tlg4033.tlg002
- Authority group
- Anonymi In Aristotelis Ethica (catalogue association; authorship remains anonymous)
- Edition reference
- In ethica Nicomachea vii commentaria, ed. Heylbut, op. cit., 407–460.
- CTS identifier
urn:cts:greekLit:tlg4033.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Public-domain-era edition; no explicit IA rights field
408
δὲ ἀκόλαστος ἔχων τὴν ἐπιθυμίαν ῥέπουσαν πρὸς τὰς φαύλας ἡδονὰς εὐ-
θὺς ἔχει καὶ τὸν λόγον ἐπακολουθοῦντα καὶ μὴ ἀντιτείνοντα. ὁμοίως δὲ
καὶ ὁ θρασὺς ἔχει τὸν θυμὸν ἀτάκτως ὁρμῶν οἷς οὐ δεῖ καὶ ὅτε οὐ δεῖ,
καὶ εὐθὺς ἔχει καὶ τὸν λόγον ἐπακολουθοῦντα. ὥστε καὶ ἐπὶ τῶν κακιῶν
τῶν ἀντικειμένων ταῖς ἠθικαῖς ἀρεταῖς ἰσονομία τίς ἐστι τῶν μερῶν τῆς
ψυχῆς καὶ οὐ μάχη. ἐπὶ δὲ τῆς ἀκρασίας οὐκ ἔστιν ἰσονομία τῶν μερῶν
τῆς ψυχῆς. ἡ δὲ ἡρωϊκὴ καὶ θεία ἐπεί ἐστιν ὑπὲρ πᾶσαν ἀρετήν, τού-
του χάριν ἐδέησεν αὐτῷ ἰδίᾳ καὶ περὶ αὐτῆς διαλαβεῖν. ἐπεὶ δὲ αἱ κα-
κίαι, οἷον ἡ ἀκρασία καὶ ἡ θηριώδης, γνωριμώτεραί εἰσι τῶν ἀρετῶν, τῆς
τε ἐγκρατείας καὶ τῆς ἡρωϊκῆς καὶ θείας ἀρετῆς, τούτου χάριν ἀπὸ τῶν
γνωριμωτέρων ἤρξατο, ἵνα δι' αὐτῶν καὶ τὰς ἀρετὰς πιστώσηται.
Ὅτι τῶν φευκτῶν, ἤτοι τῶν κακιῶν τῶν περὶ τὰ ἤθη ἤτοι τῶν θεω-
ρουμένων ἐν ταῖς ἠθικαῖς ἀρεταῖς, τρία εἰσὶν εἴδη κακιῶν. ἡ γὰρ κακία
ἀντίκειται πάσαις ταῖς ἠθικαῖς ἀρεταῖς. ἡ γὰρ δειλία καὶ ἡ θρασύτης
καὶ ἡ ἀκολασία, ᾗ κακίαι, ἀντίκεινται ταῖς ἠθικαῖς ἀρεταῖς ὡς κακίαι.
<τὰ δὲ ἐναντία,> ἤτοι ἀπὸ τῶν τριῶν ἤτοι αἱ δ' ἀρεταί, αἵ εἰσιν ἐναντίαι
τοῖς δυσί, τῇ τε κακίᾳ καὶ τῇ ἀκρασίᾳ, φανεραί εἰσι. τὸ μὲν γάρ, ἤτοι
τὸ ἐναντίον τῇ κακίᾳ, καλοῦμεν ἀρετήν (ἡ γὰρ κακία ἀντίκειται τῇ ἠθικῇ
ἀρετῇ), τὸ δέ, ἤτοι τὸ ἐναντίον τῇ ἀκρασίᾳ, καλοῦμεν ἐγκράτειαν. <πρὸς
δὲ τὴν θηριότητα,> ἤτοι τῇ δὲ θηριότητι, μάλιστα ἁρμόζει εἰπεῖν ἀντι-
κεῖσθαι τὴν ὑπὲρ ἡμᾶς ἀρετήν, ἤτοι τὴν ἡρωϊκὴν καὶ θείαν. τῇ γὰρ
θηριότητι ἐναντία ἐστὶν ἡ ἡρωϊκὴ καὶ θεία ἀρετή. ἡρωϊκὴ δὲ καὶ θεία
ἀρετή ἐστιν, ὅταν τις κατορθώσῃ πᾶσαν ἀρετὴν ὑπὲρ πάντα ἄνθρωπον,
οἷόν ἐστι φιλάνθρωπος ὑπὲρ πάντα ἄνθρωπον, ὅταν τις κατορθώσῃ τὴν
σωφροσύνην ὑπὲρ πάντα σώφρονα· λέγεται ἡ τοιαύτη ἀρετὴ ἡρωϊκὴ καὶ
θεία. ὁμοίως δὲ καὶ εἴ τις ἀνδρεῖος γένηται ὑπὲρ πάντα ἀνδρεῖον, ἡ τοι-
αύτη ἀνδρεία ἡ ὑπὲρ πᾶσαν ἡρωϊκὴ καὶ θεία λέγεται. ἡ τοιαύτη γοῦν
ἀρετὴ ἡ ἡρωϊκὴ καὶ θεία τοῖς ἀνθρώποις τοῖς ἤδη τῷ θεῷ ἑνωθεῖσι καὶ
θεοῖς θέσει οὖσι προσαρμόζει, ἢ τοῖς ἁγίοις τοῖς ἐν ἀρεταῖς, τοῖς κατορ-
θώσασι πᾶσαν ἀρετὴν ὑπὲρ πάντα ἄνθρωπον. ἡρωϊκὴ δὲ λέγεται αὕτη,
ὡς μόνοις τοῖς ἥρωσιν, ἤτοι ἡμιθέοις, προσαρμόζουσα, θαυμαστή τις οὖσα
καὶ ὑπερφυής. ὥσπερ καὶ Ὅμηρος παράγει τὸν Πρίαμον ἐπαινοῦντα τὸν
Ἕκτορα, ὅτι σφόδρα ἦν ἀγαθὸς ὑπὲρ πάντα ἄνθρωπον, ἅτε τὴν ἡρωϊκὴν
καὶ θείαν ἀρετὴν ἔχων. ἐκπληττόμενος γὰρ τὸν Ἕκτορα ἔλεγε μὴ εἶναι
παῖδα ἀνδρὸς αὐτὸν ἀλλὰ θεοῦ. ἑώρα γὰρ αὐτὸν ὄντα ἀνδρεῖον ὑπὲρ
πάντα ἄνθρωπον καὶ σώφρονα ὑπὲρ πάντα. ὥστε ὥσπερ λέγουσιν, ὅτι
οἱ ἄνθρωποι γίνονται θεοὶ καὶ ἐγγίζουσι τῷ θεῷ <δι' ἀρετῆς ὑπερβο-
λήν,> ἤτοι ὅταν εἰς ἄκρον πάσης ἀρετῆς φθάσωσι καὶ πᾶσαν ὑπὲρ πάντα
ἄνθρωπον κατορθώσωσι· τοιαύτη ἐστὶ καὶ ἡ ἕξις ἡ ἀντικειμένη τῇ θηρι-
ώδει, ἤτοι ἡ ἡρωϊκὴ καὶ θεία ἀρετή, ἡ ὑπὲρ πᾶσαν ἀρετὴν οὖσα, θεοὺς
409
τοὺς ἀνθρώπους ποιοῦσα καὶ τῷ θεῷ ἐγγίζειν παρασκευάζουσα. ἴσως δέ
τις εἶπεν, ὅτι ἐπεὶ ἡ τοιαύτη ἀρετή, 〈ἡ〉 ἡρωικὴ καὶ θεία, ὑπὲρ πᾶσαν
ἀρετήν ἐστι, λοιπὸν τοῖς θεοῖς προσήκει. λύων οὖν ταύτην τὴν ἔνστασιν
φησίν, ὅτι τοῖς μὲν θηρίοις ἀρετὴ οὐκ ἔστι, διότι ἡ ἀρετὴ προαιρετή
ἐστιν, ἡ δὲ προαίρεσις τῶν λογικῶν ἐστιν· ἀλλ' οὐδὲ τοῖς θεοῖς ἀρετή
ἐστι, διότι ὑπὲρ πᾶσαν ἀρετήν εἰσιν οἱ θεοί. ἀλλ' ἡ μέν, ἤτοι ἡ ἡρωϊκὴ
καὶ θεία ἀρετή, τιμιωτέρα ἐστὶ πάσης ἀρετῆς καὶ ὑπὲρ πᾶσαν ἀρετήν, ἡ
δέ, ἤτοι ἡ θηριώδης, ἡ ἀντικειμένη αὐτῇ, <ἕτερόν τι γένος,> ἤτοι εἶδος,
<κακίας> ἐστίν, ἥτις ὑπὲρ πᾶσαν κακίαν ἐστί. θηριῶδες γάρ ἐστι τὸ πίνειν
αἵματα ἀνδρῶν καὶ ἐσθίειν ὠμὰ κρέατα. ὁ γοῦν ἔχων τὴν ἡρωϊκὴν καὶ
θείαν ἀρετὴν λέγεται θεῖος, τὸ δὲ θεῖόν τινα εἶναι σπάνιόν ἐστιν. ὀλίγοι
γὰρ ἔχουσι ταύτην τὴν ἀρετήν, καὶ οἱ Λάκωνες οὖν ὅταν ἠγάσθησάν <του,>
ἤτοι τινός, ἤτοι ὅταν ἐθαύμασάν τινα ὡς ὑπὲρ πάντα ἄνθρωπον ὄντα,
ἔλεγον, οὗτος ἀνὴρ <σεῖός> ἐστιν, ἤτοι θεῖος. οὕτω καὶ τὸ εἶναί τινα θη-
ριώδη ὥστε πίνειν αἵματα ἀνθρώπων καὶ ἐσθίειν 〈ὠμὰ〉 κρέατα ἀλόγων
σπάνιόν ἐστιν. ἐπὶ μὲν τῶν Ἑλλήνων οὐκ ἔστιν ἰδεῖν ἄνθρωπον τοιοῦτον
θηριώδη. οἱ γὰρ Ἕλληνες πεπαιδευμένοι εἰσὶ καὶ συντεθραμμένοι λόγῳ,
<μάλιστα δὲ ἐν τοῖς βαρβάροις> ἔστιν ἰδεῖν τοιοῦτον θηριώδη. οἱ γὰρ βάρ-
βαροι ἀπαίδευτοι καὶ οὐ συντεθραμμένοι λόγῳ. γίνονται δέ τινες θηριώ-
δεις καὶ διὰ νόσον εἰ μανίαν νοσοῦσι καὶ μαίνονται καὶ διὰ πήρωσιν. εἰσὶ
γάρ τινες πεπηρωμένον, ἤτοι βεβλαμμένον, ἔχοντες τὸ λογιστικὸν καὶ τῶν
οἰκείων φρενῶν ἐκστάντες θηριώδεις γίνονται καὶ πίνουσιν αἵματα καὶ ὠμὰ
κρέατα ἐσθίουσι. καὶ <ἐπιδυσφημοῦμεν,> ἤγουν ὑβρίζομεν, τὸν ὑπερβάλ-
λοντα τῇ κακίᾳ καὶ ὑπὲρ πᾶσαν κακίαν ὄντα, οἳ τὸν ἄδικον ὄντα καὶ ἀκό-
λαστον ὑπὲρ πάντα ἄδικον καὶ ἀκόλαστον ἐπιδυσφημοῦντες καὶ διασύρον-
τες ἐκεῖνον θηριώδη αὐτὸν ἀποκαλοῦμεν, οἷον ἦν ὁ Ἔχετος. <περὶ μὲν
τῆς τοιαύτης διαθέσεως,> ἤτοι τῆς θηριώδους, ὕστερον ἐροῦμεν. περὶ
δὲ τῆς κακίας, τῆς ἀντικειμένης ταῖς ἠθικαῖς ἀρεταῖς, εἴπομεν πρότερον,
ὅτε περὶ τῶν ἠθικῶν ἀρετῶν ἐλέγομεν.
Περὶ δὲ τῆς ἀκρασίας καὶ τῆς μαλακίας <καὶ τρυφῆς> (τὸ <καὶ> ἀντὶ
τοῦ ἤτοι τρυφῆς· ἡ γὰρ μαλακία τρυφή ἐστιν· ὁ γὰρ τρυφηλὸς ἄνθρω-
πος μαλακὸς λέγεται) <λεκτέον·> ἡ γὰρ ἐγκράτεια καὶ ἀκρασία περὶ ὧν
μέλλομεν εἰπεῖν νῦν, οὔκ εἰσιν ἕξεις αἱ αὐταὶ <τῇ ἀρετῇ καὶ μοχθη-
ρίᾳ,> ἤτοι τῇ κακίᾳ. οὔτε γὰρ ἡ ἐγκράτεια ἡ αὐτή ἐστι τῇ ἀρετῇ οὔτε
ἡ ἀκρασία ἡ αὐτή ἐστι τῇ κακίᾳ. <οὔθ' ὡς ἕτερον γένος,> ἤτοι οὔτε
ἑτέρα ἐστὶν ἡ ἐγκράτεια καὶ ἀκρασία τῆς ἀρετῆς καὶ τῆς κακίας, οὔτε ἡ
ἀκρασία ἐστὶν ἑτέρα τῆς κακίας, ἀλλὰ πῇ μέν εἰσιν αἱ αὐταί, πῇ δ'
ἕτεραι. ἡ γὰρ ἐγκράτεια, ᾗ μέν ἐστιν ἕξις προαιρετή, ἐγγίζει τῇ ἀρετῇ
καὶ ἔστιν ἡ αὐτὴ τῇ ἀρετῇ, ᾗ δὲ ἐπὶ τῆς ἀρετῆς ἐστιν ἰσονομία τῶν με-
ρῶν τῆς ψυχῆς καὶ οὐ μάχη τίς ἐστιν, ἀλλ' οἷον ἐπὶ τοῦ σώφρονος, τοῦ
410
λόγου προστάσσοντος δεῖν ἀπέχεσθαι τῶν αἰσχρῶν ἡδονῶν, εὐθὺς ἔχει τὴν
ἐπιθυμίαν ἐπακολουθοῦσαν, ἐπὶ δὲ τῆς ἐγκρατείας οὐκ ἔστιν ἰσονομία ἀλλὰ
μάχη τις. τοῦ γὰρ λόγου προστάσσοντος δεῖν ἀπέχεσθαι τῶν αἰσχρῶν οὐκ
εὐθὺς ἐπακολουθεῖ ἡ ἐπιθυμία ἀλλ' ἀντιπίπτει καὶ σπεύδει μᾶλλον ὡς ἀν-
δράποδον ἑλκῦσαι τὸν λόγον ταῖς ἑαυτῆς ὀρέξεσι ταῖς αἰσχραῖς. οὐκ ἔστιν
ἀρετὴ ἡ ἐγκράτεια. καὶ πάλιν, ᾗ μέν ἐστιν ἡ κακία ἕξις παρὰ τὸν ὀρθὸν
λόγον, ἔστι δὲ καὶ ἡ ἀκρασία ἕξις παρὰ τὸν ὀρθὸν λόγον, ἔστιν ἡ ἀκρασία
ταὐτὸν τῇ κακίᾳ, ᾗ δὲ πάλιν ἐπὶ τῆς κακίας ἐστὶν ἰσονομία τῶν μερῶν
τῆς ψυχῆς, οἷον ἐπὶ τῆς ἀκολασίας, τῆς ἐπιθυμίας ὀργώσης πρὸς τὰς αἰ-
σχρὰς ἡδονάς, οὐκ ἔχει τὸν λόγον ἀντιτείνοντα ἀλλ' εὐθὺς ἑπόμενον. ἐπὶ
δὲ τῆς ἀκρασίας, οὐκ ἔστιν ἰσονομία τῶν μερῶν τῆς ψυχῆς. τῆς γὰρ
ἐπιθυμίας ὀργώσης πρὸς τὰς αἰσχρὰς ἡδονάς, οὐκ εὐθὺς ἕπεται ταῖς ὀρέ-
ξεσιν αὐτῆς ὁ λόγος ἀλλ' ἀντιτείνει, κἂν ἡττᾶται, κατ' αὐτὸ τοῦτο ἑτέρα
πάλιν ἡ ἀκρασία τῆς κακίας ἐστί. τοῦτο δὲ εἶπεν, ἵνα δείξῃ, ὅτι οὐ μά-
την μέλλει διαλαβεῖν περὶ αὐτῶν ἀλλ' ὡς ἑτέρων οὐσῶν ἐκείνων τῶν ἠθι-
κῶν ἀρετῶν καὶ τῶν κακιῶν, εἰκότως καὶ ἰδίως περὶ αὐτῶν διέλαβεν.
ὥσπερ δὲ τὰς ἄλλας ἀρετὰς ἐπιστοῦμεν ἀπὸ τῶν φαινομένων, ἤτοι ἀπὸ
τῆς τῶν πολλῶν δόξης, οὕτω δεῖ καὶ ἐνταῦθα θεῖναι ἃ ἐδόξασαν πάντες
περὶ ἐγκρατείας καὶ ἀκρασίας, καὶ <διαπορήσαντας,> ἤτοι ἐνσταθέντας
πρὸς τὰς δόξας καὶ ὅσαι μὲν τῶν δοξῶν ἔχονται ἀληθείας, ταύτας λαβεῖν,
ὅσαι δέ εἰσι πεπλανημέναι καὶ τῆς ἀληθείας ἔξω, ταύτας ἐᾶσαι καὶ οὕτω
δεῖξαι τήν τε ἐγκράτειαν καὶ ἀκρασίαν. μάλιστα μὲν οὖν δεῖ πάσας τὰς
δόξας ὅσας ἐδόξασαν <περὶ ταῦτα τὰ πάθη,> ἤτοι τὴν ἐγκράτειαν καὶ
τὴν ἀκρασίαν, λαβεῖν, <εἰ δὲ μή,> ἤτοι εἰ δὲ μὴ δύναται πάσας τὰς δόξας
λαβεῖν, τέως οὖν λαβεῖν δεῖ τὰς πλείονας τῶν δοξῶν καὶ κυριωτέρας, ἤτοι
τιμιωτέρας τῶν ἄλλων. μέλλει γὰρ διαλαβεῖν πρῶτον περὶ αὐτῶν, εἶτα
λαβεῖν τὰς δόξας, ἃς οἱ παλαιοὶ περὶ ἐγκρατείας καὶ ἀκρασίας διέλαβον,
καὶ μέλλει ἐκ τούτων χωρίσαι τὰς ἀληθεῖς καὶ λαβεῖν αὐτάς, τὰς δ' ἄλ-
λας ἀπελέγξαι ὡς κακῶς ἐχούσας, εἶτα εἰπεῖν καὶ τὴν αὑτοῦ δόξαν περὶ αὐ-
τῶν. ἐὰν γὰρ λύσωμεν τὰς δυσχερεῖς τῶν δοξῶν, ἤτοι ὅσαι κακῶς ἔχουσι,
τὰ δ' ἔνδοξα, ἤτοι αἱ δόξαι αἳ καλῶς ἔχουσαι καταληφθῶσιν, ἱκανῶς ἔσον-
ται ἡ ἐγκράτεια καὶ ἡ ἀκρασία δεδειγμέναι. δοξάζουσιν οὖν πάντες, ὅτι
ἡ ἐγκράτεια καὶ ἡ καρτερία <τῶν σπουδαίων> εἰσίν, ἤτοι ἀρεταί εἰσιν, ἡ
δὲ ἀκρασία καὶ ἡ μαλακία, ὅτι <τῶν φαύλων> εἰσίν, ἤτοι ὅτι εἰσὶ κακίαι,
καὶ ὅτι ὁ αὐτός ἐστιν ὁ ἐγκρατὴς καὶ ὁ <ἐμμενετικὸς τῷ λογισμῷ,>
ἤτοι τῇ δόξῃ, ἤτοι καὶ δοξάζουσιν, ὅτι ὁ ἐγκρατὴς ἐμμένει τῇ οἰκείᾳ δόξῃ
καὶ οὐκ ἐξίσταται ταύτης, καίτοι τῆς ἐπιθυμίας ἀντιτεινούσης πολλά, οἷον
δοξάζει ὁ ἐγκρατής, ὅτι κακόν ἐστι τὸ μοιχεύειν, ἡ δὲ ἐπιθυμία ἀντιτείνει
καὶ οἴεται τοῦτο ἡδὺ καὶ ἐπιζητεῖ αὐτό. ἐμμένει οὖν ὁ ἐγκρατὴς τῇ οἰ-
κείᾳ δόξῃ, ὅτι κακὸν τὸ μοιχεύειν, καὶ οὐκ ἐξίσταται αὐτῆς ποτε οὐδ'
ἕπεται τῇ ἐπιθυμίᾳ τὸ μοιχεύειν ἐπιζητούσῃ, ὁ δ' <ἀκρατὴς καὶ ἐκστα-
τικὸς τοῦ λογισμοῦ,> ἤτοι τῆς οἰκείας δόξης, ἐστὶν ὁ αὐτός. ἀκρατὴς
411
γάρ ἐστιν ὃς ἔχει τὸν λόγον ἐρρωμένον καὶ δοξάζει κακὸν τὸ μοιχεύειν,
〈τῆς δὲ ἐπιθυμίας ἀντιτεινούσης καὶ ἡδὺ τὸ μοιχεύειν νομιζούσης καὶ ἀγα-
θόν, ἐξίσταται τῆς δόξης, ἤτοι τοῦ δοξάζειν κακὸν τὸ μοιχεύειν〉, καὶ πράτ-
τει αὐτὸ καὶ νομίζει ὡς ἡδύ. καὶ ὁ μὲν ἀκρατὴς γινώσκων, ὅτι φαῦλόν
ἐστι τὸ μοιχεύειν, πράττει αὐτὸ διὰ τὸ πάθος, ἤτοι ἡττηθεὶς ὑπὸ τοῦ πά-
θους, τουτέστι τῆς ἐπιθυμίας, ὁ δ' ἐγκρατὴς γινώσκων ὅτι φαῦλαί εἰσιν
αἱ ἐπιθυμίαι οὐδ' ὅλως πράττει αὐτὰς οὐδ' ἀκολουθεῖ τῇ ἐπιθυμίᾳ οἰο-
μένῃ τὰς ἡδονὰς ἀγαθὸν εἶναι <διὰ τὸν λόγον,> ἤτοι τοῦ λόγου προστάσσον-
τος, ὅτι κακὸν τὸ μοιχεύειν, οὐχ ἡττᾶται ὑπὸ τῆς ἐπιθυμίας νομιζούσης
αὐτὸ ἀγαθὸν εἶναι, καὶ ἀντιτεινούσης τῷ λόγῳ. καὶ δοξάζουσιν, ὅτι ὁ σώ-
φρων ἐστὶν ἐγκρατὴς καὶ καρτερικός. πάντα δὲ τὸν <τοιοῦτον,> ἤτοι τὸν
ἐγκρατῆ, οἱ μὲν δοξάζουσιν εἶναι σώφρονα, οἱ δὲ οὐ δοξάζουσιν, ὅτι ὁ
ἐγκρατὴς σώφρων ἐστὶ συγκεχυμένως. μὴ γὰρ εἰδότες διαφορὰν ἀκολάστου
καὶ ἀκρατοῦς <συγκεχυμένως,> ἤτοι ἀδιαφόρως, δοξάζουσι τὸν ἀκόλαστον
ἀκρατῆ εἶναι καὶ τὸν ἀκρατῆ ἀκόλαστον. οἱ δὲ δοξάζουσιν εἶναι ἕτερον
τὸν ἀκόλαστον τοῦ ἀκρατοῦς, <τὸν δὲ φρόνιμόν> ποτε μέν τινες δοξάζου-
σιν <εἶναι ἀκρατῆ,> ποτὲ δὲ δοξάζουσί τινές τινας φρονίμους καὶ δεινούς.
τὸ <καὶ> ἀντὶ τοῦ ἤτοι <δεινοὺς ἀκρατεῖς.> τοὺς γὰρ φρονίμους τοὺς δει-
νοὺς ἀκρατεῖς λέγουσιν εἶναι. ἔτι δοξάζουσιν ὅτι οὐ μόνον ἀκρατὴς λέγεται ὃς
ὑπὸ τῆς ἐπιθυμίας ἡττᾶται, ἀλλὰ καὶ ὃς ἡττᾶται ὑπὸ τοῦ θυμοῦ καὶ ὑπὸ τῆς
τιμῆς καὶ ὑπὸ τῆς φιλοχρηματίας. λέγομεν γὰρ ὅτι ἀκρατής ἐστι θυμοῦ.
ὁμοίως δὲ καὶ ὁ ἀγαπῶν ὑπερβολικῶς κερδαίνειν ἢ ὑπερβολικῶς τιμᾶσθαι λέ-
γεται ἀκρατὴς κέρδους, ἤτοι φιλοχρηματίας, 〈καὶ ἀκρατὴς τιμῆς〉. τὰ μὲν <λε-
γόμενα,> ἤτοι αἱ φερόμεναι δόξαι, περὶ ἐγκρατείας καὶ ἀκρασίας αὗταί εἰσιν.
Εἶτα ἐπαπορεῖ καὶ πρὸς τὰς δόξας, καί φησιν, ὅτι εἰ ὁ ἀκρατής
ἐστιν ὃς γινώσκει, ὅτι κακόν ἐστι τὸ μοιχεύειν, καὶ ἔχει τὸν λόγον ἐρρω-
μένον, ἡττᾶται δὲ ὑπὸ τῆς ἐπιθυμίας καὶ μοιχεύει, 〈ἀπορήσει τις πῶς ὁ
ἀκρατὴς <ὑπολαμβάνων ὀρθῶς,> ἤτοι γινώσκων ἀκριβῶς, ὅτι κακόν ἐστι
τὸ μοιχεύειν, ἀκρατεύεται καὶ ἡττᾶται ὑπὸ τοῦ πάθους καὶ μοιχεύει.〉 οὐ
γάρ φασιν οἷόν τε εἶναι καὶ δυνατὸν τὸν ἔχοντα ἐπιστήμην τοῦ πράγματος
παρασφαλῆναί ποτε. δεινὸν γὰρ ᾤετο ὁ Σωκράτης τὸ ἔνθα πάρεστιν ἐπι-
στήμη, ἐκεῖ <ἄλλο τι κρατεῖν> καὶ ἕλκειν τὸν λόγον <ὥσπερ ἀνδράποδον.>
εἰ οὖν καὶ ὁ ἀκρατὴς ἐπιστήμην ἔχει τοῦ κακοῦ, ὅτι κακόν ἐστι, πῶς
ἡττᾶται ὑπὸ τῆς ἐπιθυμίας καὶ περιέλκεται, ὡς ἀνδράποδον; ὁ Σωκράτης
μὲν <ἐμάχετο πρὸς τὸν λόγον> τὸν ἀληθῆ, ὅτι ἀκρασία οὐκ ἔστι, καὶ
ταῦτα φανεροῦ ὄντος ὅτι ἔστιν ἀκρασία. ἔλεγε γὰρ ὁ Σωκράτης ἀδύνατον
εἶναί τινα <ὑπολαμβάνοντα,> ἤτοι δόξαν ἔχοντα καὶ γινώσκοντα βέλτιστον
εἶναι τὸ μὴ μοιχεύειν, <πράττειν παρὰ τὸ βέλτιστον,> ἤτοι μοι-
χεύειν, ἀλλὰ τότε πράττει τις <παρὰ τὸ βέλτιστον,> ἤτοι τότε πράτ-
τει τὸ κακὸν <δι' ἄγνοιαν,> ἤτοι ὅταν τις ἀγνοῇ τόδε κακὸν εἶναι,
γινώσκων δέ τις ὅτι τόδε κακόν ἐστιν, οὐκ ἄν ποτε τοῦτο δράσῃ. <οὗτος
412
μὲν οὖν ὁ λόγος,> ἤτοι ὅτι εἰ γινώσκει τις τόδε, ὅτι κακόν ἐστιν, οὐκ
ἂν τοῦτο δράσῃ, μάχεται <τοῖς φαινομένοις,> ἤτοι τοῖς φανεροῖς πράγ-
μασιν. ὁρῶμεν γάρ τινας καθ' ἑκάστην γινώσκοντας, ὅτι τὸ μοιχεύειν κακὸν
καὶ πράττοντας τοῦτο. <δέον> οὖν ζητῆσαι <περὶ τὸ πάθος,> ὅτι εἰ ὁ
ἀκρατὴς ἀγνοεῖ τὸ πάθος, ἤτοι ὅτι τὸ μοιχεύειν κακόν. εἰ οὖν δι'
ἄγνοιαν τοῦ πάθους ἡττᾶται ὁ ἀκρατὴς καὶ πράττει τὸ κακόν, <τίς
ὁ τρόπος τῆς ἀγνοίας;> ὅτι μὲν γὰρ ὁ ἀκρατὴς καὶ πρὸ τοῦ γε-
νέσθαι ὅλος τοῦ πάθους καὶ πρὶν ἡττηθῇ ὑπὸ τῆς αἰσχρᾶς ἐπι-
θυμίας, <οὐκ οἴεται,> ἤτοι οὐ δοξάζει, καλὸν εἶναι τὴν αἰσχρὰν ἡδο-
νήν, φανερόν ἐστι τοῦτο. ὥστε δῆλον ὅτι οὐκ ἄγνοιαν ἔχων ἀκρα-
τεύεται. εἶπεν ἄνω ὅτι ἀδύνατόν ἐστι, τινὰ ἐπιστήμην ἔχοντα πλα-
νηθῆναι καὶ πταῖσαι, καὶ εἶπε !!!! τί φημι, ὅτι ὁ ἐπιστάμενος οὐ
παρασφαλεῖ ἀλλ' οὐδὲ ὁ ὑπολαμβάνων, ἤτοι οὐδὲ ὁ ἔχων δόξαν, ὅτι τόδε
βέλτιστόν ἐστι, καὶ οὐχὶ ἐπιστήμην, οὐδὲ οὗτος πράξει τι παρὰ τὸ βέλ-
τιστον, καὶ φησὶ νῦν ὅτι <εἰσί τινες οἳ τὰ μὲν συγχωροῦσιν,> ἤτοι
ὅτι λέγουσι καὶ ὁμολογοῦσιν, ὡς ὁ ἔχων ἐπιστήμην οὐκ ἄν ποτε παρα-
σφάλῃ, οὐδὲ δυνατόν ἐστι περιγενέσθαι τι τῆς ἐπιστήμης, τὰ δὲ <οὐχ ὁμο-
λογοῦσιν,> ἤτοι τόδε, εἰ δόξαν ἔχει τις, ἤτοι εἰ δοξάζει τις, ὅτι τὸ μοι-
χεύειν βέλτιστόν ἐστι, μὴ πρᾶξαί τι παρὰ τὸ νομισθὲν αὐτῷ βέλτιστον
εἶναι, ἤτοι μὴ παρασφῆλαί ποτε καὶ δρᾶσαι τὸ κακόν, ἤτοι τὴν μοιχείαν,
οὐχ ὁμολογοῦσιν. ἡ γὰρ δόξα πταιστή ἐστι καὶ οὐκ ἔχει τὸ βέβαιον καὶ
τὸ ἄπταιστον, καὶ ἐπεὶ ἀπιστεῖ δοξάζει τις, ὅτι ὁ μὲν ἔχων ἐπιστήμην οὐ
παρασφαλεῖ, ὁ δὲ δόξαν ἔχων παρασφαλεῖ. ἀβέβαιος γὰρ ἡ δόξα ἐστίν.
ὁρῶσι μὲν γὰρ τὸν ἀκρατῆ ἡττώμενον ὑπὸ τῶν αἰσχρῶν ἡδονῶν, καὶ διὰ
τοῦτό φασιν, ὅτι ὁ ἀκρατὴς κρατεῖται, ἤτοι ἡττᾶται, οὐχὶ ἐπιστήμην ἔχων
ὅτι τόδε κακόν ἐστιν ἀλλὰ δόξαν.
Εἶτα φέρει ἔνστασιν, ὅτι εἰ ὁ ἀκρατὴς δόξαν ἔχει, ὅτι τόδε κακόν
ἐστι, καὶ εἰ ἡ γνῶσις, ἣν ἔχει ὁ ἀκρατὴς ἡ ἀντιτείνουσα πρὸς τὴν ἐπιθυ-
μίαν ὀργῶσαν πρὸς αἰσχρὰς ἡδονάς, οὐκ ἔστιν ἐπιστήμη ἰσχυρὰ καὶ <ὑπό-
ληψις,> ἤτοι γνῶσις, <ἀλλ' ἠρεμαία,> ἤτοι ἀσθενὴς γνῶσίς ἐστι, καθάπερ
οἱ διστάζοντες καὶ γνῶσιν ἔχοντες οὐ βεβαίαν ἀλλ' ἀσθενῆ τινα καὶ ἀμυ-
δράν. εἰ οὖν ὁ ἀκρατὴς δόξαν ἔχει καὶ οὐκ ἐπιστήμην, ἡ δὲ δόξα ἀβέ-
βαιός ἐστι, συγγνώμη ἄρα ἐστὶν αὐτῷ ἐν τῷ μὴ ἐμμένειν ἐν ταύταις,
ἤτοι ταῖς ἀγαθαῖς δόξαις πρὸς τὰς ἰσχυρὰς ἐπιθυμίας, ἤτοι ἂν ἡττᾶται
ὑπὸ τῶν ἰσχυρῶν ἐπιθυμιῶν τῶν αἰσχρῶν, συγγνώμη ἔστιν αὐτῷ. τότε
γὰρ ἦν ἄξιος τιμωρίας, ὅταν γὰρ ἀκριβῶς γινώσκων, ὅτι τόδε κακόν ἐστι,
〈καὶ πάλιν ὑπὸ τῆς ἐπιθυμίας ἡττώμενος αὐτὸ ἔπραττεν. ἐπεὶ δὲ οὐκ
ἀκριβῶς γινώσκει, ὅτι τόδε κακόν ἐστιν, εἰ μὴ ἐμμένῃ τῇ οἰκείᾳ δόξῃ, ὅτι
τόδε κακόν ἐστιν〉, ἀλλ' ἡττηθῇ ὑπὸ τῆς αἰσχρᾶς ἐπιθυμίας ἰσχυρᾶς οὔσης,
ὡς ἀγαθὸν αὐτὸ δράσει, συγγνώμη ἐστὶν αὐτῷ, καὶ εἰ συγγνώμη τῷ ἀκρα-
413
τεῖ πράττοντι τὸ κακόν, λοιπὸν ἡ ἀκρασία κακία οὐκ ἔστι. <τῇ δὲ μοχ-
θηρίᾳ,> ἤτοι τῇ κακίᾳ, οὐκ ἔστι συγγνώμη, οὔτε ἄλλῳ τινὶ τῶν φευκτῶν.
τὸν γὰρ κακόν, ἤτοι τὸν ἀκόλαστον ἢ τὸν δειλόν, οὐ συγγνωμονοῦμεν
ἀλλὰ τιμωροῦμεν. ἡ ἀντιτείνουσα γνῶσις. ὁ γὰρ ἀκρατὴς τῆς ἐπιθυμίας
ὀργώσης πρὸς τὰς αἰσχρὰς ἡδονὰς ἔχει τὸν λόγον ἀντιτείνοντα μὴ ἐπα-
κολουθεῖν αὐτῇ, κἂν καὶ κρατῆται καὶ καταδουλοῦται αὐτῇ, ὃ οὖν ἄτο-
πόν τι συμβαίνει, ὅτι ἡ ἀκρασία κακία οὐκ ἔστιν ἐν τῷ δοῦναι, ὅτι δόξαν
ἔχει ὁ ἀκρατής, οὐχὶ ἐπιστήμην, λοιπὸν φρόνησίς ἐστιν ἡ ἀντιτείνουσα
ἐπὶ τοῦ ἀκρατοῦς μὴ ἐπακολουθεῖν τῇ ἐπιθυμίᾳ. ὁ γὰρ ἀκρατὴς τὴν
φρόνησιν ἔχει ἀντιτείνουσαν πρὸς τὴν ἐπιθυμίαν. αὕτη γὰρ ἡ φρόνησίς
ἐστιν ἰσχυροτάτη, καὶ διὰ τοῦτο τῷ ἀκρατεῖ συγγνώμη οὐκ ἔστιν, ἀλλ' εἰ
καὶ τοῦτο δώσομεν, ὅτι ἡ φρόνησίς ἐστιν ἡ ἀντιτείνουσα, ἄλλ' οὖν ἄτοπον
συμβαίνει. ἔσται γὰρ φρόνιμος καὶ ἀκρατὴς ὁ αὐτός, ὁ δὲ φρόνιμος ἑκὼν
τὸ κακὸν οὐδέποτε πράξει. φρονήσεως γὰρ παρούσης, ὡς εἴπομεν, πᾶ-
σαι αἱ ἠθικαὶ ἀρεταὶ ἕπονται. ἡ γὰρ φρόνησις ἀντιληπτική τίς ἐστι <τῶν
ἐσχάτων,> ἤτοι τῶν μερικῶν, ἔχουσα ἑπομένας καὶ τὰς ἄλλας ἀρετὰς τὰς
ἠθικάς, ἔνθα πάρεστιν· ἔτι εἰ ὁ ἐγκρατὴς ἐγκρατὴς λέγεται, διότι αἰσχρὰς
ἐπιθυμίας ἔχει καὶ ἰσχυρὰς τὰς ἀντιτεινούσας καὶ μὴ θελούσας ἕπεσθαι τῷ
λόγῳ προστάσσοντι ἀπέχεσθαι τῶν αἰσχρῶν ἡδονῶν, καὶ ἰσχυρῶς ἡττᾶται
ὑπ' αὐτῶν, λοιπὸν ὁ ἐγκρατὴς σώφρων οὐκ ἔστιν. ὁ γὰρ σώφρων οὐδ'
ὅλως ἔχει αἰσχρὰς ἡδονὰς ἐπηρεαζούσας αὐτόν, ἀλλὰ τοῦ λόγου προστάσ-
σοντος δεῖν ἀπέχεσθαι τῶν αἰσχρῶν ἡδονῶν, εὐθὺς ἔχει τὴν ἐπιθυμίαν
ἐπακολουθοῦσαν αὐτῷ καὶ μένει ἠρεμῶν. οὐ γὰρ τοῦ σώφρονός ἐστι τὸ
ἄγεσθαι ἢ τὸ πολεμεῖσθαι ὑπὸ αἰσχρῶν ἡδονῶν καὶ ἰσχυρῶν, οὐδὲ τὸ φαύ-
λας ἔχειν ἐπιθυμίας τοῦ σώφρονός ἐστιν. ἀγαθῶν γὰρ ὁ σώφρων ἐφίεται.
<ἀλλὰ μὴν δεῖ γε,> ἤτοι ἀλλὰ μὴν εἰ ὁ ἐγκρατὴς καὶ ὁ σώφρων ταὐτόν
ἐστιν, ἔδει καὶ τὸν σώφρονα φαύλας καὶ ἰσχυρὰς ἡδονὰς ἔχειν, ἐπηρεα-
ζούσας αὐτὸν παραπλησίως τῷ ἐγκρατεῖ. ἐπεὶ δὲ οὐκ ἔχει φαύλας ἡδο-
νάς, ἕτερος ἄρα ὁ σώφρων τοῦ ἐγκρατοῦς ἐστιν, ὁ οὖν ἐγκρατὴς ἔχει τὸν
λόγον ἀντιτείνοντα καὶ διϊσχυριζόμενον μὴ ἐπακολουθεῖν τῇ ἐπιθυμίᾳ.
Μέλλει οὖν ἐνταῦθα δεῖξαι ὅτι ἡ ἐγκράτεια ἔχει ὑποκείμενα τὰς φαύ-
λας ἐπιθυμίας καὶ ἰσχυράς, καί φησιν ὅτι εἰ τοῦ ἐγκρατοῦς ἐπιθυμίαι
ἀγαθαί εἰσι, λοιπὸν ἡ <ἕξις,> ἤτοι ὁ λόγος ὁ κωλύων μὴ ἀκολουθεῖν τῇ
ἐπιθυμίᾳ, φαύλη ἐστὶ καὶ λοιπὸν ἄρα πᾶσα ἐγκράτεια <σπουδαία> ἐστίν,
ἤτοι ἀγαθή. ἀλλ' ἡ μὲν ἐγκράτεια, ᾗ ἔχει τὸν λόγον κωλύοντα μὴ ἕπε-
σθαι ταῖς αἰσχραῖς ἐπιθυμίαις, ἐστὶ χρηστή, ᾗ δὲ ἔχει τὸν λόγον κωλύ-
οντα ἕπεσθαι ταῖς αἰσχραῖς ἐπιθυμίαις, φαύλη ἐστίν. <εἰ δ' ἀσθενεῖς>
εἰσιν αἱ ἐπιθυμίαι καὶ ἀνίσχυροι, μὴ κακαὶ δέ, οὐκ ἔστι τι σεμνόν, εἰ ἔχει
τὸν λόγον μὴ ἐπακολουθοῦντα τῇ ἐπιθυμίᾳ ὁ ἐγκρατής, ἀλλὰ κρατεῖ τῆς
ἐπιθυμίας. τότε γὰρ ἦν σεμνόν, ὅτε μεγάλων οὐσῶν τῶν ἐπιθυμιῶν καὶ
ἀγαθῶν, ἐκράτει αὐτῶν, εἰ δὲ φαῦλαί εἰσιν αἱ ἐπιθυμίαι, ἀσθενεῖς δὲ καὶ
414
μικραί, <οὐδὲν μέγα> ἐστιν, εἰ τούτων κρατεῖ ὁ ἐγκρατής, μικρῶν οὐσῶν
καὶ οὐδαμινῶν. λείπεται οὖν περὶ μεγάλας καὶ ἰσχυρὰς ἐπιθυμίας καὶ
φαύλας τὴν ἐγκράτειαν καταγίνεσθαι, καὶ διὰ τοῦτο καὶ ὁ ἐγκρατὴς θαυ-
μάζεται, ὡς μεγάλων ἐπιθυμιῶν καὶ ἰσχυρῶν κρατῶν. εἶπεν ὄπισθεν, ὅτι
ὁ ἐγκρατὴς ἐμμενετικός ἐστι δόξης τῆς οἰκείας καὶ φησὶ νῦν, ὅτι εἰ ὁ
ἐγκρατὴς πάσῃ δόξῃ ὀφείλει ἐμμένειν, λοιπόν ἐστιν ὁ ἐγκρατὴς φαῦλος,
<εἰ καὶ τῇ ψευδεῖ,> ἤτοι τῇ κακῇ, δόξῃ ἐμμένει. εἰ γὰρ ὁ ἐγκρατὴς
φαύλην ἔχει δόξαν, ἤτοι ὅτι καλόν ἐστι τὸ μοιχεύειν, καὶ ἐπιμένει πάλιν
τῇ δόξῃ, λοιπὸν φαύλη ἐστὶν ἡ ἐγκράτεια. ὥστε ὁ ἐγκρατὴς οὐ πάσῃ
δόξῃ ἐστὶν ἐμμενετικὸς ἀλλὰ τῇ ἀγαθῇ δόξῃ. καὶ πάλιν εἶπεν ὄπισθεν,
ὅτι εἰ ὁ ἀκρατὴς ἐκστατικὸς πάσης δόξης, καί φησιν ἔνστασιν φέρων,
ὅτι <εἰ πάσης δόξης> ἐκστατική ἐστιν ἡ ἀκρασία, ἔστι καί τις ἀκρασία
ἀγαθή. εἰ γάρ τις ἔχει δόξαν φαύλην, οἷον εἰ ὅτι καλόν ἐστι τὸ μοιχεύ-
ειν δοξάζων, καὶ ἐκστῇ τῆς τοιαύτης δόξης καὶ οὐ πράττει τὴν μοιχείαν,
ἡ τοιαύτη ἀκρασία ἐστὶν ἀγαθή. τοῦτο δὲ ἄτοπον. ἡ γὰρ ἀκρασία κακία
ἐστίν, ὥστε οὐ πάσης δόξης ἐκστατικὴ ἡ ἀκρασία, ἀλλὰ τῆς ἀγαθῆς. εἰ
γὰρ ἔχω δόξαν, ὅτι κακὸν τὸ μοιχεύειν, καὶ ἐκστὰς τῆς τοιαύτης δόξης
πράττω τὴν μοιχείαν, τότε ἀκρατὴς κληθήσομαι, καὶ ὁ Νεοπτόλεμος πει-
σθεὶς παρὰ τοῦ Ὀδυσσέως, δόξαν εἶχεν ἀπατῆσαι τὸν Φιλοκτήτην, εἶθ'
ὕστερον ἐκστὰς τῆς τοιαύτης δόξης καὶ οὐκ ἐμμείνας οἷς ὑπὸ τοῦ Ὀδυσ-
σέως ἐπείσθη μὴ φέρων ψεύσασθαι, ἐπαινετός ἐστιν. <ἔτι ὁ σοφιστικὸς
λόγος,> ἤτοι ὁ σοφιστεύων, γίνεται <ψευδόμενος ἀπορία.> οἱ γὰρ σοφι-
σταὶ βουλόμενοι ἐλέγχειν τὸν ἐρωτώμενον ἐρωτῶσιν αὐτόν, ὁμολογοῦντα,
ὅτι ἐστὶν αὐτῷ δόξα, ὅτι ὁ λίθος οὐχ ὁρᾷ, καὶ ἐρωτῶσιν· ‘ἆρα ὃ ὁρᾷ
τοῦτο ὁρᾷ’, τοῦ δὲ εἰπόντος ‘ναί’, ἐπάγουσιν, ‘ἀλλὰ μὴν τὸν λίθον
ὁρᾷ, ὁ λίθος ἄρα ὁρᾷ’. ὁ τοιοῦτος οὖν <συλλογισμὸς ἀπορία,> οὐ φα-
νερὰ καὶ δεινή, καὶ ὅταν ἐπιτύχωσι καὶ μᾶλλον πείσωσι τὸν ἐρωτώμενον
ὁμολογῆσαι, ὅτι ὁ λίθος ὁρᾷ. ἀπορία γάρ ἐστιν ὅταν ἡ διάνοια οὐ βού-
ληται ἐμμένειν τῷ συμπεράσματι, ᾧ συγκατέθετο, οἷον ὅτι ὁ λίθος ὁρᾷ,
μὴ ἀρεσκόμενος αὐτῷ, προϊέναι δὲ ἀδύνατον διὰ τὸ μὴ δύνασθαι λῦσαι
<τὸν λόγον,> ἤτοι τὸ σόφισμα. εἰ οὖν ἡ ἐγκράτειά ἐστι πάσῃ δόξῃ ἐμμε-
νετική, ἡ δὲ ἀκρασία πάσης δόξης ἐκστατική, ἐπὶ τῶν σοφιστικῶν συλλο-
γισμῶν εὑρεθήσεται ἡ μὲν ἐγκράτεια φαύλη (εἴπερ μὴ αἱρεῖται ὁ ὁμολο-
γήσας, ὅτι ὁ λίθος ὁρᾷ, ἐμμένειν τῇ τοιαύτῃ δόξῃ), ἡ δ' ἀκρασία ἀγαθή.
εἰ γὰρ ἐκστῇ τῆς τοιαύτης δόξης, ἤτοι τοῦ δοξάζειν, ὅτι ὁ λίθος ὁρᾷ,
ἀγαθόν ἐστι. συμβαίνει δὲ ἐκ τούτου τοῦ λόγου, ὅτι ἡ ἀκρασίᾳ ἐστὶν
ἐκστατικὴ πάσης δόξης τὸ τὴν ἀφροσύνην συνέρχεσθαι τῇ ἀκρασία καὶ
ἀπογεννᾶν ἀρετήν. εἰ γὰρ ἔστι τις ἄφρων καὶ ἀκρατής, ᾗ μὲν ἄφρων,
δοξάζει τὸ ἀγαθὸν κακόν, ἤτοι ὅτι τὸ μοιχεύειν ἐστὶ κακόν, ᾗ δὲ
415
ἀκρατής, ἐξίσταται τῆς τοιαύτης δόξης, ἤτοι τοῦ δοξάζειν, ὅτι τὸ μοι-
χεύειν ἐστὶ κακόν, ὑπολαμβάνει δὲ ἀγαθὸν αὐτὸ καὶ πράττει τὸ ἀγα-
θόν, τὸ δὲ πράττειν τὸ ἀγαθὸν ἀρετή ἐστιν. ᾗ γὰρ ἀκρατής, τὰ ἐναν-
τία <πράττει ὧν ὑπολαμβάνει,> ὡς δὲ ἄφρων δοξάζει ὅτι τὸ ἀγα-
θόν, ἤτοι τὸ μοιχεύειν, ἐστὶ κακόν. ὥστε τὰ ἀγαθὰ πράξει διὰ τὴν
ἀκρασίαν, καὶ οὐ τὰ κακά.
Ἐνταῦθα μέλλει διδάξαι, ὅτι ὁ ἀκόλαστος τιμιώτερός ἐστι τοῦ ἀκρα-
τοῦς. φησὶ γάρ, ὅτι ὁ ἀκόλαστος μὴ ἔχων τὸν λόγον ἐρρωμένον, ἤτοι μὴ
γινώσκων ὅτι κακόν ἐστι τὸ πορνεύειν, πράττει αὐτό, ἂν δὲ παρ' ἑτέρου
ἀκούσῃ, ὅτι τοῦτο κακόν ἐστιν, ἐκφεύγει αὐτό, ὁ δὲ ἀκρατὴς εἰ γινώ-
σκων, ὅτι τὸ πορνεύειν κακόν ἐστιν, οὐκ ἐκφεύγει αὐτό, πῶς ἂν παρ'
ἑτέρου ἀκούσας τοῦτο κακὸν εἶναι, ἐκφεύγει αὐτό; ὥστε λοιπὸν τιμιώ-
τερός ἐστιν ὁ ἀκόλαστος τοῦ ἀκρατοῦς. ἔτι ὁ ἀκόλαστος πράττων <τὰ
ἡδέα,> ἤτοι τὸ πορνεύειν, <καὶ προαιρούμενος> ἐν <τῷ πεπεῖσθαι,> ἤτοι
πειθόμενος, καὶ οἰόμενος τὸ πορνεύειν ἀγαθὸν εἶναι, ἅτε μὴ ἔχων τὸν λό-
γον ἐρρωμένον, βελτίων δόξειε τοῦ ἀκρατοῦς, τοῦ πράττοντος τὸ ἀγαθόν,
ἤτοι τὸ μὴ πορνεύειν διὰ τὸν <λογισμόν,> ἤτοι διὰ τὸ ἔχειν τὸν λόγον
παρεφθαρμένον. ὁ γὰρ ἀκρατὴς τὸν λόγον ἔχει ἐρρωμένον, <ἀλλὰ δι'
ἀκρασίαν.> ὁ γὰρ ἀκόλαστος εὐιατώτερός ἐστι διὰ τὸ δύνασθαι παραπει-
σθῆναι καὶ φυγεῖν τὸ πορνεύειν, εἰ παρ' ἑτέρου ἀκούσει, ὅτι τὸ πορνεύειν
κακόν ἐστιν. ὁ δ' <ἀκρατὴς ἔνοχος τῇ παροιμίᾳ> φαίνεται, ὅτι <ὅταν
τὸ ὕδωρ πνίγῃ> καὶ βλάπτῃ, τί ἕτερον δεῖ πίνειν; λέγεται αὕτη ἡ παροι-
μία ἐπὶ τῶν ἀνθρώπων τῶν βλαπτομένων ἀφ' ὧν οἴονται ὠφεληθῆναι.
εἰ γὰρ ἀπὸ τῶν δυναμένων ὠφελεῖν, ἤτοι εἰ ἀπὸ τῶν ὠφελίμων πραγμά-
των, βλάπτονται, τί ἂν οὗτοι πάθωσιν ὑπὸ τῶν μὴ δυναμένων ὠφελεῖν
πραγμάτων ἀλλὰ βλάπτειν; εἰ οὖν ὁ ἀκρατὴς ἔχων τὸν λόγον ἐρρωμένον
καὶ γινώσκων, ὅτι τὸ πορνεύειν κακόν ἐστιν, οὐκ ὠφελεῖται, πῶς ἂν ὠφε-
ληθῇ, εἰ παρ' ἑτέρων ἀκούσει τόδε κακὸν εἶναι, καὶ ἐάσει αὐτό; εἰ γὰρ
ὁ ἀκρατὴς <μὴ ἐπέπειστο,> ἤτοι οὐκ ἐγίνωσκεν, ὅτι ἃ <πράττει,> ἤτοι
ὅτι τὸ πορνεύειν κακόν ἐστι ὃ πράττει, τάχα ἂν μεταπεισθεὶς τῷ παρ'
ἑτέρου ἀκοῦσαι, ὅτι τοῦτο κακόν ἐστιν, ἐπαύσατο τοῦ πορνεύειν, νῦν δὲ
καὶ <πεπεισμένος,> ἤτοι γινώσκων κακὸν εἶναι τὸ πορνεύειν, <οὐδὲν ἧττον>
πράττει ἕτερον, ἀλλ' αὐτό. πρὸς τὸ ἄνω ῥηθέν ἐστι τοῦτο, ἄτοπον δέ
ἐστι τὸ ἐκ δύο κακιῶν ἀρετὴν ἀπογεννᾶσθαι, ἢ μᾶλλον εἰπεῖν ἀδύνατον.
οὐδὲ γὰρ ἐκ δειλίας καὶ θρασύτητος ἀρετή τις ἀπογεννηθῇ. εἶπεν ὄπισθεν,
ὅτι λέγεται καὶ ἀκρατὴς θυμοῦ καὶ ἀκρατὴς ἐπιθυμίας καὶ ἀκρατὴς τιμῆς.
φησὶν οὖν νῦν ὅτι <εἰ περὶ πάντα,> ἤτοι τὸν θυμὸν καὶ τὴν τιμὴν καὶ
τὸ κέρδος καὶ ἁπλῶς περὶ πάντα ἡ ἐγκράτεια καὶ ἡ ἀκρασία καταγίνεται,
ὁ <ἁπλῶς,> ἤτοι ὁ κυρίως, <ἀκρατὴς> τίς ἐστιν; οὐδεὶς γὰρ ἔχει πάσας
τὰς ἀκρασίας ἀλλ' ὁ μέν ἐστιν ἀκρατὴς θυμοῦ, ὁ δὲ ἀκρατὴς τιμῆς, ὁ δὲ
416
ἀκρατὴς φιλοχρηματίας. εἰ οὖν ὁ μὲν ἔχει τήνδε τὴν ἀκρασίαν, ἤτοι
τοῦ θυμοῦ, ὁ δὲ τήνδε, καὶ οὐδεὶς ἔχει πάσας, λοιπὸν ὁ κυρίως ἀκρα-
τὴς τίς ἐστι; λέγομεν γὰρ ὅτι εἰσί τινες ἁπλῶς, ἤτοι κυρίως, ἀκρατεῖς.
Πρῶτον δὲ σκεπτέον πότερον οἱ ἀκρατεῖς εἰδότες, ὅτι τὸ πορνεύειν
κακόν, πορνεύουσιν ἢ μὴ εἰδότες. καὶ ἐὰν εἰδότες πορνεύωσι, <πῶς
εἰδότες,> ἐπιστήμην ἔχοντες ἢ δόξαν, εἰδότες εἰσίν. εἰπὼν τὰς δόξας
τῶν παλαιῶν νῦν προανακρούεται τί μέλλει ζητῆσαι. μέλλει οὖν ζητῆσαι
<περὶ ποῖα> ὑποκείμενα καταγίνεται ὁ ἐγκρατὴς καὶ ἀκρατής, ἤτοι <περὶ
πᾶσαν ἡδονὴν καὶ λύπην> καταγίνεται ὁ ἐγκρατὴς καὶ ὁ ἀκρατὴς ἢ
περί τινας ὡρισμένας. τῶν γὰρ ἡδέων τὰ μὲν φύσει εἰσὶ καθ' αὑτὰ αἱ-
ρετά, ὡς τιμὴ νίκη, τὰ δέ εἰσιν ἡδέα θέσει. εἰπὼν ὄπισθεν ὅτι δοξά-
ζουσί τινες, ὡς ὁ ἐγκρατὴς καὶ ὁ καρτερικός ἐστιν ὁ αὐτός, νῦν ζητῆσαι
λέγει, εἰ αὐτός ἐστιν ἢ ἕτερος. <ὁμοίως δὲ καὶ> ἄλλα τινὰ μέλλομεν ζη-
τῆσαι συγγενῆ συμβαλλόμενα εἰς ταύτην τὴν διδασκαλίαν. πᾶν τὸ διαφέ-
ρον τινὸς ἢ κατὰ τὰ ὑποκείμενα διαφέρει ἢ κατὰ τὸν τρόπον ἢ καὶ κατ'
ἄμφω, ἤτοι καὶ κατὰ τὰ ὑποκείμενα καὶ κατὰ τὸν τρόπον, οἷον ἡ σωφρο-
σύνη διαφέρει τῆς ἀνδρείας καὶ κατὰ τὰ ὑποκείμενα (ἡ μὲν γὰρ περὶ
ἡδονὰς καὶ λύπας καταγίνεται, ἡ δὲ περὶ θάρρη) καὶ κατὰ τὸν τρόπον (ἡ
μὲν γὰρ ἥδεται οἷς δεῖ, ἡ δὲ θαρρεῖ οἷς δεῖ). πρῶτον θεωρήσωμεν, εἰ ὁ
ἐγκρατὴς καὶ ὁ ἀκρατὴς διαφορὰν ἔχοντές εἰσιν, ἤτοι διαφέρουσιν ἐν τῷ
περὶ ἅ, ἤτοι τὰ ὑποκείμενα καὶ περὶ ἄλλα μὲν ὑποκείμενα καταγίνεται ὁ
ἐγκρατής, περὶ ἄλλα δὲ ὁ ἀκρατής, ἢ τῷ πῶς, ἤτοι κατὰ τὸν τρόπον δια-
φέρουσι, κατὰ δὲ τὰ ὑποκείμενα οὔ, ἤτοι πότερον ὁ ἀκρατὴς διαφέρει τοῦ
ἐγκρατοῦς τῷ περὶ ταδὶ τὰ ὑποκείμενα εἶναι ὁ ἀκρατής, τοῦ ἐγκρατοῦς
περὶ ἕτερα ὄντος, ἤτοι διαφέρουσι κατὰ τὰ ὑποκείμενα ἢ οὐ διαφέρουσι
κατὰ τὰ ὑποκείμενα, <ἀλλὰ τῷ ὥς,> ἤτοι κατὰ τὸν τρόπον, ἢ οὐ κατὰ τὸν
τρόπον διαφέρει ὁ ἐγκρατὴς τοῦ ἀκρατοῦς. ἔστι δὲ τὸ ἀληθές, ὅτι κατὰ
τὰ ὑποκείμενα οὐ διαφέρουσι. καὶ ὁ ἐγκρατὴς γὰρ καὶ ὁ ἀκρατὴς περὶ
τὰ αὐτὰ ὑποκείμενα καταγίνονται, ἤτοι περὶ τὰ ἀφροδίσια, ἤτοι περὶ τὰς
ἐν ἁφῇ ἡδονάς, κατὰ δὲ τὸν τρόπον διαφέρουσιν. ὁ γὰρ ἐγκρατὴς κρατεῖ
τῶν ἀφροδισίων, ἤτοι τῶν αἰσχρῶν ἡδονῶν, καὶ νικᾷ, ὁ δὲ ἀκρατὴς
ἡττᾶται.
Ἔτι μέλλομεν ζητῆσαι καὶ εἰ <περὶ ἅπαντα,> ἤτοι τὸν θυμὸν καὶ
τὴν τιμὴν καὶ τὴν νίκην καταγίνεται καὶ ὁ ἐγκρατὴς καὶ ὁ ἀκρατὴς ἢ οὐ
περὶ ἅπαντα καταγίνεται. ἔλεγε γὰρ ὄπισθεν, ὅτι ἐστὶν ἀκρατὴς θυμοῦ
καὶ τιμῆς καὶ κέρδους. λύει οὖν τὸ ἄπορον, ὅτι οὐ περὶ πάντα, ἤτοι καὶ
τὴν τιμὴν καὶ τὸ κέρδος καταγίνεται ὁ κυρίως ἀκρατὴς ἀλλὰ περὶ τὰ
ἀφροδίσια καταγίνεται ὁ κυρίως ἀκρατής, περὶ ἃ καταγίνεται καὶ ὁ ἀκό-
λαστος. οὔτε ἐν τῷ <πρὸς τοῦτο ἁπλῶς ἔχειν,> ἤτοι οὔτε κατὰ τὸν
417
τρόπον κοινωνοῦσιν. ἐπεὶ γὰρ περὶ τὰ αὐτὰ ὑποκείμενα καταγίνεται ἡ
ἀκρασία καὶ ἡ ἀκολασία, εἰ καὶ κατὰ τὸν τρόπον ἐκοινώνουν, ταὐτὸ ἂν ἦν
ἡ ἀκρασία τῇ ἀκολασίᾳ, ἀλλὰ διαφέρει ἡ ἀκρασία τῆς ἀκολασίας ἐν <τῷ
ὡδὶ ἔχειν> περὶ τὰ ὑποκείμενα, ἤτοι κατὰ τὸν τρόπον. ὁ μὲν γὰρ ἀκρα-
τὴς γινώσκων, ὅτι κακαί εἰσιν αἱ αἰσχραὶ ἐπιθυμίαι, ἡττᾶται ὑπ' αὐτῶν,
ὁ δὲ ἀκόλαστος οὐδ' ὅλως γινώσκει, εἰ κακαί εἰσιν αἱ αἰσχραὶ ἐπιθυμίαι
ἀλλ' ὡς ἀγαθὰς αὐτὰς οἴεται. ὁρᾶς ὅπως κατὰ τὸν τρόπον διαφέρουσιν
ὁ ἀκρατὴς καὶ ὁ ἀκόλαστος· ὁ μὲν γὰρ ἔχει τὸν λόγον ἐρρωμένον, ἤτοι
ὁ ἀκρατής, ὁ δὲ ἀκόλαστος ἔχει τὸν λόγον διεφθαρμένον. ὁ μὲν γὰρ
ἀκόλαστος <ἄγεται> καὶ ἡττᾶται ὑπὸ τῶν αἰσχρῶν ἡδονῶν <προαιρού-
μενος> καὶ οἰόμενος αὐτὰς εἶναι ἀγαθόν, καὶ <νομίζων ἀεὶ δεῖν>
ὡς ἀγαθὸν <τὸ παρὸν ἡδὺ διώκειν,> ἤτοι ἐπιζητεῖν, ὁ δὲ ἀκρατὴς
οὐκ οἴεται εἶναι τὸ πορνεύειν ἀγαθὸν ἀλλὰ κακόν, <διώκει δὲ> αὐτό,
ἤτοι ἐπιζητεῖ ἄκων καὶ ἀπροαιρέτως ὑπὸ τῆς αἰσχρᾶς ἐπιθυμίας
ἡττώμενος.
Ὄπισθεν εἶπεν ὅτι ὁ ἀκρατὴς οὐκ ἐπιστήμην ἔχει ἀλλὰ δόξαν. εἰ
γὰρ εἶχεν ἐπιστήμην, οὐκ ἂν παρέσφηλεν· ἡ γὰρ ἐπιστήμη ἄπταιστός
ἐστιν. ἐπεὶ δὲ παρασφάλλει ἡττώμενος ὑπὸ τῆς ἐπιθυμίας, λοιπὸν ἔχει
δόξαν. ἡ γὰρ δόξα πταιστή ἐστι καὶ ἀβέβαιος. φησὶν οὖν πρὸς τοῦτο,
ὅτι κἂν λέγωμεν, ὅτι ὁ ἀκρατὴς δόξαν ἔχει καθ' ἣν ἀκρατεύεται, καὶ
οὐχὶ ἐπιστήμην, <οὐδὲν διαφέρει,> ταὐτὸν γάρ ἐστιν. εἰ μὲν γὰρ πᾶσα
δόξα ἦν πταιστὴ καὶ ἀβέβαιος, οὐ καλῶς ἂν ἔλεγον ὅτι δόξαν ἔχει ὁ ἀκρα-
τής, καὶ οὐκ ἐπιστήμην. ἐπεὶ δέ ἐστι δόξα ἄπταιστος καὶ βεβαία οὐδὲν
ἧττον τῆς ἐπιστήμης, λοιπὸν οὐ καλῶς λέγουσιν. εἴτε γὰρ δόξαν λέγουσιν
ἔχειν τὸν ἀκρατῆ εἴτε ἐπιστήμην, οὐδὲν διαφέρει, ἐπεί ἐστι καὶ δόξα
ἄπταιστος οὐδὲν ἧττον τῆς ἐπιστήμης. τινὲς γὰρ <τῶν δοξαζόντων οὐ
διστάζουσι> καὶ ἀμφιβάλλουσιν οἷς δοξάζουσιν, <ἀλλ' οἴονται ἀκριβῶς
εἰδέναι,> ὡς ὁ Δημόκριτος ἐδόξαζεν, ὅτι τὰ σώματα ἐκ τῶν ἀτόμων
εἰσί, καὶ ἀκριβῶς δοξάζειν ἔλεγεν. <εἰ οὖν> οἱ δοξάζοντες <διὰ τὸ ἠρέμα
πιστεύειν,> ἤτοι διὰ τὸ ἔχειν δόξαν ἀσθενῆ καὶ ἀμυδρὰν πίστιν περὶ
τοῦ πράγματος πράττουσι <παρὰ τὴν ὑπόληψιν,> ἤτοι δόξαν, τουτέστι
πταίουσι καὶ παρασφάλλουσι μᾶλλον ἢ οἱ ἐπιστήμονες· ἀλλ' οὐ διὰ
τοῦτο διαφέρει δόξα καὶ ἐπιστήμη, ἐπεί ἐστι καὶ δόξα ἄπταιστος.
<ἔνιοι γὰρ πιστεύουσιν οἷς δοξάζουσιν> οὐδὲν ἧττον παρὸ <ἕτεροι,>
ἤτοι οἱ ἐπιστήμην ἔχοντες πιστεύουσιν, οἷς ἐπίστανται. <δηλοῖ> δὲ καὶ
<Ἡράκλειτος,> ὅτι ἐστὶ βέβαιος καὶ ἰσχυρὰ δόξα καὶ οὐ πᾶσα δόξα ἐστὶν
ἀσθενής. ἐκεῖνος γὰρ δοξάζων, ὅτι κίνησις οὐκ ἔστιν, ἔλεγεν ὅτι ἀκριβῶς
οἶδα, δείξας ὅτι κἂν δόξαν ἔχειν λέγωσι τὸν ἀκρατῆ κἂν ἐπιστήμην, τῷ
αὐτῷ ἀτοπήματι ἐμπίπτουσι.
418
Λύει τὸ πῶς οἶδε ὁ ἀκρατὴς διὰ τεσσάρων ἐπιχειρημάτων. φησὶ
οὖν, ὅτι τὸ ἐπίστασθαι δύο σημαίνει· λέγεται γὰρ καὶ ἐπιστήμων ὁ ἔχων
τὴν ἕξιν καὶ τὴν ἐπιστήμην, μὴ <χρώμενος δὲ τῇ ἐπιστήμη,> ἤτοι μὴ
ἐνεργῶν δὲ κατὰ τὴν ἐπιστήμην· λέγεται καὶ ἐπιστήμων ὁ ἔχων τὴν ἕξιν
τῆς γεωμετρίας καὶ τὴν ἐπιστήμην καὶ <χρώμενος> ταύτῃ, ἤτοι ἐνεργῶν
κατὰ τὴν οἰκείαν ἐπιστήμην. διαφέρει οὖν τὸ πταῖσαί τινα ἐπιστήμονα,
<ἔχοντα μὲν> τὴν ἐπιστήμην <μὴ θεωροῦντα δέ,> ἤτοι μὴ ἐνεργοῦντα δὲ
κατὰ τὴν ἐπιστήμην, καὶ τὸ πταῖσαι τὸν ἐπιστήμονα, ἔχοντα μὲν τὴν ἐπι-
στήμην <καὶ θεωροῦντα,> ἤτοι καὶ ἐνεργοῦντα κατὰ τὴν ἐπιστήμην, καὶ
τὸ πράττειν αὐτὸν ἐν τῷ ἐνεργεῖν ἃ μὴ δεῖ ποιεῖν τοῦ καὶ <ἔχοντα> τὴν
ἐπιστήμην <καὶ θεωροῦντα,> ἤτοι ἐνεργοῦντα. <τοῦτο γάρ> ἐστι <δεινὸν>
καὶ ἄτοπον, τὸ ἐάν τις ἔχων τὴν ἐπιστήμην καὶ ἐνεργῶν περὶ αὐτὴν
παρασφάλλῃ, ἀλλ' οὐκ ἔστι ἄτοπον οὐδὲ δεινόν, ἐάν τις παρασφάλλῃ, ἔχων
μὲν τὴν ἐπιστήμην μὴ θεωρῶν δέ, ἤτοι μὴ ἐνεργῶν δέ, οἷον εἴ τις τῆς
γραμματικῆς μὲν ἔχει τὴν ἐπιστήμην, οὐκ ἐνεργεῖ δὲ περὶ αὐτήν, ἀλλ'
ἕτερόν τι σκοπεῖ καὶ περὶ αὐτὸ τὸν νοῦν ἔχει, ἐρωτηθεὶς τὸ “ὁ Αἴας,
τὸ ο”, καὶ εἴπῃ “μέγα”, οὐκ ἔστιν ἄτοπον, ἀλλ' ἄτοπον, εἴ τίς ἐστι γραμμα-
τικὸς καὶ ἐνεργῶν ὡς γραμματικὸς πταίσει. καὶ ὁ ἀκρατὴς ἔχει μὲν τὴν
ἐπιστήμην, ὅτι κακόν ἐστι τὸ πορνεύειν, οὐκ ἐνεργεῖ δὲ περὶ αὐτήν, ὥστε
ἀπέχεσθαι τούτου, καὶ εἰ ἐπιστήμην ἔχει μὲν οὐκ ἐνεργεῖ δέ, οὐδέν ἐστιν
ἄτοπον εἰ παρασυρεὶς ὑπὸ τῆς ἐπιθυμίας πορνεύσει.
Ἕτερον ἐπιχείρημα ὅτι δύο τρόποι εἰσὶ τῶν προτάσεων. τῶν γὰρ
προτάσεων ἡ μέν ἐστι καθόλου, ἡ δὲ μερική. εἴ τις μὲν οὖν γινώσκει τὴν
καθόλου πρότασιν, καὶ τὴν μερικὴν ἐξ ἀνάγκης δυνάμει γινώσκει ἢ ἐνερ-
γείᾳ. ἡ γὰρ μερικὴ πρότασις ὑπὸ τῆς καθόλου προτάσεως περιέχεται.
οὐδὲν οὖν κωλύει <πράττειν παρὰ τὴν ἐπιστήμην,> ἤτοι παρασφάλλειν
καὶ πταίειν τὸν ἔχοντα μὲν ἀμφοτέρας τὰς προτάσεις, καὶ τὴν καθόλου
καὶ τὴν μερικήν, καὶ χρώμενον μὲν <τῇ καθόλου,> ἤτοι ἐνεργοῦντα περὶ
τὴν καθόλου καὶ ταύτην γινώσκοντα ἐνεργείᾳ, ἀλλὰ μὴ χρώμενον τῇ μερι-
κῇ, ἤτοι μὴ ἐνεργοῦντα περὶ τὰ μερικά, ἀλλὰ δυνάμει ταύτην γινώσκοντα.
τὰ γὰρ καθ' ἕκαστα πρακτά εἰσιν, ἤτοι περὶ τὰ μερικὰ πᾶς ἐνεργεῖ, οὐ
περὶ τὰ καθόλου, καὶ ἐπεὶ περὶ τὰ μερικὰ ἐνεργεῖ, διὰ τοῦτο καὶ παρα-
σφάλλει τὴν μερικὴν πρότασιν ἀγνοῶν. εἰ γὰρ γινώσκει μὲν καθόλου, ὅτι
πᾶς ἐλλέβορος θανατηφόρος ἐστὶ καὶ καθαίρει, ἀγνοεῖ δὲ τὸ μερικόν, ὅτι
τόδε ἐλλέβορός ἐστιν, εἶτα παρασφάλλει προσαγαγὼν τοῦτο ὡς φάρμακον,
οὐδὲν ἄτοπον, ἀλλὰ τότε ἐστὶν ἄτοπον, ὅταν γινώσκων τὸ μερικόν, οἷον
ὅτι τόδε ἐλλέβορός ἐστι καὶ προσφέρῃ τοῦτόν τινι. <διαφέρει δὲ καὶ τὸ
καθόλου.> τὸ μὲν γάρ ἐστιν ἐφ' ἑαυτοῦ, <τὸ δὲ ἐπὶ τοῦ πράγματος.>
εἰ οὖν ἐφ' ἑαυτοῦ μέν ἐστι τὸ καθόλου, τότε ἐξ ἀνάγκης γινώσκει καὶ
419
τὴν μερικήν. ἑαυτὸν γὰρ πάντως οὐδεὶς ἀγνοεῖ· <οἷον ὅτι παντὶ ἀνθρώ-
πῳ συμφέρει τὰ ξηρά,> καθόλου πρότασίς ἐστιν ἐφ' ἑαυτοῦ, καὶ διὰ
τοῦτο ἐξ ἀνάγκης γινώσκειν μέλλει καὶ τὴν μερικήν, οἷον ὅτι ἐγὼ ξηρός
εἰμι, καὶ διὰ τί ἐμοὶ συμφέρει τὰ ξηρά· ἢ οὗτος ξηρός ἐστιν, ἐπεὶ καὶ
ἄνθρωπός ἐστι, καὶ διὰ τοῦτο συμφέρει αὐτῷ τὰ ξηρά. καὶ πάλιν ἑτέρα
πρότασις καθόλου ἐφ' ἑαυτοῦ· ὅτι παντὶ ἀνθρώπῳ συμφέρει τὰ δίκαια
πράττειν· ἐξ ἀνάγκης οὖν γινώσκειν μέλλει καὶ τὰ μερικά, ὅτι καὶ ἐγὼ
ἄνθρωπός εἰμι· συμφέρει ἄρα καὶ ἐμοὶ καὶ τὰ δίκαια πράττειν. ὅταν δὲ
ἐπὶ τοῦ πράγματος ᾖ τὸ καθόλου, οἷον ὅτι πᾶν ξηρὸν <τοιόνδε> ἐστίν,
ἤτοι ὠφέλιμον, οὐκ ἐξ ἀνάγκης μέλλει γινώσκειν τὸ μερικόν, ἢ τὸ ὅτι
ξηρὸν τὸ τοιόνδε. παράδειγμά ἐστι τοῦ καθόλου τοῦ ἐπὶ τοῦ πράγματος·
ὅτι πᾶν μὲν τὸ ξηρὸν τοιόνδε, ἤτοι ὠφέλιμόν ἐστι, γινώσκει, ἀλλὰ τὸ με-
ρικόν, ὅτι τόδε τὸ ὁρώμενον τοιόνδε ἐστίν, ἤτοι ξηρόν, οὐκ ἐξ ἀνάγκης
μέλλει γινώσκειν, ἀλλ' εἰ τόδε τὸ ὁρώμενόν ἐστι τοιόνδε, ἤτοι ξηρόν. ἢ
<οὐκ ἔχει,> ἤτοι ἢ οὐ γινώσκει, ἢ εἰ καὶ γινώσκει, ἀλλ' οὐκ ἐνεργεῖ
περὶ αὐτό. ὁμοίως δὲ καὶ τὸ πᾶς ἐλλέβορος καθαίρει γινώσκει μέν, ἀλλ'
εἰ τόδε ἐλλέβορός ἐστιν, οὐκ ἐξ ἀνάγκης μέλλει γινώσκειν. τὸ πᾶς ἐλλέβο-
ρος καθόλου· καθόλου ἐστὶν ἐπὶ τοῦ πράγματος. κατὰ τοὺς δύο οὖν
τρόπους τῶν προτάσεων, ἤτοι τὴν καθόλου καὶ μερικήν, διαφέρειν <ἀμή-
χανον ὅσον,> ἤτοι κατὰ πολύ, <ὥστε δοκεῖν> οὐδὲν ἄτοπον, <οὕτως μὲν
εἶναι,> ἤτοι παρασφάλλειν καὶ πταίειν, εἰ τὸ καθόλου γινώσκει, τὸ δὲ με-
ρικὸν ἀγνοεῖ. κατὰ γὰρ τὸ καθόλου οὐδεὶς ἀγνοεῖ, ἀλλὰ κατὰ τὰ μερικά,
καὶ διὰ τοῦτο εἰ ἀγνοῶν τις τὴν μερικὴν πρότασιν παρασφάλλει, οὐδὲν
ἄτοπον. <θαυμαστὸν> δέ ἐστι καὶ παράξενον ἄλλως, ἤτοι εἰ γινώσκων
τις καὶ τὸ καθόλου καὶ τὸ μερικὸν παρασφάλλει. καὶ ὁ ἀκρατὴς οὐδὲν
ἄτοπόν ἐστιν, εἰ γινώσκει μὲν τὸ καθόλου, ὅτι τὸ μοιχεύειν κακόν ἐστι,
τὸ δὲ μερικὸν ἀγνοῶν καὶ ὑπὸ τῆς ἐπιθυμίας ἡττώμενος, ὡς ἀγαθὸν οἴε-
ται εἶναι τὸ μοιχεύειν, παραπταίει καὶ μοιχεύει.
Ἔτι ἕτερον ἐπιχείρημά τι ἴσον αὐτὸ μὲν ὂν τῷ πρώτῳ ἐπιχειρήματι,
διαφέρει δέ, διότι ἐκεῖ μὲν εἶχε τὴν ἐπιστήμην, ἑκὼν δὲ οὐκ ἐνήργει,
ἐνταῦθα δὲ ἔχει μὲν τὴν ἐπιστήμην, ἄκων δὲ οὐκ ἐνεργεῖ. ὑπὸ γὰρ τῆς
μέθης ἢ τοῦ θυμοῦ κωλύεται ἐνεργῆσαι. ἔτι ὑπάρχει μὲν τοῖς ἀνθρώ-
ποις τὸ ἔχειν τὴν ἐπιστήμην κατὰ ἄλλον τρόπον τῶν δύο ἐπιχειρημάτων
<τῶν νῦν ῥηθέντων. ἐν τῷ γὰρ ἔχειν μὲν> τὴν ἐπιστήμην, <μὴ χρῆ-
σθαι δέ,> ἤτοι μὴ ἐνεργεῖν δὲ κατ' αὐτὴν τῷ κωλύεσθαι, ὁρῶμεν τὴν
ἕξιν διαφέρουσαν, ὥστε καὶ ἔχειν πως τὴν ἕξιν καὶ μὴ ἔχειν. οἷον ὁ
καθεύδων, εἰ ἔστι γεωμέτρης, καὶ ἔχειν τὴν ἐπιστήμην ῥηθήσεται καὶ μὴ
ἔχειν. ᾗ μὲν γὰρ ἔχει τὴν ἕξιν, ῥηθήσεται ἐπιστήμων, ἤτοι ἔχων τὴν
ἐπιστήμην, ᾗ δὲ κωλύεται ὑπὸ τοῦ ὕπνου, ὥστε ἐνεργεῖν κατὰ τὴν ἐπι-
στήμην, οὐκ ἐπιστήμων ῥηθήσεται μηδὲ ἔχειν ἐπιστήμην. ὁμοίως δὲ καὶ
420
ὁ οἰνωμένος, ἤτοι ὁ μεθύων, καὶ ὁ μαινόμενος καὶ ἔχειν τὴν ἐπιστήμην
ῥηθήσεται καὶ μὴ ἔχειν, εἰ γεωμέτρης ἐστίν. ᾗ μὲν γὰρ ἔχει τὴν ἐπι-
στήμην καὶ τὴν ἕξιν, ῥηθήσεται ἔχειν ἐπιστήμην, ᾗ δὲ κωλύεται ὑπὸ τῆς
μέθης ἢ τῆς μανίας, ὥστε μὴ ἐνεργεῖν κατὰ τὴν οἰκείαν ἐπιστήμην, μὴ
ἔχειν τὴν ἐπιστήμην ῥηθήσεται. ἀλλὰ καὶ <οἱ ἐν τοῖς πάθεσιν ὄντες,>
ἤτοι οἱ τοῖς ἀφροδισίοις κατεχόμενοι ἢ ὑπὸ τοῦ θυμοῦ, <οὕτω διατίθεν-
ται> ὡς οἱ μεθύοντες καὶ οἱ μαινόμενοι. κεκαρωμένοι γὰρ καὶ οὗτοι καὶ
μεθύοντες ὑπὸ τῶν ἀφροδισίων εἰσὶ καὶ ὥσπερ μαινόμενοι, ὁμοίως δὲ
καὶ ὑπὸ τοῦ θυμοῦ. οἱ θυμοὶ γὰρ καὶ αἱ ἐπιθυμίαι τῶν ἀφροδισίων οὐ
μόνον τὴν ψυχὴν ἀλλοιοῦσι καὶ οἱονεὶ μεθύειν αὐτὴν παρασκευάζουσιν,
ἀλλὰ φανερῶς <τὸ σῶμα μεθιστῶσιν,> ἤτοι ἀλλοιοῦσιν. εἰ γάρ τις θυ-
μῷ κατέχεται, ἴδοις ἂν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐρυθρούς, ὁμοίως δὲ καὶ
εἴ τις ἐρᾷ, ἴδοις ἂν τὸ πρόσωπον αὐτοῦ ὠχρόν. ὁμοίως δὲ καὶ οἱ ἐρῶν-
τες ὑπὸ τοῦ ὑπερβολικοῦ ἔρωτος εἰς μανίαν ἐτράπησαν καὶ ἐξεστηκότες
ἐγένοντο. <δῆλον οὖν ὅτι> οἱ ἀκρατεῖς ὁμοίως ἔχουσι τούτοις τοῖς μεθύ-
ουσι καὶ τοῖς μαινομένοις. ὥσπερ γὰρ οἱ μεθύοντες καὶ οἱ μαινόμενοι
ἔχουσι μὲν τὴν ἐπιστήμην, κωλύονται δὲ ὑπὸ τῆς μέθης ἢ τῆς μανίας
καὶ ἐνεργῆσαι κατὰ ταύτην, οὕτω καὶ οἱ ἀκρατεῖς ἔχουσι μὲν τὸν λόγον
ἐρρωμένον καὶ γινώσκουσιν, ὅτι κακόν ἐστι τὸ πορνεύειν, κωλύονται δὲ ὑπὸ
τῆς σφοδρᾶς ἐπιθυμίας, τῆς αἰσχρᾶς, ἐνεργῆσαι καθὼς ὁ λόγος προστάττει.
εἰ δὲ καὶ λέγουσιν οἱ ἀκρατεῖς <τοὺς λόγους τοὺς ἀπὸ τῆς ἐπιστή-
μης> (ἐπιστάμενοι γὰρ οἱ ἀκρατεῖς ὅτι κακὸν τὸ μοιχεύειν, λέγουσιν ὅτι
κακόν ἐστι τὸ μοιχεύειν), <οὐδὲν σημεῖον,> ἤτοι οὐδὲν πρὸς τὸν λόγον.
καὶ γὰρ οἱ ὄντες ἐν τοῖς πάθεσι τούτοις, ἤτοι ἐν τῇ μέθῃ ἢ ἐν μανίᾳ,
ἤτοι οἱ μεθύοντες καὶ οἱ μαινόμενοι, λέγουσιν ἀποδείξεις, ἤτοι ἀποδεικτι-
κοὺς συλλογισμοὺς καὶ λόγους τοῦ Ἐμπεδοκλέους, οὐ νοοῦσι δὲ τί λέγου-
σιν. ὁμοίως δὲ καὶ οἱ παῖδες οἱ νῦν πρῶτον…
ρουσι…
The complete text is available when the reading interface loads.