The Greek Library Catalogue

Anonymous

Etymologicum

Edition reference
Etymologicum (excerpta e cod. regio Paris. 2630), ed. Koës, op. cit., 185–192.
CTS identifier
urn:cts:greekLit:tlg2591.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

186

καίου· ὕστερον δὲ ἡ Πυθία αὐτὸν Ἡρακλέα ἐκάλεσεν,

παρ' ὅσον ἐξ ὅσον Ἥρας ἔμελλεν ἔχειν κλέος.

Ἀστυάγης δέ φησιν· ὁ δι' Ἥραν ἀκλεὴς γενόμενος,

διὰ τὸ μὴ βασιλεῦσαι, ἀλλ' ἀθητεύειν τῷ Εὐρυσθεῖ.

καὶ ἡ σύνθεσις τοῦ ὀνόματος τοῦτο ἀπαιτεῖ· τὰ γὰρ

παρὰ τὴν Ἥραν ὀνόματα σύνθετα διὰ τοῦ ο̅ λέγει·

Ἡρόδοτος, Ἡρόδικος. ἔστιν οὖν Ἡρακλῆς ὁ δι'

Ἥραν ἀκλεὴς γενόμενος· ἢ ὅτι ἕνα τῶν γιγάντων

ἐπερχόμενον ἥρα φονεύσας ὠνομάσθη Ἡρακλῆς·

παρὰ τὸ ἀλκεῖν τῇ Ἥρᾳ, Ἡραλκῆς καὶ Ἡρακλῆς.

<Ἰξός>. Ἡρωδιανὸς παρὰ τὸ ἄξειν τὰ ὄρνεα ἰξός· ὁ

φθάνων μέχρι ἂν ἱπτάμενα τὰ ζῶα ἤγουν τὰ ὄρνεα

τόπων.

187

<Λαλῶ>· λῶ, καὶ κατὰ διπλασιασμὸν λαλῶ. παράγωγον

τοῦ λῶ, λάσκω· Εὐριπίδης, Τοιαῦτα λάσκεις τοὺς

ἀναγκαίους φίλους. τὸ δὲ λῶ, σημαίνει τὸ θέλω. ὃ

θέλει τὶς, καὶ φθέγγεται. οὕτω Φιλόξενος.

<Λύπη>· παρὰ τὸ λύειν τοὺς ὦπας, ἤγουν τοὺς ὀφθαλ-

μούς· ἢ παρὰ τὸ λύω λύη, καὶ πλεονασμῷ τοῦ π̅

λύπη. οὕτως Ἡρωδιανός.

<Μασχάλη>· παρὰ τὸ εἰς μασθὸν χαλᾶσθαι· ἢ παρὰ τὸ

σχῶ σχήσω σχήλη, ὡς στήσω στήλη, καὶ μεταθέσει

τοῦ η̅ εἰς α̅, σχάλη, καὶ πλεονασμῷ τῆς μ̅α̅ συλλα-

βῆς, μασχάλη, ἡ λίαν κατέχουσα ἅτινα ἂν σχῇ· ἢ

ἀπὸ τοῦ χαλᾶσθαι εἰς μαστόν· ἢ εἰς ἣν χαλᾶται ὁ

μῦς· ἢ ἀπὸ τῆς ἀλέας τῆς διὰ τὴν καμπὴν τοῦ σώμα-

τος. οὕτω Σωρανός. ὁ δὲ Ἡρακλείδης ἀπὸ τοῦ μα-

στεύειν τὶ ὑπ' αὐτὴν, ἐπειδὴ οἱ ὑφαιρούμενοί τι ὑπ'

αὐτὴν κρύπτουσιν.

<Μηρός>· παρὰ τὸ μερίζω· ἔνθα μεμέρισται τὸ σῶμα·

καὶ τροπῇ τοῦ ε̅ εἰς η̅. οὕτως Ἡρωδιανὸς ἐν τοῖς

Ἐπιμερισμοῖς.

<Νείφω>· νέφος γὰρ, ἐν ᾧ φαινόμενος παρακείμενος παρὰ

Ἀριστοφάνῃ καὶ τὸ νεφέλη διδάσκει. Ἀπολλώνιος δὲ

ὁ τοῦ Ἀρχιβίου, κατὰ τροπὴν ἔλεγε γεγενῆσθαι· κυ-

ρίως γάρ, φησι, νείφειν εἴρηται κατὰ τοῦ ὕδατος προ-

φοράν· καὶ νιφάλιαθεῖν εἴρηται, ὅτ' ἄν οἱ δῶρ'

σπεύδουσιν. εἰ μέντοι ἐκπέπτωκεν ἀπ' αὐτοῦ καὶ

τὸ νιφὰς, καὶ τὸ νιφετὸς, διὰ τοῦ ι̅, οὐ θαῦμα· καὶ

γὰρ κατὰ τοῦ λείβω λιβὰς, καὶ κατὰ τοῦ πείθω

πείθεις, καὶ κατὰ τοῦ ἀλείφω συναλιφή.

<Νήστης>· οὕτως εἴρηται Σιμωνίδης· παρὰ τὸ ἔδω, οὗ πα-

θητικὸν ψεύδομαι, ψεύστης· οὕτως καὶ παρὰ τὸ

ἔδω τὸ ἐσθίω, οὗ ὁ μέλλων ἔσω, ἔστης· καὶ μετὰ

τοῦ στερητικοῦ τοῦ ν̅ε̅, νέστης· οὗ παρώνυμον

νήστης. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς.

<Νήχω>· νῶ καὶ νέω, ὅ ἐστι κολυμβῶ· ὡς Ἀριστοφάνης

Ἱππεῦσιν, Ἔνεον ἐν ταῖς ἐκβάσεσι· προσθέσει

τοῦ ε̅ εἰς η̅, νήχω. οὕτω Φιλόξενος.

<Ξέστης>· Ῥωμαϊκόν ἐστι τὸ ὄνομα· τὸν γὰρ παρ' ἡμῖν ἓξ

ἀριθμὸν, αὐτοὶ σέξ· καὶ μέτρου τινὸς παρ' αὐτοῖς τὸ

ἕκτον λέγεται σέξτον. διὰ δὲ εὐφωνίαν τὸ σέξτης

ἐλέγετο ξέστης, μεταθέσει τοῦ ξ̅. οὕτω Φιλόξενος ἐν

τῷ περὶ τῆς τῶν Ῥωμαίων διαλέξεως.

<Ξηρόν>· παρὰ τὸ ξέω· ἀπὸ μεταφορᾶς τῆς ὕλης τῶν

ξύλων· εἴ τι ἔξησται, ξηρὸν γίνεται· τροπῇ τοῦ ι̅

188

εἰς η̅. οὕτω Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων

ῥημάτων.

<Ὀλοφυρόμενος>· κυρίως τὸ μετὰ τιλμοῦ τῶν τριχῶν κλαίειν.

Καλλίμαχος, Ὀλόψατο χαίτας· ἀντὶ τοῦ ἔτιλλεν.

<Ὀπή>· κυρίως τόπος τετρημένος, ἀφ' οὗ τις δύναται ὀπή-

σασθαι. οὕτως Ἀριστόνικος ἐν τοῖς Σημείοις.

<Οὐρῆας>· παρὰ τὸ ὄρος ὀρεύς· ἡνίοχος ἡνιοχεύς. λέγε-

ται γὰρ ἐν ὄρεσι μᾶλλον δύνασθαι ἐργάζεσθαι. κατὰ

πλεονασμὸν τοῦ υ̅, οὐρεύς· καὶ ἡ γενικὴ οὐρῆος κατὰ

Ἴωνας· ἡ αἰτιατικὴ τῶν πλειῶν οὐρῆας. παρὰ τὸ οὐ-

ρώδη σπόρον ἔχειν, ἣν καὶ Ἀριστοτέλης ἱστορεῖ τεκεῖν.

<Ὄχλος>· χλῶ ἐστι ῥῆμα, ἔνθεν παρὰ Πινδάρῳ κεχλα-

δὼς, ὁ πλήθων· παράγωγον χλάζω· καὶ ἀναδιπλασια-

σμὸς καχλάζω. τὸ οὖν χλῶ ῥηματικὸν χλώσα· ἐπεκ-

τάσει τοῦ ο̅ ὄχλος. ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ

ὀλῶ τὸ συστρέφω· ἐν πλεονασμῷ τοῦ χ̅ ὄχλος.

<Παλαιστή>· θηλυκῶς· ὅτι συνάγονται οἱ δ' δάκτυλοι· οἷον

πελαστή τις οὖσα, ὅτι πέλας συνήγαγε τὰ ὀστέα,

ἤγουν τοὺς δακτύλους. καὶ δοχμὴ λέγεται, ὅτι πλα-

τείᾳ τῇ χειρὶ μετροῦμεν· ποιεῖ δὲ ἀπὸ τοῦ μεγά-

λου δακτύλου πρὸς τὸν λιχανὸν ἀκροδακτύλους ιʹ. καὶ

δοχμὴ τὸ πλάγιον, ὡς λέγει Σωρανός. ἡ δὲ σπιθαμὴ

ἔχει δοχμὰς γʹ, οἷον παλαιστὰς, δακτύλους δὲ ιβʹ.

ἀπὸ τοῦ μικροῦ δακτύλου, διϊσταμένων τῶν δακτύλων

ἕως τῆς ἀντίχειρος λέγεται σπιθαμὴ, παρὰ τὸ ἀπο-

σπασμὸν ποιεῖν· ὡς δὲ Χρύσιππος, διὰ τὸ σπᾶσθαι

τὴν ὅλην χεῖρα. ποιεῖ ... δακτύλους δὲ ιβʹ. τὸ

δὲ ἀπὸ τῆς ὀλεκράνου πρὸς μὲν τὸ τοῦ μέσου δακτύλου

πήχεως μέτρον· πρὸ δὲ τοῦ μικροῦ μετὰ κονδύλιον, ὅ

ἐστι μετὰ τὸ μέσον κόνδυλον. τοῦ γὰρ δακτύλου ὁ μὲν

πρῶτος κόνδυλος λέγεται προκόνδυλος καὶ ῥιζοδάκτυ-

λος· ὁ δὲ μετὰ τοῦτον, μεσοκόνδυλος· ἀπὸ οὖν τοῦ

ὀλεκράνου πρὸς τὸ τοῦ μικροῦ μετακονδύλιον, πυγών·

ἐξ ὧν ὁ πῆχυς· σπιθαμαὶ μὲν δύο, δοχμαὶ δὲ ἕξ·

δάκτυλοι δὲ κδʹ. πυγὼν δὲ ἴσως ἀπὸ τῆς πυγμῆς· ἐπεὶ

μὴ ὥσπερ ὁ πῆχυς προτεταμένους μετρεῖται δακτύλους,

οὕτω καὶ ὁ πυγὼν, ἀλλὰ συνεστρωμμένη, ὥστε ἔλατ-

τον εἶναι τοῦτο τὸ μέτρον τοῦ πήχεως. ἴσως δὲ τὸ

μέχρι πυγῆς ἐκ ποδός. τὸ δὲ ὄνομα κέχρηται Ὅμηρος·

Βόθρον ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα. ἐκταθει-

σῶν δὲ τῶν δύο χειρῶν ἀπ' ἀλλήλων εἰς τὰ πλάγια,

ὀργιὰ λέγεται, οἷον ὀργυιὰ, διὰ τὸ ὀρέγειν ὅ ἐστιν

ἐκτείνειν τὰ γυῖα, τουτέστι τὰς χεῖρας. ἔχει δὲ ἡ

189

ὀργυιὰ σὺν πλάτει τοῦ στήθεος πήχεις δʹ. τηλικαῦται

δὲ κατὰ τὸ μέγεθος αἱ χεῖρες οὖσαι, κάτω ἐκταθεῖ-

σαι οὐκ ἐφικνεῖται τῶν γονάτων, ἀλλ' ἀποδέουσι σπι-

θαμήν. διὸ καὶ τὸν Μακρόχειρα δόξαντα κεκλῆσθαι·

εἴτε Δαρεῖος ὁ Ὑδάσπου, εἴτε Ξέρξης, εἴτε Ὦχος,

εἴτε Ἀρταξέρξης· μὴ διὰ τὸ ἐφάπτεσθαι τῶν γονάτων

οὕτως ὀνομασθῆναι, διὰ δὲ τὸ μήκιστον ἐκτείνειν τὴν

δύναμιν τῆς βασιλείας. οὕτω Σωρανός.

<Πελωρίς>· παρὰ τὸ πέλωρον· μεῖζον γάρ ἐστι τῆς χεί-

μης καὶ τῶν ἄλλων ὁμοίως ὀστρέων. οὕτως Ἡρω-

διανὸς ἐν τῷ Συμποσίῳ.

<Πένθος> κυρίως τὸ ἐπὶ τοῖς κατοιχομένοις πάθος, διὰ τὸ

ἐν βαθυτάτῳ εἶναι τὴν λύπην τὴν ἐπ' αὐτοῖς· ἢ διὰ

τὸ βαθυτάτω εἶναι τοὺς τεθνεῶτας· τὸ δὲ κατώτατον

καὶ ἀφανὲς, βένθος ἔλεγον, καὶ μεταθέσει τοῦ β̅ εἰς

π̅, πένθος. δύναται δὲ τὸ τοῦ πάθους τῆς ψυχῆς

ἁπτόμενον. ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ πάθος, πλεο-

νασμῷ τοῦ ν̅, ὡς βάθος βένθος.

<Πηλός>· ὁ οἶνος παρὰ τοῖς παλαιοῖς· παρὰ τὸ πάλλειν

ἡμᾶς πίνοντας ἐν συμποσίῳ. οὕτως Ἡρωδιανός.

παρὰ τὸ πηλοῦν τὸν οἶνον ὁ κάπηλος· ὅ ἐστι πωλῶν.

<Πυραμίς>· ἡ ἐκ πυρῶν καὶ μέλιτος, ὡς ὡσησάμους ἡ ἐκ

σισάμων καὶ μέλιτος. τινὲς δὲ ἀπὸ τοῦ συμβαίνον-

τος αὐτῇ σχήματα ποιεῖν, πλάτος κάτωθεν εἰς ὀξὺ

λήγοντα, ὅ ἐστιν ἐοικὸς φλογὶ ἀναφερομένῃ. τοι-

οῦτος δέ ἐστι καὶ ὁ πύραμος, καὶ ὁ πύργος. οὕτως

Ἡρακλείδης.

<Σελήνη>· ἡ Ἄρτεμις, σέλας νέον. εἴρηται δὲ παρὰ τὸ

σέλας ἀέναον ἔχειν· ὅθεν καὶ ἐνιαυτὸς ὁ ἔνος, ὁ ἀεὶ

νεάζων. οὕτως Ἡρακλείδης.

<Σκότος>· ἀπὸ τοῦ σκιάζειν ὠνόμασται. οἱ δὲ φασὶν, ὅτι

σκοπός ἐστι· δεῖ προσκοπεῖσθαι τὸν προερχόμενον ἐν

αὐτῷ. οὕτως Ἡρωδιανός. οἱ δὲ, παρὰ τὸ σχέθειν

ἡμᾶς, ὅ ἐστιν ἐπισχεῖν, προϊέναι πολλάκις.

<Σπάδων>· εὐνοῦχος. παρὰ τὸ ἀποσπᾶσθαί τι μέρος ἐξ

αὐτοῦ. οὕτως Ἡρακλείδης.

<Τάριχος>· οὕτως ἡ χρῆσις· Ἀλεξίων φησὶν, ὅτι ἀπὸ

τοῦ ἐν ταριχείᾳ ἰσχαινίσθαι· γελοίως. ἡ γὰρ τα-

ριχεία ἀπὸ τοῦ τάριχος γέγονε. ἤστο οὖν, ὥς τι-

νες, παρὰ τὸ τηρεῖσθαι καὶ ἴσχνεσθαι· καὶ γὰρ

ἰσχὰς λέγεται τὸ ἐπεσχυσμένον σῦκον. καὶ ἰσχα-

θὲν ἡ τάριχος.

190

<Τάφος>· ὅπου ἀποτίθεται τὰ λείψανα· παρὰ τὸ θῶ

τιθῶ· παράγωγον θάπτω· ῥηματικὸν δὲ ὄνομα, θά-

πτος. τροπῇ τοῦ θ̅ εἰς τ̅, καὶ τοῦ π̅ εἰς φ̅. πε-

ριττὸν γάρ ἐστι τὸ τ̅ ἐν τῷ ῥήματι. οὕτω Φιλόξενος.

<Ὑγιής>· ὁ ἐν ὑγρῷ ὢν καὶ ζῶν, οἷον ὑγριὴς, καὶ ἀπο-

βολῇ τοῦ ρ̅ ὑγιής· ὑγιῶς· ὑγιέως· ὑγιεινός. ὑγιὴς,

καὶ τὸ εὐκτι<ς> ὑγιέ. ὅθεν διερὸς ὁ ζῶν· καὶ ἀλίβας

ὁ νεκρός. οὕτως Ἡρωδιανὸς ἕπεται. ἢ παρὰ τὸ

εὖ εἶναι· ἢ παρὰ τὸ εὖ ἰαίνεσθαι, τουτέστι εὐφραί-

νεσθαι. Ἰστέον δὲ ὅτι τὰ εἰς η̅ς̅ καθαρὰ ὀξύτονα

τῷ ι̅ παραληγόμενα δύο εἰσὶν, ἃ καὶ εἰς ο̅υ̅ς̅ ἔχει τὴν

γενικήν· τὸ χαριὴς, ἐξ οὗ καὶ χαριέστερος· καὶ

ὑγιὴς, ἐξ οὗ τὸ ὑγιέστερος συγκριτικῶς.

<Ὑμήν>· ὑφήν τίς ἐστιν, ἀπὸ τοῦ ὡς ὑφάσματος εἶναι,

λεπτὸν ὄντα. ἔστι δὲ τὸ δέρμα ἡτζίππα τὸν μυε-

λὸν τῆς κεφαλῆς συνέχουσα. οὕτως Ἡρακλείδης.

<Ὑπήνη>· αἱ ὑποκάτω τοῦ γενείου τρίχες· παρὰ τὸ ἴημι·

ὁ μέλλων ἤσω· ἤνη καὶ ὑπήνη· παρὰ τὴν ἔσην

τῶν τριχῶν. οὕτω Φιλόξενος. ἐξ οὗ καὶ ὑπήνη <ο>.

<Φειδωλός> τις ὢν ὁ φεύγων τὴν δό καὶ τὸ δοῦναι.

οὕτως Ἡρωδιανός.

<Φρύγανα>· τὰ εἰς τὸ φρύγειν καὶ καίειν ἐπιτήδεια. οὕτως

Εἰρηναῖος.

<Ἄρουρα>· Ὠρίωνος παρὰ τὸ ἀρεοῦσθαι τὴν γεωρ-

γουμένην γῆν. κυρίως δὲ ἡ πρὸς σπορὰν καὶ ἄρο-

σιν ἢ παρὰ τὸ ἀρῶ τὸ ἀροτριῶ ἐπιτηδεία.

<Γλύφω>· ἀπὸ τοῦ γλυφῶ· ὅθεν καὶ βραχὺ ἔχει τὸ

υ̅, ὡς φησὶν Ὧρος ἐν τῷ περὶ διχρόνων.

<Γραμματείδιον>. ἀμφίβολον ἐστὶν εἴτε διὰ τῆς ε̅ι̅ δι-

φθόγγου, εἴτε διὰ τοῦ ι̅. εἰ μὲν οὖν ἀπὸ τοῦ γραμ-

μάτιον, τοῦ σημαίνοντος τὸ μικρὸν γράμμα, διὰ τοῦ ι̅

μακροῦ γράφεται, ὥσπερ ὀψάριον ὀψαρίδιον, λάχανον

λαχανίδιον· εἰ δὲ ἀπὸ τοῦ γραμματεῖον γέγονε, τοῦ

σημαίνοντος τὴν μικρὰν δέλτον, διὰ τῆς ε̅ι̅ διφθόγγου

γράφεται, ὥσπερ γραφεῖον γραφείδιον. Ἰστέον δὲ ὅτι

τινὲς λέγουσι, γραμματεῖον τὸ μικρὸν ...· ὁ δὲ

Ὧρος τὴν μικρὰν δέλτον.

<Ἔριθος>· σημαίνει τὸν ἐργάτην, καὶ τὴν γυναῖκα τὴν ἐρ-

γαζομένην τὰ ἔρια. καὶ ἡνίκα μὲν σημαίνει τὸν ἐργά-

την, γίνεται ἀπὸ τοῦ ἔρα, ὃ σημαίνει τὴν γῆν. γέγο-

191

νεν ἔραθος, καὶ τροπῇ τοῦ α̅ εἰς ι̅, ἔριθος· ἡνίκα δὲ

σημαίνει τὴν γυναῖκα τὴν τὰ ἔρια ἐργαζομένην, γίνε-

ται ἀπὸ τοῦ ἔριος ἔριθος. Ἰστέον δὲ ὅτι φησὶν ὁ

Ὧρος ὅμοιον εἶναι κατὰ τὴν γραφὴν καὶ τὸ λέκιθος·

σημαίνει δὲ τὸν κρόκον τοῦ ὠοῦ. τὸ δὲ ἔριθος ὁ τε-

χνικὸς Ἀλεξίων διὰ τῆς ε̅ι̅ διφθόγγου γράφει· ἡ δὲ

παράδοσις διὰ τοῦ ι̅.

<Θαμειαί>· παρὰ τὸ θαμὰ ἐπίῤῥημα γίνεται οὖν θαμός·

θαμειός καὶ θαμειά. τὸ δὲ θαμὰ ἐκ τοῦ ἅμα, πλεο-

νασμῷ τοῦ θ̅. σεσημείωται κατὰ τὸν τόνον. οὕτως

Ὠρίων. καὶ ὁ Χάραξ μᾶλλον τὸ ἅμα ἐκ τοῦ θαμὰ

παράγει, ἀποβολῇ τοῦ θ̅. καὶ βαρύνεται. τὸ δὲ

θαμὰ ἐκ τοῦ θαμὸς θαμὴ θαμόν· καὶ θαμὰ ἐπίῤῥημα.

γράφεται δὲ διὰ τῆς ε̅ι̅ διφθόγγου· σημαίνει δὲ τὸν

συνεχῆ θαμειός· καὶ τὸ θηλυκὸν θαμειά· τὰ ἀπὸ

τῶν εἰς ο̅ς̅ διὰ τοῦ ε̅ι̅α̅ γινόμενα, ἡνίκα προπαροξύνε-

ται. καὶ εἰς τὸ γελοῖος.

<Λείριον> τὸ ἄνθος· καὶ λειρίων τῶν ἀνθῶν. λέγει δὲ ὁ

Ὧρος· οὐ δεῖ λέγειν τῶν ἀνθῶν, ἀλλὰ τῶν ἀνθέων·

διὰ τὴν σύμπτωσιν τοῦ ἀνθ' ὧν ὀνόματος· ἀπὸ γὰρ

τῆς ἀντὶ προθέσεως καὶ τοῦ ο̅ ὑποτακτικοῦ ἄρθρον.

<Λείπω> διὰ τῆς ε̅ι̅ διφθόγγου γράφεται· ἀντιπαράκειται

γὰρ αὐτῷ τὸ λέλοιπα. λέγει δὲ ὁ Ὧρος, ὅτι πάντα

τὰ παρὰ τὸ λείπω διὰ τῆς διφθόγγου γράφεται, οἷον

λειποστράτευτος, λειποταξία, λειποστράτιον· ὁ δὲ

Ὠριγένης, διὰ τοῦ ι̅· οἷον

<Λωβήσαιο>· παρὰ τὸ λωβῶ, πρώτης συζυγίας τῶν περι-

σπωμένων· ἐπειδὴ οἱ παλαιοὶ τοὺς ἔν τινι ἀτοπήματι

ἁλόντας ἐνυβρίζοντες τὰ ἄκρα τῶν ὤτων ἀπέτεμνον·

ὡς καὶ ὁ ποιητὴς πρὸς τὸν Ἶρον. καὶ ταῦτα ὁ Ὠρίων.

ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι ἐκ τοῦ λαβή ἐστιν, ὃ ση-

μαίνει τὸ ξίφος· ἐξ αὐτοῦ γίνεται λάβη, καὶ τὸ α̅

τρέπεται εἰς ω̅, ὡς ἐμάθομεν, φάρος φαριαμὸς καὶ

φωριαμός· καὶ γίνεται λώβη, καὶ βαρύνεται, ἐπει-

δὴ τὰ εἰς β̅η̅ λήγοντα δισύλλαβα φύσει μακρᾷ πα-

ραλήγεται, ὑπεσταλμένης τῆς ο̅ι̅ διφθόγγου, βαρύνε-

ται· Θήβη, ἥβη, στίβη· σημαίνει τὸν ὀρθρινὸν παγε-

τόν· λώβη· τὸ δὲ λαβὴ ὀξύνεται, ἐπειδὴ τὰ εἰς β̅η̅

λήγοντα κύρια βαρύνεσθαι θέλει· εἰ μέντοι ῥημα-

192

τικὰ ὑπάρχει, ἢ προσηγορικὰ, ὀξύνεσθαι θέλουσι·

τοῦ μὲν προτέρου παραδείγματος, φοίβη, βλάβη,

Βοίβη κύριον ὄνομα βαρύνεται· τὸ μέντοι λαβὴ

καὶ στιβὴ καὶ λοιβὴ ὀξύνεται, ῥηματικὰ ὑπάρχον-

τα καὶ προσηγορικά. σεσημείωται τὸ λώβη καὶ βλάβη·

λώβη δὲ, τὸ λ̅ω̅ μέγα. κανὼν γάρ ἐστιν, ὁ λέγων·

τὰ εἰς β̅η̅ λήγοντα δισύλλαβα βαρύτονα φύσει μακρᾷ

θέλουσι παραλήγεσθαι· οἷον, ἥβη, Θήβη, στίβη·

μὴδ' ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἔρση. ἢ παρὰ

τὸ λῶ τὸ θέλω· κατὰ ἀντίφρασιν· ἣν οὐδεὶς θέλει.

<Μείς> σημαίνει τὸν μῆνα. διὰ τῆς ε̅ι̅ διφθόγγου γράφε-

ται, ἐπειδὴ οἱ Δωριεῖς διὰ τοῦ η̅ γράφουσιν αὐτό·

ἔθος δὲ ἔχουσι τὴν ε̅ι̅ εἰς τὸ η̅ τρέπειν· οἷον, πλείων

πλήων· μείων μήων. Ἰστέον δὲ ὅτι τὸ μεὶς μὴν

ὑπῆρχε, καὶ ἔτρεψε τὸ η̅ εἰς τὴν ε̅ι̅ δίφθογγον· καὶ

ἐπειδὴ τὰ εἰς ν̅ λήγοντα ἀρσενικὰ ἢ θηλυκὰ οὐ

θέλουσιν ἔχειν πρὸ τοῦ ν̅ δίφθογγον· οἷον σωλὴν,

Πλάτων· ἔτρεψε τὸ ν̅ εἰς Ϛ̅, καὶ ἐγένετο μείς. πρός-

κειται ἀρσενικὰ καὶ πλη# διὰ τὰ οὐδέτερα· οἷον

διὰ τὸ διπλοῦν· διὰ τὸ χρυσοῦν. λέγει δὲ ὁ Διονύ-

σιος, ὅτι μὴν ἦν, καὶ ἔτρεψε τὸ ν̅ εἰς Ϛ̅, καὶ

ἐγένετο μείς· ἐπειδὴ οἱ ἀρχαῖοι ἠγνόουν τὰ μακρὰ

στοιχεῖα, καὶ ἐτίθεσαν ἀντὶ τοῦ η̅ τὸ ε̅, καὶ ἀντὶ

τοῦ ω̅ τὸ ο̅· οὕτω καὶ ἐνταῦθα ἀντὶ τοῦ η̅ ἔθεικαν

τὸ ε̅, καὶ εἶπον μές· εἶτα λοιπὸν μετὰ τὸ φανῆ-

ναι τὰ μακρὰ νομίσαντες ὅτι ἀντὶ τῆς ε̅ι̅ κεῖται τὸ ε̅,

προσέθησαν τὸ ι̅, καὶ ἐγένετο μεὶς διὰ τοῦ ε̅ι̅· ὁ δ'

ἕβδομος ἱστήκει μείς. λέγουσι δὲ τὸ μεῖς ὁ Ὧρος

καὶ Ἀρκάδιος καὶ ὁ Εὐδαίμων ἄκλιτον εἶναι· ἡ γενικὴ

ὡς κτεὶς κτενός.

<Ξῖρις> διὰ τοῦ ι̅. ἔστι δὲ εἶδος ἀρωματικοῦ φυτοῦ. Ἰστέον

δὲ ὅτι τινὲς μὲν τῶν λεξιγράφων διὰ τοῦ ι̅ γράφουσιν

αὐτὸ, τινὲς δὲ διὰ τῆς ε̅ι̅. λέγεται δὲ ξῖρις· ἐξ οὗ

καὶ τὰ ξιρία. ὁ μέντοι Ὦρος ἐν τῇ οἰκείᾳ

Ὀρθογραφίᾳ διὰ τῆς ε̅ι̅ διφθόγγου γράφει. οἷον

ἔρις, δῆρις, ἶρις, Σίρις· ὄνομα πόλεως Φοινίκης· κί-

ρις· ἔστι δὲ εἶδος ὀρνέου· Τίρις, Βούσιρις, Ὄσιρις·

οὕτω καὶ ξῖρις. πρόσκειται βαρύτονα, διὰ τὸ χειρὶς

χειρίδος· σημαίνει δὲ τὸ χειρομάνικον.

{ΕΚ ΤΟΥ ΑΝΘΟΛΟΓΝΩΜΙΚΟΥΩΡΙΩΝΟΣΓΡΑΜΜΑΤΙΚΟΥ ΚΑΙΣΑΡΕΙΑΣ.}{Περὶ λόγου καὶ φρονήσεως.} <Ἐξ Ἀντιγόνης Εὐριπίδου>·Οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος,καὶ βωμὸς αὐτῆς ἔστ' ἐν ἀνθρώπου φύσει. <Ἐκ τοῦ Ὀρέστου Εὐριπίδου>·Μὴ νῦν πέραινε τὴν δόκησιν, ἀλλ' ἐμοὺςλόγους ἀκούσας πρόσθεν βουλεύου τάδε. <Ἐξ ἀ#> Μισῶσοφὸν ἐν λόγοισιν, ἐς δ' ὄνησιν οὐ σοφόν. <Ἐξ Ἑκάβης>·Γίνωσκε δ' ἀλκὴν καὶ παρουσίαν κακῶντῶν σῶν· σοφόν τι κἂν κακοῖς ἃ δεῖ φρονεῖν. <Ἐκ τῆς Ἠνοῦς>·Ἐπίσταμαι δὲ πάνθ' ὅσα?ι?ς? γενῆ χρεών,σιγᾶν θ' ὅπου χρὴ καὶ λέγειν ἵν' ἀσφαλὲς,ὁρᾶν θ' ἃ δεῖ με, κοὐχ ὁρᾶν ἃ μὴ πρέπει. <Ἐκ Παλαμήδους>·Ὅστις λέγει μὲν εὖ τὰ δ' ἔρ... οἷς λέγειαἴσχρ' ἐστὶν αὐτοῦ, τὸ σοφὸν οὐκ αἰνῶ τόδε. <Ἐκ τοῦ Ῥήσου>·Σοφοῦ παρ' ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν. <Ἐκ Φοινισσῶν>·