Fragmenta
- Edition reference
- Fragmenta, ed. Bornmann, op. cit., 9–125.
- CTS identifier
urn:cts:greekLit:tlg2946.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1b
καὶ διφθέρας ἐχούσαις, κώλυμα τῶν τε ἄλλων βελῶν καὶ
ὅσα ἐπὶ σφᾶς πυρφόρα ἐκπέμποιτο. πολλῶν δὲ τῷ τρόπῳ
τούτῳ ἐπιτειχισθέντων ὀργάνων τῇ πόλει, ὥστε διὰ πλῆθος
βελῶν ἐνδοῦναι καὶ ὑποχωρῆσαι τοὺς ἐπὶ τῶν ἐπάλξεων, προσ-
ήγοντο καὶ οἱ καλούμενοι κριοί. μεγίστη δὲ ἄρα καὶ ἥδε ἡ
μηχανή· δοκὸς ἐκ ξύλων πρὸς ἄλληλα νευόντων χαλαραῖς
ἀπῃωρημένη ἁλύσεσιν, ἐπιδορατίδα καὶ προκαλύμματα
ὃν εἴρηται τρόπον ἔχουσα, ἀσφαλείας ἕνεκα τῶν ἐργαζο-
μένων. καλῳδίοις γὰρ ἐκ τῆς ὄπισθεν κεραίας εἷλκον βιαίως
ἄνδρες αὐτὴν ἐς τὸ ἐναντίον τοῦ δεξομένου τὴν πληγήν,
καὶ μετὰ ταῦτα ἠφίεσαν, ὥστε τῇ ῥύμῃ πᾶν τὸ ἐμπῖπτον
τοῦ τείχους ἀφανίζεσθαι μέρος. οἱ δὲ ἀπὸ τῶν τειχῶν
ἀμυνόμενοι ἁμαξιαίους λίθους πρὸς τοῦτο ἤδη παρεσκευασ-
μένους, ἡνίκα τῷ περιβόλῳ προσαχθείη τὰ ὄργανα, ἐνέ-
βαλλον, καὶ τινὰ μὲν αὐτοῖς ἀνδράσι συνέτριψαν, πρὸς δὲ
τὸ πλῆθος οὐκ ἀντήρκουν τῶν μηχανῶν. καὶ γὰρ δὴ προσ-
ῆγον καὶ κλίμακας, ὥστε πῇ μὲν ἐκ τῶν κριῶν λυθέντος
τοῦ τείχους, πῇ δὲ τῶν ἐν ταῖς ἐπάλξεσι βιαζομένων ὑπὸ
τοῦ πλήθους τῶν μηχανῶν, ἁλῶναι τὴν πόλιν, τῶν βαρβάρων
ἐσφρησάντων κατὰ τὸ ῥαγὲν τοῦ περιβόλου μέρος ἐκ τῆς
τοῦ κριοῦ πληγῆς. τοῦτο δὲ καὶ διὰ τῶν κλιμάκων, αἳ τῷ
μήπω πεσόντι τοῦ τείχους προσήγοντο.
2
Ὅτι τῶν Σκυθῶν κατὰ τὸν τῆς πανηγύρεως καιρὸν
καταστρατηγησάντων Ῥωμαίους καὶ πολλοὺς ἀνελόντων, οἱ
Ῥωμαῖοι ἐπέστελλον πρὸς τοὺς Σκύθας ἐν αἰτίᾳ σφᾶς ποιού-
μενοι τῆς τοῦ φρουρίου αἱρέσεως ἕνεκεν καὶ τῆς τῶν σπον-
δῶν ὀλιγωρίας. οἱ δὲ ἀπεκρίναντο ὡς οὐκ ἀρξάμενοι ἀλλ'
ἀμυνόμενοι ταῦτα δράσειαν· τὸν γὰρ τῆς Μάργου ἐπί-
σκοπον εἰς τὴν αὐτῶν διαβεβηκότα γῆν καὶ διερευνησά-
μενον τὰς παρὰ σφίσι βασιλείους θήκας σεσυληκέναι τοὺς
ἀποκειμένους θησαυρούς· καὶ εἰ μὴ τοῦτον ἐκδοῖεν, ἐκ-
δοῖεν δὲ καὶ τοὺς φυγάδας κατὰ τὰ ὑποκείμενα (εἶναι γὰρ
παρὰ Ῥωμαίοις πλείστους) τὸν πόλεμον ἐπάξειν. Ῥω-
μαίων δὲ τὴν αἰτίαν οὐκ ἀληθῆ φαμένων εἶναι, ἐν τοῖς
σφετέροις λόγοις τὸ πιστὸν οἱ βάρβαροι θέμενοι κρίσεως
μὲν τῶν ἀμφιβόλων κατωλιγώρουν, πρὸς πόλεμον δὲ ἐτρά-
πησαν, καὶ περαιωθέντες τὸν Ἴστρον πόλεις καὶ φρούρια
πλεῖστα ἐπὶ τῷ ποταμῷ ἐκάκωσαν. ἐν οἷς καὶ τὸ Βιμινάκιον
εἷλον· πόλις δὲ αὕτη τῶν ἐν Ἰλλυριοῖς Μυσῶν. ὧν γινο-
μένων, καί τινων λογοποιούντων ὡς ὁ τῆς Μάργου ἐπί-
σκοπος ἐκδοθείη, ὥστε μὴ ἑνὸς ἀνδρὸς πέρι τῷ παντὶ Ῥω-
παίων τὸν ἐκ τοῦ πολέμου ἐπαχθῆναι κίνδυνον, ὑποτο-
πήσας ὁ ἄνθρωπος ἐκδοθήσεσθαι, λαθὼν τοὺς ἐν τῷ ἄστει
πρὸς τοὺς πολεμίους παραγίνεται καὶ αὐτοῖς παραδώσειν
ὑπισχνεῖται τὴν πόλιν, εἴ γε ἐπιεικές τι οἱ τῶν Σκυθῶν
βουλεύσαιντο βασιλεῖς. οἱ δὲ ἔφασαν πάντα ποιήσειν τὰ
ἀγαθά, εἰ τὴν αὐτοῦ ἄγοι ἐς ἔργον ὑπόσχεσιν· δεξιῶν τε καὶ
ὅρκων ἐπὶ τοῖς εἰρημένοις δοθέντων, μετὰ βαρβαρικῆς
πολυπληθίας ἐς τὴν Ῥωμαϊκὴν ἐπάνεισι γῆν καὶ ταύτην
προλοχίσας ἀντικρὺ τῆς ὄχθης νυκτὸς διανίστησιν ἐκ
συνθήματος καὶ ὑπὸ τοῖς ἀντιπάλοις τὴν πόλιν ποιεῖ.
δῃωθείσης δὲ τῆς Μάργου τὸν τρόπον τοῦτον, ἐπὶ μεῖζον
ηὐξήθη τὰ τῶν βαρβάρων πράγματα.
3
Ὅτι ἐπὶ Θεοδοσίου τοῦ μικροῦ βασιλέως Ἀττήλας ὁ
τῶν Οὔννων βασιλεὺς τὸν οἰκεῖον στρατὸν ἀγείρας γράμ-
ματα στέλλει παρὰ τὸν βασιλέα τῶν τε φυγάδων καὶ τῶν
φόρων πέρι, ὅσοι προφάσει τοῦδε τοῦ πολέμου οὐκ ἐδέ-
δοντο, τὴν ταχίστην οἱ ἐκπέμπεσθαι παρακελευόμενος·
συντάξεως δὲ ἕνεκα μέλλοντος φόρου παρ' αὐτὸν πρέσβεις
τοὺς διαλεξομένους ἀφικνεῖσθαι, ὡς, εἰ μελλήσειαν 〈ἢ〉 πρὸς
πόλεμον ὁρμήσειαν, οὐδὲ αὐτὸν ἔτι ἐθέλοντα τὸ Σκυθικὸν
ἐφέξειν πλῆθος. ταῦτα ἀναγνόντες οἱ ἀμφὶ τὰ βασίλεια
οὐδαμῶς τοὺς παρὰ σφᾶς καταφυγόντας ἐκδώσειν ἔφασαν,
ἀλλὰ σὺν ἐκείνοις τὸν πόλεμον ὑποστήσεσθαι, πέμπειν δὲ
πρέσβεις τοὺς τὰ διάφορα λύσοντας. ὡς δὲ τῷ Ἀττήλᾳ τὰ
δεδογμένα Ῥωμαίοις ἠγγέλλετο, ἐν ὀργῇ τὸ πρᾶγμα ποιού-
μενος τὴν Ῥωμαϊκὴν ἐδῄου γῆν, καὶ φρούριά τινα καθελὼν
τῇ Ῥατιαρίᾳ προσέβαλε μεγίστῃ καὶ πολυανθρώπῳ.
3a
Ὡσαύτως δὲ καὶ ὁ Ἀττίλας τελευτᾷ καταφορᾷ
αἵματος διὰ τῶν ῥινῶν ἐνεχθεὶς νυκτὸς μετὰ Οὕννας παλ-
λακίδος αὐτοῦ καθεύδων, ἥτις κόρη καὶ ὑπενοήθη ὅτι
αὐτὴ ἀνεῖλεν αὐτόν· περὶ οὗ πολέμου συνεγράψατο ὁ σο-
φώτατος Πρίσκος ὁ Θρᾴξ.
Λέγει ὅτι Κῦρος προεβλήθη ἐν Κωνσταντινουπόλει
ἔπαρχος πραιτωρίων καὶ ἔπαρχος πόλεως. καὶ προῄει μὲν
ὡς ἔπαρχος πραιτωρίων εἰς τὴν καροῦχαν τῶν ἐπάρχων·
ἀνεχώρει δὲ καθήμενος εἰς τὴν καροῦχαν τοῦ ἐπάρχου τῆς
πόλεως· ἐκράτησεν γὰρ τὰς δύο ἀρχὰς ἐπὶ χρόνους τέσσα-
ρας, διότι καθαρὸς ἦν πάνυ· καὶ αὐτὸς ἐπενόησεν τὰ ἑσπε-
ρινὰ φῶτα ἅπτεσθαι εἰς τὰ ἐργαστήρια, ὁμοίως καὶ τὰ
νυκτερινά. καὶ ἔκραξαν αὐτῷ τὰ μέρη εἰς τὸ Ἱππικὸν ὅλην
τὴν ἡμέραν, Κωνσταντῖνος ἔκτισεν, Κῦρος ἀνενέωσε. καὶ
ἐχόλεσεν αὐτῷ ὁ βασιλεύς, ὅτι ταῦτα ἔκραξαν, καὶ διε-
δέξατο αὐτὸν δημεύσας καὶ ἐποίησεν αὐτὸν κληρικὸν καὶ
ἔπεμψεν αὐτὸν ἐπίσκοπον εἰς Σμύρναν τῆς Ἀσίας· ἦσαν γὰρ
οἱ τῆς πόλεως ἐκείνης ἤδη τέσσαρας ἐπισκόπους φονεύ-
σαντες· καὶ ἵνα καὶ αὐτὸν Κῦρον ἀνέλωσιν.
4
Ὅτι Θεοδόσιος ἔπεμπε Σηνάτορα ἄνδρα ὑπατικὸν
παρὰ τὸν Ἀττήλαν πρεσβευσόμενον. ὃς οὐδὲ τὸ τοῦ πρεσβευ-
τοῦ ἔχων ὄνομα ἐθάρρησε πεζὸς παρὰ τοὺς Οὔννους ἀφι-
κέσθαι, ἀλλ' ἐπὶ τὸν Πόντον καὶ τὴν Ὀδυσσηνῶν ἔπλευσε
πόλιν, ἐν ᾗ καὶ Θεόδουλος στρατηγὸς ἐκπεμφθεὶς διέ-
τριβεν.
5
Ὅτι μετὰ τὴν ἐν Χερρονήσῳ μάχην Ῥωμαίων πρὸς
Οὔννους ἐγίνοντο καὶ αἱ συμβάσεις, Ἀνατολίου πρεσβευ-
σαμένου. καὶ ἐπὶ τοῖσδε ἐσπένδοντο, ὅπως ἐκδοθεῖεν μὲν
τοῖς Οὔννοις οἱ φυγάδες, καὶ ἓξ χιλιάδες χρυσίου λιτρῶν
ὑπὲρ τῶν πάλαι συντάξεων δοθεῖεν αὐτοῖς· φόρον δὲ ἔτους
ἑκάστου δισχιλίας καὶ ἑκατὸν λίτρας χρυσοῦ σφίσι τε-
ταγμένον εἶναι· ὑπὲρ δὲ αἰχμαλώτου Ῥωμαίου φεύγοντος
καὶ ἐς τὴν σφετέραν γῆν ἄνευ λύτρων διαβαίνοντος δώδεκα
χρυσοῦς εἶναι ἀποτίμησιν, μὴ καταβάλλοντας δὲ τοὺς ὑπο-
δεχομένους ἐκδιδόναι τὸν φεύγοντα· μηδένα δὲ βάρβαρον
Ῥωμαίους κατὰ σφᾶς φεύγοντα δέχεσθαι. ταύτας προσε-
ποιοῦντο μὲν ἐθελονταὶ Ῥωμαῖοι τὰς συνθήκας τίθεσθαι·
ἀνάγκῃ δὲ καὶ ὑπερβάλλοντι δέει, ὅπερ κατεῖχε τοὺς σφῶν
ἄρχοντας, πᾶν ἐπίταγμα καίπερ ὂν χαλεπὸν τυχεῖν τῆς
εἰρήνης ἐσπουδακότες ἠσμένιζον, καὶ τὴν τῶν φόρων σύν-
ταξιν βαρυτάτην οὖσαν προσίεντο, τῶν χρημάτων αὐτοῖς
καὶ τῶν βασιλικῶν θησαυρῶν οὐκ εἰς δέον ἐκδεδαπανημένων,
ἀλλὰ περὶ θέας ἀτόπους καὶ φιλοτιμίας οὐκ εὐλόγους καὶ
ἡδονὰς καὶ δαπάνας ἀνειμένας, ἃς οὐδεὶς τῶν εὖ φρονούν-
των οὐδὲ ἐν εὐπραγίαις ὑποσταίη, μήτι γε δὴ οἱ τῶν ὅπλων
ὀλιγωρήσαντες, ὥστε μὴ μόνον Σκύθαις, ἀλλὰ γὰρ καὶ τοῖς
λοιποῖς βαρβάροις τοῖς παροικοῦσι τὴν Ῥωμαίων ὑπακούειν
ἐς φόρου ἀπαγωγήν. τούτων τῶν συντάξεων καὶ τῶν χρη-
μάτων πέρι, ἅπερ ἔδει τοῖς Οὔννοις ἐκπέμπεσθαι, συν-
εισφέρειν πάντας ἠνάγκασαν δασμὸν εἰσπραττομένους καὶ
τοὺς κατὰ χρόνον τινὰ τὴν βαρυτάτην κουφισθέντας τῆς
γῆς ἀποτίμησιν εἴτε δικαστῶν κρίσει εἴτε βασιλέων φιλο-
τιμίαις. συνεισέφερον δὲ ῥητὸν χρυσίον καὶ οἱ ἐν τῇ γε-
ρουσίᾳ ἀναγεγραμμένοι ὑπὲρ τῆς σφῶν αὐτῶν ἀξίας. καὶ
ἧν πολλοῖς ἡ λαμπρὰ τύχη βίου μεταβολή· ἐσεπράττοντο
γὰρ μετὰ αἰκισμῶν ἅπερ ἕκαστον ἀπεγράψαντο οἱ παρὰ
βασιλέως τοῦτο ποιεῖν ἐπιτεταγμένοι, ὥστε τὸν κόσμον
τῶν γυναικῶν καὶ τὰ ἔπιπλα τοὺς πάλαι εὐδαίμονας προ-
τιθέναι ἐν ἀγορᾷ. τοῦτο μὲν μετὰ τὸν πόλεμον τὸ κακὸν
Ῥωμαίους ἐδέξατο, ὥστε πολλοὺς ἢ ἀποκαρτερήσαντας
ἢ βρόχον ἁψαμένους τὸν βίον ἀπολιπεῖν. τότε δὲ ἐκ τοῦ
παραχρῆμα τῶν θησαυρῶν ἐξαντληθέντων, τό τε χρυσίον
καὶ οἱ φυγάδες ἐπέμποντο, Σκόττα ἐπὶ ταύτην τὴν πρᾶξιν
ἀφιγμένου· ὧν πλείστους Ῥωμαῖοι ἀπέκτειναν ἀπειθοῦντας
πρὸς τὴν ἔκδοσιν, ἐν οἷς καὶ τῶν βασιλικῶν ὑπῆρχον
Σκυθῶν, οἳ ὑπὸ Ἀττήλᾳ τάττεσθαι ἀνηνάμενοι παρὰ Ῥω-
μαίους ἀφίκοντο. τοῖς δὲ αὑτοῦ ὁ Ἀττήλας προστιθεὶς
ἐπιτάγμασι καὶ Ἀσημουντίους ἐκέλευσεν ἐκδιδόναι ὅσους
αἰχμαλώτους ὑπῆρχον ἔχοντες εἴτε Ῥωμαίους εἴτε βαρ-
βάρους. Ἀσημοῦς δέ ἐστι φρούριον καρτερόν, οὐ πολὺ
μὲν ἀπέχον τῆς Ἰλλυρίδος, τῷ δὲ Θρᾳκίῳ προσκείμενον
μέρει· ὅπερ οἱ ἐνοικοῦντες ἄνδρες πολλὰ δεινὰ τοὺς ἐχ-
θροὺς εἰργάσαντο, οὐκ ἀπὸ τειχῶν ἀμυνόμενοι, ἀλλ' ἔξω
τῆς τάφρου μάχας ὑφιστάμενοι πρός τε ἄπειρον πλῆθος
καὶ στρατηγοὺς μέγιστον παρὰ Σκύθαις ἔχοντας κλέος, ὥστε
τοὺς μὲν Οὔννους ἀπορρεύσαντας τοῦ φρουρίου ὑπαναχω-
ρῆσαι, τοὺς δὲ ἐπεκτρέχοντας καὶ περαιτέρω τῶν οἰκείων
γινομένους, ἡνίκα ἀπήγγελλον αὐτοῖς οἱ σκοποὶ διιέναι
τοὺς πολεμίους λείαν Ῥωμαϊκὴν ἀπάγοντας, ἀδοκήτοις τε
ἐμπίπτειν καὶ σφέτερα τὰ ἐκείνων ποιεῖσθαι λάφυρα, πλή-
θει μὲν λειπομένους τῶν ἀντιπολεμούντων, ἀρετῇ δὲ καὶ
ῥώμῃ διαφέροντας. πλείστους τοίνυν οἱ Ἀσημούντιοι ἐν τῷδε
τῷ πολέμῳ Σκύθας μὲν ἀπέκτειναν, Ῥωμαίους δὲ ἠλευ-
θέρωσαν, τοὺς δὲ καὶ ἀποδράσαντας τῶν ἐναντίων ἐδέ-
ξαντο. οὐκ ἀπάγειν οὖν ἔφη ὁ Ἀττήλας τὸν στρατὸν οὐδὲ
ἐπικυροῦν τὰς τῆς εἰρήνης συνθήκας, εἰ μὴ ἐκδοθεῖεν οἱ
παρ' ἐκείνους καταφυγόντες Ῥωμαῖοι ἢ καὶ ὑπὲρ αὐτῶν δο-
θεῖεν ἀποτιμήσεις, ἀφεθείησαν δὲ καὶ οἱ παρὰ Ἀση-
μουντίων ἀπαχθέντες αἰχμάλωτοι βάρβαροι. ἀντιλέγειν
δὲ αὐτῷ ὡς οὐχ οἷός τε ἦν οὔτε Ἀνατόλιος πρεσβευόμενος
οὔτε Θεόδουλος ὁ τῶν στρατιωτικῶν κατὰ τὸ Θρᾴκιον
ταγμάτων ἡγούμενος, (οὔτε γὰρ ἔπειθον οὔτε τὰ εὔλογα
προτείνοντες, τοῦ μὲν βαρβάρου τεθαρρηκότος καὶ προ-
χείρως ἐς τὰ ὅπλα ὁρμῶντος, αὐτῶν δὲ κατεπτηχότων
διὰ τὰ προϋπάρξαντα) γράμματα παρὰ τοὺς Ἀσημουν-
τίους ἔστελλον ἢ ἐκδιδόναι τοὺς παρ' αὐτοὺς καταφυγόντας
αἰχμαλώτους Ῥωμαίους, ἢ ὑπὲρ ἑκάστου δώδεκα τιθέναι
χρυσοῦς, διαφεθῆναι δὲ καὶ τοὺς αἰχμαλώτους Οὔννους.
οἱ δὲ τὰ αὐτοῖς ἐπεσταλμένα ἀναγνόντες ἔφασαν τοὺς μὲν
παρ' αὐτοὺς καταφυγόντας Ῥωμαίους ἀφεῖναι ἐπ' ἐλευ-
θερίᾳ, Σκύθας δὲ ὅσους αἰχμαλώτους ἔλαβον ἀνῃρηκέναι,
δύο δὲ συλλαβόντας ἔχειν διὰ τὸ καὶ τοὺς πολεμίους μετὰ
τὴν γενομένην ἐπὶ χρόνον πολιορκίαν ἐξ ἐνέδρας ἐπιθεμένους
τῶν πρὸ τοῦ φρουρίου νεμόντων παίδων ἁρπάσαι τινάς, οὓς
εἰ μὴ ἀπολάβοιεν, οὐδὲ σφᾶς τοὺς νόμῳ πολέμου κτηθέντας
ἀποδώσειν. ταῦτα ἀπαγγειλάντων τῶν παρὰ τοὺς Ἀσημουν-
τίους ἀφιγμένων, τῷ τε Σκυθῶν βασιλεῖ καὶ τοῖς Ῥωμαίοις
ἄρχουσιν ἐδόκει μὲν ἀναζητεῖσθαι οὓς οἱ Ἀσημούντιοι
ἔφασαν ἡρπάσθαι παῖδας, οὐδενὸς δὲ φανέντος, οἱ παρὰ τοῖς
Ἀσημουντίοις βάρβαροι ἀπεδόθησαν, πίστεις τῶν Σκυθῶν
δόντων ὡς παρ' αὐτοῖς οἱ παῖδες οὐκ εἴησαν. ἐπωμνύοντο
δὲ καὶ οἱ Ἀσημούντιοι, ὡς οἱ παρὰ σφᾶς καταφυγόντες Ῥω-
μαῖοι ἐπ' ἐλευθερίᾳ ἀφείθησαν. ὤμνυον δέ, καίπερ παρὰ
σφίσιν ὄντων Ῥωμαίων· οὐ γὰρ ἐπίορκον ᾤοντο ὅρκον
ὀμνύναι ἐπὶ σωτηρίᾳ τῶν ἐκ τοῦ σφετέρου γένους ἀνδρῶν.
6
Ὅτι γενομένων τῶν σπονδῶν Ἀττήλας αὖθις παρὰ
τοὺς ἑῴους ἔπεμψε πρέσβεις φυγάδας αἰτῶν. οἱ δὲ τοὺς
πρεσβευομένους δεξάμενοι καὶ πλείστοις δώροις θεραπεύ-
σαντες ἀπέπεμψαν φυγάδας μὴ ἔχειν φήσαντες. ὁ δὲ πάλιν
ἑτέρους ἔπεμψεν. χρηματισαμένων δὲ καὶ αὐτῶν, τρίτη
παρεγένετο πρεσβεία, καὶ τετάρτη μετ' αὐτήν. ὁ γὰρ βάρ-
βαρος ἐς τὴν Ῥωμαίων ἀφορῶν φιλοτιμίαν, ἣν ἐποιοῦντο
εὐλαβείᾳ τοῦ μὴ παραβαθῆναι τὰς σπονδάς, ὅσους τῶν
ἐπιτηδείων εὖ ποιεῖν ἐβούλετο ἔπεμπε παρ' αὐτούς, αἰτίας
τε ἀναπλάττων καὶ προφάσεις ἐφευρίσκων κενάς. οἱ δὲ
παντὶ ὑπήκουον ἐπιτάγματι καὶ δεσπότου ἡγοῦντο τὸ πρόσ-
ταγμα, ὅπερ ἂν ἐκεῖνος παρεκελεύσατο. οὐ γὰρ μόνον
τὸν πρὸς αὐτὸν ἀνελέσθαι πόλεμον εὐλαβοῦντο, ἀλλὰ καὶ
Παρθυαίους ἐν παρασκευῇ τυγχάνοντας ἐδεδίεσαν καὶ Βαν-
δήλους τὰ κατὰ θάλασσαν ταράττοντας καὶ Ἰσαύρους πρὸς
τὴν λῃστείαν διανισταμένους καὶ Σαρακηνοὺς τῆς αὐτῶν
ἐπικρατείας τὴν ἕω κατατρέχοντας καὶ τὰ Αἰθιοπικὰ ἔθνη
συνιστάμενα. διὸ δὴ τεταπεινωμένοι τὸν μὲν Ἀττήλαν ἐθε-
ράπευον, πρὸς δὲ τὰ λοιπὰ ἔθνη ἐπειρῶντο παρατάττεσθαι
δυνάμεις τε ἀθροίζοντες καὶ στρατηγοὺς χειροτονοῦντες.
7
Ὅτι καὶ αὖθις Ἐδέκων ἧκε πρέσβις, ἀνὴρ Σκύθης
μέγιστα κατὰ πόλεμον ἔργα διαπραξάμενος, σὺν Ὀρέστῃ,
ὃς τοῦ Ῥωμαϊκοῦ γένους ὢν ᾤκει τὴν πρὸς τῷ Σάῳ πο-
ταμῷ Παιόνων χώραν τῷ βαρβάρῳ κατὰ τὰς Ἀετίου
στρατηγοῦ τῶν ἑσπερίων Ῥωμαίων συνθήκας ὑπακούουσαν.
οὗτος ὁ Ἐδέκων ἐς τὰ βασίλεια παρελθὼν ἀπεδίδου τὰ
παρὰ Ἀττήλα γράμματα, ἐν οἷς ἐποιεῖτο τοὺς Ῥωμαίους
ἐν αἰτίᾳ τῶν φυγάδων πέρι· ἀνθ' ὧν ἠπείλει ἐπὶ τὰ ὅπλα
χωρεῖν, εἰ μὴ ἀποδοθεῖεν αὐτῷ καὶ ἀφέξονται Ῥωμαῖοι
τὴν δοριάλωτον ἀροῦντες. εἶναι δὲ μῆκος μὲν αὐτῆς κατὰ
τὸ ῥεῦμα τοῦ Ἴστρου ἀπὸ τῆς Παιόνων ἄχρι Νοβῶν τῶν
Θρᾳκίων, τὸ δὲ βάθος πέντε ἡμερῶν ὁδόν· καὶ τὴν ἀγορὰν
τὴν ἐν Ἰλλυριοῖς μὴ πρὸς τῇ ὄχθῃ τοῦ Ἴστρου ποταμοῦ
γίνεσθαι, ὥσπερ καὶ πάλαι, ἀλλ' ἐν Ναϊσσῷ, ἣν ὅριον ὡς
ἐπ' αὐτοῦ δῃωθεῖσαν τῆς Σκυθῶν καὶ Ῥωμαίων ἐτίθετο γῆς,
πέντε ἡμερῶν ὁδὸν εὐζώνῳ ἀνδρὶ τοῦ Ἴστρου ἀπέχουσαν
ποταμοῦ. πρέσβεις δὲ ἐκέλευσε πρὸς αὐτὸν ἀφικνεῖσθαι τοὺς
περὶ τῶν ἀμφιβόλων διαλεξομένους, οὐ τῶν ἐπιτυχόντων,
ἀλλὰ τῶν ὑπατικῶν ἀνδρῶν τοὺς μεγίστους· οὓς εἰ ἐκ-
πέμπειν εὐλαβηθεῖεν, αὐτὸν δεξόμενον σφᾶς ἐς τὴν Σερ-
δικὴν διαβήσεσθαι. τούτων ἀναγνωσθέντων βασιλεῖ τῶν
γραμμάτων, ὡς ὑπεξῆλθεν ὁ Ἐδέκων σὺν τῷ Βιγίλᾳ
ἑρμηνεύσαντι ὅσαπερ ὁ βάρβαρος ἀπὸ στόματος ἔφρασε
τῶν Ἀττήλᾳ δεδογμένων, καὶ ἐς ἑτέρους οἴκους παρεγένετο,
ὥστε αὐτὸν Χρυσαφίῳ τῷ βασιλέως ὑπασπιστῇ οἷα δὴ
τὰ μέγιστα δυναμένῳ ἐς ὄψιν ἐλθεῖν, ἀπεθαύμασε τὴν
τῶν βασιλείων οἴκων περιφάνειαν. Βιγίλας δέ, ὡς τῷ
Χρυσαφίῳ ἐς λόγους ἦλθεν ὁ βάρβαρος, ἔλεγεν ἑρμηνεύων,
ὡς ἐπαινοίη ὁ Ἐδέκων τὰ βασίλεια καὶ τὸν παρὰ σφίσι μακα-
ρίζοι πλοῦτον. ὁ δὲ Χρυσάφιος ἔφασκεν ἔσεσθαι καὶ αὐτὸν
οἴκων τε χρυσοστέγων καὶ πλούτου κύριον, εἴ γε περιίδοι
μὲν τὰ παρὰ Σκύθαις, ἕλοιτο δὲ τὰ Ῥωμαίων. τοῦ δὲ
ἀποκριναμένου ὡς τὸν ἑτέρου δεσπότου θεράποντα ἄνευ
τοῦ κυρίου οὐ θέμις τοῦτο ποιεῖν, ἐπυνθάνετο ὁ εὐνοῦχος εἴ
γε ἀκώλυτος αὐτῷ ἡ παρὰ τὸν Ἀττήλαν εἴη εἴσοδος καὶ δύ-
ναμιν παρὰ Σκύθαις ἔχοι τινά. τοῦ δὲ ἀποκριναμένου
ὡς καὶ ἐπιτήδειος εἴη τῷ Ἀττήλᾳ καὶ τὴν αὐτοῦ ἅμα
τοῖς εἰς τοῦτο ἀποκεκριμένοις λογάσιν ἐμπιστεύεται φυ-
λακήν, (ἐκ διαδοχῆς γὰρ κατὰ ῥητὰς ἡμέρας ἕκαστον αὐτῶν
ἔλεγε μεθ' ὅπλων φυλάττειν τὸν Ἀττήλαν) ἔφασκεν ὁ
εὐνοῦχος, εἴπερ πίστεις δέξοιτο, μέγιστα αὐτῷ ἐρεῖν ἀγαθά·
δεῖσθαι δὲ σχολῆς· ταύτην δὲ αὐτῷ ὑπάρχειν, εἴ γε παρ'
αὐτὸν ἐπὶ δεῖπνον ἔλθοι χωρὶς Ὀρέστου καὶ τῶν ἄλλων
συμπρεσβευτῶν. ὑποσχόμενος δὲ τοῦτο ποιεῖν, ἐπὶ τὴν
ἑστίασιν πρὸς τὸν εὐνοῦχον παραγενόμενος, καὶ ὑπὸ τῷ
Βιγίλᾳ ἑρμηνεῖ δεξιὰς καὶ ὅρκους ἔδοσαν, ὁ μὲν εὐνοῦχος
ὡς οὐκ ἐπὶ κακῷ τῷ Ἐδέκωνι, ἀλλ' ἐπὶ μεγίστοις ἀγα-
θοῖς τοὺς λόγους ποιήσοιτο, ὁ δὲ ὡς οὐκ ἐξείποι τὰ αὐτῷ
ῥηθησόμενα, εἰ καὶ μὴ πέρατος κυρήσοι. τότε δὴ ὁ εὐ-
νοῦχος ἔλεγε τῷ Ἐδέκωνι, εἰ διαβὰς ἐς τὴν Σκυθικὴν
ἀνέλοι τὸν Ἀττήλαν καὶ παρὰ Ῥωμαίους ἥξει, ἔσεσθαι
αὐτῷ βίον εὐδαίμονα καὶ πλοῦτον μέγιστον. τοῦ δὲ ὑπο-
σχομένου καὶ φήσαντος ἐπὶ τῇ πράξει δεῖσθαι χρημάτων,
οὐ πολλῶν δέ, ἀλλὰ πεντήκοντα λιτρῶν χρυσίου δοθησομένων
τῷ ὑπ' αὐτὸν τελοῦντι πλήθει, ὥστε αὐτῷ τελείως συνερ-
γῆσαι πρὸς τὴν ἐπίθεσιν, καὶ τοῦ εὐνούχου τὸ χρυσίον
παραχρῆμα δώσειν ὑποσχομένου, ἔλεγεν ὁ βάρβαρος ἀπο-
πέμπεσθαι μὲν αὐτὸν ἀπαγγελοῦντα τῷ Ἀττήλᾳ περὶ
τῆς πρεσβείας, συμπέμπεσθαι δ' αὐτῷ Βιγίλαν τὴν παρὰ
τοῦ Ἀττήλα ἐπὶ τοῖς φυγάσιν ἀπόκρισιν δεξόμενον. δι'
αὐτοῦ γὰρ περὶ τοῦ αὐτοῦ χρυσίου μηνύσειν, καὶ ὃν τρόπον
τοῦτο ἐκπεμφθήσεται. ἀπεληλυθότα γάρ, ὥσπερ καὶ τοὺς ἄλ-
λους, πολυπραγμονήσειν τὸν Ἀττήλαν, τίς τε αὐτῷ δωρεὰ
καὶ ὁπόσα παρὰ Ῥωμαίων δέδοται χρήματα· μὴ οἷόν τε δὲ
ταῦτα ἀποκρύπτειν διὰ τοὺς συμπορευομένους. ἔδοξε δὴ
τῷ εὐνούχῳ εὖ λέγειν, καὶ τῆς γνώμης τὸν βάρβαρον ἀπο-
δεξάμενος ἀποπέμπει μετὰ τὸ δεῖπνον καὶ ἐπὶ βασιλέα
φέρει τὴν βουλήν. ὃς Μαρτιάλιον τὴν τοῦ μαγίστρου διέποντα
ἀρχὴν προσμεταπεμψάμενος ἔλεγε τὰς πρὸς τὸν βάρβαρον
συνθήκας. ἀνάγκῃ δὲ ἐθάρρει τὸ τῆς ἀρχῆς· πασῶν γὰρ
τῶν βασιλέως βουλῶν ὁ μάγιστρός ἐστι κοινωνός, οἷα δὴ
τῶν τε ἀγγελιαφόρων καὶ ἑρμηνέων καὶ στρατιωτῶν τῶν
ἀμφὶ τὴν βασιλέως φυλακὴν ὑπ' αὐτὸν ταττομένων. ἐδόκει
δὲ αὐτοῖς βουλευομένοις τῶν προκειμένων πέρι μὴ μόνον Βι-
γίλαν, ἀλλὰ γὰρ καὶ Μαξιμῖνον ἐκπέμπειν πρεσβευόμενον
παρὰ τὸν Ἀττήλαν.
8
Ὅτι τοῦ Χρυσαφίου τοῦ εὐνούχου παραινέσαν-
τος Ἐδέκωνι ἀνελεῖν τὸν Ἀττήλαν, ἐδόκει τῷ βασιλεῖ Θεο-
δοσίῳ καὶ τῷ μαγίστρῳ Μαρτιαλίῳ βουλευομένοις τῶν
προκειμένων πέρι μὴ μόνον Βιγίλαν ἀλλὰ καὶ Μαξιμῖνον ἐκ-
πέμπειν πρεσβευόμενον παρὰ τὸν Ἀττήλαν, καὶ Βιγίλαν
μὲν τῷ φαινομένῳ τὴν τοῦ ἑρμηνέως ἐπέχοντα τάξιν πράττειν
ἅπερ Ἐδέκωνι δοκεῖ, τὸν δὲ Μαξιμῖνον μηδὲν τῶν αὐτοῖς
βουλευθέντων ἐπιστάμενον τὰ βασιλέως ἀποδιδόναι γράμ-
ματα. ἀντεγέγραπτο δὲ τῶν πρεσβευομένων ἀνδρῶν ἕνεκα
ὡς ὁ μὲν Βιγίλας ἑρμηνεύς, ὁ δὲ Μαξιμῖνος μείζονος ἤπερ ὁ
Βιγίλας ἀξίας γένους τε περιφανοῦς καὶ ἐπιτήδειος ἐς τὰ
μάλιστα βασιλεῖ, ἔπειτα ὡς οὐ δεῖ παρασαλεύοντα τὰς
σπονδὰς τῇ Ῥωμαίων ἐμβατεύειν γῇ, φυγάδας δὲ μετὰ
τοὺς ἤδη ἐκδοθέντας ἑπτακαίδεκα ἀπέσταλκέν οἱ, ὡς
ἑτέρων οὐκ ὄντων. καὶ ταῦτα μὲν ἦν ἐν τοῖς γράμμασιν.
φράζειν δὲ τὸν Μαξιμῖνον ἀπὸ στόματος τῷ Ἀττήλᾳ μὴ
χρῆναι αἰτεῖν πρέσβεις μεγίστης ἀξίας παρ' αὐτὸν δια-
βῆναι· τοῦτο γὰρ οὐδὲ ἐπὶ τῶν αὐτοῦ προγόνων οὐδὲ ἐπὶ
ἑτέρων τῶν ἀρξάντων τῆς Σκυθικῆς γενέσθαι, ἀλλὰ πρε-
σβεύσασθαι τόν τε ἐπιτυχόντα στρατιώτην καὶ ἀγγελια-
φόρον. εἰς δὲ τὸ διευκρινῆσαι τὰ ἀμφιβαλλόμενα ἐδόκει πέμ-
πειν Ὀνηγήσιον παρὰ Ῥωμαίους· μὴ οἷόν τε γὰρ αὐτὸν
Σερδικῆς δῃωθείσης σὺν ὑπατικῷ ἀνδρὶ ἐς αὐτὴν προϊέναι.
ἐπὶ ταύτην τὴν πρεσβείαν ἐκλιπαρήσας πείθει με Μαξιμῖνος
αὐτῷ συναπᾶραι. καὶ δῆτα ἅμα τοῖς βαρβάροις ἐχόμενοι
τῆς ὁδοῦ ἐς Σερδικὴν ἀφικνούμεθα τρισκαίδεκα ὁδὸν ἀνδρὶ
εὐζώνῳ τῆς Κωνσταντίνου ἀπέχουσαν· ἐν ᾗ καταλύσαντες
καλῶς ἔχειν ἡγησάμεθα ἐπὶ ἑστίαν Ἐδέκωνα καὶ τοὺς
μετ' αὐτοῦ βαρβάρους καλεῖν. πρόβατα οὖν καὶ βόας ἀπο-
δομένων τῶν ἐπιχωρίων ἡμῖν, κατασφάξαντες ἠριστο-
ποιούμεθα. καὶ παρὰ τὸν τοῦ συμποσίου καιρὸν τῶν μὲν
βαρβάρων τὸν Ἀττήλαν, ἡμῶν δὲ τὸν βασιλέα θαυμα-
ζόντων, ὁ Βιγίλας ἔφη ὡς οὐκ εἴη θεὸν καὶ ἄνθρωπον δί-
καια συγκρίνειν, ἄνθρωπον μὲν τὸν Ἀττήλαν, θεὸν δὲ τὸν
Θεοδόσιον λέγων. ἤσχαλλον οὖν οἱ Οὖννοι καὶ κατὰ μικρὸν
ὑποθερμαινόμενοι ἐχαλέπαινον. ἡμῶν δὲ ἐς ἕτερα τρεψάντων
τὸν λόγον καὶ φιλοφροσύνῃ τὸν σφῶν αὐτῶν καταπραϋνάντων
θυμόν, μετὰ τὸ δεῖπνον ὡς διανέστημεν, δώροις ὁ Μαξι-
μῖνος Ἐδέκωνα καὶ Ὀρέστην ἐθεράπευσε σηρικοῖς ἐσθή-
μασι καὶ λίθοις Ἰνδικοῖς. ἀναμείνας δὲ τὴν Ἐδέκωνος
Ὀρέστης ἀναχώρησιν πρὸς τὸν Μαξιμῖνον φράζει, ὡς σοφός
τε εἴη καὶ ἄριστος μὴ ὅμοια σὺν τοῖς ἀμφὶ τὰ βασίλεια
πλημμελήσας· χωρὶς γὰρ αὐτοῦ ἐπὶ δεῖπνον τὸν Ἐδέκωνα
καλοῦντες δώροις ἐτίμων. ἀπόρου δὲ τοῦ λόγου ὡς μηδὲν
ἐπισταμένοις φανέντος, καὶ ἀνερωτήσασιν ὅπως καὶ κατὰ
ποῖον καιρὸν περιῶπται μὲν αὐτός, τετίμηται δὲ ὁ
Ἐδέκων, οὐδὲν ἀποκρινάμενος ἐξῆλθεν· τῇ δὲ ὑστεραίᾳ ὡς
ἐβαδίζομεν, φέρομεν ἐπὶ Βιγίλαν ἅπερ ἡμῖν Ὀρέστης εἰρή-
κει. ὃς δὲ ἐκεῖνον ἔλεγεν μὴ δεῖν χαλεπαίνειν ὡς τῶν αὐτῶν
Ἐδέκωνι μὴ τυγχάνοντα· αὐτὸν μὲν γὰρ ὀπάονά τε καὶ ὑπο-
γραφέα εἶναι Ἀττήλα, Ἐδέκωνα δὲ τὰ κατὰ πόλεμον ἄρι-
στον καὶ τοῦ Οὔννου γένους ἀναβεβηκέναι τὸν Ὀρέστην
πολύ. ταῦτα εἰπὼν καὶ τῷ Ἐδέκωνι ἰδιολογησάμενος ἔφα-
σκεν ὕστερον πρὸς ἡμᾶς, εἴτε ἀληθιζόμενος εἴτε ὑποκρι-
νόμενος, ὡς εἴποι μὲν αὐτῷ τὰ εἰρημένα, μόγις δὲ αὐτὸν
καταπραΰναι τραπέντα ἐπὶ τοῖς λεχθεῖσιν εἰς ὀργήν. ἀφικό-
μενοι δὲ ἐς Ναϊσσὸν ἔρημον μὲν εὕρομεν ἀνθρώπων τὴν πόλιν
ὡς ὑπὸ τῶν πολεμίων ἀνατραπεῖσαν, ἐν δὲ τοῖς ἱεροῖς κατα-
λύμασι τῶν ὑπὸ νόσων κατεχομένων τινὲς ἐτύγχανον ὄν-
τες. μικρὸν δὲ ἄνω τοῦ ποταμοῦ ἐν καθαρῷ καταλύσαντες
(σύμπαντα γὰρ τὰ ἐπὶ τὴν ὄχθην ὀστέων ἦν πλέα τῶν ἐν
πολέμῳ ἀναιρεθέντων) τῇ ἐπαύριον πρὸς Ἀγίνθεον τὸν ἐν
Ἰλλυριοῖς ταγμάτων ἡγούμενον ἀφικόμεθα οὐ πόρρω
ὄντα τῆς Ναϊσσοῦ, ἐφ' ᾧ τὰ παρὰ βασιλέως ἀγγεῖλαι καὶ
τοὺς φυγάδας παραλαβεῖν· τοὺς γὰρ εʹ τῶν ιζʹ, περὶ ὧν
Ἀττήλᾳ ἐγέγραπτο, αὐτὸν ἔδει παραδιδόναι. ἤλθομεν οὖν ἐς
λόγους καὶ τοὺς εʹ φυγάδας παραδοῦναι αὐτὸν τοῖς Οὔννοις
παρεσκευάσαμεν· οὓς φιλοφρονησάμενος σὺν ἡμῖν ἀπέπεμ-
ψεν. διανυκτερεύσαντες δὲ καὶ ἀπὸ τῶν ὁρίων τῆς Ναϊσσοῦ
τὴν πορείαν ποιησάμενοι ἐπὶ τὸν Ἴστρον ποταμὸν ἔς τι χω-
ρίον ἐσβάλλομεν συνηρεφές, καμπὰς δὲ καὶ ἑλιγμοὺς καὶ
περιαγωγὰς πολλὰς ἔχον. ἐν ᾧπερ τῆς ἡμέρας διαφαυ-
ούσης, οἰομένοις ἐπὶ δυσμὰς πορεύεσθαι ἡ τοῦ ἡλίου
ἀνατολὴ κατεναντίον ὤφθη, ὥστε τοὺς ἀπείρως ἔχοντας
τῆς τοῦ χωρίου θέσεως ἀναβοῆσαι, οἷα δὴ τοῦ ἡλίου τὴν
ἐναντίαν ποιουμένου πορείαν καὶ ἕτερα παρὰ τὰ καθεστῶτα
σημαίνοντος· ὑπὸ δὲ τῆς τοῦ τόπου ἀνωμαλίας ἐπὶ ἀνατολὰς
ἐκεῖνο τὸ μέρος ἔβλεπε τῆς ὁδοῦ. μετὰ δὲ τὴν δυσχωρίαν
ἐν πεδίῳ καὶ αὐτῷ ὑλώδει παραγινόμεθα. ἐντεῦθεν βάρ-
βαροι πορθμεῖς ἐν σκάφεσι μονοξύλοις, ἅπερ αὐτοὶ δένδρα
ἐκτέμνοντες καὶ διαγλύφοντες κατασκευάζουσιν, ἐδέχοντο
ἡμᾶς καὶ διεπόρθμευον τὸν ποταμόν, οὐχ ἡμῶν ἕνεκα παρα-
σκευασάμενοι, ἀλλὰ διαπορθμεύσαντες πλῆθος βαρβαρι-
κόν, ὅπερ ἡμῖν κατὰ τὴν ὁδὸν ἀπηντήκει, οἷα δὴ βουλομένου
ὡς ἐπὶ θήραν Ἀττήλα διαβαίνειν ἐς τὴν Ῥωμαίων γῆν.
τοῦτο δὲ ἦν πολέμου παρασκευὴν ποιουμένῳ τῷ βασιλείῳ
Σκύθῃ, προφάσει τοῦ μὴ πάντας αὐτῷ τοὺς φυγάδας δε-
δόσθαι. περαιωθέντες δὲ τὸν Ἴστρον καὶ σὺν τοῖς βαρ-
βάροις ὡς οʹ πορευθέντες σταδίους ἐν πεδίῳ τινὶ ἐπιμένειν
ἠναγκάσθημεν, ὥστε τοὺς ἀμφὶ τὸν Ἐδέκωνα τῷ Ἀττήλᾳ
γενέσθαι τῆς ἡμετέρας ἀφίξεως μηνυτάς. καταμεινάντων δὲ
σὺν ἡμῖν καὶ τῶν ξεναγησάντων ἡμᾶς βαρβάρων, ἀμφὶ
δείλην ὀψίαν δεῖπνον ἡμῶν αἱρουμένων, κρότος ἵππων
ὡς ἡμᾶς ἐρχομένων ἠκούετο, καὶ δὴ ἄνδρες βʹ Σκύθαι
παρεγίνοντο ὡς τὸν Ἀττήλαν ἡμᾶς ἀπιέναι παρακελευό-
μενοι. ἡμῶν δὲ πρότερον ἐπὶ τὸ δεῖπνον αὐτοὺς ἐλθεῖν
αἰτησάντων, ἀποβάντες τῶν ἵππων εὐωχήθησαν καὶ ἡμῖν
τῆς ὁδοῦ τῇ ὑστεραίᾳ ἡγήσαντο. παραγενομένων δὲ ἐς τοῦ
Ἀττήλα σκηνὰς ἀμφὶ θʹ τῆς ἡμέρας ὥρᾳ (πολλαὶ δὲ αὗται
ἐτύγχανον οὖσαι) ἐπί τε λόφου τινὸς σκηνοποιῆσαι βουληθέν-
των, οἱ ἐπιτυχόντες διεκώλυσαν βάρβαροι, ὡς τῆς Ἀτ-
τήλα ἐν χθαμαλῷ ὑπαρχούσης σκηνῆς. καταλυσάντων δὲ
ὅπου τοῖς Σκύθαις ἐδόκει, Ἐδέκων καὶ Ὀρέστης καὶ Σκότ-
τας καὶ ἕτεροι τῶν ἐν αὐτοῖς λογάδων ἧκον ἀνερωτῶντες
τίνων τυχεῖν ἐσπουδακότες τὴν πρεσβείαν ποιούμεθα. ἡμῶν
δὲ τὴν ἄλογον ἀποθαυμαζόντων ἐρώτησιν καὶ ἐς ἀλλήλους
ὁρώντων, διετέλουν πρὸς ὄχλου τῆς ἀποκρίσεως ἕνεκα γινό-
μενοι. εἰπόντων δὲ Ἀττήλᾳ καὶ οὐχ ἑτέροις λέγειν βασι-
λέα παρακελεύσασθαι, χαλεπήνας ὁ Σκόττας ἀπεκρίνατο
τοῦ σφῶν αὐτῶν ἡγουμένου ἐπίταγμα εἶναι· οὐ γὰρ ἂν
πολυπραγμοσύνῃ σφετέρᾳ παρ' ἡμᾶς ἐληλυθέναι. φησάντων
δὲ μὴ τοῦτον ἐπὶ τοῖς πρέσβεσι κεῖσθαι τὸν νόμον, ὥστε μὴ
ἐντυγχάνοντας μηδὲ ἐς ὄψιν ἐρχομένους παρ' οὓς ἐστάλησαν
δι' ἑτέρων ἀνακρίνεσθαι ὧν ἕνεκα πρεσβεύοιντο, καὶ τοῦτο
μηδὲ αὐτοὺς ἀγνοεῖν Σκύθας θαμινὰ παρὰ βασιλέα πρε-
σβευομένους· χρῆναι δὲ τῶν ἴσων κυρεῖν· μὴ γὰρ ἄλλως
τὰ τῆς πρεσβείας ἐρεῖν· ὡς τὸν Ἀττήλαν ἀνέζευξαν· καὶ
αὖθις ἐπανῆκον Ἐδέκωνος χωρὶς καὶ ἅπαντα, περὶ ὧν ἐπρε-
σβευόμεθα, ἔλεγον προστάττοντες τὴν ταχίστην ἀπιέναι,
εἰ μὴ ἕτερα φράζειν ἔχοιμεν. ἐπὶ δὲ τοῖς λεχθεῖσι πλέον
ἐπαποροῦντες (οὐ γὰρ ἦν ἐφικτὸν γινώσκειν, ὅπως ἔκδηλα
ἐγεγόνει τὰ ἐν παραβύστῳ δεδογμένα βασιλεῖ) συμφέρειν
ἡγούμεθα μηδὲν περὶ τῆς πρεσβείας ἀποκρίνεσθαι, εἰ μὴ
τῆς παρὰ τὸν Ἀττήλαν εἰσόδου τύχοιμεν. διὸ ἐφάσκομεν,
εἴτε τὰ εἰρημένα τοῖς Σκύθαις εἴτε καὶ ἕτερα ἥκομεν πρε-
σβευόμενοι, τοῦ σφῶν αὐτῶν ἡγουμένου τὴν πεῦσιν εἶναι, καὶ
μηδαμῶς ἄλλοις τούτου χάριν διαλεχθήσεσθαι· οἱ δὲ ἡμᾶς
παραχρῆμα ἀναχωρεῖν προσέταττον. ἐν παρασκευῇ δὲ τῆς
ὁδοῦ γενομένους τῆς ἀποκρίσεως ἡμᾶς ὁ Βιγίλας κατεμέμ-
φετο, ἐπὶ ψεύδει ἁλῶναι ἄμεινον λέγων ἢ ἀπράκτους ἀναχω-
ρεῖν. εἰ γὰρ ἐς λόγους τῷ Ἀττήλᾳ ἔτυχον, φησίν, ἐληλυθώς,
ἐπεπείκειν ῥᾳδίως ἂν αὐτὸν τῆς πρὸς Ῥωμαίους ἀποστῆναι
διαφορᾶς, οἷα δὴ ἐπιτήδειος αὐτῷ ἐν τῇ κατὰ Ἀνατόλιον
πρεσβείᾳ γενόμενος. ταῦτα † εὔνουν αὐτῷ τὸν Ἐδέκωνα
ὑπάρχειν ἔφασκεν, ὥστε λόγῳ τῆς πρεσβείας καὶ τῶν ὁπω-
σοῦν εἴτε ἀληθῶς εἴτε ψευδῶς ῥηθησομένων προφάσεως τυ-
χεῖν ἐπὶ τῷ βουλεύσασθαι περὶ τῶν αὐτοῖς κατὰ Ἀττήλα
δεδογμένων, καὶ ὅπως τὸ χρυσίον, οὗπερ ἔφασκε δεῖσθαι ὁ
Ἐδέκων, κομίσαι τὸ διανεμηθησόμενον † ταττομένοις ἀν-
δράσιν. προδεδομένος δὲ ἐλελήθει. ὁ γὰρ Ἐδέκων, εἴτε
δόλῳ ὑποσχόμενος εἴτε καὶ τὸν Ὀρέστην εὐλαβηθείς, μὴ
ἐς τὸν Ἀττήλαν ἀγάγοι ἅπερ ἡμῖν ἐν τῇ Σερδικῇ μετὰ τὴν
ἑστίασιν εἰρήκει, ἐν αἰτίᾳ ποιούμενος τὸ χωρὶς αὐτοῦ βα-
σιλεῖ καὶ τῷ εὐνούχῳ ἐς λόγους αὐτὸν ἐληλυθέναι κατα-
μηνύει τὴν μελετηθεῖσαν αὐτῷ ἐπιβουλὴν καὶ τὸ ποσὸν
τοῦ ἐκπεμφθησομένου χρυσίου, ἐκλέγει δὲ καὶ ἐφ' οἷς τὴν
πρεσβείαν ἐποιούμεθα. τῶν δὲ φορτίων ἤδη τοῖς ὑπο-
ζυγίοις ἐπιτεθέντων, καὶ ἀνάγκῃ τὴν πορείαν κατὰ τὸν τῆς
νυκτὸς καιρὸν ποιεῖσθαι πειρώμενοι, μετεξέτεροι τῶν βαρ-
βάρων παραγενόμενοι ἐπιμεῖναι ἡμᾶς τοῦ καιροῦ χάριν
παρακελεύσασθαι τὸν Ἀττήλαν ἔλεγον. ἐν αὐτῷ οὖν τῷ
χωρίῳ, ὅθεν καὶ διανέστημεν, ἧκον ἡμῖν βοῦν ἄγοντές τινες
καὶ ποταμίους ἰχθύας παρὰ τοῦ Ἀττήλα διαπεμφθέντας.
δειπνήσαντες οὖν ἐς ὕπνον ἐτράπημεν. ἡμέρας δὲ γενομένης
ᾠόμεθα μὲν ἥμερόν τι καὶ πρᾶον παρὰ τοῦ βαρβάρου
μηνυθήσεσθαι· ὁ δὲ πάλιν τοὺς αὐτοὺς ἔπεμπε παρακε-
λευόμενος ἀπιέναι, εἰ μὴ ἔχοιμέν τι παρὰ τὰ αὐτοῖς ἐγνω-
σμένα λέγειν οὐδὲν οὖν ἀποκρινάμενοι πρὸς τὴν ὁδὸν πα-
ρασκευαζόμεθα, καίπερ τοῦ Βιγίλα διαφιλονεικοῦντος λέγειν
εἶναι καὶ ἕτερα ἡμῖν ῥηθησόμενα. ἐν πολλῇ δὲ κατηφείᾳ
τὸν Μαξιμῖνον ἰδών, παραλαβὼν Ῥουστίκιον ἐξεπιστάμε-
νον τὴν βαρβάρων φωνήν (ὃς σὺν ἡμῖν ἐπὶ τὴν Σκυθικὴν
ἐληλύθει οὐ τῆς πρεσβείας ἕνεκα, ἀλλὰ κατὰ πρᾶξίν τινα
πρὸς Κωνστάντιον, ὃν Ἰταλιώτην ὄντα ὑπογραφέα Ἀτ-
τήλᾳ ἀπεστάλκει Ἀέτιος ὁ τῶν ἑσπερίων Ῥωμαίων στρα-
τηγός) παρὰ τὸν Σκότταν ἀφικνούμενος (οὐ γὰρ Ὀνηγήσιος
τηνικαῦτα παρῆν) καὶ αὐτὸν προσειπὼν ὑπὸ ἑρμηνεῖ τῷ
Ῥουστικίῳ ἔλεγον δῶρα πλεῖστα παρὰ τοῦ Μαξιμίνου
λήψεσθαι, εἴπερ αὐτὸν τῆς παρὰ τὸν Ἀττήλαν εἰσόδου
παρασκευάσοι τυχεῖν. τὴν γὰρ αὐτοῦ πρεσβείαν οὐ μόνον
Ῥωμαίοις καὶ Οὔννοις συνοίσειν, ἀλλὰ καὶ Ὀνηγησίῳ,
ὃν παρ' αὐτὸν βασιλεὺς ἰέναι βούλεται καὶ τὰ τοῖς ἔθνεσι
διευκρινῆσαι ἀμφίβολα· ἀφικόμενον δὲ μεγίστων τεύξεσθαι
δωρεῶν. χρῆναι οὖν μὴ παρόντος Ὀνηγησίου ἡμῖν, μᾶλ-
λον δὲ τἀδελφῷ ἐπὶ τῇ ἀγαθῇ συναγωνίζεσθαι πράξει. πεί-
θεσθαι δὲ καὶ αὐτῷ τὸν Ἀττήλαν μεμαθηκέναι ἔλεγον· οὐκ
ἐν ἀκοῇ δὲ ἔσεσθαι βεβαίως τὰ κατ' αὐτόν, εἰ μή γε πείρᾳ
τὴν αὐτοῦ γνοίημεν δύναμιν. ὃς δὲ ὑπολαβὼν μηκέτι ἀμφι-
βόλους εἶναι ἔφη τοῦ καὶ αὐτὸν ἴσα τῷ ἀδελφῷ παρὰ Ἀττήλᾳ
λέγειν τε καὶ πράττειν· καὶ παραχρῆμα τὸν ἵππον ἀναβὰς
ἐπὶ τὴν Ἀττήλα διήλασε σκηνήν. πρὸς δὲ τὸν Μαξιμῖνον
ἐπανελθὼν ἀλύοντα ἅμα τῷ Βιγίλᾳ καὶ διαπορούμενον ἐπὶ
τοῖς καθεστῶσιν ἔλεγον ἅ τε τῷ Σκόττᾳ διείλεγμαι καὶ
ἅπερ παρ' αὐτοῦ ἠκηκόειν, καὶ ὡς δεῖ τὰ τῷ βαρβάρῳ
δοθησόμενα παρασκευάζειν δῶρα καὶ τὰ αὐτῷ παρ' ἡμῶν
ῥηθησόμενα ἀναλογίζεσθαι. ἀμφότεροι οὖν ἀναπηδήσαντες
(ἐπὶ γὰρ τοῦ ἐδάφους καὶ τῆς πόας κεῖσθαι σφᾶς συνέ-
βαινεν) ἐπῄνεσάν τε τὴν πρᾶξιν καὶ τοὺς ἤδη μετὰ τῶν ὑπο-
ζυγίων ἐξορμήσαντας ἀνεκάλουν καὶ διεσκέψαντο, ὅπως τε
προσείποιεν τὸν Ἀττήλαν καὶ ὅπως αὐτῷ τά τε βασιλέως
δῶρα δοῖεν καὶ ἅπερ αὐτῷ ὁ Μαξιμῖνος ἐκόμιζεν. ἀμφὶ
δὲ ταῦτα πονουμένους διὰ τοῦ Σκόττα ὁ Ἀττήλας μετεπέμ-
ψατο. καὶ δῆτα ἐς τὴν ἐκείνου παραγινόμεθα ὑπὸ βαρ-
βαρικοῦ κύκλῳ φρουρουμένην πλήθους. ὡς δὲ εἰσόδου
ἐτύχομεν, εὕρομεν ἐπὶ ξυλίνου δίφρου τὸν Ἀττήλαν καθήμε-
νον. στάντων δὲ ἡμῶν μικρὸν ἀπωτέρω τοῦ θρόνου, προσελ-
θὼν ὁ Μαξιμῖνος ἠσπάσατο τὸν βάρβαρον, τά τε παρὰ
βασιλέως γράμματα δοὺς ἔλεγεν ὡς σῶν εἶναι αὐτὸν καὶ τοὺς
ἀμφ' αὐτὸν εὔχεται βασιλεύς. ὁ δὲ ἀπεκρίνατο ἔσεσθαι
Ῥωμαίοις ἅπερ αὐτῷ βούλοιντο. καὶ ἐπὶ τὸν Βιγίλαν
εὐθὺς τρέπει τὸν λόγον θηρίον ἀναιδὲς ἀποκαλῶν, ὅτου
χάριν παρ' αὐτὸν ἐλθεῖν ἠθέλησεν ἐπιστάμενος τά τε αὐτῷ
καὶ Ἀνατολίῳ ἐπὶ τῇ εἰρήνῃ δόξαντα, ὡς εἴρητο μὴ πρό-
τερον πρέσβεις παρ' αὐτὸν ἐλθεῖν πρὶν ἢ πάντες οἱ φυγά-
δες ἐκδοθεῖεν βαρβάροις. τοῦ δὲ φήσαντος ὡς ἐκ τοῦ
Σκυθικοῦ γένους παρὰ Ῥωμαίοις οὐκ εἴη φυγάς, τοὺς
γὰρ ὄντας ἐκδεδόσθαι, χαλεπήνας μᾶλλον καὶ αὐτῷ
πλεῖστα λοιδορησάμενος μετὰ βοῆς ἔλεγεν ὡς αὐτὸν ἀνα-
σκολοπίσας πρὸς βορὰν οἰωνοῖς ἐδεδώκει ἄν, εἰ μή γε
τῷ τῆς πρεσβείας θεσμῷ λυμαίνεσθαι ἐδόκει, καὶ ταύτην
αὐτῷ ἐπὶ τῇ ἀναιδείᾳ καὶ τῇ τῶν λόγων ἰταμότητι ἐπιθεῖ-
ναι δίκην· φυγάδας γὰρ τοῦ σφετέρου ἔθνους παρὰ Ῥω-
μαίοις εἶναι πολλούς, ὧν ἐκέλευε τὰ ὀνόματα ἐγγεγραμ-
μένα χάρτῃ τοὺς ὑπογραφέας ἀναγινώσκειν. ὡς δὲ διεξ-
ῆλθον ἅπαντας, προσέταττε μηδὲν μελλήσαντα ἀπιέναι·
συμπέμψειν δὲ αὐτῷ καὶ Ἤσλαν Ῥωμαίοις λέξοντα πάν-
τας τοὺς παρὰ σφίσι καταφυγόντας βαρβάρους ἀπὸ τῶν Καρ-
πιλεόνος χρόνων, ὃς ὡμήρευσε παρ' αὐτῷ παῖς ὢν Ἀετίου
τοῦ ἐν τῇ ἑσπέρᾳ Ῥωμαίων στρατηγοῦ, ἐκπέμψαι παρ'
αὐτόν. μὴ γὰρ συγχωρήσειν τοὺς σφετέρους θεράποντας
ἀντίον αὐτοῦ ἐς μάχην ἰέναι, καίπερ μὴ δυναμένους
ὠφελεῖν τοὺς τὴν φυλακὴν αὐτοῖς τῆς οἰκείας ἐπιτρέψαντας
γῆς. τίνα γὰρ πόλιν ἢ ποῖον φρούριον σεσῶσθαι, ἔλεγεν, ὑπ'
ἐκείνων, οὗπερ αὐτὸς ποιῆσαι τὴν αἵρεσιν ὥρμησεν; ἀπαγ-
γείλαντας δὲ τὰ αὐτῷ περὶ τῶν φυγάδων δεδογμένα αὖθις
ἐπανήκειν μηνύοντας, πότερον αὐτοὺς ἐκδιδόναι βούλονται
ἢ τὸν ὑπὲρ αὐτῶν ἀναδέχονται πόλεμον. παρακελευσάμε-
νος δὲ πρότερον καὶ τὸν Μαξιμῖνον ἐπιμένειν, ὡς δι' αὐ-
τοῦ περὶ τῶν γεγραμμένων ἀποκρινούμενος βασιλεῖ, ἐπέ-
τρεπε τὰ δῶρα δόντας, ἅπερ ὁ Μαξιμῖνος ἔφερεν, ὑπεξιέναι.
δόντες τοίνυν καὶ ἐπανιόντες ἐς τὴν σκηνὴν ἑκάστου τῶν
λεχθέντων πέρι ἰδιολογούμεθα. καὶ Βιγίλα θαυμάζοντος
ὅπως πάλαι αὐτῷ πρεσβευομένῳ ἤπιός τε καὶ πρᾶος νομι-
σθεὶς τότε χαλεπῶς ἐλοιδορήσατο, ἔλεγον, μήποτέ τινες τῶν
βαρβάρων τῶν ἐν Σερδικῇ ἑστιαθέντων σὺν ἡμῖν δυσμενῆ
αὐτῷ τὸν Ἀττήλαν παρεσκεύασαν ἀπαγγείλαντες, ὡς θεὸν
μὲν τὸν Ῥωμαίων ἐκάλει βασιλέα, ἄνθρωπον δὲ τὸν Ἀτ-
τήλαν. τοῦτον τὸν λόγον ὁ Μαξιμῖνος ὡς πιθανὸν ἐδέχετο οἷα
δὴ ἀμέτοχος ὢν τῆς συνωμοσίας, ἣν κατὰ τοῦ βαρβάρου ὁ
εὐνοῦχος ἐποιήσατο. ὁ δὲ Βιγίλας ἀμφίβολός τε ἦν καὶ ἐμοὶ
ἐδόκει προφάσεως ἀπορεῖν, δι' ἣν αὐτῷ ὁ Ἀττήλας ἐλοι-
δορήσατο· οὔτε γὰρ τὰ ἐν Σερδικῇ, ὡς ὕστερον ἡμῖν διη-
γεῖτο, οὔτε τὰ τῆς ἐπιβουλῆς εἰρῆσθαι τῷ Ἀττήλᾳ ἐνόμιζεν,
μηδενὸς μὲν ἑτέρου τῶν ἐκ τοῦ πλήθους διὰ τὸν ἐπικρα-
τοῦντα κατὰ πάντων φόβον ἐς λόγους αὐτῷ θαρροῦντος
ἐλθεῖν, Ἐδέκωνος δὲ πάντως ἐχεμυθήσοντος διά τε τοὺς
ὅρκους καὶ τὴν ἀδηλίαν τοῦ πράγματος, μήποτε καὶ αὐτός,
ὡς τοιούτων μέτοχος λόγων, ἐπιτήδειος νομισθεὶς θάνατον
ὑφέξει ζημίαν. ἐν τοιαύτῃ οὖν ἀμφιβολίᾳ τυγχάνουσιν
ἐπιστὰς Ἐδέκων καὶ τὸν Βιγίλαν ἔξω τῆς ἡμετέρας ἀπα-
γαγὼν συνόδου ὑποκρινάμενός τε ἀληθίζεσθαι τῶν αὐτοῖς
βεβουλευμένων ἕνεκα καὶ τὸ χρυσίον κομισθῆναι παρακε-
λευσάμενος τὸ δοθησόμενον τοῖς ἅμα αὐτῷ περὶ τὴν πρᾶξιν
ἐλευσομένοις ἀνεχώρει. πολυπραγμονοῦντα δὲ τίνες οἱ
τοῦ Ἐδέκωνος πρὸς αὐτὸν λόγοι ἀπατᾶν ἔσπευδεν ἠπα-
τημένος αὐτός, καὶ τὴν ἀληθῆ αἰτίαν ἀποκρυψάμενος ἔφασκε
παρ' αὐτοῦ Ἐδέκωνος εἰρῆσθαι ὡς καὶ αὐτῷ ὁ Ἀττήλας περὶ
τῶν φυγάδων χαλεπαίνοι· ἔδει γὰρ ἢ πάντας ἀπολαβεῖν
ἢ πρέσβεις ἐκ τῆς μεγίστης ἐξουσίας ἀφικέσθαι πρὸς αὐτόν.
ταῦτα διαλεγομένοις παραγενόμενοί τινες τοῦ Ἀττήλα
ἔλεγον μήτε Βιγίλαν μήτε ἡμᾶς Ῥωμαῖον αἰχμάλωτον ἢ
βάρβαρον ἀνδράποδον ἢ ἵππους ἢ ἕτερόν τι πλὴν τῶν εἰς
τροφὴν ὠνεῖσθαι, ἄχρις ὅτου τὰ μεταξὺ Ῥωμαίων καὶ
Οὔννων ἀμφίβολα διακριθείη. σεσοφισμένως δὲ ταῦτα καὶ
κατὰ τέχνην ἐγέντο τῷ βαρβάρῳ, ὥστε τὸν μὲν Βιγίλαν
ῥᾳδίως ἐπὶ τῇ κατ' αὐτοῦ ἁλῶναι πράξει ἀποροῦντα αἰτίας,
ἐφ' ᾗπερ τὸ χρυσίον κομίζοι, ἡμᾶς δὲ προφάσει ἀποκρί-
σεως ἐπὶ τῇ πρεσβείᾳ δοθησομένης Ὀνηγήσιον ἀπεκδέξα-
σθαι τὰ δῶρα κομιούμενον, ἅπερ ἡμεῖς τε διδόναι ἐβου-
λόμεθα καὶ βασιλεὺς ἀπεστάλκει. συνέβαινε γὰρ αὐτὸν σὺν
τῷ πρεσβυτέρῳ τῶν Ἀττήλα παίδων ἐς τὸ τῶν Ἀκα-
τίρων ἔθνος ἐστάλθαι, ὅ ἐστι Σκυθικὸν ἔθνος, παρέστη δὲ τῷ
Ἀττήλᾳ ἐξ αἰτίας τοιᾶσδε. πολλῶν κατὰ φῦλα καὶ γένη
ἀρχόντων τοῦ ἔθνους, Θεοδόσιος ὁ βασιλεὺς ἐκπέμπει δῶρα,
ὥστε ὁμονοίᾳ σφετέρᾳ ἀπαγορεῦσαι μὲν τῇ τοῦ Ἀττήλα συμ-
μαχίᾳ, τὴν δὲ πρὸς Ῥωμαίους εἰρήνην ἀσπάζεσθαι. ὁ δὲ τὰ
δῶρα ἀποκομίζων οὐ κατὰ τάξιν ἑκάστῳ τῶν βασιλέων τοῦ
ἔθνους δίδωσιν, ὥστε τὸν Κουρίδαχον πρεσβύτερον ὄντα τῇ
ἀρχῇ τὰ δῶρα δεξάμενον δεύτερον οἷα δὴ περιοφθέντα καὶ
τῶν σφετέρων στερηθέντα γερῶν, ἐπικαλέσασθαι τὸν
Ἀττήλαν κατὰ τῶν συμβασιλευόντων, τὸν δὲ μὴ μελλήσαντα
πολλὴν ἐκπέμψαι δύναμιν, καὶ τοὺς μὲν ἀνελόντα, τοὺς δὲ
παραστησάμενον καλεῖν τὸν Κουρίδαχον τῶν νικητηρίων
μεθέξοντα. τὸν δὲ ἐπιβουλὴν ὑποτοπήσαντα εἰπεῖν ὡς
χαλεπὸν ἀνθρώπῳ ἐλθεῖν ἐς ὄψιν θεοῦ· εἰ γὰρ οὐδὲ τὸν
τοῦ ἡλίου δίσκον ἀτενῶς ἔστιν ἰδεῖν, πῶς τὸν μέγιστον
τῶν θεῶν ἀπαθῶς τις ὄψοιτο; οὕτω μὲν οὖν ὁ Κουρίδαχος
ἔμεινεν ἐπὶ τοῖς σφετέροις καὶ διεφύλαξε τὴν ἀρχήν, τοῦ
λοιποῦ παντὸς τοῦ Ἀκατίρων ἔθνους τῷ Ἀττήλᾳ παραστάν-
τος· οὗπερ ἔθνους βασιλέα τὸν πρεσβύτερον τῶν παίδων
καταστῆσαι βουλόμενος Ὀνηγήσιον ἐπὶ ταύτην ἐκπέμπει
τὴν πρᾶξιν. διὸ δὴ καὶ ἡμᾶς, ὡς εἴρηται, ἐπιμεῖναι πα-
ρακελευσάμενος τὸν Βιγίλαν διαφῆκεν ἅμα Ἤσλᾳ προφάσει
μὲν τῶν φυγάδων ἐς τὴν Ῥωμαίων διαβησόμενον, τῇ δὲ
ἀληθείᾳ τῷ Ἐδέκωνι τὸ χρυσίον κομιοῦντα.
Τοῦ δὲ Βιγίλα ἐξορμήσαντος, μίαν μετὰ τὴν ἐκείνου ἀνα-
χώρησιν ἡμέραν ἐπιμείναντες τῇ ὑστεραίᾳ ἐπὶ τὰ ἀρ-
κτικώτερα τῆς χώρας σὺν Ἀττήλᾳ ἐπορεύθημεν, καὶ ἄχρι τι-
νὸς τῷ βαρβάρῳ συμπροελθόντες ἑτέραν ὁδὸν ἐτράπημεν,
τῶν ξεναγούντων ἡμᾶς Σκυθῶν τοῦτο ποιεῖν παρακελευσα-
μένων, ὡς τοῦ Ἀττήλα ἐς κώμην τινὰ παρεσομένου, ἐν ᾗ
γαμεῖν θυγατέρα Ἐσκὰμ ἐβούλετο, πλείστας μὲν ἔχων
γαμετάς, ἀγόμενος δὲ καὶ ταύτην κατὰ νόμον τὸν Σκυθικόν.
ἐνθένδε ἐπορευόμεθα ὁδὸν ὁμαλὴν ἐν πεδίῳ κειμένην ναυ-
σιπόροις τε προσεβάλομεν ποταμοῖς, ὧν οἱ μέγιστοι μετὰ
τὸν Ἴστρον ὅ τε Δρήκων λεγόμενος καὶ ὁ Τίγας καὶ ὁ Τι-
φήσας ἦν. καὶ τούτους μὲν ἐπεραιώθημεν τοῖς μονοξύλοις
πλοίοις, οἷς οἱ προσοικοῦντες τοὺς ποταμοὺς κέχρηνται, τοὺς
δὲ λοιποὺς ταῖς σχεδίαις διεπλεύσαμεν, ἃς ἐπὶ τῶν ἁμαξῶν
οἱ βάρβαροι διὰ τοὺς λιμνάζοντας φέρουσι τόπους. ἐχορη-
γοῦντο δὲ ἡμῖν κατὰ κώμας τροφαί, ἀντὶ μὲν σίτου κέγχρος,
ἀντὶ δὲ οἴνου ὁ μέδος ἐπιχωρίως καλούμενος. ἐκομίζοντο δὲ
καὶ οἱ ἑπόμενοι ἡμῖν ὑπηρέται κέγχρον καὶ τὸ ἐκ κριθῶν
χορηγούμενοι πόμα· κάμον οἱ βάρβαροι καλοῦσιν αὐτό.
μακρὰν δὲ ἀνύσαντες ὁδὸν περὶ δείλην ὀψίαν κατεσκη-
νώσαμεν πρὸς λίμνῃ τινὶ πότιμον ὕδωρ ἐχούσῃ, ὅπερ οἱ
τῆς πλησίον ὑδρεύοντο κώμης. πνεῦμα δὲ καὶ θύελλα
ἐξαπίνης διαναστᾶσα μετὰ βροντῶν καὶ συχνῶν ἀστραπῶν
καὶ ὄμβρου πολλοῦ οὐ μόνον ἡμῶν ἀνέτρεψε τὴν σκηνήν,
ἀλλὰ καὶ τὴν κατασκευὴν σύμπασαν ἐς τὸ ὕδωρ ἐκύλισε
τῆς λίμνης. ὑπὸ δὲ τῆς κρατούσης τὸν ἀέρα ταραχῆς καὶ
τοῦ συμβάντος δειματωθέντες τὸ χωρίον ἀπελείπομεν καὶ
ἀλλήλων χωριζόμεθα, ὡς ἐν σκότῳ καὶ ὑετῷ, τραπέντες
ὁδόν, ἣν αὑτῷ ῥᾳδίαν ἕκαστος ἔσεσθαι ᾤετο. ἐς δὲ τὰς
καλύβας τῆς κώμης παραγενόμενοι (τὴν αὐτὴν δὲ πάντες
διαφόρως ἐτράπημεν) ἐς ταὐτὸν συνῄειμεν καὶ τῶν ἀπο-
λειπομένων σὺν βοῇ τὴν ζήτησιν ἐποιούμεθα. ἐκπηδήσαντες
δὲ οἱ Σκύθαι διὰ τὸν θόρυβον τοὺς καλάμους, οἷς πρὸς τῷ
πυρὶ κέχρηνται, ἀνέκαιον φῶς ἐργαζόμενοι, καὶ ἀνηρώτων
ὅ τι βουλόμενοι κεκράγαμεν. τῶν δὲ σὺν ἡμῖν βαρβάρων
ἀποκριναμένων ὡς διὰ τὸν χειμῶνα ταραττόμεθα, πρὸς
σφᾶς τε αὐτοὺς καλοῦντες ὑπεδέχοντο καὶ ἀλέαν παρεῖχον
καλάμους πλείστους ἐναύοντες. τῆς δὲ ἐν τῇ κώμῃ ἀρχούσης
γυναικὸς (μία δὲ αὕτη τῶν Βλήδα γυναικῶν ἐγεγόνει)
τροφὰς ἡμῖν διαπεμψαμένης καὶ ἐπὶ συνουσίᾳ γυναῖκας
εὐπρεπεῖς (Σκυθικὴ δὲ αὕτη τιμή), τὰς μὲν γυναῖκας ἐκ
τῶν προκειμένων ἐδωδίμων φιλοφρονησάμενοι, τῇ πρὸς
αὐτὰς ὁμιλίᾳ ἀπαγορεύσαντες ἐγκαταμείναντες δὲ ταῖς
καλύβαις ἅμα ἡμέρᾳ ἐς τὴν τῶν σκευῶν ἐτράπημεν ἀνα-
ζήτησιν, καὶ σύμπαντα εὑρηκότες, τὰ μὲν ἐν τῷ χωρίῳ,
οὗπερ ἐν τῇ προτεραίᾳ καταλύσαντες ἐτύχομεν, τὰ δὲ καὶ
πρὸς τῇ ὄχθῃ τῆς λίμνης, τὰ δὲ καὶ ἐν αὐτῷ τῷ ὕδατι, ἀνε-
λάβομεν καὶ ἐκείνην τὴν ἡμέραν ἐν τῇ κώμῃ διετρίψαμεν
ἅπαντα διατερσαίνοντες· ὅ τε γὰρ χειμὼν ἐπέπαυτο καὶ
λαμπρὸς ἥλιος ἦν. ἐπιμεληθέντες δὲ καὶ τῶν ἵππων καὶ τῶν
λοιπῶν ὑποζυγίων παρὰ τὴν βασιλίδα ἀφικόμεθα, καὶ
αὐτὴν ἀσπασάμενοι καὶ δώροις ἀμειψάμενοι, τρισί τε ἀργυ-
ραῖς φιάλαις καὶ ἐρυθροῖς δέρμασι καὶ τῷ ἐξ Ἰνδίας πε-
πέρει καὶ τῷ καρπῷ τῶν φοινίκων καὶ ἑτέροις τραγήμασι
διὰ τὸ μὴ ἐπιχωριάζειν τοῖς βαρβάροις οὖσι τιμίοις,
ὑπέξιμεν εὐξάμενοι αὐτῇ ἀγαθὰ τῆς ξενίας πέρι. ἡμερῶν
δὲ ζʹ ὁδὸν ἀνύσαντες ἐν κώμῃ τινὶ ἐπεμείναμεν, τῶν ξενα-
γούντων παρακελευσαμένων Σκυθῶν, οἷα δὴ τοῦ Ἀττήλα
ἐς αὐτὴν ἐμβαλοῦντος τὴν ὁδὸν καὶ ἡμῶν κατόπιν αὐτοῦ πο-
ρεύεσθαι ὀφειλόντων. ἔνθα δὴ 〈ἐνε〉τυγχάνομεν ἀνδράσι τῶν
ἑσπερίων Ῥωμαίων καὶ αὐτοῖς παρὰ τὸν Ἀττήλαν πρε-
σβευομένοις· ὧν Ῥωμύλος ἦν, ἀνὴρ τῇ τοῦ κόμητος ἀξίᾳ τετι-
μημένος. καὶ Προμοῦτος τῆς Νωρικῶν ἄρχων χώρας καὶ
Ῥωμανὸς στρατιωτικοῦ τάγματος ἡγεμών. συνῆν δὲ αὐτοῖς
Κωνστάντιος, ὃν ἀπεστάλκει Ἀέτιος παρὰ τὸν Ἀττήλαν
ὑπογραφέως χάριν, καὶ Τατοῦλος ὁ Ὀρέστου πατὴρ τοῦ
μετὰ Ἐδέκωνος, οὐ τῆς πρεσβείας ἕνεκα, ἀλλὰ οἰκειότητος
χάριν ἅμα σφίσιν αὐτοῖς τὴν πορείαν ποιούμενοι, Κων-
στάντιος μὲν διὰ 〈τὴν ἐν〉 ταῖς Ἰταλίαις προϋπάρξασαν
πρὸς τοὺς ἄνδρας γνῶσιν, Τατοῦλος δὲ διὰ συγγένειαν· ὁ
γὰρ αὐτοῦ παῖς Ὀρέστης Ῥωμύλου θυγατέρα ἐγεγαμήκει.
*** ἀπὸ Παταβίωνος τῆς ἐν Νωρικῷ πόλεως, *** ἐπρε-
σβεύοντο ἐκμειλιττόμενοι τὸν Ἀττήλαν…
βουλόμ…
The complete text is available when the reading interface loads.