Hymnorum fragmenta
- Authority group
- Proclus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Hymnorum fragmenta, ed. Vogt, op. cit., 33.
- CTS identifier
urn:cts:greekLit:tlg4036.tlg016.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Πρόκλος ἐγὼ γενόμην Λύκιος γένος, ὃν Συριανὸς ἐνθάδ' ἀμοιβὸν ἑῆς θρέψε διδασκαλίης.ξυνὸς δ' ἀμφοτέρων ὅδε σώματα δέξατο τύμβος· αἴθε δὲ καὶ ψυχὰς χῶρος ἕεις λελάχοι.Ῥηγίνου μελάθροισι τὸν εὐαστὴν Διόνυσον δέρκεο, δεξιτερῇ χειρὶ κυπελλοφόρον,ξανθὴν μὲν σφίγγοντα καρήατος αἴθοπι κισσῷ χαίτην καὶ λαιῇ θυρσοφόρον παλάμῃ,βαπτὰ δὲ πέπλα φέροντα κατὰ χροὸς αἵματι κόχλου καὶ στικτὴν νεβρίδων ἀμφικρεμῆ χλαμύδα.αὐτὸν Βάκχον ἄνακτα δόμων ἔντοσθε δέδορκας εὐξείνων, εὐχαῖς ἵλαον ἑσταότα.{<Πρόκλου>}{<περὶ τῆς καθ' Ἕλληνας ἱερατικῆς τέχνης.>} Ὥσπερ οἱ ἐρωτικοὶ ἀπὸ τῶν ἐν αἰσθήσει καλῶν ὁδῷ προϊόντεςἐπ' αὐτὴν καταντῶσι τὴν μίαν τῶν καλῶν πάντων καὶ νοητῶν ἀρχήν,οὕτως καὶ οἱ ἱερατικοὶ ἀπὸ τῆς ἐν τοῖς φαινομένοις ἅπασι συμπα-θείας πρός τε ἄλληλα καὶ πρὸς τὰς ἀφανεῖς δυνάμεις, πάντα ἐν πᾶσικατανοήσαντες, τὴν ἐπιστήμην τὴν ἱερατικὴν συνεστήσαντο, θαυ-μάσαντες τῷ βλέπειν ἔν τε τοῖς πρώτοις τὰ ἔσχατα καὶ ἐν τοῖςἐσχάτοις τὰ πρώτιστα, ἐν οὐρανῷ μὲν τὰ χθόνια κατ' αἰτίαν καὶοὐρανίως, ἔν τε γῇ τὰ οὐράνια γηΐνως. Ἢ πόθεν ἡλιοτρόπια μὲνἡλίῳ, σεληνοτρόπια δὲ σελήνῃ συγκινεῖται συμπεριπολοῦντα ἐςδύναμιν τοῖς τοῦ κόσμου φωστῆρσιν; Εὔχεται γὰρ πάντα κατὰ τὴνοἰκείαν τάξιν καὶ ὑμνεῖ τοὺς ἡγεμόνας τῶν σειρῶν ὅλων ἢ νοερῶς ἢλογικῶς ἢ φυσικῶς ἢ αἰσθητῶς· ἐπεὶ καὶ τὸ ἡλιοτρόπιον ᾧ ἔστινεὔλυτον, τούτῳ κινεῖται καί, εἰ δή τις αὐτοῦ κατὰ τὴν περιστροφὴνἀκούειν τὸν ἀέρα πλήσσοντος οἷός τε ἦν, ὕμνον ἄν τινα διὰ τοῦἤχου τούτου συνῄσθετο τῷ Βασιλεῖ προσάγοντος, ὃν δύναταιφυτὸν ὑμνεῖν. Ἐν μὲν οὖν τῇ γῇ χθονίως ἐστὶν ἡλίους καὶ σελήνας ὁρᾶν, ἐνοὐρανῷ δὲ οὐρανίως τά τε φυτὰ πάντα καὶ λίθους καὶ ζῷα, ζῶντανοερῶς. Ἃ δὴ κατιδόντες οἱ πάλαι σοφοί, τὰ μὲν ἄλλοις, τὰ δὲἄλλοις προσάγοντες τῶν οὐρανίων, ἐπήγοντο θείας δυνάμεις εἰς τὸνθνητὸν τόπον καὶ διὰ τῆς ὁμοιότητος ἐφειλκύσαντο· ἱκανὴ γὰρ ἡὁμοιότης συνάπτειν τὰ ὄντα ἀλλήλοις· ἐπεὶ καί, εἴ τις θρυαλλίδαπροθερμήνας ὑπόσχοι τῷ λυχναίῳ φωτὶ μὴ πόρρω τοῦ πυρός,ἴδοι ἂν αὐτὴν ἐξαπτομένην μὴ ψαύουσαν τοῦ πυρός, καὶ τὴν ἔξαψινἄνωθεν τοῦ κατωτέρω γινομένην. Ἀναλόγως οὖν ἡ μὲν προθέρμαν-σις νοείσθω σοι τῇ συμπαθείᾳ τῶν τῇδε πρὸς ἐκεῖνα, ἡ δὲ προσα-γωγὴ καὶ ἐν καλῷ θέσις τῇ τῆς ἱερατικῆς τέχνης κατά τε καιρὸν τὸνπρέποντα καὶ τρόπον τὸν οἰκεῖον προσχρήσει τῶν ὑλῶν, ἡ δὲ τοῦπυρὸς διάδοσις τῇ παρουσίᾳ τοῦ θείου φωτὸς εἰς τὸ δυνάμενονμετέχειν, ἡ δὲ ἔξαψις τῇ θειώσει τῶν θνητῶν καὶ τῇ περιλάμψει τῶνἐνύλων, ἃ δὴ κινεῖται πρὸς τὸ ἄνω λοιπὸν κατὰ τὸ μετασχεθὲν ὑπ'αὐτῶν σπέρμα θεῖον, ὥσπερ τὸ τῆς ἐξαφθείσης θρυαλλίδος φῶς. Καὶ ὁ λωτὸς δὲ παρίστησι τὴν συμπάθειαν, μεμυκὼς μὲν πρὸ τῶνἡλιακῶν αὐγῶν, διαπτυσσόμενος δέ πως ἠρέμα τοῦ ἡλίου πρῶτονφανέντος, καὶ ὅσον ὑψοῦται τὸ φῶς, ἐξαπλούμενος, καὶ αὖθις συνα-γόμενος, ἐπὶ δύσιν ἰόντος. Τί δὴ οὖν διαφέρει τοὺς ἀνθρώπους αἴρον-τας ἢ τιθέντας 〈τὰς〉 γένυς ἢ τὰ χείλη ὑμνεῖν τὸν ἥλιον, ἢ τὸν λωτὸντὰ φύλλα συμπτύσσοντα καὶ ἀναπλοῦντα; Γίγνεται γὰρ ἀντὶ τῶνγενύων ταῦτα τῷ λωτῷ, καὶ ὁ ὕμνος φυσικός. Καὶ τί δεῖ λέγειν περὶφυτῶν οἷς ὑπάρχει ζωῆς ἴχνος τι γεννητικῆς; Ἀλλὰ καὶ λίθους ἔστινἰδεῖν ταῖς τῶν φωστήρων ἀπορροίαις ἐμπνέοντας, ὡς τὸν μὲνἡλίτην ταῖς χρυσοειδέσιν ἀκτῖσιν ὁρῶμεν τὰς ἡλιακὰς ἀκτῖναςμιμούμενον, τὸν δὲ Βήλου προσαγορευόμενον ὀφθαλμὸν καὶ σχῆμαπαραπλήσιον ἔχοντα κόραις ὀφθαλμῶν καὶ ἐκ μέσης τῆς ἐν αὐτῷκόρης στιλπνὸν ἀφιέντα φῶς, ὅν φασιν ἡλίου χρῆναι καλεῖν ὀφθαλ-μόν, τὸν δὲ σεληνίτην τύπῳ τε καὶ κινήσει σὺν τῇ σελήνῃ τρεπόμε-νον, τὸν δὲ ἡλιοσέληνον τῆς συνόδου τῶν φωστήρων τούτων οἷονἄγαλμα ταῖς κατ' οὐρανὸν συνόδοις τε καὶ διαστάσεσιν ἀφομοιωθέν.Οὕτω μεστὰ πάντα θεῶν, τὰ μὲν ἐν γῇ τῶν οὐρανίων, τὰ δὲ ἐνοὐρανῷ τῶν ὑπὲρ τὸν οὐρανόν, καὶ πρόεισιν ἑκάστη πληθυομένησειρὰ μέχρι τῶν ἐσχάτων· τὰ γὰρ ἐν ἑνὶ πρὸ τῶν πάντων, ταῦτα ἐνπᾶσιν ἐξεφάνη, ἐν οἷς καὶ ψυχῶν συστάσεις ἄλλων ὑπ' ἄλλοιςταττομένων θεοῖς, ἔπειτα ζῴων ἡλιακῶν εἰ τύχοι πλῆθος, οἷον λέον-τες καὶ ἀλεκτρυόνες, μετέχοντες καὶ αὐτοὶ τοῦ θείου κατὰ τὴνἑαυτῶν τάξιν. Καὶ τὸ θαυμαστὸν ὅπως ἐν τούτοις τὰ ἐλάττοναδυνάμει τε καὶ μεγέθει τοῖς κατ' ἄμφω κρείττοσίν ἐστι φοβερά·ὑποστέλλεται γὰρ ὁ λέων, φασί, τὸν ἀλεκτρυόνα. Τὸ δὲ αἴτιον ἀπὸμὲν τῆς αἰσθήσεως οὐκ ἔστι λαβεῖν, ἀπὸ δὲ τῆς νοερᾶς ἐπιβλέψεωςκαὶ τῆς ἐν τοῖς αἰτίοις διαφορᾶς. Ἐνεργεστέρα γοῦν ἐστιν ἡ τῶνἡλιακῶν συμβόλων εἰς τὸν ἀλεκτρυόνα παρουσία· δηλοῖ δὲ τῶνἡλιακῶν περιόδων συναισθανόμενος καὶ ᾄδων ὕμνον τῷ φωστῆριπροσιόντι τε καὶ ἐπὶ τὰ λοιπὰ κέντρα τρεπομένῳ· διὸ καὶ ἄγγελοίτινες ἡλιακοὶ ὤφθησαν τοιαύτας ἔχοντες μορφάς, καὶ ὄντες ἀμόρ-φωτοι, φαίνονται τοῖς ἐν μορφῇ κατεχομένοις ἡμῖν μεμορφωμένοι.Ἤδη δέ τινα τῶν ἡλιακῶν δαιμόνων λεοντοπρόσωπον φαινόμενον,ἀλεκτρυόνος δειχθέντος, ἀφανῆ γενέσθαι φασὶν ὑποστελλόμενον τὰτῶν κρειττόνων συνθήματα· ἐπεὶ καὶ θείων ἀνδρῶν εἰκόνας ὁρῶν-τες πολλοὶ ἀνεστάλησαν ὑπ' αὐταῖς τι τῶν μιαρῶν ἐνεργεῖν. Ἁπλῶς δὲ τὰ μὲν ταῖς περιόδοις τοῦ φωστῆρος συγκινεῖται, ὡςτὰ εἰρημένα φυτά, τὰ δὲ τὸ σχῆμα μιμεῖται τῶν ἀκτίνων, ὥσπερ ὁφοῖνιξ, τὰ δὲ τὴν ἐμπύριον οὐσίαν, ὥσπερ ἡ δάφνη, τὰ δὲ ἄλλο τι.Ἴδοις ἂν οὖν τὰς συνεσπειραμένας ἰδιότητας ἐν ἡλίῳ μεριζομέναςἐν τοῖς μετέχουσιν ἀγγέλοις, δαίμοσι, ψυχαῖς, ζῴοις, φυτοῖς, λίθοις.Ὅθεν οἱ τῆς ἱερατικῆς ἡγεμόνες ἀπὸ τῶν ἐν ὀφθαλμοῖς κειμένων τὴντῶν ἀνωτέρω δυνάμεων θεραπείαν εὑρήκασι, τὰ μὲν μίξαντες, τὰ δὲοἰκείως ἀναιρούμενοι· ἡ δὲ μῖξις διὰ τὸ βλέπειν τῶν ἀμίκτων ἕκα-στόν τινα ἔχον ἰδιότητα τοῦ θεοῦ, οὐ μὴν ἐξαρκοῦν πρὸς τὴν ἐκείνουπρόκλησιν· διὸ τῇ μίξει τῶν πολλῶν ἑνίζουσι τὰς προειρημέναςἀπορροίας καὶ ἐξομοιοῦσι τὸ ἐκ πάντων ἓν γενόμενον πρὸς ἐκεῖνοτὸ πρὸ τῶν πάντων ὅλον· καὶ ἀγάλματα πολλάκις κατασκευάζουσισύμμικτα καὶ θυμιάματα, φυράσαντες εἰς ἓν τὰ μερισθέντα συνθή-ματα καὶ ποιήσαντες τέχνῃ ὁποῖον κατ' οὐσίαν τὸ θεῖον περιληπτικὸνκαθ' ἕνωσιν τῶν πλειόνων δυνάμεων, ὧν ὁ μὲν μερισμὸς ἠμύδρω-σεν ἑκάστην, ἡ δὲ μῖξις ἐπανήγαγεν εἰς τὴν τοῦ παραδείγματοςἰδέαν. Ἔστι δὲ ὅτε καὶ μία πόα καὶ λίθος εἷς ἀρκεῖ πρὸς τὸ ἔργον·ἀπόχρη γὰρ πρὸς μὲν αὐτοφάνειαν τὸ κνέωρον, πρὸς δὲ φυλακὴνδάφνη, ῥάμνος, σκύλλα, κουράλιον, ἀδάμας καὶ ἴασπις, πρὸς δὲπρόγνωσιν ἡ τοῦ ἀσπάλακος καρδία, πρὸς δὲ καθάρσεις τὸ θεῖονκαὶ τὸ θαλάττιον ὕδωρ. Διὰ μὲν οὖν τῆς συμπαθείας προσήγοντο, διὰ δὲ τῆς ἀντιπαθείαςἀπήλαυνον, καθαίροντες εἰ τύχοι θείῳ καὶ ἀσφάλτῳ καὶ περιρραίνον-τες θαλάττῃ· καθαίρει γὰρ τὸ μὲν θεῖον διὰ τὸ δριμὺ τῆς ὀσμῆς, ἡδὲ θάλαττα διὰ τὸ μετέχειν ἐμπυρίου δυνάμεως. Καὶ ἐν ταῖς τελεταῖς δὲ καὶ ταῖς ἄλλαις περὶ τοὺς θεοὺς θεραπείαιςζῷά τε προσήκοντα ἐξελέγοντο καὶ ἕτερ' ἄττα. Ἀπὸ δὴ τούτων καὶτῶν τοιούτων ὁρμηθέντες, τὰς δαιμονίους δυνάμεις ἔγνωσαν, ὡς