In Categorias Commentarium
- Scientific editors
- Adolf Busse
- Edition reference
- Olympiodori prolegomena et in categorias commentarium · Berlin · Reimer · 1902
- CTS identifier
urn:cts:greekLit:tlg4019.tlg002.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΟΑΥΜΠΙΟΔΩΡΟΥ ΦΙΛΟΣΟΦΟΥ ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ 25v ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΚΑΤΗΓΟΡΙΑΣ.
<Θεωρία ς΄.>
<Περὶ όμωνύμων.>
p. 1a1 Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον ζῷον. Μετὰ τὴν τριπλῆν στοιχείωσιν, τῶν Κατηγοριῶν, τῆς λογικῆς, τῆς Ἀριστοτέλους φιλοσοφίας, φέρε λοιπὸν σὺν θεῷ ἁψώμεθα τῆς κατὰ λέξιν ἐξηγήσεως. ἀλλ’ ἐπειδὴ εὐθέως ἐν προοιμίοις ὁ Ἀριστοτέλης ὁμωνύμων μέμνηται καὶ συνωνύμων, φέρε εἴπωμεν τί ποτέ ἐστι τούτων ἕκαστον. ἀλλ’ ἵνα τοῦτο μάθωμεν, προέλθωμεν οὕτως· πᾶν πρᾶγμα καὶ ἕν ἐστι καὶ πολυμερές, καὶ ὡς μὲν ἓν ὄνομα ἔχει, ὡς δὲ πολυμερὲς λόγον ἔχει. λόγον δὲ ἄκουε νῦν ἢ ὁρισμὸν ἢ ὑπογραφήν. ἐπειδὴ οὖν πᾶν πρᾶγμα καὶ ὄνομα ἔχει καὶ λόγον, τὰ πράγματα ἢ κατὰ ἄμφω τὰ αὐτὰ κοινωνοῦσι, κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν λόγον φημί, ἢ κατὰ ἄμφω διαφέρουσιν, ἢ κατά τι μὲν κοινωνοῦσι κατά τι δὲ διαφέρουσι. καὶ τοῦτο διχῶς· ἢ γὰρ κατὰ μὲν τὸ ὄνομα κοινωνοῦσιν, κατὰ δὲ τὸν λόγον διαφέρουσιν, ἢ τὸ ἀνάπαλιν κατὰ μὲν τὸ ὄνομα διαφέρουσι, κατὰ δὲ τὸν λόγον κοινωνοῦσιν. εἰ μὲν οὖν κατ’ ἄμφω κοινωνοῦσιν, λέγονται συνώνυμα, οἷον ἐπὶ ἀνθρώπου καὶ ἵππου· ταῦτα γὰρ δύνανται λέγεσθαι συνώνυμα, διότι ζῷα ἄμφω, ἀλλὰ καὶ ὅρον ἔχουσι τὸν αὐτόν, τὸν τοῦ ζῴου φημί, οἷον τὸ οὐσία ἔμψυχος αἰσθητική. εἰ δὲ κατὰ ἄμφω διαφέρουσι, ποιοῦσι τὰ ἑτερώνυμα ἤτοι τὰ ἕτερα. διαφέρει δὲ τὸ ἑτερώνυμον τοῦ ἑτέρου ταύτῃ· ὅτι τὸ | μὲν ἑτερώυμον διαφέρει καὶ 26r κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν λόγον, οὐκ ἔτι μέντοι καὶ κατὰ τὸ ὑποκείμενον, τὸ δὲ ἕτερον παντελῶς ἠλλοτρίωται, λέγω δὴ καὶ κατὰ τὸν λόγον καὶ κτὰ τὸ ὄνομα καὶ κατὰ τὸ ὑποκείμενον, οἷόν ἐστιν ἀνάβασις καὶ κατάβασις· <ἀνάβασις γὰρ καὶ κατάβασις> καὶ ἕτερα ἔχουσιν ὀνόματα καὶ ἑτέρους λόγους· ἀνάβασις 3.4 titulos inserui (cf. p. 18,13 M f. 39v) 7 τῆς (ante Ἀριστ.) scripsi: τοῦ M (cf. p. 1,7) 24 οὐκέτι ἔτι μέντοι iterata del. M 27 ἀνάβ. γὰρ καὶ κατάβ. inserui μὲν γάρ ἐστιν ἡ ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω πρόοδος, κατάβασις δέ ἐστιν ἡ ἀπὸ τῶν ἄνω ἐπὶ τὰ κάτω πρόοδος. ἀλλ’ εἰ καὶ διαφέρουσιν ἀλλήλων καὶ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν λόγον, ἀλλ’ οὖν ὅμως κατὰ τὸ ὑποκείμενον οὐ διαφέρουσιν· κλῖμαξ γάρ ἐστιν ἡ ὑποκειμένη ἀμφοτέροις. καὶ ταῦτα ὅ εἰκότως κληθείη ἑτερώνυμα. οὐ μόνον δὲ ἐπὶ τούτων ἔστιν θεωρῆσαι τὸ εἰρημένον, ἀλλὰ καὶ ἐπὶ καρποῦ καὶ σπέρματος· ταῦτα γὰρ διαφέροντα καὶ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν λόγον πρὸς γὰρ τὸ μὲν ἤδη πεφυκὸς λέγεται καρπός, πρὸς δὲ τὸ μέλλον σπέρμα), λεχθείησαν ἂν εἰκότως ἑτερώνυμα διὰ τὸ ὑποκείμενον ἔχειν ἀμφότερα <ἔν>, τὸς σῖτόν φημι. ἕτερα δέ ἐστι τὰ παντελῶς ἠλλοτριωμένα, [ἀλλ'] ὡς τὸ λευκόν, εἰ τύχοι, καὶ ὁ ἄνθρωπος. εἰ δὲ κατά τι μὲν κοινωνοῦσι καὶ κατά τι διαφέρουσιν, οἷον κατὰ τὸ ὄνομα μὲν κοινωνοῦσι κατὰ δὲ τὸν λόγον διαφέρουσι, ποιοῦσι τὰ ὁμώνυμα, οἷον ἡ Αἴας φωνὴ κοινή ἐστι φερομένη κτὰ τοῦ Τελαμῶνος καὶ τοὐ Ὀιλέως. ἀλλὰ τούτων ὁρισμὸς ἕτερός ἐστι· τὸν μὲν γὰρ εἰ βουληθείημεν ὁρίσασθαι, εἴποιμεν ἂν Αἴαντα Τελαμώνιον | ἐκ Σαλαμῖνος μονομαχήσαντα Ἕκτορι 26v ἑαυτὸν σφάξαντα, τὸν δὲ Ὀιλέως εἴποιμεν ἂν Λοκρὸν ἐξ Ὀιλέως καὶ ὅσα τοιαῦτα. εἰ δὲ κατὰ μὲν τὸν λόγον κοινωνοῦσιν κατὰ δὲ τὸ ὄνομα διαφέρουσι, ποιοῦσι τὰ πολυώνυμα, οἷον μέροψ, βροτός, ἄνθρωπος· τούτων ἕκαστον ἕνα ἔχει ὁρισμόν· καὶ γὰρ ὁ ἄνθρωπος ζῷον λογικὸν καὶ ὁ μέροψ ζῷον λογικὸν καὶ ὁ βροτὸς ὁμοίως. ὥστε ὁ ὁρισμὸς ὁ αὐτός, ἀλλὰ τὸ ὄνομα διάφορον.
τεσσάρων τοίνυν ὄντων, ὁμωνύμων, συνωνύμων, ἑτερωνύμων, πολυωνύμων, τῶν δύο μόνων ἐμνημόνευσεν, ὁμωνύμων φημὶ καὶ συνωνύμων. καὶ ἀξιοῦσιν ἐνταῦθα ζητεῖν τί δήποτε, τεσσάρων ὄντων, συνωνύμων καὶ ὁμωνύμων μόνον ἐμνημόνευσεν παρεὶς τὰ ἕτερα δύο. καὶ ἀποδιδόασι τούτου πρώτην αἰτίαν τοιαύτην· ὅτι ὲμνημόνευσεν τῶν δύο τούτων ὁ Ἀριστοτέλης ὡς φιλοσύντομος κελεύσας ἡμᾶς προσυπακούειν τὰ λοιπά· διὰ γὰρ τοῦ ἑνὸς τῶν ἐναντίων δηλοῦται καὶ τὸ ἄλλο. διὸ ἀφ’ ἑκατέρας ἀντιθέσεως ἓν σκέλος ἔλαβεν· ἀντίκειται γὰρ τὸ μὲν ὁμώνυμον τῷ πολυωνύμῳ, τὸ δὲ συνώνυμον τῷ ἑτερωνύμῳ. μνημονεύσας οὖν ὁμωνύμων ἐκέλευσεν ἡμᾶς προσυπακοῦσαι τὰ πολυώνυμα, μνημονεύσας δὲ τῶν συνωνύμων ἐκέλευσεν ἡμᾶς προσυπακοῦσαι τὰ ἑτερώνυμα· τῶν γὰρ ἀντικειμένων μία ἐστὶν ἐπιστήμη. ἢ οὖν τοῦτο ῥητέον ἢ ἐκεῖνο· ὅτι τούτων μὲν ἐμνημόνευσεν γεωμετρικῷ τρόπῳ, διότι μόνον αὗται αἱ φωναὶ συμβάλλονται αὐτῷ πρὸς τὰς κατηγορίας· οὕτως γὰρ καὶ ὁ γεωμέτρης πλειόνων οὐσῶν γραμμῶν μόνον τῆς περιφεροῦς 1 καὶ τῆς εὐθείας μέμνηται, ἐπειδὴ καὶ τούτων μόνον 27 χρῄζει. ἐνταῦθα μὲν οὖν ὁμωνύμων καὶ συνωνύμων ἐδεήθη, ἐπειδὴ αἱ κατηγορίαι γένη ἐστὶ γενικώτατα· ὡς μὲν οὖν γένη συνωνύμως τῶν ὑπ αὐτὰ κατηγοροῦνται εἰδῶν, ὡς δὲ γενικώτατα γένη ἔχουσιν ὅρον τὸ ὂν ὁμωνύμως κατ’ αὐτῶν φερόμενον. ἐν δὲ ῥητορικαῖς τέχναις καὶ ἄλλαις 6 διαφέροντα scripsi: διαφέρονται M 9 ἕν addidi 10 ἀλλ’ delevi (cf. 31,33 not.) 13 τοῦ Τελαμῶνος i. e. Aiacis, Telamonis filii 15 σαλαμίνης M ἕκτωρι M 24 παρεὶς scripsi: παρὰ M 33 an τρόπῳ <χρώμενος>? συμβάλονται M 39 αὐτῶν ex αὐτὸν corr. M ῥητορικαῖς in mrg. M2: μερικαῖς M1 πραγματείαις παραπλησίως πολυωνύμων καὶ ἑτερωνύμων ἐδεήθη, ἐπειδὴ πῇ μὲν διδάσκει ὅτι τὸ αὐτὸ πολλαχῶς ἔστιν εἰπεῖν, ὅπερ οἰκεῖον πολυωνύμων, πῇ δὲ ὅτι δι’ ἑτέρων ὀνομάτων τὰ ἕτερα ἔστι δηλῶσαι διὰ τὸ ἀσύγχυτον καὶ διηρθρωμένον τῆς διδασκαλίας. ἔτι δὲ τοῦτο ἀναπέφανται ἡμῖν ὅτι πρὸς διαλεκτικὴν μᾶλλον προπαρασκευὴν ὁρᾷ ταῦτα πρὸς τὴν τῶν πραγμάτων φύσιν, τὰ δὲ ὁμώνυμα καὶ συνώνυμα πραγματειώδη πρὸς ἄλληλα διαφορὰν ἔχει, ἣν καὶ προτίθεται ὁ φιλόσοφος διδάξαι.
Ἀλλὰ πάλιν ζητοῦσι τί δήποτε ὁμώνυμα τῶν συνωνύμων προέταξεν. καί φασι τούτου δύο αἰτίας· μίν μὲν ὅτι τῶν ὁμωνύμων ἐμνημόνευσεν πρότερον ὡς ἁπλουστέρων· ταῦτα γὰρ μίαν ἔχουσι κοινωνίαν, τὴν κατὰ τὸ ὄνομα, τὰ δὲ συνώνυμα καὶ κατὰ τὸ ὄνομα καὶ κτὰ τὸν λόγον ἔχουσι τὴν κοινωνίαν, ὡς εἴρηται. ἐπειδὴ οὗν τὰ ὁμώνυμα ἁπλούστερά ἐστι, τούτου χάριν προέταξεν αὐτά· ἀεὶ γὰρ προτερεύει ἡ μονὰς τῆς δυάδος. δευτέρα αἰτία τοιαύτη· ὅτι τῶν ὁμωνύμων πρότερον ἐμνημόνευσεν, διότι τὸ ὂν γενικώτερον ὂν τῶν κατηγοριῶν ὁμωνύμως φέρεται κατ’ αὐτῶν, αἱ δὲ κατηγορίαι συνωνύμως τῶν ὑπ’ αὐτὰ | εἰδῶν κατηγοροῦνται· ἐπειδὴ οὖν 27v τὰ ὁμώνυμα τοῦ γενικωτέρου ἐστί, φημὶ δὴ τοῦ ὄντος, τούτου χάριν προέταξεν τὴν περὶ τῶν ὁμωνύμων διδασκαλίαν. καὶ ἐπειδὴ καλῶς εἴρηται ἡμῖν ἡ αἰτία τῆς χρείας τῶν μνημονευθέντων ἐν τῷ προοιμίῳ, ἀλλὰ δὴ καὶ τῆς τάξεως ἡμῖν σεσαφήνισται, καταπαύσωμεν τὴν παροῦσαν θεωρίαν. ἀναγνῶμεν δὲ τὴν λέξιν τοῦ συγγραφέως, ἵνα ἑκάστων ἀποδῶμεν τὴν ἐξήγησιν.
<Θεωρία ζ΄.>
p. 1a1 Ὁμώνυμα λέγεται.
Δῆλος ἐκ θυρῶν αὐτῶν ὁ Ἰαμβλίχειος σκοπὸς ὁ λέγων ὅτι καὶ περὶ φωνῶν καὶ νοημάτων καὶ πραγμάτων ἐστὶν αὐτῷ ὁ σκοπός. εἶπεν γὰρ ὁμώνυμα, ἅτινα ὁμώνυμα καὶ πράγματά ἐστι καὶ σημαίνοντι ὑπὸ φωνῶν διὰ μέσων νοημάτων. οὕτω μὲν οὖν διὰ τῶν ὁμωνύμων δέδεικται ὅτι περὶ τῶν τριῶν ἐστιν αὐτῷ ὁ σκοπός. ἀλλὰ μὴν καὶ ἐκ τοῦ λέγεται ἔστιν ἑλεῖν τὸν σκοπόν· τὸ γὰρ λέγεται καὶ ἐπὶ φωνῶν καὶ ἐπὶ νοημάτων καὶ ἐπὶ πραγμάτων ἐφαρμόζει· οὕτω γὰρ τὸν βαρβαρίζοντα καὶ σολοικίζοντά φαμεν κακῶς λέγειν, τὴν φωνὴν μεμφόμενοι. ἀλλὰ μὴν καὶ τὸν ἠλίθιόν φαμεν κακῶς λέγειν, τὴν διάνοιαν μεμφόμενοι. ἀλλὰ μὴν ὁμοίως καὶ τὸν ψευδόμενόν φαμεν κακῶς λέγειν, τῶν πραγμάτων καταγιγνώσκοντες. εἰ τοίνυν τὸ λέγεται κατὰ τῶν τριῶν φέρεται, ἐχρήσατο δὲ αὐτῷ ὁ Ἀριτὰ 3 ex τὸ corn M 4 ἔτι scripsi: εἰ M 5 προπαρασκευήν ex προπαρασκευεῖν corr. M 6 ἄλληλα scripsi: ἄλλην M 7 προστίθεται (sed σ eras) M 9 φασι] φησι M 12 εἴρηται] p. 26,19 21 λέξιν scripsi: τάξιν M ἑκάστων scripsi: ἑκάστην M 23 tit. inserui (cf. p. 26,3) 25 ἰαμβλίχειος EI.: ἰαμβλίχιος M 31 ἐφαφμοῖ M 31.32 σολυκίζ. M 34 καταγιγνώσκ. scripsi: καὶ γιγνώσκ. M στοτέλης ἐνταῦθα, πῶς οὐκ ἔστι δῆλον ὅτι περὶ τῶν τριῶν ἐστιν αὐτῷ ὁ σκοπός; καὶ ταῦτα μὲν περὶ τῆς ἐκφάνσεως τοῦ σκοποῦ.
Ζητοῦσι δέ τινες 1 ὅ τι δήποτε εἶπεν ὁμώνυμα καὶ οὐκ ὁμώνυμον 28r ἑνικῶς. καί φαμεν ὅτι εἰκότως· ἡ γὰρ ὁμωνυμία τοὐλάχιστον ἐν δύο πράγμασι θεωρεῖται. πάλιν ζητοῦσι διὰ τί εἰρηκὼς ὁμώνυμα πληθυντικῶς ἐπήγαγεν τὸ λέγεται, ὅπερ ἐστὶν ἑνικόν. καί φαμεν ὅτι τὸ τοιοῦτον ἀττικόν ἐστι σχῆμα, εὑρισκόμενον καὶ παρὰ Πλάτωνι καὶ παρὰ ῥήτορσι, φημὶ δὲ τὸ πληθυντικοῖς οὐδετέροις ἑνικὰ συντάττειν ῥήματα. ἢ οὗν τοῦτο, ἢ ὅτι ἔχουσι τὰ ὁμώνυμα τὴν ταὐτότητα, τοῦτ’ ἔστι τὴν κοινωνίαν τοῦ ὀνόματος, καὶ τούτου χάριν ὡς περὶ ἑνὸς διαλεγόμενος διὰ τὴν ταυτότητα του ὀνόματος ἑνικῇ χρησάμενος φωνῇ εἶπεν λέγεται, τοῦτ’ ἔστι τὰ ὁμώνυμα πολλὰ πράγματα ὄντα ἑνὶ ὀνόματι ἀνομάζονται. καλῶς δὲ εἶπεν τὸ λέγεται· ὅπου μὲν γὰρ καὶ αὐτὸς ὀνοματοθέτης γίνεται, τότε τὸ λέγω τίθησιν ἢ τὸ κλῶ. οὕτω καὶ ἐν τοῖς Προτέροις ἀναλυτικοῖς λέγει· “ ὅρον δὲ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις”· τῷ γὰρ ὄντι αὐτὸς πρῶτος τὸ μέρος τῆς προτάσεως ὅρον ὠνόμασεν. ὅτε δὲ συνειθισμένον τῇ παλαιᾷ χρήσει λέγει ὄνομα, τότε τίθησι τὸ λέγεται ἢ τὸ καλεῖται, ὥσπερ κἀνταῦθα πεποίηκεν ἐπὶ τῶν ὁμωνύμων, οὐκ ἀνασχόμενος σφετερίσασθαι τὰ τῶν παλαιῶν· οὐδὲ γὰρ αὐτὸς ἦν πρῶτος πατὴρ τῇς λέξεως, ἀλλ’ ᾔδει καὶ παρ’ Ὁμήρῳ κειμένην αὐτήν, ἔνθα φησὶ περὶ τῶν Αἰάντων ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι. ἰστέον δὲ ὅτι ὅ ἐστιν ἀμφιβολία ἐν τοῖς λόγοις, | τοῦτό ἐστιν ὁμωνυμία ἐν 28v τοῖς ὀνόμασι· ἡ γὰρ ἀμφιβολία ἐν τοῖς λόγοις θεωρεῖται κατὰ τὴν διάφορον στιγμήν, οἷον ὡς ἐπὶ τούτου τοῦ παραδείγματος ‘ἐγώ σε ἔθηκα δοῦλον ὄντα ἐλεύθερον’ . δύναται δὲ ἡ παροῦσα λέξις κατὰ διάφορον στιγμὴν ποῦ μὲν δηλῶσαι ὅτι ‘ἐγὼ δοῦλόν σε ὄντα, ἐποίησα ἐλεύθερον’, ποῦ δὲ δηλῶσαι ὅτι ‘ἐγώ σε ἐλεύθερον ὄντα, ἐποίησα δοῦλον’. εἰ μὲν γὰρ εἴποιμεν οὕτως ‘ ἐγώ σε ἔθηκα δοῦλον, ὄντα ἐλεύθερον’, τοῦτο δηλοῖ ὅτι ἀπ’ ἐλευθέρου δοῦλον ἐποίησα, εἰ δὲ εἴποιμεν οὕτως ὅτι ‘ἐγώ σε ἔθηκα, δοῦλον ὄντα, ἐλεύθερον’, τοῦτο δηλοῖ ὅτι δοῦλον ὄντα ἐλεύθερον ἐποίησα.
p. 1a1 Ὧν ὄνομα μόνον κοινόν.
Ζητοῦσιν ἐνταῦθά τινες ὅτι διὰ τί εἶπεν ὧν καὶ μὴ εἶπεν οὗ. ἀλλἔστιν πρὸς τούτους εἰπεῖν ὅτι ἐπειδὴ τὰ ὁμώνυμα τοὐλάχιστον ἐν δύο πράγμασι θεωρεῖται, τούτου χάριν εἶπεν ὧν καὶ οὐκ εἶπεν οὗ. ἰστέον δὲ ὅτι τὸ ὧν δοκεῖ μὲν ἀναφορικὸν εἶναι ἄρθρον, οὐκ ἀναπέμπει δὲ ὑπὸ τὸ λεγόμενον, ἀλλὰ πρὸς τὸ νοούμενον, τοῦτ’ ἔστι πραγμάτων καὶ οὐκ ὀνομάτων· εἰ γὰρ ‘ ὧν ὀνομάτων’, εὑρεθήσονται τῶν ὀνομάτων ὀνόματα, ὅπερ ἄτοπον·
p. 1a1 Ὧν ὄνομα μόνον κοινόν.
Τί φησιν ὀ Ἀριστοτέλης; ἐν ὀνόμασι μόνον ἠ ὁμωνομία; καίτοι γε καὶ ἐν τοῖς ῥήμασίν ἐστιν· αὐτίκα γοῦν τὸ ἐρῶ ῥῆμα ὂν ὁμώνυμόν ἐστιν· σημαίνει γὰρ ποτὲ μὲν τὴν ἐρωτικὴν διάθεσιν ποτὲ δὲ τὴν λεκτικὴν ἐνέργειαν. ὁμοίως τὸ ὁρῶ ὁμώνυμόν ἐστι· καὶ γὰρ καὶ τὸ θεωρῶ καὶ τὸ βλέπω σημαίνει. εἰ τοίνυν καὶ ἐν τοῖς ῥήμασίν ἐστιν | ἡ ὁμωνυμία, τί 29r δήποτε εἶπεν ὧν ὄνομα μόνον; πρὸς τοῦτό φαμεν ὅτι διττὸν τὸ ὄνομα· τὸ μὲν πτωτικόν, ὃ καὶ τοῖς γραμματικοῖς ἔθος καλεῖν οὕτω, τὸ δὲ φερόμενον κατὰ πάσης λέξεως σημαινούσης τι· οὕτω γὰρ καὶ ὁ Μένανδρος ἐν προοιμίοις τῆς Λευκαδίας ὀνόματα ἐκάλεσεν πᾶσαν λέξιν, καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ ἑρμηνείας ὀνόματα καλεῖ πᾶσαν λέξιν, ὡς σὺν θεῷ μαθησόμεθα. ἀμέλει τοι καὶ ἡμεῖς κατὰ τοῦτο τὸ σημαινόμενόν φαμεν καλοῖς ὀνόμασι κεχρῆσθαι τὸν Πλάτωνα ἀντὶ τοῦ καλαῖς λέξεσι· οὐ γὰρ μόνοις ὀνόμασιν ἐχρήσατο, ἀλλὰ καὶ λέξεσιν πολλαῖς.
p. 1a1 Ὧν ὄνομα μόνον κοινόν.
Τὸ μόνον διχῶς λέγεται· ἢ τὸ μοναδικόν, ὥσπερ λέγομεν ἕνα μόνον ἥλιον, ἢ τὸ πρὸς ἀντιδιαστολὴν τῶν ὁμοίως λεγομένων, ὥσπερ λέγομεν ἀπιέναι, εἰ τύχοι, τὸν Ἀχιλλέα ἐν πολέμῳ δόρυ μόνον ἔχοντα, οὐχ ὅτι ἐσθῆτα οὐκ εἶχεν ἡ χεῖρας καὶ σκέλη καὶ ἁπλῶς τὰ λοιπὰ μόρια τοῦ σώματος, ἀλλ’ ὅτι οὐδὲν ἕτερον τῶν πολεμικῶν ὀργάνων εἶχεν, οἷον ἀσπίδα ἢ βέλη ἢ ἄλλο τι τῶν τοιούτων. διχῶς τοίνυν λεγομένου τοῦ μόνου εἴληπται τῷ Ἀριστοτέλει τὸ μόνον κατὰ τὸ δεύτερον σημαινόμενον, ὡς δηλοῖ ἐπιφέρων καὶ λέγων ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, τοῦτ’ ἔστιν ὁ ὁριστικὸς λόγος ἕτερος.
p. 1a1 Κοινόν.
Τὸ κοινὸν τετραχῶς λέγεται· ἢ τὸ μὴ πεφυκὸς διαιρεῖσθαι· τοιαῦτα δέ ἐστι πάντα, ὧν ἡ χρῆσίς ἐστι κοινή, οἷον δοῦλος, αὐλός, ἵππος. λέγεται πάλιν κοινὸν καὶ τὸ μεριστόν, ὃ καὶ σώζεται μετὰ τὴν διαίρεσιν, ὥσπερ λέγομεν κοινὸν τὸν ἀγρόν. κατὰ δὲ τὸ τρίτον σημαινόμενον λέγεται | κοινὸν 29v τὸ ἐν προκαταλήψει, ὥσπερ φαμὲν τὸ βαλανεῖον κοινὸν καὶ τὸ θέατρον· ταῦτα γὰρ κοινὰ ὄντα τοῦ πρικαταλαμβάνοντος ἴδια λέγονται εἶναι. κτὰ δὲ τὸ τέταρτον σημαινόμενον λέγεται κοινὸν τὸ ὅλον ἑαυτὸ παρέχον ἑκάστῳ τῶν μετεχόντων αὐτοῦ, ὥσπερ λέγομεν κοινὸν τὸ ζῷον, ἐπειδὴ οὐκ ἄν τις εἴποι τὸν μὲν ἄνθρωπον μέρος αὐτοῦ μετέχειν τὸν δὲ ἵππον μέρος, ἀλλ’ ἕκαστον τῶν εἰδῶν ὅλου μετέχει τοῦ ζῴου. οὕτω καὶ ἡ τοῦ κήρυκος φωνὴ ἐπίσης ὅλην ἑαυτὴν 3 ὃν M2: ὦν M1 11 Μένανδρος] Com. Att. frg. Ill p. 88 (Kock) 13 ἐν τῷ Περὶ ἑρμ.] p. 16b19 (cf Ammon. comm. p. 45,15) 21 σκέλλη M 34 ἑαυτῶ M 37 ἑαυτὴν scripsi: ἑαυτῇ M παρέχει ἑκάστῳ τῶν ἀκουόντων αὐτῆς. ἐνταῦθα οὖν κατὰ τὸ τέταρτον σημαινόμενον εἴρηται τῷ Ἀριστοτέλει τὸ κοινόν· τὸ γὰρ Αἴας ὄνομα ἐπίσης ὅλον ἑαυτὸ μεταδίδωσι τοῖς μετέχουσιν αὐτοῦ.
p. 1a1 Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος.
Ἀξιοῦσί τινες ζητεῖν τί δήποτε φιλοσύντομος ὢν ὁ Ἀριστοτέλης μὴ εἶπεν ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν ἐσιώπησεν, ἀλλ’ ἐπήγαγεν προσθήκην τῷ λόγῳ τὴν λέγουσαν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος· εἰρηκὼς γὰρ ὧν ὄνομα μόνον κοινόν πάντως προσυπακοῦσαι δεῖ ὅτι κατὰ τὰ ἄλλα πάντα διαφέρουσιν. αὕτη μὲν οὖν μία ζήτησις. δευτέραν δὲ ζήτησιν προβάλλονται τοιαύτην· φασὶ γὰρ ὅτι διὰ τί μὴ εἶπεν ‘ ὁμώνυμα λέγεται ὧν οἱ ὁρισμοὶ διάφοροι μόνοι)· πάντως γὰρ ἦν πάλιν προσυπακοῦσαι ὅτι κατὰ τὰ ἄλλα πάντα διαφέρουσιν· εἰ τοίνυν ἦν δυνατὸν διὰ τῆς μνήμης τοὐ ἑνὸς λοιπὸν καὶ τὸ ἕτερον ἡμᾶς προσυπακούειν, τί δήποτε τὰ δύο συμπλέξας εἶπεν ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ ka | τὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος; αὕτη 30r μὲν οὖν ἡ ζήτησις, πρὸς ἥν φαμεν πρῶτον μὲν ὅτι γιγνώσκει ὁ Ἀριστοτέλης πρὸς εἰσαγομένους τὸν λόγον ποιούμενος, καὶ τούτου χάριν σαφηνείας ἀντιποιεῖται. δεύτερον ὅτι ὡς τεχνικὸς ὁ Ἀριστοτέλης τοῦτο πεποίηκεν· εἰ γὰρ εἶπεν ὄνομα ὄνομα μόνον κοινόν’ καὶ τὰ λοιπὰ ἐσιώπησεν, εὑρίσκοντο ἂν καὶ τὰ ὁμώνυμα μὴ ὁμώνυμα καὶ τὰ μὴ ὁμώνυμα ὁμώνυμα· ὁ γὰρ Πλατῶν καὶ Ἀλκιβιάδης. μὴ ὄντες ὁμώνυμοι, ὁμώνυμοι ἄν εὑρέθησαν ἔχοντες κοινὸν ὄνομα τὸ τοῦ ἀνθρώπου. εἰ δὲ κτὰ τοῦτο τὸ ὄνομα, φημὶ δὲ τὸ τοῦ ἀνθρώπου, ἦσαν ὁμώνυμοι, ἔμελλον <δ'> ἔχειν καὶ λόγον τὸν αὐτόν, ἤγουν τοῦ ἀνθρώπου ἄμφω γὰρ ζῷα λογικὰ θνητά), ηὑρίσκοντο τὰ τοιαῦτα ὁμώνυμα μὴ ὁμώνυμα ἀλλὰ συνώνυμα. οὕτω μὲν οὖν πρὸς τοιοῦτο. πρὸς δὲ τὸν λόγον τὸν λέγοντα ὅτι διὰ τί μὴ εἷπεν ‘ ὁμώνυμα λέγεται ὧν οἱ ὁρισμοὶ μόνοι διάφοροι’, φαμὲν ὅτι ἐν ἦν τοῦτο εἰρηκώς, ηὑρίσκοντο τὰ συνώνυμα μὴ συνώνυμα· διττῆς γὰρ οὔσης τῆς οὐσίας τοῦ ἀτόμου, τῆς μὲν πόρρω, καθὰ ζῷον λογικὸν θνητόν φαμεν, τῆς δὲ προσεχοῦς, καθὰ λέγεται Σωκράτης φαλακρὸς προγάστωρ φιλόσοφος· εἰ οὗν εἶπεν μόνον ὅτι ὁμώνυμα λέγεται ὧν ὁ ὁρισμὸς διάφορος, ὁ Σωκράτης ηὑρίσκετο ἄν μὴ συνώνυμος τῷ ζῴῳ ὡς ἔχων ὁρισμὸν περιττὸν τοῦ ζῴου, ὅπερ ἦν ἄτοπον· τὰ γὰρ γένη, ὡς εἴρηται, συνωνύμως κατηγορεῖται τῶν ὑπ’ αὐτὰ εἰδῶν.
Ἀλλ’ οὐ μέχρι τούτου ἵστανται ἀποροῦντες, ἀλλ’ ἐπεκτείνουσι τὰς ἀπορίας λέγοντες διὰ τί εἶπεν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας 10 δεῖ] conicias κελεύει, nisi forte participium εἰρηκώς libere posuit ut p. 22,13. 14 post πάντως addita εἰ ἄνθρωπον del. M 11 φησὶ M 12 πάντως scripsi: πάντα M (cf. V. 9) 18 σαφηνίας M 24 δ’ inserui 26 τοιοῦτο scrips: τὸ τοῦτο M 29 μὴ συνώνυμα in mrg. suppl. Μ2 33 ὡς superscr. M2: ἀλλ’ M1 34 εἴρηται] p. 27,38 ἕτερος· χρῆν γὰρ οὕτως εἰπεῖν ὁ δὲ κατὰ τοὔνομα λόγος ἕτερος’, ἢ οὕτως ‘ ὁ δὲ λόγος | τῆς οὐσίας ἕτερος’. τίς οὖν χρεία τῆς τοσαύτης ἀχριβείας; 30v ἵνα τοίνυν τὰ λεγόμενα νοήσωμεν, εἴπωμεν οὕτως· ἡ λέξις ἐπιδέχεται καὶ ἴδιον λόγον ὡς λέξις, ἐπιδέχεται καὶ ὡς πρᾶγμα σημαίνουσα· πρᾶγμα δὲ ἡ προσεχὲς ἢ πόρρω. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· ἡ Αἴας φωνὴ ἔχει καὶ ἴδιον λόγον ὡς λέξις, καθ’ ἣν λέγεται ὁμώνυμος οὖσα, ὄνομα ἀρσενικὸν δισύλλαβον μακροκατάληκτον, καὶ ὅσα τοιαῦτα. ἐπιδέχεται δὲ καὶ ὡς σημαίνουσα πρᾶγμα, ὡς ἔφην, ἢ προσεχὲς ἢ πόρρω· προσεχὲς μὲν σημαίνει, εἰ τύχοι, τὸν Τελαμῶνος υἱὸν ἢ τὸν Ὀιλέως (οὐδὲν γάρ μοι διαφέρει), πόρρω δὲ σημαίνει τὸν ἄνθρωπον. ὅτε οὖν εἴπῃ ὁ Ἀριστοτέλης κατὰ τοὔνομα λόγος τῆς οὐσίας, τὸ πρᾶγμα λέγει τὸ προσεχῶς ὑπὸ τοῦ ὀνόματος σημαινόμενον. εἰ τοίνυν εἶπεν ‘ ὁ δὲ κατὰ τοὔνομα λόγος ἕτερος’ παραλείψας ‘ τῆς οὐσίας’, ἠλέγχετο ἀπὸ τοῦ λόγου τῆς λέξεως· οὐδὲ γὰρ πάντων τῶν ὁμωνύμων λόγος ἕτερος, τοῦτ’ ἔστιν ὁ λόγος τῆς λέξεως· ἰδοὺ γὰρ τὸ Αἴας ἐν ἀμφοτέροις τὸν αὐτὸν ἐπιδέχεται λόγον ὡς λέξις. τὸ ἄρα τῆς οὐσίας ὄνομα παραλειφθὲν ἀπεπλάνα ἡμᾶς περὶ τὴν λέξιν. πάλιν εἰ εἶπεν ‘ ὁ δὲ λόγος τῆς οὐσίας ἕτερος’ παραλείψας τὸ κατὰ τοὔνομα’, ἀνατρέχοντες ἐπὶ τὰ πόρρω τῶν σημαινομένων ἐδοκοῦμεν ἐλέγχειν τὸν λόγον, οἷον ὡς ἂν εἴποι τις ὅτι ὁ Τελαμώνιος καὶ Ὀιλέως ὄνομα ἔχουσι κοινόν, τὸ Αἴας, καὶ ὁ λόγος τῆς οὐσίας αὐτῶν <κοινὸς> καθὸ ἄνθρωποι. ἵνα οὗν μήτε εἰς τὴν λέξιν μήτε εἰς τὴν πόρρω σημασίαν ἀποπλανηθῶμεν, προσέθηκεν ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, τοῦτ’ ἔστιν ἔδει τῆς λέξεως ἀποστάντας τὴν οὐσίαν ζητεῖν, οὐσίαν δὲ οὐ τὴν τυχοῦσαν, ἀλλ’ ἣν προσεχῶς καὶ κυρίως | σημαίνει τὸ προκείμενον εἰς ζήτησιν. κα· 31r λῶς δὲ εἶπεν λόγον καὶ οὐχ ὁρισμὸν ἢ ὑπογραφήν, τὸ κοινῶς κατηγοροῦ· μένον κατὰ ἀμφοτέρων, ὁρισμοῦ φημι καὶ ὑπογραφῆς· οὐδὲ γὰρ πάντα τὰ πράγματα ὁρισμὸν ὑποδέχονται, ὡς δηλοῖ τὰ γενικώτατα καὶ τὰ ἄτομα· τὰ μὲν γὰρ γενικώτατα οὐκ ἐπιδέχονται ὡς μὴ ἔχοντα γένη πρὸ αὐτῶν, τὰ δὲ ἄτομα ἰδιαιτατα διαφοράς.
Ἀξιοῦσιν ἐνταῦθα ζητεῖν τί δήποτε εἶπεν τῆς οὐσίας· καὶ γὰρ ὁρῶμεν ὅτι οὐ μόνον ἐν οὐσίαις ἐστὶν ἡ ὁμωνυμία, ἀλλὰ καὶ ἐν συμβεβηκόσι· τὸ γὰρ ὀξὺ ὁμώνυμόν ἐστιν· σημαίνει γὰρ ἐν μὲν ποσοῖς τὸν ὄγκον, ὡς λέγομεν ὀξεῖαν εἶναι τὴν μάχαιραν, ἐν δὲ ποιοῖς τὸν χυμόν, ὥσπερ λέγομεν τόδε τὸ ἔδεσμα ὀξὺ εἶναι. πρὸς τοῦτο ῥητέον ὅτι διπλῆ ἐστιν ἡ οὐσία· ἡ μὲν πρὸς ἀντιδιαστολὴν λεγομένη τῶν συμβεβηκότων, ἥτις καὶ μία ἐστὶ τῶν δέκα κατηγοριῶν, ἥτις καὶ αὐθυπόστατός ἐστιν, ἡ δὲ κατὰ πάντων τῶν ὄντων φερομένη, ἅτε δὴ τὴν ὕπαρξιν ἑκάστου οὐσίαν ὀνομαζόντων ἡμῶν. οὐσίαν οὖν φησιν ὁ Ἀριστοτέλης οὐ τὴν ἀντικιαστελλομένην τοῖς συμβεβηκόσιν, ἀλλὰ τὴν κοινὴν τὴν κατηγορουμένην κατὰ πάντων, καθ’ ἣν λέγομεν καὶ τὰ συμβεβηκότα ὑπάρχειν ἐν τοῖς οὖσι καὶ ἔχειν ὕπαρξίν τινα.
p. 1a1 ῾Ο δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος.
Ζητοῦσί τινες τί δήποτε εἰ ἀντιτέτακται τῷ κοινῷ τὸ ἴδιον, εἰρηκὼς ὧν ὄνομα μόνον κοινόν μὴ ἐπήγαγεν ῾ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἴδιος᾿, ἀλλ’ εἶπεν ἕτερος, ᾧτινι ἀντίκειται τὸ ταὐτόν· τὸ γὰρ ταὐτὸν τῷ ἑτέρῳ ἀντίκειται. | φαμὲν οὖν πρὸς τοῦτο ὅτι βουλόμενος ἡμᾶς 31v ὀξῦναι ὁ Ἀριστοτέλης ἀφ’ ἑκατέρας ἀντιθέσεως ἑνὸς ἐμνημόνευσεν, κελεύσας ἡμᾶς προσυπακούειν τὰ ἄλλα. ἀλλ’ ἐπειδὴ ταῦτα εἴρηται, ῥητέον τι. ἐφ’ ᾧ καταπαύσομεν τὴν παροῦσαν θεωρίαν. ἰστέον τοίνυν ὅτι ὁ μὲν Ἀριστοτέλης μόνῃ τῇ κοινωνίᾳ τοῦ ὀνόματος ἐχαρακτήρισεν τὰ ὁμώνυμα, οἱ. δὲ ἐξηγηταὶ καὶ ἄλλας παρατηρήσεις λέγουσιν ἔχειν τὰ ὁμώνυμα· δεῖ γάρ. φασίν, καὶ γραφὴν τὴν αὐτὴν ἔχειν τὰ ὁμώνυμα καὶ τὸν αὐτὸν τόνον καὶ τὴν αὐτὴν πτωσιν καὶ τὸ αὐτὸ πνεῦμα· ἀμέλει τοι τὸ κενὸν οὐκ ἔσται ὁμώνυμον, ἐπειδὴ τὸ μὲν διὰ τοῦ ἑ γράφεται καὶ σημαίνει τὸ μάταιον, τὸ δὲ διὰ τῆς ἁ] διφθόγγου <καὶ> σημαίνει τὸ νέον. οὕτω καὶ τὸ ῾ἀργος᾿ οὐκ ἔσται ὁμώνυμον, ἐπειδὴ τὸ μὲν ὀξυτόνως ἀναγινωσκόμενον σημαίνει τὸν ῥάθυμον, τὸ δὲ παροξυτόνως σημαίνει τὴν πόλιν καὶ τόνῳ διακρίνεται. οὐδὲ μὴν ἡ ἐλάτης φωνὴ ὁμώνυμος ἔσται, ἐπειδὴ τῇ πτώσει διακρίνεται· σημαίνει γὰρ τὸν ἐλάτην, ἄνδρα τὸν ἀπὸ Ἐλαίας τῆς πόλεως τῆς Ἰταλίας, ἀλλὰ δὴ καὶ τὸ φυτόν· ὅτε μὲν γὰρ πρὸς γενικὴν θηλυκοῦ ὀνόματος συντέτακται, σημαίνει τὸ φυτόν (ἡ ἐλάτη γὰρ τῆς ἐλάτης), ὅτε δὲ πρὸς εὐθεῖαν πτῶσιν, σημαίνει τὸν πολίτην· ὁ ἐλάτης τοῦ Ἐλάτου. ὁμοίως τὸ ῾αζομένη᾿ οὐκ ἔστιν ὁμώνυμον, ἐπειδὴ οὐκ ἔχει τὸ αὐτὸ πνεῦμα· δασυνόμενον γὰρ σημαίνει τὸ ἐντρεπομένη, ὅθεν καὶ ὁ ποιητής φησι ἁζόμενοι Δῖός υἱόν, ψιλούμενον δὲ τὴν ξηρότητα σημαίνει, ὡς καὶ αὐτὸς πάλιν ὁ ποιητής φησιν ἡ μέν τ’ ἀζομένη κεῖται ποταμοῖο παρ’ ὄχθας. καὶ οὗτοι μέν εἰσιν οἱ προσδιορισμοὶ τῶν ὁμω|νύμων οἱ εἰωθότες λέγεσθαι. 32r ὁ δὲ φιλόσοφος καὶ ἄλλους προσδιορισμοὺς ἀπέθετο λέγων ὅτι δεῖ τὰ όμώνυμα ἔχειν πρὸς τοῖς εἰρημένοις καὶ τὸ <αὐτὸ> μέρος τοῦ λόγου, ὑφ’ ὃ ἀνάγονται, καὶ τὸ αὐτὸ γένος· ἰδοὺ γὰρ τὸ ἔχεις οὐκ ἔστιν ὁμώνυμος φωνή, διότι οὐχ ὑπὸ τὸ αὐτὸ μέρος τοῦ λόγου ἀνάγονται· τὸ μὲν γὰρ κατὰ τῶν ὄφεων φερόμενον ὀνόματός ἐστι καὶ πληθυντικοῦ ἀριθμοῦ καὶ πτώσεως εὐθείας, τὸ δὲ ἐπὶ τῆς κτήσεως ῥήματος ἐνεργητικοῦ· ἔχω, ἔχεις, ἔχει. ἀλλ’ οὐδὲ τὸ φάρος ὁμώνυμόν ἐστιν, ἐπειδὴ μὴ κατὰ τὸ αὐτὸ <γένος> λέγονται· φάρος μὲν γὰρ ἡ πόλις θηλυκῶς, οὐδετέρως δὲ τὸ ἱμάτιον. ἐν τούτοις οὖν περιγράφεται ἡ προκειμένη ἡμῖν εἰς ἐξέτασιν θεωρία.
<Θεωρία η΄.>
p. 1 a 2 Οἶον ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον.
ἐπειδὴ παπραδείγματι κέχρηται ὁ φιλόσοφος ἐπὶ τῶν ὁμωνύμων, Τὸ δὲ παράδειγμα μερικὸν ὂν οὐ δύναται ἐξισωθῆναι παντὶ μέρει ἐκείνου οὗ ἐστι παράδειγμα φέρε ἐκ διαιρέσεως περιλάβωμεν τὰ εἴδη τῶν ὁμωνύμων, ἵνα ἐσόμεθα εἰδότες καὶ ὑπὸ ποῖον μέρος ἀνάγεται τῶν ὁμωνύμων τὸ παράδειγμα Ἀριστοτέλους. τῶν τοίνυν ὁμωνύμων τὰ μέν ἐστιν ἀπὸ τύχης, τὰ δὲ ἐκ διανοίας λαμβάνεται. καὶ ἀπὸ τύχης ἐστὶν ὁμώνυμα, ὡς ὅταν ἐν διαφόροις τόποις οἰκοῦντές τινες τῷ αὐτῶ ὀνόματι προσαγορεύωνται ἀμφότεροι, πρὸς οὐδένα σκοπὸν ἀφεωρακότων τῶν τὰ ὀνόματα θεμένων· οἷον <εἰ τύχοι> ὄντα τινὰ ἐν Πέρσιδι λέγεσθαι Σωκράτην, ὄντα δὲ ἐν Ἀθήναις, οὐ διὰ αὐτὴν τὴν διάνοιαν ἑκατέροις κειμένου τοῦ ὀνόματος, ἀλλὰ κατά τινα τύχην. ἀλλὰ τούτων τῶν κατὰ τύχην οὐκ ἔστι διαίρεσις, διόΤι αἰ διαιρέσεις ἢ ἀπὸ τέχνης ἢ ἀπὸ· ἐπιστήμης | προβάλλονται, τὰ δὲ κατὰ 32v τύχην οὐδὲ τέχνῃ, πολλῷ δὲ μᾶλλον οὐδὲ ἐπιστήμη ὑποπέπτωκεν διὰ τὸ τὰς μὲν τέχνα καὶ τὰς ἐπιστήμας ὡρισμένας εἶναι, τὰ δὲ κτὰ τύχην ἀόριστα εἶναι, τὰ δὲ ἀόριστα διαιρέσει οὐχ ὑποβάλλονται. καὶ ὅτι ταῦτα οὕτως ἔχει, δηλοῖ καὶ #x003E; ἐν Γοργίᾳ Σωκράτης· ἐμπειρία· γάρ <φησι> τὸ ἡμέτερον σῶμα συνίστησι κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην. τὰ δὲ ἀπὸ διανοίας ὁμώνυμα διαιροῦνται· ἢ γὰρ ἀλλήλοις ἐστὶν ὁμώνυμα καὶ τῷ ὄντι ὁμώνυμα, ἢ ἀλλήλοις μέν ἐστιν ὁμώνυμα τῷ δὲ ἀφ’ οὗ παρώνυμα. καὶ τοῦτο διχῶς· ἡ ὡς ἀπὸ ποιητικοῦ αἰτίου ἢ ὡς ἀπὸ τελικοῦ. ἀπὸ μὲν ποιητικοῦ, ὡς ὅταν εἴπωμεν ἰατρικὸν σμιλίον, ἰατρικὸν βιβλίον (ταῦτα γὰρ ὡς ἀπὸ ἰατρικῆς ποιητικῆς ὀνομάζεται), ἀπὸ δὲ τελικοῦ, ὡς ὅταν εἴπωμεν ὑγιεινὸν σιτίον, ὑγιεινὸν φάρμακον, ὑγιεινὸν ποτόν· ἀπὸ γὰρ τῆς ὑγείας, ὅπερ ἐστὶ τελικὸν τῆς ἰατρικῆς, ταύτην τὴν προσηγορίαν εἰλήφασι. διὸ καὶ εἰκότως καλοῦνται ταῦτα ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· τὰ μὲν γὰρ ὡς ἀπὸ ποιητικοῦ αἰτίου παρηγμένα καλοῦνται ἀφ’ ἑνός, τὰ δὲ ὡς ἀπὸ τελικοῦ πρὸς ἕν, ἐπειδὴ πρὸς ἓν τέλος ἀφορᾷ τὰ εἰρημένα πάντα ἓξ ὁμοῦ, τὴν ὑγείαν φημί. καὶ οὕτω μὲν τὰ ἀλλήλοις ὁμώνυμα, τῷ δὲ ἀφ’ οὗ παρώνυμα. τὰ δὲ ἀλλήλοις ὁμώνυμα <καὶ τῷ ὄντι ὁμώνυμα> διαιροῦνται κατὰ τὴν τριμέρειαν τοῦ χρόνου· ἢ γὰρ πρὸς τὸν παρεληλυθότα λέγεται, καί εἰσι ταῦτα κατὰ ἀνάμνησιν λεγόμενα ὡς ὅτε τις τῷ τοῦ πάππου ὀνόματι τὸν υἱὸν προσαγορεύσῃ εἰς ἀνάμνησιν ἐκείνου, ἢ πρὸς τὸν μέλλοντα καὶ ποιεῖ τὸ κατ’ ἐλπίδα, | ὡς εἴ τις τὸν ἑαυτοῦ υἱὸν Σωκράτην ὀνομάσῃ ἢ 33r Πλάτωνα, τοιοῦτον αὐτὸν ἐλπίζων γενέσθαι οἷοι ἐκεῖνοι γεγόνασι, ἢ πρὸς 1 tit. inserui (cf. p. 28,23) 5 περιλάβ.] παραλάβ. M 7.8 τὰ δε—τύχης in mig. suppl. M 9 προσαγορεύονται M 11 εἰ τύχοι ex Philop. p. 21,16 inserui 16 ὁρισμένας M 18 ὁ inseiuit Vitelli (cf. Amm. in luterpr. p. 47,3) Γοργίᾳ] p. 448 C (cf. El. p. 140,3) φησι addidi 20. 31 ὄντι] an ἀφ’ οὗ? 21 τῶ Μ2: τὸ M1 23 σμηλίον M 25 σιτεῖον M 29 ἓξ] corrigas τρία (cf. v. 25) 30 τῷ] τὸ M (cf. V. 21) 31 καὶ τῷ ὄντι ὀμ. inserui (cf. v. 20) 34 προσαγορεύσῃ scripsi: προσαγορεύσει M 35 ὀνομάσῃ El.: ὀνομάσει M τὸν ἐνεστῶτα. καὶ τοῦτο τριχῶς· ἢ κατὰ μέθεξιν ἢ κατὰ μεταφορὰν ἢ καθ’ ὁμοιότητα. κατὰ μέθεξιν μέν, <ὡς <ὡς λέγομεν> γραμματικὴν ἀπὸ τῆς γραμματικῆς τέχνης ἢ μουσικὴν ἀπὸ τῆς μουσικῆς, κατὰ μεταφορὰν δὲ ὡς ποιμένα λαῶν, κορυφὴν ὄρους, πόδας Ἴδης. ἔστι δὲ ἡ μεταφορά, ὥς φησιν ὁ Θεμίστιος, σύντομος ἀναλογία. καὶ ἀληθεύει ὁ ἀνὴρ λέγων τοῦτο· τῆς γὰρ ἀναλογίας λεγούσης ὅτι ὥσπερ ποιμὴν ἐν ποιμνίῳ, οὕτω βασιλεὺς ἐν ἀνθρώποις, ἡ μεταφορὰ ἀφ’ ἑκατέρας συστοιχίας ἓν λαβοῦσα συνέπλεξε συντόμως καί φησι τὸν βασιλέα ποιμένα λαῶν. τὸ δὲ καθ’ ὁμοιότητα διχῶς· ἡ πρὸς τὴν γνῶσιν τῆς ζωῆς, ὡς ὅτε μαθητὴν τῷ τοῦ διδασκάλου ὀνόματι προσαγορεύσῃ τις, οἷον Θεαίτητον Σωκράτην διὰ τὸ ἐοικέναι αὐτῷ κατά τε τὴν γνῶσιν τῆς ζωῆς καὶ τὸ ἦθος τῆς ψυχῆς, ἢ πρὸς τὴν μορφήν, ὡς ὅταν εἴπωμεν τὴν εἰκόνα τοῦ Σωκράτους ἐοικέναι τῷ Σωκράτει καὶ καλέσωμεν ταύτην Σωκράτην. ὑπὸ τοῦτο τὸ εἶδος τῶν ὁμωνύμων ἀναφέρεται τὸ παράδειγμα τοῦ Ἀριστοτέλους. |
Ἀλλ’ ἐπειδὴ καὶ ἐν τοῖς συνωνύμοις τοῦ αὐτοῦ μέμνηται παραδείγ- 33v ματος, ἔμφασιν ἡμῖν διὰ τοῦτο διδοὺς ὡς ἔσται τις κοινωνία ὁμωνύμων καὶ συνωνύμων, φέρε τοὺς τρόπους δημοσιεύσωμεν, καθ’ οὗς δύνανται κοινωνεῖν τὰ ὁμώνυμα τοῖς συνωνύμοις. δύναται τοίνυν τὸ αὐτὸ καὶ ὁμώνυμον εἶναι καὶ συνώνυμον τετραχῶς· ἢ γὰρ τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ καὶ ὁμώνυμόν ἐστι καὶ συνώνυμον, ἡ τὸ αὐτὸ ἄλλῳ καὶ ἄλλῳ κατ’ ἄλλο καὶ ἄλλο ὁμώνυμόν ἐστι καὶ συνώνυμον, ἢ τὸ αὐτὸ ἄλλῳ καὶ ἄλλῳ κατὰ τὸ αὐτὸ ὁμώνυμόν ἐστι καὶ συνώνυμον, ἢ τὸ αὐτὸ τῷ αὐτῷ κατ’ ἄλλο καὶ ἄλλο ὁμώνυμόν ἐστι καὶ συνώνυμον· οἷον τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὁμώ-| 34r νυμόν ἐστι καὶ συνώνυμον, ὡς ὅτε δυοῖν προσώποιν ἓν ὄνομα κεῖται τὸ Εὔβουλος, ἀμφότεροι δὲ εἶεν καὶ συνετοί· ἐπὶ γὰρ τούτων τὸ αὐτὸ ὄνομα ἀμφοτέροις καὶ διὰ τοῦτο ὁμώνυμοι, ἀλλὰ γὰρ καὶ διὰ τὸ αὐτὸ ὄνομα συνώνυμοι· εἰ μὲν γὰρ ὡς κύριον λάβωμεν τὸ ὄνομα, ὁμώνυμον, εἰ δὲ ὡς προσηγορικόν, συνώνυμον· ἰδοὺ τοίνυν ὁ αὐτὸς Εὔβουλος τῷ αὐτῷ ἀνδρὶ κατὰ τὸ αὐτό, ἤγουν τὸ εὔβουλος, ὁμώνυμόν ἐστι καὶ συνώνυμον. τὸ αὐτὸ ἄλλῳ καὶ ἄλλῳ κατ’ ἄλλο καὶ ἄλλο ὁμώνυμόν ἐστι καὶ συνώνυμον, οἷον Σωκράτης τῇ μὲν ἰδίᾳ εἰκόνι. ὁμώνυμόν ἐστι, τῷ δὲ Πλάτωνι συνώνυμός ἐστι καθὸ ἄνθρωπος· ἰδοὺ ὁ αὐτός, τοῦτ’ ἔστιν ὁ Σωκράτης, ἄλλῳ καὶ ἄλλῳ, τοῦτ’ ἔστι τῇ ἰδίᾳ εἰκόνι καὶ Πλάτωνι, κατ’ ἄλλο καὶ ἄλλο, τοῦτ’ ἔστι κατὰ τὸ Σωκράτης καὶ ἄνθρωπος, ὁμώνυμόν ἐστι καὶ συνώνυμον. τὸ αὐτὸ τῷ αὐτῷ κατ’ ἄλλο καὶ ἄλλο ὁμώνυμόν· ἐστι καὶ συνώνυμον, ὡς Αἴας ὁ Τελαμώνιος τῷ ’Oιλέως Αἴαντι ὁμώνυμόν ἐστι καὶ συνώνυμον, κατὰ μὲν τὸ Αἴας ὁμώνυμον κατὰ δὲ τὸ ἄνθρωπος συνώνυμον· ἰδοὺ ὁ αὐτὸς Αἴας ὁ Τελαμώνιος τῷ αὐτῷ Αἴαντι, τοῦτ’ ἔστι τῷ Ὀιλέως, κατ’ ἄλλο καὶ ἄλλο, τοῦτ’ ἔστι κατὸ τὸ Αἴας καὶ κατὰ τὸ ἄνθρωπος, ὁμώνυμόν ἐστι 2 ὡς λέγομεν ex Philop. p. 22,2 inserui 5 ὁ Θεμίστιος] haud dubie in Categoriarum enarratioue (cf. Zelleri Ph. G. IIIb p. 740) 7 συστοχείας M 9. 10 τῷ . . ὀνόματι προσαγορεύσῃ scripsi: τὸ . . ὄνομα προσαγορεύσοι M 11 κατά τε] κάτε M 13 καλέσομεν M 27 λάβομεν M 39 ἄνθροπος M καὶ συνώνυμον. τὸ αὐτὸ ἄλλῳ καὶ ἄλλω κτὰ τὸ αὐτὸ ὁμώνυμόν ἐστι καὶ συνώνυμον, οἷον ὁ ἄνθρωπος πρὸς μὲν τὴν οἰκείαν παραβαλλόμενος εἰκόνα ἔχει τὸ ζῷον ὁμωνύμως κατηγορούμενον, πρὸς δὲ τὸν βοῦν συνωνύμως· ἰδοὺ ὁ αὐτὸς ἄνθρωπος ἄλλῳ καὶ ἄλλῳ, τοῦτ’ ἔστι τῇ οἰκεία εἰκόνι καὶ τῷ βοί, | κατὰ τὸ αὐτό, ὅπερ ἐστὶ τὸ ζῷον, ὁμώνυμόν ἐστι καὶ συνώνυμον. 34v ὑπὸ τοῦτον τὸν τρόπον τὸ προτεθὲν ἐπὶ ·ἑκάτερον παράδειγμα ὑπὸ τοῦ Ἀριστοτέλους ἀνάγεται.
Ἀλλ’ ἐπειδὴ ταῦτα καλῶς ἡμῖν διακέκριται, φέρε τινὰς ἀπορίας κινήσωμεν, φερομένας κατὰ τοῦ ὁρισμοῦ τῶν ὁμωνύμων, καὶ ταύτας επιλυσώμεθα. καὶ ἔστι πρώτη ἀπορία αὕτη· εἰ τὸ ὁμώνυμον ἐκείνοις, ὧν ἐστιν ὁμώνυμον, καὶ τοῦ λόγου καὶ τοῦ ὀνόματος τοῦ οἰκείου αὐτοῖς μεταδίδωσι, πᾶν δὲ ὃ τοῦ λόγου καὶ τοῦ ὀνόματος τοῦ οἰκείου μεταδίδωσι τοῦτο συνώνυμόν ἐστι, τὰ ὁμώνυμα ἄρα συνώνυμά ἐστι. καί φαμεν πρὸς τὴν ἀπορίαν ταύτην ὅτι οὐδὲν ἄτοπον τὸ αὐτὸ κατ’ ἄλλο καὶ ἄλλο ὁμώνυμον εἶναι καὶ συνώνυμον, ὅπου, ὡς ἐδείχθη, τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὁμώνυμον δύναται εἶναι καὶ συνώνυμον. ἔπειτα δὲ καὶ τὸν παραλογισμὸν ὁ ἀπορῶν λόγος εἴληφεν ἀπὸ τῆς διαφόρου σημασίας τοῦ κοινοῦ· ὁ μὲν γὰρ ὁρισμὸς τῶν ὁμωνύμων κοινὸν ἔλαβεν τὸ ὁλόκληρον ἐν ἑκάστῳ παρόν, ὡς ἐπὶ τῆς τοῦ κήρυκος φωνῆς, ὁ δὲ ἀπορῶν λόγος ἄλλο σημαινόμενον ἔλαβεν τοῦ κοινοῦ, τὸ διαιρετόν· ἀμέλει τῆς Αἴας φωνῆς ὅλης μετέχει ὁ Τελαμώνιος καὶ ὁ Ὀιλέως * * ὁμώνυμος δὲ οὐκ ἂν λεχθείη χωρὶς ἐκείνου· ὥστε πεφώραται παραλογισμός. ἑτέρα ἀπορία· τὰ ὁμώνυμα ὃ τοῖς ἄλλοις δίδωσι τοῦτο καὶ αὐτὰ ἔχει· τί δὲ δίδωσι τοῖς μετέχουσιν; ἢ τὸ εἶναι ὁμώνυμα· ὃν γὰρ τρόπον καὶ τὸ πεντασύλλαβον τοῖς ἄλλοις ὀνόμασι τὸ ταύταις ἀναμε|τρεῖσθαι μεταδίδωσιν, αὐτὸ πρότερον τοῖς πεντασυλλάβοις 35r καταμετρούμενον, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ὁμωνύμων δίκαιον θεωρῆσαι, ὥστε εἶναι αὐτὰ πρῶτον ὁμώνυμα, ὧν ἐστιν ὁμώνυμα· εἰ δὲ τὰ ὁμώνυμα ὁμώνυμά ἐστι, ὡς δέδεικται, τῶν δὲ ὁμωνύμων οὐκ ἔστιν ἀποδοῦναι ὁρισμόν, κακῶς ἄρα ὁ Ἀριστοτέλης πεποίηκεν τῶν ὁμωνύμων ἀποδοὺς ὁρισμὸν τὸν λέγοντα ὧν ὄνομα μόνον κοινὸν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. πρὸς τοῦτό φαμεν ὅτι οὐκ ἀπεικὸς τῶν ὁμωνύμων ἀποδοῦναι ὁρισμὸν ἐξ ὁμωνύμων φωνῶν συγκείμενον, ὅπερ καὶ ἐνταῦθα πεποίηκεν· ἕκαστον γὰρ κείμενον ἐν τῷ ὁρισμῷ ὁμώνυμόν ἐστι· καὶ γὰρ τὸ ὂν δηλωτικὸν ἦν πλειόνων, ἀλλὰ δὴ καὶ τὸ κοινὸν καὶ τὸ μόνον ὁμοίως καὶ ἡ οὐσία. καὶ μὴ θαυμάσῃς, ὅπου γε καὶ τὸ ὑγιαῖνον ὁμώνυμον ὂν καὶ σημαντικὸν ἢ τοῦ φυλακτικοῦ αἰτίου τῆς ὑγείας ἢ τοῦ ποιητικοῦ ἢ τοῦ σημαντικοῦ ἢ τοῦ δεκτικοῦ ὁρισμῷ ὑποβάλλομεν· φαμὲν γὰρ ὑγιεινὸν εἶναι τὸ ἐν συμμετρίᾳ θεωρούμενον. καὶ αὐτὸ δὲ τὸ σύμμετρον ὁμώνυμόν ἐστιν· ἐν πλείοσι γὰρ θεωρεῖται. καὶ ἐν τούτοις ἡ 6 τοῦτον τὸν τρόπον scripsi: τούτων τῶν τρόπων M 9. 10 ἐπιλυσόμεθα 1 15 κατὰ] καὶ Μ1 21 ante ὁμών. lacunain signavi 22 πεφόραται 1 25 an ταῖς πέντε συλλαβαῖς? 31 ἀπεικὼς Μ1 δηλοτικὸν M 39 πλείωσι M ἀγωγὴ τῆς δευτέρας θεωρίας. τρίτη ἀπορία· εἰ ὁμώνυμά ἐστιν ὧν ὄνομα μόνον κοινόν, τὸ ὄνομα τοῦτο τὸ φερόμενον κατὰ τῶν ὁμωνύμων κοινόν ἐστιν ἢ ἴδιον. ** κοινὸν μὲν γὰρ οὐ δύντι εἶναι, διότι ἡ ὁμωνυμία ἐστὶ κυρίων ὀνομάτων ὁμωνυμία· κύριον γὰρ ἑκάστῳ ἐστὶ τὸ Αἴας ὄνομα. εἰ δὲ κυρίων, οὐκ ἔτι κοινόν. ἀλλὰ μὴν οὐδὲ ἴδιον δύναται εἶναι τὸ ὄνομα τὸ φερόμενον κατὰ | τῶν ὁμωνύμων, εἴ γε ὁμωνυμία ἐν κοινωνίᾳ ὀνόματος 35v ἔχει τὸ εἷναι, ὥσπερ ὁ ὁρισμὸς δηλοῖ λέγων ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν· εἰ δὲ μητε ἴδιον μήτε κοινὸν τὸ ὄνομα, οὐκ ἔστιν ὁμωνυμία. πρὸς τοῦτό φαμεν ὅτι καὶ κοινὸν βουλόμεθα εἶναι τὸ ὄνομα καὶ ἴδιον· ἴδιον μὲν ὡς πρὸς τὸν λέγοντα ἐκεῖνος γὰρ οἶδεν κατὰ ποίου σημαινομένου φέρεται τὸ ὄνομα), κοινὸν δὲ πρὸς τὸν ἀκούοντα· τῇ γὰρ κοινωνίᾳ τῆς φωνῆς περιπλανώμενος ἀγνοεῖ κατὰ ποίου σημαινομένου φέρεται τὸ ὄνομα. εἰ δὲ τοῦτο, κακῶς τὴν κοινωνίαν τῶν ὁμωνύμων ἐπὶ τῆς ἀπορίας εἰλήφασιν. ἐπὶ τούτοις καταπαυέσθω μὲν ἡ παροῦσα θεωρία. ἀναγινωσκέσθω δὲ ἡ λέξις.
<Θεωρία θ.>
p. 1a4 Ἐὰν γὰρ ἀποδιδῷ τις τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, ἴδιον ἑκατέρου λόγον ἀποδώσει.
<Λέγει> ὅτι ἐὰν βουληθῇ τις ὁρισμὸν ἀποδοῦναι ἑκατέρου αὐτῶν ὡς ζῴου, ἄλλον καὶ ἄλλον ὁρισμὸν ἀποδώσει, τοῦ μὲν ἀληθινοῦ ἀνθρώπου ὅτι ζῷον λογικὸν θνητόν, τοὐ δὲ γεγραμμένου ζῷον, εἰ τύχοι, γεγραμμένον ἀπὸ χρωμάτων τοίων ἢ τοίων. ζητήσει δὲ ὁ λόγος δι’ ἣν αἰτίαν οὐκ εἶπεν ζῷον εἶναι, ἀλλὰ τὸ ζῴῳ εἶναι. καί φαμεν ὅτι ἐπὶ μὲν τῶν ἁπλῶν πραγμάτων ἀδιάφορόν ἐστιν εἴτε δοτικὴν εἴτε αἰτιατικὴν συντάξομεν μετὰ τοῦ εἶναι ῥήματος, ἐπὶ δὲ τῶν συνθέτων ἄλλο μὲν σημαίνει πρὸς δοτικὴν συνταττόμενον ἄλλο δὲ πρὸς αἰτιατικήν. πρὸς μὲν οὖν αἰτιατικὴν εἰ συνταχθείη, τὸ συναμφότερον δηλοῖ, τοῦτ’ ἔστι τὸ ἐξ ὕλης καἰ εἴδους συγκείμενον, πρὸς δὲ δοτικὴν συνταττόμενον τὸ ειοος μόνον σημαίνει· επειοη τοίνυν ὑπογραφὴν ἀποδίδωσι, ἡ δὲ ὑπογραφὴ τῶν εἰδῶν ἐστιν | ὑπογραφή, 36r εἰκότως ἐκείνῃ τῇ συντάξει ἐχρήσατο τῇ τὸ εἶδος δηλούσῃ.
Περὶ συνωνύμων.
p. 1a6 Συνώνυμα δὲ λέγεται ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός.
Μετὰ τὸ πληρῶσαι τὸν περὶ τῶν ὁμωνύμων λόγον, περὶ τπων συνωνύμων διαλέγεται· ἐκ δὲ τῶν ὁμωνύμων σαφής ἐστιν ἡ τῶν συνωνύμων διδαὁμώνυμα 1 scripsi: ὁμώνυμον M 3 post ἴδιον lacunam signavi, couicias ἀλλ’ οὔτε κοινὸν δύναται εἶναι οὔτε ἴδιον 5 οὐδὲ] οὔτε M 9 ὄνομα] ὄν M 11. 12 φέρει M 12 περιπλανώμενον ciyvujsl M1 16 titulum inserui (cf. p. 34,1) 17 γάρ τις coll. Arist. 17. 23 τὸ] xui M 18 ἀποδώσῃ M 19 λέγε· inserui 20 ἀποδώσει Ammon. (p 21,5): ἀποδώσειεν M 22 ἀπὸ ex ἐν corr. Μ1: ἐκ Μ2 29 ἡ scripsi: εἰ M 33 ὁ αὐτός] ταὐτός M 34 τὸν Μ2: τῶν 1 σκαλία. τῷ δὲ αὐτῷ παραδείγματι ἐχρήτατο ὁ Ἀριστοτέλης καὶ ἐνταῦθα, βουλόμενος δεῖξαι ὡς τὸ αὐτὸ ὁμώνυμον καὶ συνώνυμον πολλάκις ἔστι λέγειν, κατ’ ἄλλο μέντοι καὶ ἄλλο. οἷον Αἴας ὁμώνυμός ἐστι τῷ ἄλλῳ Αἴαντι καὶ συνώνυμος, ὁμώνυμος μὲν ὅτι τῷ μὲν ὀνόματι κοινωνεῖ διαφέρει δὲ κατὰ τὼ ὁρισμὸν τὸν καθὸ Αἴας· δύναται δὲ κοινωνεῖν κατὰ τὸν ὁρισμὸν καθὸ ἄνθρωπος καὶ ἔσται συνώνυμος. σημειωτέον δὲ ὅτι ἐνταῦθα μὲν οὕτως ὡρίσατο τὸ συνώνῦμα, ἐν δὲ τῷ τρίτῳ τῶν ῾Ρητορικῶν τεχνῶν τὰ καλούμενα πολυώνυμα συνώνυμα λέγει, καὶ * * τοῦ σημαινομένου χρῶνται αὐτῷ καὶ οἱ ἀπὸ τῆς Στοάς καὶ οἱ γραμματικοί. ἄμεινον δὲ ἐνταῦθά φησιν· εἰ γὰρ ἐκεῖνα συνώνυμα, τί ἕξει ἐνταῦθα ὄνομα τὰ συνώνυμα λεγόμενα· οὐ γὰρ δὴ πολυώνυμα ταῦτα λέγοιτο ἄν. ἔστι δὲ συνώνυμα πάντα ἀλλήλοις τά τε ὁμογενῆ κατὰ τὸ τοῦ γένους ὄνομα καὶ τὰ ὁμοειδῆ κατὰ τὸ τοῦ εἴδους ὄνομα.
Περὶ παρωνύμων.
p. 1a12 Παρώνυμα δὲ λέγεται ὅσα ἀπό τινος διαφέροντα τῇ πτωσει την κατα τουνομα προσηγοριαν εχει.
τρίτην τάξιν ἀποδέδωκεν τοῖς παρωνύμοις ὁ Ἀριστοτέλης συνοδεύων τοῖς ἀριθμοῖς· ἐπειδὴ γὰρ τὰ μὲν ὁμώνυμα καθ’ ἓν κοινωνεῖ, κατὰ τὸ ὄνομά φημι, | τὰ δὲ συνώνυμα κατὰ δύο, κατά τε τὸ ὄνομα καὶ κατὰ τὸ 36v πρᾶγμα, τὰ δὲ παρώνυμα κατὰ τέσσαρά τινα χαρακτηρίζεται, κατά τε τὴν κοινωνίαν τοῦ ὀνόματος καὶ κατὰ τὴν διαφορὰν αὐτοῦ, ὁμοίως καὶ κατὰ τὴν κοινωνίαν τοὐ πράγματος καὶ τὴν διαφορὰν αὐτοῦ, εἰ δὲ τοῦτο καὶ προηγεῖται ἡ μονὰς τῆς δυάδος, ὥσπερ οὗν καὶ ἡ δυὰς τῆς τετράδος, εἰκότως πρώτην μὲν τάξιν ἔλαχεν τὰ ὁμώνυμα, δευτέραν δὲ τὰ συνώνυμα καὶ τρίτην τὰ παρώνυμα. ἔστι δὲ τούτου καὶ δευτέραν αἰτίαν εἰπεῖν· ἰστέον ὅτι τὰ ὁμώνυμα καὶ συνώνυμα ἀκριβεστάτην ἔχει τὴν κοινωνίαν καὶ τὴν διαφοράν, τὰ δὲ παρώνυμα νενοθευμένην, εἴ γε μεμιγμένην ἔχει τὴν κοινωνίαν καὶ τὴν διαφοράν· καὶ γὰρ ἅπαντα τὰ ἐκ μίξεως συνεστηκότα οὔκ εἰσιν ἀκραιφνῆ ἀλλὰ νόθα, οἷον τὸ φαιόν· οὔτε γὰρ λευκόν ἐστιν ἀκριβῶς οὔτε μέλαν, ἀλλὰ μεμιγμένον ἐκ τούτων. οὐκοῦν ἅτε δὴ μὴ ἔχοντα εἰλικρινῆ τὴν κοινωνίαν καὶ τὴν διαφορὰν τὰ παρώνυμα εἰκότως ἂν λέγοιτο νενοθευμένην ἔχειν τὴν φύσιν. ἐπεὶ τοίνυν προηγεῖται τὸ γνήσιον τοῦ νόθου, εἰκότως μετὰ τὰ συνώνυμα καὶ τὰ ὁμώνυμα τέτακται τὰ παρώνυμα. οὐκοῦν ἐπειδὴ τὰ τῆς τάξεως καλῶς ἡμῖν εἴρηται τῶν παρωνύμων, φέρε βραχέα…
Ἐπ…
The complete text is available when the reading interface loads.