, πόδας πρὸς πόδας· ὅλον γὰρ τὸν

ἄνθρωπον, ψυχὴν καὶ σῶμα, ἐμίανεν ὁ πονηρὸς καὶ κατέσπασε, καὶ

ἐνέδυσε τὸν ἄνθρωπον, παλαιὸν καὶ μιαρὸν ἄνθρωπον, ἀκάθαρτον καὶ

θεομάχον, μὴ ὑποτασσόμενον τῷ νόμῳ τοῦ θεοῦ, αὐτὴν τὴν ἁμαρτίαν,

ἵνα μηκέτι βλέπῃ ὡς θέλει ὁ ἄνθρωπος, ἀλλ' ἵνα πονηρῶς ὁρᾷ καὶ πονηρῶς

ἀκούῃ καὶ πόδας ἔχῃ σπεύδοντας ἐπὶ κακοποιΐαν καὶ χεῖρας ἐργαζομένας

ἀνομίαν καὶ καρδίαν πονηρὰ διαλογιζομένην. παρακαλέσωμεν οὖν καὶ

ἡμεῖς τὸν θεόν, ἵνα ἐκδύσῃ ἡμᾶς τὸν παλαιὸν ἄνθρωπον, ὅτι αὐτὸς μόνος

ἆραι ἀφ' ἡμῶν τὴν ἁμαρτίαν δύναται· ὅτι ἰσχυρότεροι ἡμῶν εἰσιν οἱ

αἰχμαλωτεύσαντες ἡμᾶς καὶ κατέχοντες ἐν τῇ βασιλείᾳ αὐτῶν. αὐτὸς

δὲ ἐπηγγείλατο τοῦ ῥύσασθαι ἡμᾶς ἐκ τῆς κακῆς δουλείας ταύτης. ὥσπερ

γὰρ ὅταν ἥλιος ᾖ καὶ ἄνεμός τις πνέῃ· ὁ μὲν ἥλιος ἴδιον σῶμα ἔχει καὶ

ἰδίαν φύσιν, ὁμοίως καὶ ὁ ἄνεμος ἰδίαν φύσιν ἔχει καὶ ἴδιον σῶμα, καὶ

οὐδεὶς δύναται χωρίσαι τὸν ἄνεμον ἀπὸ τοῦ ἡλίου, εἰ μὴ μόνος ὁ θεὸς

παύσει, ἵνα μηκέτι πνέῃ, —οὕτως καὶ ἡ ἁμαρτία τῇ ψυχῇ μεμιγμένη

ἐστίν, ἐχούσης ἑκάστης ἰδίαν φύσιν. ἀδύνατον οὖν ἐστι χωρίσαι

τὴν ψυχὴν ἀπὸ τῆς ἁμαρτίας, ἐὰν μὴ ὁ θεὸς παύσῃ καὶ στείλῃ τὸν πονηρὸν

τοῦτον ἄνεμον τὸν ἐνοικοῦντα τῇ ψυχῇ καὶ τῷ σώματι. καὶ πάλιν·

ὥσπερ τις θεωρεῖ πετεινὸν πετόμενον καὶ βούλεται καὶ αὐτὸς πτῆναι,

μὴ ἔχων δὲ πτερά, ἀδυνάτως ἔχει πέτασθαι, οὕτως καὶ τῷ ἀνθρώπῳ

‹τὸ μὲν θέλειν παράκειται› τοῦ εἶναι καθαρὸν καὶ ἄμωμον καὶ ἄσπιλον

καὶ μὴ ἔχειν ἐν ἑαυτῷ τὴν κακίαν, ἀλλ' ἀεὶ μετὰ τοῦ θεοῦ εἶναι· τὸ δύ-

νασθαι δὲ οὐκ ἔχει. πετασθῆναι μὲν εἰς τὸν ἀέρα τὸν θεϊκὸν καὶ τὴν

ἐλευθερίαν τοῦ ἁγίου πνεύματος θέλει, ἀλλ' ἐὰν μὴ λάβῃ πτέρυγας,

οὐ δύναται. παρακαλέσωμεν οὖν τὸν θεόν, ἵνα δῷ ἡμῖν πτέρυγας περιστε-

ρᾶς τοῦ ἁγίου πνεύματος, ἵνα πετασθῶμεν πρὸς αὐτὸν καὶ καταπαύ-

σωμεν, καὶ ἵνα διαχωρίσῃ καὶ παύσῃ ἀπὸ τῆς ψυχῆς καὶ τοῦ σώματος

ἡμῶν τὸν πονηρὸν ἄνεμον, αὐτὴν τὴν ἁμαρτίαν τὴν κατοικοῦσαν ἐν

τοῖς μέλεσι τῆς ψυχῆς καὶ τοῦ σώματος ἡμῶν· αὐτῷ γὰρ μόνῳ δυνατὸν

τοῦτο ποιῆσαι. «ἴδε» γάρ φησιν «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν

τοῦ κόσμου». αὐτὸς μόνος τὴν ἐλεημοσύνην ταύτην ἐποίησε τῶν ἀν-

θρώπων τοῖς πιστεύουσιν αὐτῷ, ὅτι λυτροῦται ἀπὸ τῆς ἁμαρτίας·

καὶ τοῖς προσδοκῶσιν ἀεὶ καὶ ἐλπίζουσι καὶ αἰτοῦσιν ἀδιαλείπτως ποιεῖ

τὴν σωτηρίαν ταύτην τὴν ἀνεκδιήγητον.

Ὥσπερ ἐν νυκτὶ ζοφερᾷ καὶ μελανῇ πνέει ἄνεμός τις ἄγριος καὶ πάντα

τὰ φυτὰ καὶ τὰ σπέρματα κινεῖ καὶ ἐρευνᾷ καὶ σείει, οὕτως καὶ ὁ ἄν-

θρωπος πεσὼν ὑπὸ τὴν ἐξουσίαν τῆς νυκτὸς τοῦ σκότους, τοῦ διαβόλου,

καὶ ὢν ἐν νυκτὶ καὶ σκότει κλονεῖται τῷ δεινῷ ἀνέμῳ τῆς ἁμαρτίας

πνέοντι, καὶ σείεται καὶ κινεῖται καὶ ἐρευνᾶται πᾶσαν τὴν φύσιν, τὴν

ψυχήν, τοὺς λογισμοὺς αὐτοῦ καὶ τὸν νοῦν, καὶ πάντα σείεται τὰ σω-

ματικὰ μέλη, καὶ οὐδὲν ἐλεύθερον οὐδὲ ἀπαθὲς μέλος ψυχῆς ἢ σώματός

ἐστιν ἀπὸ τῆς ἐνοικούσης ἐν ἡμῖν ἁμαρτίας. ὁμοίως ἐστὶν ἡμέρα φωτὸς

καὶ ἄνεμος θεῖος τοῦ ἁγίου πνεύματος, πνέων καὶ ἀναψύχων τὰς ψυχὰς

τὰς οὔσας ἐν ἡμέρᾳ φωτὸς θεϊκοῦ καὶ διϊκνούμενος πᾶσαν τὴν ὑπόστασιν

τῆς ψυχῆς καὶ τοὺς λογισμούς, καὶ πάντα τὰ μέλη τοῦ σώματος ἀναψύχων

καὶ ἀναπαύων ἀναπαύσει θεϊκῇ καὶ ἀλαλήτῳ. τοῦτο ἔλεγεν ὁ ἀπόστολος·

‹ἡμεῖς δὲ οὔκ ἐσμεν τέκνα νυκτὸς οὐδὲ σκότους· πάντες γὰρ ὑμεῖς υἱοὶ

φωτός ἐστε καὶ υἱοὶ ἡμέρας›. καὶ ὥσπερ ἐκεῖ ἐν τῇ πλάνῃ ἄνθρωπον

τέλειον ἐνεδύσατο ὁ παλαιὸς ἄνθρωπος καὶ φορεῖ ἔνδυμα βασιλείας

σκότους, ἔνδυμα βλασφημίας, ἀπιστίας, ἀφοβίας, κενοδοξίας, ὑπερηφα-

νίας, φιλαργυρίας, ἐπιθυμίας, καὶ τὰ ἄλλα ὁμοίως τῆς βασιλείας τοῦ

σκότους φορέματα ῥακώδη καὶ ἀκάθαρτα καὶ μιαρά, οὕτως πάλιν ἐνταῦθα

ὅσοι ἀπεδύσαντο τὸν παλαιὸν καὶ καταχθόνιον ἄνθρωπον καὶ ὅσους

ἂν ἐξέδυσεν Ἰησοῦς τὰ ἐνδύματα τῆς βασιλείας τοῦ σκότους, ἐνεδύ-

σαντο τὸν νέον καὶ ἐπουράνιον ἄνθρωπον Ἰησοῦν Χριστόν (πάλιν

ὁμοίως ὀφθαλμοὺς πρὸς ὀφθαλμούς, ὦτα πρὸς ὦτα, κεφαλὴν πρὸς κεφα-

λήν), ἵνα ὅλος καθαρὸς ᾖ καὶ φορῶν τὴν ἐπουράνιον εἰκόνα. καὶ

ἐνέδυσεν αὐτοὺς ὁ κύριος ἐνδύματα βασιλείας φωτὸς ἀρρήτου, ἐνδύματα

πίστεως, ἐλπίδος, ἀγάπης, χαρᾶς, εἰρήνης, ἀγαθωσύνης, χρηστότητος,

καὶ πάντα ὁμοίως τὰ ἑξῆς, ἐνδύματα φωτός, ζωῆς, θεϊκά, ζῶντα, ἀνα-

παύσεως ἀνεκλαλήτου, ἵνα ὥσπερ ὁ θεὸς ἀγάπη ἐστὶ καὶ χαρὰ καὶ

εἰρήνη καὶ χρηστότης καὶ ἀγαθωσύνη, οὕτω καὶ ὁ νέος ἄνθρωπος γένηται

κατὰ χάριν.

Καὶ ὥσπερ ἡ βασιλεία τοῦ σκότους καὶ ἡ ἁμαρτία κέκρυπται εἰς τὴν

ψυχὴν ἕως ἡμέρας τῆς ἀναστάσεως, ὅτε καὶ αὐτὸ τὸ σῶμα τῶν ἁμαρ-

τωλῶν τῷ σκότει καλυφθῇ τῷ ἀπὸ τοῦ νῦν κεκρυμμένῳ εἰς τὴν ψυχήν,

οὕτω καὶ ἡ βασιλεία τοῦ φωτὸς καὶ ἡ ἐπουράνιος εἰκών, Ἰησοῦς Χριστός,

μυστικῶς νῦν τὴν ψυχὴν φωτίζει καὶ βασιλεύει εἰς τὴν ψυχὴν τῶν ἁγίων.

κεκρυμμένος δὲ ἀπὸ τῶν ὀφθαλμῶν τῶν ἀνθρώπων μόνοις ἐστὶ Χριστὸς

τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς θεωρούμενος ἐν ἀληθείᾳ ἕως ἡμέρας τῆς ἀναστά-

σεως, ὅτε καὶ αὐτὸ τὸ σῶμα καλυφθήσεται καὶ δοξασθήσεται τῷ τοῦ

κυρίου φωτὶ τῷ ὄντι ἀπὸ τοῦ νῦν ἐν τῷ ἀνθρώπῳ εἰς τὴν ψυχήν, ἵνα

καὶ αὐτὸ τὸ σῶμα συμβασιλεύσῃ τῇ ψυχῇ τῇ ἀπὸ τοῦ νῦν λαμβανούσῃ τὴν

βασιλείαν τοῦ Χριστοῦ, ἀναπαυομένῃ καὶ φωτιζομένῃ φωτὶ αἰωνίῳ.

δόξα τοῖς οἰκτιρμοῖς καὶ τῇ εὐσπλαγχνίᾳ αὐτοῦ, ὅτι ἐλεεῖ τοὺς δούλους

αὐτοῦ καὶ φωτίζει καὶ ῥύεται αὐτοὺς ἐκ τῆς βασιλείας τοῦ σκότους καὶ

χαρίζεται αὐτοῖς τὸ ἑαυτοῦ φῶς καὶ τὴν αὐτοῦ βασιλείαν, ᾧ ἡ δόξα

καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.

3

{ΟΜΙΛΙΑ Γ.}

Οἱ ἀδελφοὶ ὀφείλουσιν ἐν ἀγάπῃ πολλῇ συνεῖναι ἀλλήλοις, εἴτε

εὔχονται εἴτε ἀναγινώσκουσι τὰς γραφὰς εἴτε ἔργον τι ποιοῦσιν, ἵνα

ἔχωσι τὸν θεμέλιον τῆς ἀγάπης πρὸς ἀλλήλους. καὶ οὕτως δύναται

εὐδοκία γενέσθαι εἰς ἐκείνας τὰς προαιρέσεις, καὶ οἱ εὐχόμενοι καὶ οἱ

ἀναγινώσκοντες καὶ οἱ ἐργαζόμενοι πάντες δύνανται ἐν ἀκεραιότητι

καὶ ἁπλότητι διάγοντες μετ' ἀλλήλων ὠφεληθῆναι. τί γὰρ γέγραπται;

«γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς», ἵνα ὃν τρόπον

οἱ ἐν οὐρανοῖς ἄγγελοι σύνεισιν ἀλλήλοις ἐν ὁμονοίᾳ πολλῇ, ἐν ἀγάπῃ

καὶ εἰρήνῃ διάγοντες, καὶ οὐκ ἔστιν ἐκεῖ ἔπαρσις ἢ φθόνος, ἀλλ' ἐν ἀγάπῃ

καὶ εἰλικρινείᾳ μετ' ἀλλήλων εἰσίν, οὕτως καὶ οἱ ἀδελφοὶ ὦσι μετ' ἀλλή-

λων.

Συμβαίνει τινὰς εἶναι τριάκοντα ὑπὸ τὸ ἕν. ὅλην τὴν ἡμέραν καὶ

τὴν νύκτα οὐ δύνανται προσκαρτερεῖν, ἀλλά τινες μὲν αὐτῶν σχολάζουσι

τῇ εὐχῇ ὥρας ἓξ καὶ βούλονται ἀναγνῶναι, ἄλλοι δὲ προθύμως δια-

κονοῦσιν, ἄλλοι ἐξ αὐτῶν ἐργάζονταί τι ἔργον. ὀφείλουσιν οὖν οἱ ἀ-

δελφοί, εἴ τι ποιοῦσιν, ἐν ἀγάπῃ καὶ χαρᾷ εἶναι μετ' ἀλλήλων. καὶ ὁ

ἐργαζόμενος περὶ τοῦ εὐχομένου οὕτω λεγέτω ὅτι „ὃν ὁ ἀδελφός μου

κτᾶται θησαυρόν, ἐπεὶ κοινός ἐστι, κἀγὼ ἔχω“· καὶ ὁ εὐχόμενος περὶ

τοῦ ἀναγινώσκοντος οὕτω λεγέτω ὅτι ”ὃ ἐκεῖνος ὠφελεῖται εἰς τὴν ἀνά-

γνωσιν, εἰς ἐμὸν κέρδος προχωρεῖ”· καὶ ὁ ἐργαζόμενος αὖθις τοῦτο

λεγέτω ὅτι „τὴν διακονίαν ἣν ποιῶ, κοινή ἐστιν ὠφέλεια“. ὥσπερ γὰρ

«τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστι σῶμα», καὶ βοηθοῦσιν

ἀλλήλοις καὶ ἕκαστον ἴδιον ἔργον ἐκτελεῖ, πλὴν ὁ ὀφθαλμὸς ὑπὲρ ὅλου

τοῦ σώματος βλέπει καὶ ἡ χεὶρ ὑπὲρ ὅλων τῶν μελῶν ἐργάζεται καὶ ὁ

ποὺς περιπατεῖ ὅλα τὰ μέλη ἐπιφερόμενος, καὶ ἄλλο συμπάσχει, —οὕτω

καὶ οἱ ἀδελφοὶ μετ' ἀλλήλων ἤτωσαν. καὶ μήτε ὁ εὐχόμενος κρινέτω

τὸν ἐργαζόμενον· ”διὰ τί οὐκ εὔχεται”· μήτε ὁ ἐργαζόμενος κρινέτω

τὸν εὐχόμενον ὅτι „ἐκεῖνος παραμένει κἀγὼ ἐργάζομαι“, μήτε ὁ δια-

κονῶν κρινέτω τὸν ἕτερον. ἀλλ' ἕκαστος εἴ τι ποιεῖ, «εἰς δόξαν θεοῦ».

ὁ ἀναγινώσκων τὸν εὐχόμενον ἔχει ἐν ἀγάπῃ καὶ χαρᾷ τοῦτο λογιζό-

μενος ὅτι ”ὑπὲρ ἐμοῦ εὔχεται”, καὶ ὁ εὐχόμενος περὶ τοῦ ἐργαζομένου

τοῦτο λογιζέσθω ὅτι „ὃ ποιεῖ, εἰς κοινὴν ὠφέλειαν ποιεῖ“. καὶ οὕτω

δύναται ὁμοφωνία πολλὴ καὶ εἰρήνη καὶ συμφωνία «ἐν τῷ συνδέσμῳ

τῆς εἰρήνης» κρατεῖν ἀλλήλους, καὶ συνδιάγειν μετ' ἀλλήλων ἐν ἀκεραιό-

τητι καὶ ἀφελότητι καὶ εὐδοκίᾳ θεοῦ. τὸ δὲ κεφαλαιωδέστερον πάντων

δηλονότι ἡ προσκαρτέρησίς ἐστι τῆς εὐχῆς. πλὴν δὲ ἓν ζητεῖται, ἵνα

ἔχῃ τις θησαυρὸν ἐν τῇ ψυχῇ καὶ τὴν ζωήν, ἥτις ἐστὶν ὁ κύριος, ἐν τῷ

νῷ· εἴτε ἐργάζεται εἴτε εὔχεται εἴτε ἀναγινώσκει, ἵνα ἔχῃ ἐκεῖνο τὸ κτῆμα

τὸ μὴ παρερχόμενον, ὅ ἐστι τὸ ἅγιον πνεῦμα.

Εἰσὶ δέ τινες τοῦτο λέγοντες ὅτι ”ὁ κύριος μόνους φανεροὺς καρποὺς

ἀπαιτεῖ παρὰ τῶν ἀνθρώπων, τὰ δὲ κρυπτὰ ὁ θεὸς κατορθοῖ”. οὐχ οὕτως

δέ εἰσι τὰ πράγματα, ἀλλ' ὥσπερ εἰς τὸν ἔξω ἄνθρωπον ἀσφαλίζεται,

οὕτως ὀφείλει καὶ ἐν τοῖς λογισμοῖς ποιεῖν ἀγῶνα καὶ πόλεμον. ἀπαιτεῖ

σε γὰρ ὁ κύριος, ἵνα ὀργισθῇς σεαυτῷ καὶ μάχην ποιήσῃς μετὰ τοῦ νοός

σου, μήτε συμφωνήσῃς μήτε συνηδυνθῇς τοῖς λογισμοῖς τῆς κακίας. λοι-

πὸν τὸ ἐκριζῶσαι τὴν ἁμαρτίαν καὶ τὸ συνὸν κακόν, τοῦτο τῇ θείᾳ δυ-

νάμει μόνον δυνατόν ἐστι κατορθῶσαι. οὐκ ἔξεστι γὰρ οὔτε δυνατὸν ἀν-

θρώπῳ ἐξ ἰδίας δυνάμεως ἐκριζῶσαι τὴν ἁμαρτίαν. τὸ ἀντιπαλαῖσαι,

ἀντιμαχεσθῆναι, δεῖραι, δαρῆναι σόν ἐστιν· ἐκριζῶσαι δὲ θεοῦ ἐστιν.

εἰ γὰρ σὺ ἠδύνου τοῦτο ποιῆσαι, τίς χρεία τῆς ἐλεύσεως τοῦ κυρίου; ὡς

γὰρ οὐκ ἔστι τὸν ὀφθαλμὸν ἄνευ φωτὸς βλέπειν ἢ λαλεῖν ἄνευ γλώττης

ἢ ἀκούειν ἄνευ ὤτων ἢ περιπατεῖν ἄνευ ποδῶν ἢ ἐργάζεσθαι ἄνευ χει-

ρῶν, οὕτως οὐ δύναταί τις ἄνευ τοῦ Ἰησοῦ σωθῆναι ἢ εἰσελθεῖν εἰς βασι-

λείαν οὐρανῶν.

Εἰ δὲ λέγεις ὅτι „ἐν τοῖς φαινομένοις οὐ πορνεύω, οὐ μοιχεύω, οὔκ

εἰμι φιλάργυρος, λοιπὸν δίκαιός εἰμι“, πεπλάνησαι ἐν τούτῳ νομίσας

ὅτι πάντα ἐξετέλεσας. οὔκ εἰσι μόνον τρία μέρη τῆς ἁμαρτίας, εἰς ἃ ὀφείλει

τις ἀσφαλίσασθαι, ἀλλὰ μυρία· ἡ ἀφοβία, ἡ τύφωσις, ἡ ἀπιστία, τὸ

μῖσος, ὁ φθόνος, ἡ δολιότης, ἡ ὑπόκρισις—πόθεν ἐστίν; οὐκ ὀφείλεις

πρὸς ταῦτα ἔχειν τὴν πάλην καὶ τὸν ἀγῶνα ἐν τοῖς λεληθόσιν, ἐν τοῖς

λογισμοῖς; ὥσπερ ἐὰν ᾖ λῃστὴς ἐν οἰκίᾳ, τὸ λοιπὸν ὑποθλίβει σε καὶ

οὐκ ἐᾷ σε ἀμεριμνεῖν, ἄρχῃ δὲ καὶ σὺ ἀντιτύπτειν αὐτόν, δέρεις, δέρῃ, —

οὕτως ὀφείλει καὶ ἡ ψυχὴ ἀντιπίπτειν καὶ ἀντιμάχεσθαι καὶ ἀντι-

κρούειν. λοιπὸν ἡ προαίρεσις ἀντιμαχομένη καὶ ἔχουσα πόνον

καὶ θλῖψιν ἄρχεται ἀνωτέρα γίγνεσθαι· πίπτει, ἐγείρεται, πάλιν ῥίπτει

ἡ ἁμαρτία, εἰς δέκα ἢ εἰς εἴκοσιν ἀγῶνας νικᾷ τὴν ψυχὴν καὶ ῥίπτει,

καὶ ἡ ψυχὴ διὰ χρόνου εἰς μίαν ἀγωγὴν νικᾷ τὴν ἁμαρτίαν. πάλιν ἐὰν

ὑπομείνῃ ἡ ψυχὴ καὶ μὴ χαυνωθῇ, κατὰ μέρος ἄρχεται πλεονάζειν

καὶ διακρίνειν καὶ ἀποφέρεσθαι τὰ νικητήρια κατὰ τῆς ἁμαρτίας. ἀλλ'

εἰ καὶ ἐν τούτοις ἐξετάζεται, ἀκμὴν ἡ ἁμαρτία καταστρέφει τὸν ἄνθρωπον,

ἕως οὗ ἔλθῃ «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας» καὶ τελείως νικήσῃ

τὸν θάνατον· γέγραπται γάρ· «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος».

καὶ οὕτως ἀνώτεροι γίγνονται καὶ νικηταὶ τοῦ διαβόλου. εἰ δέ, καθὼς

προείπομεν, λέγει τις· ”οὐ πορνεύω, οὐ μοιχεύω, οὐ φιλαργυρῶ, ἀρκεῖ

μοι”, οὗτος εἰς τρία μέρη ἠγωνίσατο, καὶ εἰς ἄλλα εἴκοσιν, ἅπερ ἔχει ἡ

ἁμαρτία κατὰ τῆς ψυχῆς, οὐκ ἠγωνίσατο, ἀλλ' ἡττήθη. ὀφείλει οὖν

εἰς πάντα ἀγωνίζεσθαι καὶ ἀθλεῖν· ὁ γὰρ νοῦς, καθὼς πολλάκις εἴπομεν,

ἀντίπαλός ἐστι καὶ ἔχει ἰσόρροπον δύναμιν πρὸς τὴν ἁμαρτίαν τοῦ

ἀντιλέγειν καὶ ἐναντιοῦσθαι τοῖς λογισμοῖς.

Εἰ δὲ λέγεις ἰσχυροτέραν εἶναι τὴν ἐναντίαν δύναμιν καὶ βασιλεύειν

τὸ ὅλον τὴν κακίαν κατὰ τοῦ ἀνθρώπου, ἄδικον ποιεῖς τὸν θεὸν κατα-

κρίνοντα τὴν ἀνθρωπότητα· διότι ὑπήκουσε τῷ σατανᾷ, ὁπότε ἰσχυρό-

τερός ἐστι καὶ ἀναγκαστικῇ τινι δυνάμει ὑποτάσσει· „μειζότερον καὶ

ἰσχυρότερον αὐτὸν ἐποίησας τῆς ψυχῆς καὶ ἐντέλλῃ μοι· μὴ ὑπακούσῃς;“

ὥσπερ ἐὰν ᾖ νεανίσκος καὶ ἔχῃ πάλην πρὸς παιδίον, καὶ ἐὰν ἡττηθῇ

τὸ παιδίον, κατακρίνεται, διὰ τί ἡττήθη. τοῦτο πολλῆς ἀδικίας ἐστίν.

ὅθεν ἡμεῖς λέγομεν ἀντίπαλον εἶναι τὸν νοῦν καὶ ἰσόρροπον, καὶ ἡ τοιαύτη

ψυχὴ ἐπιζητοῦσα τυγχάνει βοηθείας καὶ ἀντιλήψεως καὶ καταξιοῦται

τῆς λυτρώσεως. ἡ γὰρ πάλη καὶ ὁ ἀγὼν ἐπὶ τῇ ἰσοδυναμίᾳ κεῖται.

δοξάζομεν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα εἰς τοὺς αἰῶνας. ἀμήν.

4

{ΟΜΙΛΙΑ Δ.}

Οἱ τὸν βίον τοῦ Χριστιανισμοῦ ἐν πολλῇ ἀκριβείᾳ κατορθῶσαι βουλό-

μενοι πρὸ πάντων τοῦ διανοητικοῦ καὶ διακριτικοῦ μέλους τῆς ψυχῆς

ἐν πάσῃ δυνάμει ἐπιμελεῖσθαι ὀφείλουσιν, ἵνα τὴν διάκρισιν τοῦ καλοῦ

καὶ τοῦ κακοῦ ἐν ἀκριβείᾳ κτησάμενοι καὶ τὰ παρὰ φύσιν εἰσαχθέντα

πάθη τῇ καθαρᾷ φύσει πάντοτε διακρίνοντες εὐθέτως καὶ ἀπροσκόπως

πολιτευσώμεθα, ἵνα ὡς ὀφθαλμῷ τῷ τῆς διακρίσεως μέλει χρώμενοι

ἀσυνδύαστοι καὶ ἀσύνθετοι πρὸς τὰς τῆς κακίας ὑποθέσεις εἶναι δυνη-

θῶμεν καὶ οὕτως τῆς θείας δωρεᾶς καταξιωθέντες ἄξιοι τοῦ κυρίου γενώ-

μεθα.

Ἀπὸ δὲ τῶν ὁρωμένων ὑπόδειγμα λάβωμεν. ἔοικε γὰρ τὸ σῶμα

τῇ ψυχῇ καὶ τὰ τοῦ σώματος πράγματα τοῖς τῆς ψυχῆς καὶ τὰ φαινό-

μενα τοῖς κρυφίοις. ὥσπερ γὰρ τὸ σῶμα ἔχει ὁδηγὸν τὸν ὀφθαλμὸν

καὶ αὐτὸς ὁρῶν ὅλον ὁδηγεῖ τὸ σῶμα εἰς εὐθύτητα· ὑπόθου δέ μοι διέρ-

χεσθαί τινα διὰ τόπων ὑλωδῶν καὶ ἀκανθῶν πεπληρωμένων καὶ βορ-

βόρων, ἔνθα καὶ πῦρ ἀναβάλλει καὶ ξίφη παραπεπήγασι, κρημνοί τε καὶ

ὑδάτων πλήθη ἐκεῖ τυγχάνει. τὸ λοιπὸν ὁ γοργὸς καὶ σπουδαῖος καὶ

εὐκίνητος ἔχων τὸν ὀφθαλμὸν ὁδηγὸν πάνυ προσεχόντως παρέρχεται

τοὺς χαλεποὺς ἐκείνους τόπους, συνέχων πανταχόθεν χερσὶ καὶ ποσὶ

τὸν χιτῶνα αὐτοῦ, ἵνα μὴ ἐν ταῖς ὕλαις καὶ ἀκάνθαις περισχισθῇ ἢ ὑπὸ

τοῦ βορβόρου ἀφανισθῇ ἢ ὑπὸ ξίφους διακοπῇ. καὶ ὁ ὀφθαλμὸς ὅλον

ὁδηγεῖ τὸ σῶμα, φῶς ὢν αὐτοῦ, ἵνα μὴ κρημνοῖς καταρραγῇ ἢ ὕδασι

καταποντισθῇ ἤ τινι χαλεπῷ καταβλαβῇ. ὁ οὕτως γοργὸς καὶ συνετὸς

καὶ μετὰ πάσης νήψεως παρερχόμενος, συσφίγγων τὸν χιτῶνα αὐτοῦ,

ὑπὸ τοῦ ὀφθαλμοῦ εὐθέως ὁδηγούμενος φυλάσσει καὶ ἑαυτὸν ἀβλαβῆ

καὶ τὸν χιτῶνα τοῦ ἐνδύματος αὐτοῦ ἄκαυστον καὶ ἄσχιστον διατηρεῖ.

ἐὰν δέ τις ᾖ ἀργὸς καὶ ὀκνηρὸς καὶ ῥάθυμος καὶ βαρὺς καὶ χαῦνος διὰ τῶν

τοιούτων παρερχόμενος τόπων, περιρρέων ὁ χιτὼν αὐτοῦ ἔνθεν καὶ

ἔνθεν εἰς τὰς ὕλας καὶ ἀκάνθας περισχίζεται ἢ ὑπὸ τοῦ πυρὸς κατα-

καίεται διὰ τὸ μὴ συνέχειν πάντοθεν ἀνδρείως τὸ ἔνδυμα ἢ ὑπὸ τῶν

παραπεπηγμένων ξιφῶν παρακόπτεται ἢ ὑπὸ τοῦ βορβόρου σπιλοῦται,

καὶ ἁπαξαπλῶς τάχιον καταφθείρει τὸν καλὸν καὶ καινὸν τοῦ ἐνδύματος

χιτῶνα διὰ τὴν ἀπροσεξίαν καὶ χαυνότητα καὶ ὀκνηρίαν αὐτοῦ. εἰ δὲ

μὴ καλῶς καὶ εὐθέως τῷ ὀφθαλμῷ προσέχει, καὶ αὐτὸς εἰς φάραγγα

πεσεῖται ἢ ἐν τοῖς ὕδασι καταποντισθήσεται.

Τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ φοροῦσα ὥσπερ χιτῶνα καλόν, τὸ

ἔνδυμα τοῦ σώματος, ἔχουσα διακριτικὸν μέλος εὐθῦνον ὅλην τὴν ψυχὴν

μετὰ τοῦ σώματος, παρερχομένη διὰ τῶν ὑλῶν καὶ ἀκανθῶν τοῦ βίου καὶ

βορβόρου καὶ πυρὸς καὶ κρημνῶν, τουτέστιν ἐπιθυμιῶν καὶ ἡδονῶν καὶ

τῶν λοιπῶν ἀτόπων τοῦ αἰῶνος τούτου, πάντοθεν ὀφείλει μετὰ νήψεως

καὶ ἀνδρείας καὶ σπουδῆς καὶ προσοχῆς συσφίγγειν καὶ φυλάσσειν

ἑαυτὴν καὶ τὸν χιτῶνα τοῦ σώματος, μή που περισχισθῇ ἐν ταῖς τοῦ

κόσμου ὕλαις καὶ ἀκάνθαις μεριμνῶν καὶ ἀσχολιῶν καὶ περισπασμῶν

γηΐνων, καὶ ὑπὸ τοῦ πυρὸς τῆς ἐπιθυμίας κατακαυθῇ. οἷον ἐνδεδυμένη

τὸν ὀφθαλμὸν ἀποστρέφει τοῦ μὴ ἰδεῖν πονηρά, τὸ οὖς ὁμοίως ἀποστρέ-

φει τοῦ μὴ ἀκούειν καταλαλιάν, τὴν γλῶσσαν τοῦ μὴ λαλεῖν μάταια,

χεῖρας καὶ πόδας ἀπὸ ἐπιτηδευμάτων κακῶν. ἔχει γὰρ θέλημα ἡ ψυχὴ

τοῦ ἀποστρέψαι καὶ κωλῦσαι τὰ μέλη τοῦ σώματος ἀπὸ κακίστων

θεαμάτων καὶ ἀκοῆς πονηρᾶς καὶ αἰσχρᾶς καὶ λόγων ἀπρεπῶν καὶ

ἐπιτηδευμάτων κοσμικῶν καὶ πονηρῶν.

Ἀποστρέφει δὲ καὶ ἑαυτὴν ἡ ψυχὴ ἀπὸ ῥεμβασμῶν, φυλάττουσα

τὴν καρδίαν τοῦ μὴ ῥέμβεσθαι ἐν τῷ κόσμῳ τὰ μέλη τῶν λογισμῶν

αὐτῆς. καὶ οὕτως ἀγωνιζομένη καὶ σπουδάζουσα καὶ συνέχουσα πάντο-

θεν ἐν πολλῇ προσοχῇ τὰ μέλη τοῦ σώματος ἀπὸ κακῶν, ἄσχιστον καὶ

ἄκαυστον καὶ ἄσπιλον τὸν καλὸν χιτῶνα τοῦ σώματος διαφυλάσσει.

καὶ αὐτὴ διὰ τοῦ γνωστικοῦ καὶ διανοητικοῦ καὶ διακριτικοῦ θελήματος

αὐτῆς, τὸ δὲ πᾶν διὰ τῆς τοῦ κυρίου δυνάμεως φυλαχθήσεται, αὐτὴ

ἑαυτὴν ὅση δύναμις συσφίγγουσα καὶ πάσης ἐπιθυμίας κοσμικῆς ἀποστρέ-

φουσα καὶ οὕτως ὑπὸ κυρίου βοηθουμένη εἰς τὸ ἐξ ἀληθείας φυλαχθῆναι

αὐτὴν ἀπὸ τῶν προειρημένων κακῶν. ἐπὰν γὰρ ἴδῃ ὁ κύριός τινα γεν-

ναίως ἀποστρεφόμενον τὰς τοῦ βίου ἡδονὰς καὶ περισπασμοὺς καὶ

μερίμνας ὑλικὰς καὶ δεσμοὺς γηΐνους καὶ ῥεμβασμοὺς λογισμῶν ματαίων,

δίδωσι τὴν ἰδίαν τῆς χάριτος βοήθειαν, ἄπτωτον διατηρῶν τὴν ψυχὴν

ἐκείνην διεξερχομένην καλῶς τὸν ἐνεστῶτα πονηρὸν αἰῶνα. καὶ οὕτως

ἡ ψυχὴ ἐπαίνων οὐρανίων παρὰ θεοῦ καὶ ἀγγέλων τεύξεται, ὅτι τὸν

χιτῶνα τοῦ σώματος αὐτῆς καλῶς διεφύλαξε καὶ ἑαυτήν, ὅσον τὸ ἐν

αὐτῇ δυνατόν, πᾶσαν ἐπιθυμίαν τοῦ κόσμου ἀποστραφεῖσα καὶ ὑπ'

αὐτοῦ βοηθηθεῖσα τὸν δρόμον τοῦ σταδίου τοῦ κόσμου τούτου καλῶς

διεξελήλυθεν.

Εἰ δέ τις ἐν χαυνότητι καὶ ῥαθυμίᾳ μὴ προσεχόντως ἐν τῷ βίῳ τούτῳ

πορεύεται καὶ ἐκ θελήματος ἰδίου οὐκ ἀποστρέφεται πᾶσαν ἐπιθυμίαν

τοῦ κόσμου καὶ τὸν κύριον μόνον ἐν πάσῃ ἐπιθυμίᾳ ζητεῖ, εἰς τὰς ἀκάνθας

καὶ ὕλας τοῦ κόσμου τούτου περιπείρεται, καὶ ὑπὸ τοῦ πυρὸς τῆς ἐπι-

θυμίας ὁ χιτὼν τοῦ σώματος παρακαίεται καὶ ὑπὸ τοῦ βορβόρου τῶν

ἡδονῶν σπιλοῦται, καὶ οὕτως ἀπαρρησίαστος ἡ ψυχὴ ἐν ἡμέρᾳ κρίσεως

εὑρίσκεται, τὸ ἔνδυμα αὐτῆς ἄσπιλον μὴ δυνηθεῖσα τηρῆσαι, ἀλλὰ

καταφθείρασα αὐτὸ ταῖς ἀπάταις τοῦ αἰῶνος τούτου· καὶ διὰ τοῦτο

ἀπόβλητος τῆς βασιλείας γίνεται. τί γὰρ ποιήσει ὁ θεὸς τῷ θελήματι

ἰδίῳ παραδιδόντι ἑαυτὸν τῷ κόσμῳ καὶ ἀπατωμένῳ ταῖς ἡδοναῖς αὐτοῦ

ἢ ῥεμβασμοῖς ὑλικοῖς ἐκπλανωμένῳ; ἐκείνῳ γὰρ βοήθειαν δίδωσι τῷ

ἀποστρεφομένῳ τὰς ὑλικὰς ἡδονὰς καὶ προτέρας συνηθείας καὶ βίᾳ τὴν

διάνοιαν πάντοτε πρὸς κύριον ἕλκοντι ἀρνουμένῳ τε ἑαυτὸν καὶ τὸν

κύριον μόνον ἐπιζητοῦντι. τοῦτον διατηρεῖ τὸν φυλασσόμενον παντα-

χόθεν ἐκ τῶν παγίδων καὶ βρόχων τῆς ὕλης τοῦ κόσμου, τὸν «μετὰ

φόβου καὶ τρόμου» τὴν ἑαυτοῦ σωτηρίαν κατεργαζόμενον καὶ μετὰ πάσης

προσεχείας διὰ τῶν παγίδων καὶ βρόχων καὶ ἐπιθυμιῶν τοῦ αἰῶνος

τούτου παρερχόμενον καὶ τὴν τοῦ κυρίου βοήθειαν ἐπιζητοῦντα καὶ

τῷ ἐλέει αὐτοῦ διὰ τῆς χάριτος σῴζεσθαι ἐλπίζοντα.

Ἰδοὺ γὰρ αἱ πέντε παρθένοι αἱ φρόνιμοι, νήψασαι καὶ γοργευσάμεναι

τὸ ξένον τῆς ἑαυτῶν φύσεως, λαβοῦσαι τὸ ἔλαιον ἐν τοῖς ἀγγείοις τῆς καρ-

δίας αὐτῶν, τουτέστι τὴν ἄνωθεν χάριν τοῦ πνεύματος, ἠδυνήθησαν συν-

εισελθεῖν τῷ νυμφίῳ εἰς τὸν ἐπουράνιον νυμφῶνα. αἱ δὲ ἄλλαι, αἱ μωραί, αἱ

ἐν τῇ ἰδίᾳ φύσει ἀπομείνασαι οὐκ ἔνηψαν καὶ ἐσπούδασαν δέξασθαι τὸ

‹ἔλαιον τῆς ἀγαλλιάσεως› ἐν τοῖς ἀγγείοις αὐτῶν, ὡς ἔτι ἐν σαρκὶ ἦσαν.

ἀλλ' ὥσπερ ἀπεκοιμήθησαν δι' ἀμέλειαν καὶ χαυνότητα καὶ ῥαθυμίαν καὶ

ἀγνωσίαν ἢ καὶ οἴησιν δικαιοσύνης. διὸ καὶ τοῦ νυμφῶνος τῆς βασιλείας

ἀπεκλείσθησαν μὴ δυνηθεῖσαι εὐαρεστῆσαι τῷ ἐπουρανίῳ νυμφίῳ. δεσμῷ

γὰρ κόσμου καὶ ἀγάπῃ τινὶ γηΐνῃ κατασχεθεῖσαι τὴν ἀγάπην αὐτῶν

ὅλην καὶ τὸν ἔρωτα πρὸς τὸν οὐράνιον νυμφίον οὐκ ἔδωκαν οὔτε τὸ

ἔλαιον ἐκομίσαντο. καὶ γὰρ αἱ τὸ ξένον τῆς φύσεως, τὸν ἁγιασμὸν τοῦ

πνεύματος ζητοῦσαι ψυχαὶ ὅλην τὴν ἀγάπην αὐτῶν πρὸς κύριον ἀποδε-

σμοῦσι κἀκεῖ περιπατοῦσι κἀκεῖ εὔχονται κἀκεῖ λογίζονται, πάντα

ἀποστρεφόμεναι. διὸ καταξιοῦνται λαβεῖν τὸ ἔλαιον τῆς ἐπουρανίου

χάριτος καὶ οὕτως ἄπτωτοι διεξελθεῖν δύνανται, τελείως τῷ πνευματικῷ

νυμφίῳ εὐαρεστοῦσαι. αἱ γὰρ εἰς τὴν φύσιν αὐτῶν ἀπομένουσαι ψυχαὶ

τῷ λογισμῷ ἐπὶ τῆς γῆς ἕρπουσιν, ἐπὶ γῆς λογίζονται, ἐπὶ γῆς τὴν

δίαιταν ὁ νοῦς αὐτῶν ἔχει· καὶ τῷ μὲν δοκεῖν νομίζουσι τοῦ νυμφίου

εἶναι καὶ δικαιώμασι κεκοσμῆσθαι σαρκός, ἄνωθεν δὲ ἐκ τοῦ πνεύματος

οὐκ ἐγεννήθησαν, τὸ ‹ἔλαιον τῆς ἀγαλλιάσεως› μὴ δεξάμεναι.

Αἱ γὰρ πέντε λογικαὶ αἰσθήσεις τῆς ψυχῆς, ἐὰν δέξωνται τὴν ἄνωθεν

χάριν καὶ τὸν ἁγιασμὸν τοῦ πνεύματος, ἀληθῶς παρθένοι φρόνιμοι

τυγχάνουσι, τὴν ἄνωθεν τῆς χάριτος δεξάμεναι φρόνησιν. εἰ δὲ εἰς τὴν

φύσιν αὐτῶν μόνην ἀπομείνωσι, μωραὶ εὑρίσκονται καὶ τέκνα τοῦ κόσμου

ἀποδείκνυνται· οὐκ ἀπεδύσαντο γὰρ τὸ πνεῦμα τοῦ κόσμου, κἂν τῷ

δοκεῖν νομίζουσι δι' εὐλογοφανείας τινὰς καὶ σχῆμα τοῦ νυμφίου εἶναι

νύμφαι. ὥσπερ γὰρ αἱ ὅλαι ἐξ ὅλου τῷ κυρίῳ προσκολλώμεναι ψυχαὶ

ἐκεῖ εἰσι τῷ λογισμῷ κἀκεῖ εὔχονται κἀκεῖ περιπατοῦσι κἀκεῖ ἐπιποθοῦ-

σιν εἰς τὴν τοῦ κυρίου ἀγάπην, οὕτω πάλιν ψυχαὶ αἱ ἐν τῇ ἀγάπῃ τοῦ

κόσμου δεθεῖσαι καὶ ἐν τῇ γῇ τὴν δίαιταν ἔχειν βουλόμεναι ἐκεῖ περι-

πατοῦσι καὶ ἐκεῖ λογίζονται, ἐκεῖ ὁ νοῦς ἐνδιαιτᾶται· διὸ καὶ ἀμετά-

τρεπτοι πρὸς τὸ ἀγαθὸν «φρόνημα τοῦ πνεύματος» τυγχάνουσι.

Ξένον οὖν τι τῆς φύσεως ἡμῶν (λέγω δὴ τὴν ἐπουράνιον χάριν) χρεὼν

συστῆναι καὶ συμπλακῆναι τῇ φύσει ἡμῶν, ἵνα δυνηθῶμεν εἰς τὸν ἐπουρά-

νιον νυμφῶνα τῆς βασιλείας τῷ κυρίῳ συνεισελθεῖν καὶ τῆς αἰωνίου

σωτηρίας τυχεῖν. ξένον γὰρ τῆς φύσεως ἡμῶν, τὴν κακίαν τῶν

παθῶν, ‹διὰ τῆς παρακοῆς τοῦ πρώτου ἀνθρώπου› ἐν ἑαυτοῖς ἐδεξάμεθα,

ἣν καὶ ὥσπερ φύσιν ἡμῶν καταστᾶσαν συνηθείᾳ καὶ προλήψει πολλῇ

διὰ τοῦ ξένου τῆς φύσεως ἡμῶν, τῆς ἐπουρανίου δωρεᾶς τοῦ πνεύματος,

ἐξωσθῆναι πάλιν χρὴ καὶ εἰς τὴν ἀρχαίαν καθαρότητα ἀποκαταστῆναι.

καὶ εἰ μὴ ἐκείνην τὴν ἐξ οὐρανοῦ ἀγάπην τοῦ πνεύματος δεξόμεθα νῦν

ἐν πολλῇ αἰτήσει καὶ δεήσει καὶ πίστει καὶ προσευχῇ καὶ ἀποστροφῇ

τοῦ κόσμου, καὶ προσκολληθῇ τῇ ἀγάπῃ, ἥτις ἐστὶν ὁ κύριος, καὶ

ἁγιασθῇ ἡ μιανθεῖσα ὑπὸ τῆς κακίας φύσις ἡμῶν ὑπὸ τῆς ἀγάπης ἐκείνης

τοῦ πνεύματος, καὶ ἕως τέλους διαμείνωμεν ἄπτωτοι ἐν πάσαις ταῖς

ἐντολαῖς αὐτοῦ ἀκριβῶς ἀναστρεφόμενοι, τῆς ἐπουρανίου βασιλείας

τυχεῖν οὐ δυνησόμεθα.

Λεπτὸν δέ τινα λόγον καὶ βαθὺν κατὰ τὴν προσοῦσάν μοι δύναμιν

εἰπεῖν βούλομαι· διὸ συνετῶς ἀκούσατε. ἐσωματοποίησεν ἑαυτὸν ὁ

ἄπειρος καὶ ἀπρόσιτος καὶ ἀποίητος θεὸς δι' ἄπειρον καὶ ἀνεννόητον

χρηστότητα, καὶ ὡς εἰπεῖν συνεσμίκρυνεν ἐκ τῆς ἀπροσίτου δόξης,

ἵνα συνενωθῆναι δυνηθῇ τοῖς ἀοράτοις αὐτοῦ κτίσμασιν (οἷον ψυχαῖς

ἁγίων καὶ ἀγγέλων λέγω), ἵνα δυνηθῶσι ζωῆς θεότητος μετασχεῖν. ἕ-

καστον γὰρ κατὰ τὴν ἰδίαν φύσιν σῶμά ἐστιν, ὁ ἄγγελος, ἡ ψυχή, ὁ

δαίμων· ὅτι κἂν λεπτά ἐστιν, ὅμως ἐν ὑποστάσει καὶ χαρακτῆρι καὶ

εἰκόνι κατὰ τὴν λεπτότητα τῆς φύσεως αὐτῶν σώματα τυγχάνει λεπτά.

ὥσπερ ἐν ὑποστάσει τοῦτο τὸ σῶμα παχύ ἐστιν, οὕτω καὶ ἡ ψυχὴ

λεπτὴ οὖσα περιέλαβε τὸν ὀφθαλμὸν δι' οὗ ὁρᾷ, τὸ οὖς δι' οὗ ἀκούει,

ὁμοίως τὴν γλῶσσαν δι' ἧς λαλεῖ, τὴν χεῖρα, καὶ ἁπαξαπλῶς πᾶν τὸ

σῶμα καὶ τὰ μέλη αὐτοῦ περιλαβοῦσα ἡ ψυχὴ συγκέκραται, δι' οὗ

ἀπεργάζεται πάντα τὰ τοῦ βίου ἐπιτηδεύματα.

Τὸν αὐτὸν τρόπον καὶ ὁ ἄπειρος καὶ ἀνεννόητος θεὸς τῇ χρηστότητι

αὐτοῦ ἐσμίκρυνεν ἑαυτὸν καὶ ἐνεδύσατο τὰ μέλη τοῦ σώματος τούτου

καὶ περιέλαβεν ἑαυτὸν ἀπὸ τῆς ἀπροσίτου δόξης, καὶ διὰ ἡμερότητα

καὶ φιλανθρωπίαν μεταμορφούμενος σωματοποιεῖ ἑαυτὸν καὶ ἀναμί-

γνυται καὶ παραλαμβάνει τὰς ἁγίας καὶ εὐαρέστους καὶ πιστὰς ψυχὰς

καὶ γίγνεται μετ' αὐτῶν εἰς «ἓν πνεῦμα» κατὰ τὸ λόγιον Παύλου· ψυχὴ

ὡς εἰπεῖν εἰς ψυχὴν καὶ ὑπόστασις εἰς ὑπόστασιν, ἵνα δυνηθῇ ἡ

ψυχὴ ἐν τῇ θεότητι ζῆσαι καὶ αἰσθέσθαι ἀθανάτου ζωῆς, καὶ δόξης

ἀφθάρτου μέτοχος γένηται ἥ γε ἀξία αὐτοῦ καὶ εὐάρεστος. εἰ γὰρ ἐξ

οὐκ ὄντων εἰς τὸ εἶναι πεποίηκε τὴν ὁρωμένην κτίσιν τοιαύτην ἐν πολλῇ

τινι διαφορᾷ καὶ ποικιλίᾳ, καὶ πρὶν γενέσθαι οὐκ ἦν, ἠθέλησε δὲ καὶ

εὐκόλως ἐποίησεν ἐκ τῶν μὴ ὄντων ὑποστάσεις παχείας καὶ σκληράς

(οἷον γῆν λέγω, ὄρη, δένδρα· ὁρᾷς οἵα σκληρότης φύσεως), καὶ πάλιν

μέσα ὕδατα καὶ ἐξ αὐτῶν γεννᾶσθαι πετεινὰ προσέταξε καὶ πάλιν

λεπτότερα, πῦρ καὶ ἀνέμους, καὶ διὰ λεπτότητα μὴ ὁρώμενα τῷ τοῦ

σώματος ὀφθαλμῷ.

Πῶς ἡ ἄπειρος καὶ ἀνεκδιήγητος τῆς πολυποικίλου σοφίας τοῦ θεοῦ

τέχνη ἔκτισεν ἐκ μὴ ὄντων παχύτερα καὶ λεπτότερα καὶ ἁπαλώτερα

σώματα ἐνυπόστατα τῷ θελήματι αὐτοῦ, πόσῳ μᾶλλον αὐτὸς ὢν ὡς

θέλει καὶ ὃ θέλει διὰ χρηστότητα ἄφραστον καὶ ἀγαθότητα ἀνεννόητον

μεταβάλλει καὶ σμικρύνει, καὶ ἐξομοιοῖ ἑαυτὸν σωματοποιῶν κατὰ χώ-

ρησιν ταῖς ἁγίαις καὶ ἀξίαις πισταῖς ψυχαῖς, ἵνα ὁραθῇ αὐταῖς ὁ ἀόρατος

καὶ ψηλαφηθῇ κατὰ τὴν φύσιν τῆς λεπτότητος τῆς ψυχῆς ὁ ἀψηλάφητος,

καὶ…

The complete text is available when the reading interface loads.