The Greek Library Author

Anonymous

Excerpta e Platonica Procli theologia

Authority group
Proclus (catalogue association; authorship remains anonymous)
Edition reference
Excerpta e Platonica Procli theologia, ed. Cousin, op. cit., 1243–1258.
CTS identifier
urn:cts:greekLit:tlg4036.tlg020.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1247

ὂν, ἄκρα λέγω· μέση δὲ ἡ <δύναμις> οὖσα κἀν-

ταῦθα συνάπτει, καὶ οὐχ ἑνοῖ (καθάπερ ἐν τῇ

πρὸ αὐτῆς) τὸ ἓν καὶ τὸ ὂν, καὶ ἐπεὶ μέση

ἐστὶν ἀμφοῖν, διὰ μὲν τὴν πρὸς τὸ ὂν κοινω-

νίαν, ἓν ὂν ἀποφαίνει τὸ ἓν, διὰ δὲ τὴν πρὸς

τὸ ἓν, ἓν ἀποτελεῖ τὸ ὄν. Καὶ οὕτως τὸ ἓν ὂν

ἐκ μερῶν ἐστι δυοῖν, τοῦ τε ἑνὸς ὄντος καὶ τοῦ

ὄντος ἑνὸς, ὥσπερ αὐτὸς ὁ Παρμενίδης φησίν.

Ἄρχεται μὲν οὖν τῶν περὶ τῆς τριάδος ταύτης

λόγων ἐνθένδε· <Πάλιν δὲ λέγωμεν, ἓν εἰ

ἔστι, τί συμβήσεται· σκόπει οὖν εἰ

οὐκ ἀνάγκη ταύτην τὴν ὑπόθεσιν τοι-

οῦτον ὂν τὸ ἓν σημαίνειν, οἷον μέρη

ἔχειν> [p. 142 C]. Τελευτᾷ δὲ οὑτωσὶ λέγων·

<Καὶ ὅλον ἄρα ἐστὶν ὃ ἂν ἓν ᾖ, καὶ μό-

ριον ἔχει> [p. 142 D]. Διὰ δὲ τούτων ὁ Παρ-

μενίδης ὁλότητα τὴν δευτέραν ἀφορίζεται τά-

ξιν τῶν νοητῶν. Ὡς γὰρ τὸ εἶναι πᾶσιν ἀπὸ

τῆς πρώτης, οὕτως τὸ ὅλον ἀπὸ τῆς δευτέρας

καὶ ἡ παντελὴς διαίρεσις ἀπὸ τῆς τρίτης ....

1248

Μετὰ γὰρ τὴν κρύφιον ἕνωσιν τῆς πρώτης

καὶ τὴν τῆς δευτέρας δυαδικὴν διάκρισιν ἡ τῆς

<τρίτης> ἀπογεννᾶται πρόοδος, ἐκ μερῶν μὲν

ἔχουσα τὴν ὑπόστασιν, πλειόνων δὲ μερῶν, ὧν

τὸ πλῆθος ὠδινεῖ ἡ πρὸ αὐτῆς. Ἑνὰς μὲν γάρ

ἐστιν ἐν ταύτῃ καὶ <δύναμις> καὶ ὂν, ἀλλὰ

τὸ ἓν πληθύνεται, καὶ τὸ ὂν καὶ ἡ δύναμις ....

Αἰτία δὲ τῆς προόδου ταύτης ἡ δύναμις· δυο-

ποιὸς γὰρ ἡ δύναμις καὶ πλήθους ἐργάτις, τὸ

μὲν γὰρ ἓν εἰς πλῆθος προκαλουμένη, τὸ δὲ ὂν

εἰς μετουσίαν τῶν θείων ἑνάδων ἐπιστρέφουσα.

Πόθεν ἄρχεται περὶ ταύτης ἡμᾶς τῆς τριάδος

ἀναδιδάσκων ὁ Παρμενίδης, καὶ ποῦ τὸν περὶ

αὐτῆς συμπεραίνεται λόγον; Ἀρχὴ μὲν οὖν αὕτη

τῶν λόγων ἥδε· <Τί οὖν; τῶν μορίων ἑκά-

τερον τούτων τοῦ ἑνὸς ὄντος, τό τε ἓν

καὶ τὸ ὂν, ἆρα ἀπολείπεσθον ἢ τὸ ἓν

τοῦ ὄντος εἶναι μόριον, ἢ τὸ ὂν τοῦ

ἑνὸς μόριον; Οὐκ ἂν εἴη> [p. 142 D].

Τελευτὴ δὲ ἥδε· <Οὐκοῦν ἄπειρον ἂν τὸ

πλῆθος οὕτω τὸ ἓν ὂν εἴη; Ἔοικέ γε>

[p. 143 A] .... Ὅταν μὲν γὰρ λέγηται τοῦ

ἑνὸς ὄντος μόρια πάντα τὰ δεύτερα καὶ ὅσα διὰ

τὴν τῆς δυνάμεως διακριτικὴν αἰτίαν ἀναφαί-

νεται, τὴν ἀπὸ τῆς μονάδος ἐφήκουσαν ἕνωσιν

εἰς τὴν τρίτην τριάδα παραδίδωσιν ὁ λόγος.

Ὅταν δὲ ἡ δύναμις διακρίνουσα καὶ συνάπτουσα

τὰς ἑνάδας καὶ τὰ ὄντα τὸ πλῆθος ἀποτελῇ,

τότε δὴ πάντως ἡ μετουσία τῆς δυάδος ἀνα-

φαίνεται, καθάπερ, οἶμαι, καὶ ὁ Παρμενίδης

ἐνδείκνυσι λέγων· <Ὥστε ἀνάγκη δύο ἀεὶ

γιγνόμενον μηδέποτε ἓν εἶναι>. Κατ'

ἀμφοτέρας ἄρα τὰς προϋπαρχούσας τριάδας αὕτη

προελήλυθε, <ῥέουσα>, κατὰ τὸ Λόγιον, καὶ

ἐπὶ πᾶν προϊοῦσα τὸ νοητὸν πλῆθος. Τῆς γὰρ

ῥοῆς ταύτης καὶ τοῦ ἀπεριλήπτου τῆς δυνάμεως

τὸ ἄπειρον πλῆθος ἐνδεικτικόν. Πρῶτον μὲν τοί-

νυν ἔφην τὴν τριάδος ταύτης ὑπόστασιν τῶν

πρὸ αὐτῆς ἠρτημένην διὰ τούτων ἀποδεικτέον·

1249

ἐπειθ' ὅτι καὶ πρωτογενὴς ἡ τριὰς αὕτη κατὰ

τὸν Παρμενίδην· πρώτῃ γὰρ αὐτῇ τοῦ γίγνε-

σθαι μεταδίδωσι, καὶ τὸ πλῆθος τὸ ἐν αὐτῇ

γιγνόμενον ἀποκαλεῖ. Λέγει γὰρ οὖν οὕτως·

<Καὶ γίγνεται τὸ ἐλάχιστον ἐκ δυοῖν

αὖ μορίοιν τὸ μόριον>. Καὶ πάλιν· <Ὅ τί

περ ἂν μόριον γένηται, τούτῳ τῷ μο-

ρίῳ ἀεὶ ἴσχει,> καὶ ἐν τοῖς ἑξῆς. (Proclus,

lib. III, p. 163—167.)

[<Τριάδες νοηταὶ ἅμα καὶ νοεραί>.] Ὁ

μὲν δὴ περὶ τῶν νοητῶν λόγος ἡμῖν ἐνταῦθα

περιγεγράφθω τὴν τοῦ Πλάτωνος περὶ αὐτῶν

ἀναπλώσας μυσταγωγίαν. Ἐχόμενον δέ ἐστι

πάντως τὴν περὶ τῶν νοερῶν θεῶν ἀνασκέψασθαι

κατὰ τὸν αὐτὸν τρόπον ὑφήγησιν. Ἀλλ' ἐπειδὴ

τῶν νοερῶν, τὰ μέν ἐστι <νοητὰ καὶ νοερὰ>,

ὅσα <νοοῦντα νοεῖται>, κατὰ τὸ Λόγιον, τὰ

δὲ νοερὰ μόνον, ἀπὸ τῶν νοερῶν ἅμα καὶ νοητῶν

ἀρξάμενοι λέγωμεν τὰ κοῖνα πρῶτον περὶ αὐ-

τῶν διοριζόμενοι, ἀφ' ὧν καὶ τὴν περὶ τῆς

ἑκάστης τάξεως διδασκαλίαν σαφεστέραν ποιη-

σόμεθα. Πάλιν τοίνυν ἀναμνήσωμεν ἡμᾶς αὐτοὺς

ὡς ἄρα τρεῖς εἰσιν αὗται μονάδες ὁλικαὶ πάν-

τως ἐπέκεινα τῶν κατὰ μέρη διῃρημένων θεῶν,

<οὐσία, ζωὴ, νοῦς>. Καὶ ταῦτα πρὸ τῶν μερι-

κῶν μετέχει τῶν ὑπερουσίων ἑνάδων· ἐξῄρηται

δὲ ἡ οὐσία τῶν λοιπῶν, μέσην δὲ ἔλαχεν ἡ

ζωὴ τάξιν, τὸ δὲ πέρας τῆς τριάδος ταύτης

ἐπιστρέφει πρὸς τὴν ἀρχὴν ὁ νοῦς· καὶ πάντα

ταῦτα νοητῶς μὲν ἔστιν ἐν οὐσίᾳ, νοητῶς δὲ

καὶ νοερῶς ἐν τῇ ζωῇ, νοερῶς δὲ ἐν τῷ νῷ.

(Proclus, lib. IV. p. 179.)

Λείπεται δὴ καὶ περὶ τῆς τριαδικὴς αὐτοῦ

[τοῦ ἀριθμοῦ] διαιρέσεως εἰπεῖν ἑπομένως τῷ

Παρμενίδῃ. Τρία τοίνυν ἐξ ἀρχῆς ταῦτα πέφη-

νεν ἡμῖν κατὰ τὴν τοῦ ἑνὸς διάκρισιν ἀπὸ τοῦ

ὄντος <τὸ ἓν, ἡ ἑτερότης, τὸ ὄν>. Καὶ

τρεῖς αὗται μονάδες τῆς ἑτερότητος οὔτε τῷ

ἑνὶ αὐτῆς οὔσης οὔτε τῷ ὄντι· ταῦτα γὰρ κἂν

ἐν τοῖς νοητοῖς ἦν, ἡ δὲ ἑτερότης ἐνταῦθα πρῶ-

1250

τον. Ἀλλ' ἐπειδήπερ ἄνω μὲν ἡ δύναμις συν-

αγωγὸς ἦν, ἐνταῦθα δὲ διακριτικὴ τῶν ἄκρων,

οὐ μόνον μονάδες εἰσὶ τρεῖς, ἀλλὰ καὶ δυάδες

τρεῖς, τὸ ἓν μετὰ τῆς ἑτερότητος, καὶ ἡ ἑτερό-

της μετὰ τοῦ ὄντος καὶ τὸ ἓν μετὰ τοῦ ὄντος·

αἰτία γὰρ καὶ τῆς τοιαύτης διακρίσεως ἡ ἑτε-

ρότης τὴν ἕνωσιν ἀκραιφνῆ τοῦ ἑνὸς ὄντος οὐ

φυλάττουσα. Μονάδες οὖν τρεῖς καὶ δυάδες

τρεῖς, ἀλλὰ καὶ τριάδες τρεῖς αἱ αὐταὶ γένοιντο

ἂν, ὁτὲ μὲν ἡμῶν ἀπὸ τοῦ ἑνὸς ἀρχομένων, ὁτὲ

δὲ ἀπὸ τοῦ ὄντος, ὁτὲ δὲ ἀπὸ τῆς ἑτερότητος·

μοναδικῶς ἄρα καὶ τριαδικῶς ὑφέστηκεν ἡ τριὰς

αὕτη .... Καὶ μεχρὶ τούτων ἡ πρωτίστη θεότης

ἐκπέφανται γόνιμος οὖσα τῶν πρωτίστων ἀρι-

θμῶν, κατὰ μὲν τὸ ἓν τῶν ἑνιαίων, κατὰ δὲ

τὴν ἑτερότητα τῶν γεννητικῶν, κατὰ δὲ τὸ ὂν

τῶν οὐσιωδῶν. Ἐπειδὴ δὲ ἀπὸ ταύτης νοητῆς

οὔσης ἡ μετ' αὐτὴν, ἀνάγκη δήπου καὶ τὴν

μονάδα δύναμιν ἔχειν γόνιμον, καὶ τὴν δυάδα

καὶ τὴν τριάδα. Ταύτας μὲν οὖν τὰς δυνάμεις

ὁ Παρμενίδης ἀποκαλεῖ τὸ <ἅπαξ, τὸ δὶς, τὸ

τρίς> [p. 143 E] .... Ἀρχόμενος δὲ ὁ Παρμενί-

δης τῶν περὶ αὐτοῦ [τοῦ ἀριθμοῦ] λόγων ἐντεῦ-

θεν· <Ἴθι δὴ καὶ τῇδε ἔτι. Πῇ; Οὐσίας

φαμὲν μετέχειν τὸ ἓν, διὸ ἔστι; Ναί.

Καὶ διὰ ταῦτα δὴ τὸ ἓν ὂν πολλὰ ἐφάνη>

[p. 143 A]· συμπληροῖ μὲν τὸν περὶ τῆς πρώ-

της μονάδος λόγον ὡδί· <Τρία δὲ οὐ περιττὰ

καὶ δύο ἄρτια; Πῶς δ' οὔ> [p. 143 D];

Τὸν δὲ περὶ τῆς δευτέρας· <Ἄρτιά τε ἄρα

ἀρτιάκις ἂν εἴη καὶ περιττὰ περιτ-

τάκις καὶ ἄρτια περιττάκις καὶ πε-

ριττὰ ἀρτιάκις> [p. 144 A]. Τὸν δὲ περὶ

τῆς τρίτης καὶ ἐφεξῆς τριάδος ἐν τούτοις· <Οὐ

μόνον ἄρα τὸ ὂν ἓν πολλά ἐστιν, ἀλλὰ

αὐτὸ καὶ τὸ ἓν ὑπὸ τοῦ ὄντος διανενε-

μημένον πολλὰ ἀνάγκη εἶναι. Παντά-

πασι μὲν οὖν> [p. 144 E]. Ἡ τοίνυν <πρω-

τίστη τριὰς τῶν νοητῶν καὶ νοερῶν

θεῶν> διὰ τούτων ἡμῖν ὑπὸ τοῦ Πλάτωνος ἐκ-

1251

πέφανται, κατὰ μὲν τὴν πρωτίστην μονάδα

πρώτας ἔχουσα τῶν ἀριθμῶν δυνάμεις, τὸ <πε-

ριττὸν> λέγω καὶ τὸ <ἄρτιον,> καὶ διὰ τούτων

συμπληρουμένη τῶν ἀρχῶν, αἱ καὶ ἐν τοῖς νοη-

τοῖς ἦσαν κρυφίως, μονὰς, δυὰς, τριάς· κατὰ

δὲ τὴν δευτέραν, τὰς δευτέρας ἀπὸ τούτων ὑφ-

ισταμένας· ἡ γὰρ τῶν εἰδῶν τοῦ ἀρτίου τομὴ

δευτέραν ἔλαχε τάξιν, καὶ τὸ <περιττάκις

περιττὸν> ὑφειμένον ἐστὶ τῶν πρώτων περιτ-

τῶν· κατὰ δὲ τὴν τρίτην, τὰς μερικωτέρας

αἰτίας τῶν θείων ἀριθμῶν· διὸ καὶ ὁ κατακερ-

ματισμὸς ἐνταῦθα καὶ ἡ ἀπειρία καὶ ἡ παντελὴς

διαίρεσις καὶ ὁ ἑνιαῖος ἀριθμὸς καὶ οὐσιώ-

δης ....

Ἡ μὲν οὖν πρωτίστη τάξις τῶν νοητῶν καὶ

νοερῶν οὕτως ὑπὸ τοῦ Παρμενίδου τεθεώρηται.

Μετὰ δὲ ταύτην ἡ τὸν μέσον κατέχουσα τόπον

τῶν νοητῶν καὶ νοερῶν, ἣν μικρῷ πρότερον

συνεκτικὴν ἀπεκαλοῦμεν, ἐκφαίνεται. Καλεῖται

δὲ αὐτὴ τριχῶς, <ἓν πολλὰ, ὅλον μέρη,

πεπερασμένον ἄπειρον> .... Ἑξῆς γάρ ἐστιν

ἀλλήλοις τὸ ἓν, τὸ ὅλον, τὸ πεπερασμένον, καὶ

τὰ τούτοις οἷον ἀντίστοιχα, τὰ πολλὰ, τὰ μέρη,

τὰ ἄπειρα. Καὶ ἔστι τὸ μὲν ἓν αὐτὸ ἡ ἀρχὴ

τῶν λοιπῶν· τὸ δὲ ὅλον ἤδη σχέσιν ἔχει πρὸς

τὰ μέρη καὶ δυάδος ἔμφασιν, καὶ πρόεισιν εἰς

τὴν πρὸς τὰ μέρη σύνταξιν· τὸ δὲ πεπερασμέ-

νον ἤδη πλῆθός ἐστι πέρατος καὶ ἑνὸς μετέχον,

καὶ οἷον τριάς ἐστι· οὔτε γὰρ πέρας μόνον ὡς ἡ

μονὰς, οὔτε ἄπειρον μόνον ὡς ἡ δυὰς, ἀλλὰ

πέρατος μετέχον ὃ πρῶτόν ἐστι τριάς. Πᾶν μὲν

1252

οὖν πεπερασμένον ὅλον ἐστὶν, οὐ πᾶν δὲ ὅλον

πεπέρασται· καὶ γὰρ τὸ ἄπειρον ὅλον, εἴτε

πλῆθός ἐστιν, εἴτε μέγεθος· καὶ πᾶν μὲν τὸ

ὅλον ἕν ἐστι, οὐ πᾶν δὲ ἓν ὅλον· τὸ γὰρ ἄσχε-

τον πρὸς τὸ πλῆθος οὐχ ὅλον. Ἐπέκεινα ἄρα τὸ

μὲν ἓν τοῦ ὅλου, τὸ δὲ ὅλον τοῦ πεπερασμένου.

Τὸν αὐτὸν δὴ τρόπον καὶ τὰ ἄπειρα μέρη τοῦ

πεπερασμένου λέγεται· καθ' ἑαυτὸ γὰρ οὐκ ἔστι

τὸ ἄπειρον· ᾧ καὶ δῆλον ὡς οὐκ ἔστιν ἐν τῷ

ποσῷ τὸ ἄπειρον, ἀλλ' ἐν τῇ δυνάμει. Οὐ πάντα

δὲ τὰ μέρη ἄπειρα· καὶ γὰρ κατὰ τὸ πέρας

ἑνὶ χαρακτηρίζεται τῶν μερῶν· καὶ αὖ τὰ μὲν

μέρη πολλά ἐστι, τὰ δὲ πολλὰ οὐ πάντως μέρη.

Τὰ τοίνυν πολλὰ πρὸ τῶν μερῶν, ταῦτα δὲ πρὸ

τῶν ἀπείρων· ἀνάλογον ἄρα τῷ μὲν ἑνὶ τὰ

πολλὰ, τῷ δὲ ὅλῳ τὰ μέρη, τῷ δὲ πεπερα-

σμένῳ τὰ ἄπειρα, καὶ τρεῖς αὗται συνοχικαὶ

μονάδες τὴν μέσην συμπληροῦσι τάξιν τῶν νοη-

τῶν καὶ νοερῶν .... Τοιαύτη τίς ἐστι καὶ ἡ

συνεκτικὴ τριὰς, ἣν ὁ Παρμενίδης διὰ τούτων

ἀπέφηνε· <Τὸ ἓν ἄρα ὂν ἕν τέ ἐστι καὶ πολ-

λὰ, καὶ ὅλον καὶ μόρια, καὶ πεπερα-

σμένον καὶ ἄπειρον πλήθει> [p. 145 A].

Τὸ δὲ τρίτον φασὶ τῷ σωτῆρι, καὶ ἡμεῖς

<τὴν τελεσιουργὸν διακόσμησιν τῶν

θεῶν> ἀνυμνήσωμεν, ἑπόμενοι τῷ Παρμενίδῃ

κατὰ τὸ ἑξῆς. Οὐκοῦν, διότι μὲν τέλος ἦν τῆς

συνεκτικῆς τὸ πεπερασμένον, ἡ τελεσιουργὸς τὰ

ἔσχατα ἔχει· τὸ γὰρ πέρας ἔσχατον. Ἀλλ' ἐκεῖ

μὲν τὸ πεπερασμένον ἐλέγετο τὸ ἓν, ἐνταῦθα

δὲ ἔσχατον ἔχον, ὡς κατὰ μέθεξιν τὸ περα-

1253

τωτικὸν τῶν πολλῶν καταδεξάμενον· κἀκεῖ μὲν

τὸ πέρας ἦν ὃ δὴ καὶ συνεῖχε τὸ ἄπειρον, ἐν-

ταῦθα δὲ ἔσχατον ἔχον καὶ <μέσον> ἂν ἔχοι καὶ

<ἀρχὴν>, καὶ τέλειον ἂν εἴη· τὸ γὰρ ἐκ πάντων

τούτων συμπληρούμενον τέλειόν ἐστι. Ἐνταῦθα

τοίνυν καὶ ἡ ἐκ τῶν μερῶν ἀνεφάνη τελειότης·

ἡ γὰρ συμπλήρωσις τῶν μορίων ἀπεργάζεται

τὸ τέλειον. Καὶ μὴν, καὶ διότι μέσον ἔχει καὶ

ἄκρα τοιοῦτον ἓν, σχῆμα ἂν ἔχοι <περιφερὲς

ἢ μικτὸν ἢ εὐθύ>· πάντα γὰρ ταῦτα μέσου

δεῖται καὶ ἄκρων, τὰ μὲν μετὰ ἁπλότητος, τὰ

δὲ μετὰ συμπλοκῆς. Τρεῖς οὖν ἡμῖν πεφήνασιν

ἰδιότητες· πρώτη μὲν ἣν ἐλέγομεν ἔσχατα

ἔχειν, δευτέρα δὲ ἡ κατὰ τὸ τέλειον, τρίτη δὲ

ἡ κατὰ τὸ σχῆμα ....

Πρὸς δὲ αὖ τοῖς εἰρημένοις καὶ τὴν τάξιν

τῶν τριάδων ἀπὸ τῶν ἐν αὐταῖς τελῶν θεωρή-

σωμεν. Τῆς μὲν γὰρ πρώτης τὸ πέρας ἀριθμὸς,

τῆς δὲ δευτέρας τὸ πεπερασμένον καὶ ἄπειρον,

τῆς δὲ τρίτης περιφερὲς, μικτὸν, εὐθύ .... Συν-

ελόντες οὖν εἴπωμεν ὅτι πᾶσα νοητὴ καὶ νοερὰ

τριὰς κατὰ μὲν τὴν ἀκρότητα τὴν ἑαυτῆς συν-

ῆπται πρὸς τὸ νοητὸν, κατὰ δὲ τὴν μεσότητα

τὴν οἰκείαν ἐκφαίνει δυνάμιν, κατὰ δὲ τὴν ἀπο-

περάτωσιν περιλαμβάνει τὴν ἀπειρίαν τῶν δευ-

τέρων. (Proclus, lib. IV, p. 229—241.)

[<Θεοὶ νοεροί>. Κρόνος, Ῥέα, Ζεύς.] Πρῶτον

περὶ τοῦ πατρὸς τῶν νοερῶν καὶ αὖ τῆς συντε-

ταγμένης αὐτῷ δυνάμεως τῆς ἀχράντου θεω-

ρήσωμεν ὁποῖά φησιν [ὁ Παρμενίδης]· μετὰ

γὰρ τὸ σχῆμα τὸ τριπλεκὲς καὶ τὴν πάντα τε-

λεσιουργοῦσαν τῶν θεῶν τάξιν ἐμφαίνεται μὲν

τὸ ἐν <ἑαυτῷ καὶ ἐν ἄλλῳ>· συνθήματα δὲ

ταῦτα τῆς νοερᾶς ἀκρότητος ἐπιδείκνυται τῶν

νοερῶν μονάδων .... Ταῦτα τοίνυν καὶ ὁ Παρ-

μενίδης ἐνδεικνύμενος τοῖς διττοῖς τούτοις

συνθήμασι τὴν τάξιν ταύτην ἀποσεμνύνει, καὶ

1254

τὸν πρώτιστον βασιλέα καὶ πατέρα τῶν νοερῶν

διὰ τούτων χαρακτηρίζει τῶν ἰδιοτήτων· καὶ

γὰρ ἐν ἑαυτῷ ἐστι καὶ ἐν ἄλλῳ· καθόσον μὲν

γάρ ἐστιν ὁ ὅλος νοῦς [Κρόνος], πρὸς ἑαυτὸν

ἐνεργεῖ, καθόσον δὲ ἐν τοῖς πρὸ αὐτοῦ νοητοῖς

ἐστιν, ἐν ἄλλῳ τὴν ἑαυτοῦ παντελῆ νόησιν

ἵδρυσε. Τοῦτο γὰρ τὸ <ἐν ἄλλῳ> τοῦ <ἐν ἑαυτῷ>

κρεῖττόν ἐστιν, εἴπερ, ὡς αὐτὸς ὁ Παρμενίδης

διατάττεται, <κατὰ μὲν τὸ ὅλον> αὐτῷ τὸ

<ἐν ἄλλῳ> προσήκει, <κατὰ δὲ τὰ μέρη> τὸ

<ἐν ἑαυτῷ>. Ποῦ δὴ οὖν προϋπάρχει τὸ <ἄλλο>

καὶ ποίᾳ τάξει προσήκει τῶν πρὸ αὐτοῦ θεῶν;

Ἢ καὶ τοῦτο δαιμονίως τῷ ἡμετέρῳ καθη-

γεμόνι γέγραπται· καὶ τὸ <ἄλλο> τῇ τάξει

διαφέρει ταύτῃ καθ' ἣν ἡ τῆς ἑτερότητος δύ-

ναμις πρῶτον ἐξέλαμψεν, ἔκγονος οὖσα τῆς

νοητῆς καὶ πατρικῆς δυνάμεως. Διὸ καὶ ἐν τῇ

πρώτῃ τριάδι κρυφίως ἦν τὸ <ἄλλο>, καθόσον

καὶ ἡ δύναμις καὶ διαφερόντως ἐκφαίνεται

κατὰ τὴν πρωτίστην τάξιν τῶν νοητῶν ὁμοῦ

καὶ νοερῶν· ἐκεῖ γὰρ ἡ πρώτη ἑτερότης καὶ

τὸ θῆλυ τῶν θεῶν, καὶ ἡ πατρικὴ δύναμις καὶ

ἄφθεγκτος ....

Δευτέρα δὲ μετὰ ταύτην [τὴν πρώτην νοε-

ρὰν τάξιν] ἡ τὰ μέσα γένη περιέχουσα τῶν

ὅλων καὶ τῆς προόδου τοῖς πᾶσιν αἰτία [Ῥέα]

καὶ τῆς γονίμου δυνάμεως, συνεχὴς οὖσα πρὸς

ταύτην ἀναφαίνεται. Τί δὴ οὖν ἐστι τῷ νοητῷ

πανταχοῦ καὶ τῷ ὄντως ὄντι συνεχὲς ἄλλο

πλὴν τῆς ζωῆς; μέση γὰρ αὕτη τοῦ τε νοῦ

καὶ τοῦ νοητοῦ, συνάπτουσα τῷ νοητῷ τὸν

νοῦν καὶ τὴν νοητὴν ἀποτυπουμένῃ δύναμιν

τὴν συναγωγὸν τοῦ τε ἑνὸς καὶ τοῦ ὄντος ....

Καὶ οὕτω δὴ <τὸ ἓν κινεῖσθαι καὶ ἑστά-

ναι> λέγων [ὁ Παρμενίδης], κατὰ μὲν τὴν

<κίνησιν> τὴν ζωογόνον ὕπαρξιν παραδίδωσι

τῶν θεῶν καὶ τὴν γεννητικὴν τῶν ὅλων πηγὴν

1255

καὶ τὴν πάντων ἀρχηγὸν αἰτίαν· κατὰ δὲ τὴν

<στάσιν> τὴν τῇ κινήσει συντεταγμένην ἄχραν-

τον μονάδα, τὴν τὰ μέσα συνέχουσαν τῆς φρου-

ρητικῆς τριάδος ....

Τὸ τρίτον τοίνυν τῷ σωτῆρί φασι καὶ τὴν

<δημιουργικὴν μονάδα> [Δία] νοήσωμεν,

ἐκφαινομένην μετὰ τῶν ἐν αὐτῇ συστοίχων

θεῶν .... Καί μοι δοκεῖ καὶ ὁ Παρμενίδης διὰ

ταῦτα τὰ τῆς δημιουργίας συνθήματα διελὼν

ἐν μέσοις αὐτοῖς ἐκφῆναι τὰς ἰδιότητας τῆς τε

ἀχράντου μονάδος καὶ τῆς διαιρετικῆς, καθ-

όσον καὶ αὗται περιέχονταί πως ἐν τῇ μιᾷ

δημιουργίᾳ. Πρώτιστον μὲν γὰρ ἀποδείκνυ-

σι τῶν συμπερασμάτων ὅτι τὸ ἓν <ταὐτὸν

ἑαυτῷ>, δεύτερον δὲ ὅτι <ἕτερον ἑαυτοῦ>,

καὶ τρίτον ὅτι <τῶν ἄλλων ἕτερον>, τέταρ-

τον δὲ ὅτι <ταὐτὸν τοῖς ἄλλοις>· τῇ μὲν

ἑνώσει τῇ πατρικῇ τὴν διαιρετικὴν δύναμιν

συντάττων, τῇ δὲ χωριστῇ τῶν δευτέρων ὑπερ-

οχῇ τὴν προνοητικὴν αὐτῶν αἰτίαν συμπλέκων.

(Proclus, lib. V, p. 326—335.)

[<Θεοὶ ἀφομοιωτικοὶ καὶ ἡγεμονι-

κοί>.] Εἰ τοίνυν καὶ ἥδε τῶν θεῶν [<ἀφομοιω-

τικῶν>] ἡ τάξις ἀπεικάζει τὰ αἰσθητὰ τοῖς

νοεροῖς καὶ πάντα τὰ μεθ' ἑαυτὴν κατὰ τὴν

πρὸς τὰ αἴτια παράγει μίμησιν, ὁμοιότητος

δήπου τοῖς μεθ' ἑαυτήν ἐστιν αἰτία πρωτουρ-

γός. Εἰ δὲ ταύτης, καὶ ἀνομοιότητος τῆς τῇ

ὁμοιότητι συστοίχου· πάντα γὰρ τὰ μετ-

1256

έχοντα τοῦ ὁμοίου καὶ τοῦ ἀνομοίου μετα-

λαγχάνειν ἀνάγκη .... Ὅτι δὲ ἀπὸ τῆς δη-

μιουργικῆς μονάδος καὶ τῶν ἐκεῖ προϋπαρχόντων

συνθημάτων καὶ ταῦτα πρόεισιν εἰς τήνδε τά-

ξιν, ἱκανῶς ὁ Παρμενίδης ἡμῖν ἀποδείκνυσι·

τὸ γὰρ <ταὐτὸν> τὸ δημιουργικὸν καὶ τὸ <ἕτε-

ρον> τῆς ἐνταῦθα προέστηκεν <ὁμοιότητος> καὶ

<ἀνομοιότητος> αἴτιον, ὡς αὐτός φησι.

(Proclus, lib. VI, p. 384—385.)

[<Θεοὶ ἀπόλυτοι>]. Λοιπὸν τοίνυν ἡμῖν

ἐστι τὸν Παρμενίδην ἐπιμαρτύρασθαι τῆς περὶ

τῶν θεῶν τούτων [<ἀπολύτων>] διδασκαλίας.

Καὶ γὰρ ὁ Πλάτων ἐν ἐκείνῳ τὴν μίαν αὐτῶν

ἰδιότητα σαφέστατα παρέδωκε. Μετὰ γὰρ τὴν

τῶν ἀφομοιωτικῶν διακόσμων πρόοδον τὸ ἓν

<ἁπτόμενον> δείκνυται <καὶ ἑαυτοῦ καὶ τῶν

ἄλλων>. Ἅπαντα γὰρ τὰ θεῖα γένη μετὰ

τὴν μονάδα τὴν δημιουργικὴν διπλασιάζει

τὰς ἑαυτῶν ἐνεργείας· καὶ γὰρ πρὸς ἑαυτὰ καὶ

πρὸς τὰ ἄλλα τὰ μεθ' ἑαυτὰ πέφυκεν ἐνεργεῖν,

προόδοις χαίροντα καὶ τῇ προνοίᾳ τῶν δευτέ-

ρων, ὑπηρετοῦντα τῇ βουλήσει τοῦ πατρὸς,

καὶ τὴν ὑπερφυᾶ καὶ ἀμέριστον αὐτοῦ καὶ

παντελῆ ποίησιν προκαλούμενα, καὶ τοῖς δευ-

τέροις ἐποχετεύοντα. Τοῦτο δὴ οὖν πρὸ τῶν

ἄλλων ἁπάντων τὸ τῆς ἁφῆς καὶ διαιρέσεως

τῆς πρὸς τὰ καταδεέστερα πῶς οὐχὶ τὴν <ἀπό-

λυτον> ἡμῖν ἰδιότητα παρίστησι; τὸ μὲν γὰρ

<ἅπτεσθαι> τῆς πρὸς ἡμᾶς συγγενείας ἦν καὶ

1257

τῆς συντεταγμένης προνοίας· τὸ δὲ αὖ μὴ

<ἅπτεσθαι>, τῆς ἐξῃρημένης καὶ χωριστῆς ἀπ'

αὐτῶν ὑπεροχῆς .... Τὸ τοίνυν <ἁπτόμενον τῶν

ἄλλων ἓν καὶ οὐχ ἁπτόμενον> καὶ συνέ-

ζευκται πρὸς τὰ ἄλλα καὶ ὑπερίδρυται αὐτῶν·

διὸ δὴ καὶ ἅμα τήν τε τῶν ὑπεριδρυμένων καὶ

τὴν τῶν ἐγκοσμίων ἔλαχε δύναμιν· ἐν μέσῳ

1258

γὰρ ὂν ἀμφοτέρων ἐν ἑνὶ συνείληφε τὰς διῃρη-

μένας τῶν ἄκρων ἰδιότητας. Καὶ μὴν καὶ

<ἑαυτοῦ> πρὸ τῶν ἄλλων <ἅπτεταί τε καὶ

οὐχ ἅπτεται>· διότι δὴ καὶ ἐν αὐτῷ πλῆθός

ἐστι καὶ διάκρισις ὁλότητος καὶ τῶν ταύτης

μερῶν καὶ ἕνωσις παντὸς τοῦ πλήθους συνα-

γωγός. (Proclus, lib. VI, P. 410—413.)

{Πρόκλου ἐκ τῆς αὐτῆς χαλδαϊκῆς φιλοσοφίας} Αὐλαὶ τῶν θείων καὶ οἰκήσεις αἱ ἀΐδιαι τάξεις. Καὶ ἡ«πανδεκτικὴ αὐλὴ» τοῦ Πατρὸς ἡ πατρικὴ τάξις ἐστίν,ἡ πάσας ὑποδεχομένη καὶ συνέχουσα τὰς ἀνα〈χ〉θείσαςψυχάς· ἡ δὲ τῶν ἀγγέλων μερὶς πῶς ἀνάγει ψυχήν;φέγγουσα, φησί, πυρὶ τὴν ψυχήν, τοῦτ' ἔστι περιλάμ-πουσα αὐτὴν πανταχόθεν, καὶ πλήρη ποιοῦσα τοῦ ἀχράν-του πυρὸς ὃ ἐνδίδωσιν αὐτῇ τάξιν ἄκλιτον καὶ δύναμινδι' ἣν οὐκ ἐκροιζεῖται εἰς τὴν ὑλικὴν ἀταξίαν ἀλλὰ συν-άπτεται τῷ φωτὶ τῶν θείων· καὶ συνέχει δὲ αὐτὴν ἐνοἰκείῳ τόπῳ, καὶ ἀμιγῆ ποιεῖ πρὸς τὴν ὕλην, τῷ θερμῷπνεύματι κουφίζουσα καὶ ποιοῦσα μετέωρον διὰ τῆςἀναγωγοῦ ζωῆς· τὸ γὰρ πνεῦμα τὸ θερμὸν ζωῆς ἐστιμετάδοσις. Κουφίζεται δὲ ἅπαν τὸ σπεῦδον εἰς τὸνἄνω τόπον, ὥσπερ βρίθει τὸ εἰς τὴν ὕλην φερόμενον.Τέλος δὲ τῶν ἀνόδων ἡ μετουσία τῶν θείων καρπῶν καὶἡ αὐτοφαὴς τοῦ πυρὸς ἀποπλήρωσις, ἥτις ἐστὶν ἡ θεοῦὄψις, ὡς ὑπ' ὄμμασιν αὐτὴν τιθεῖσα τοῦ Πατρός. Ὑμνῳ-δὸς δὲ ἀποτελεῖται τῶν θείων ἡ ψυχή, κατὰ τὸ λόγιον,τὰ συνθήματα τοῦ Πατρὸς τὰ ἄρρητα προβαλλομένη καὶπροσφέρουσα αὐτὰ τῷ Πατρί, ἃ ἐνέθετο ὁ Πατὴρ εἰςαὐτὴν ἐν τῇ πρώτῃ παρόδῳ τῆς οὐσίας. Τοιοῦτοι γὰροἱ νοεροὶ καὶ ἀφανεῖς ὕμνοι τῆς ἀναγομένης ψυχῆς,ἀνακινοῦντες τὴν μνήμην τῶν ἁρμονικῶν λόγων οἳ φέ-ρουσιν ἀπορρήτους εἰκόνας τῶν θείων ἐν αὐτῇ δυνάμεων.{Πρόκλου ἐκ τῆς αὐτῆς φιλοσοφίας.} «Ψυχῆς βάθος» τὰς τριπλᾶς αὐτῆς γνωστικὰς δυνά-μεις φησί, νοεράς, διανοητικάς, δοξαστικάς· «ὄμματα»δὲ «πάντα», τὰς τριπλᾶς αὐτῶν γνωστικὰς ἐνεργείας.Τὸ γὰρ ὄμμα, γνώσεως σύμβολον· ἡ δὲ ζωή, ὀρέξεως·τριπλᾶ δὲ ἑκατέρα. Γῆ δὲ ἀφ' ἧς δεῖ κουφίζειν τὴν καρ-δίαν, τὰ ὑλικὰ πάντα καὶ τὰ ποικίλα τῶν ἐν γενέσειφερομένων, καὶ πᾶς τύπος σωματικός· οἷς ἕπεται θέαμὲν τῆς πατρικῆς μονάδος, εὐφροσύνη δὲ ἄχραντοςἐπ' αὐτήν, εὐστάθειά τε ἀπὸ τῆς νοερᾶς ταύτης περιωπῆς·ἀφ' ὧν δῆλον ὡς μικτὸν ἡμῶν τὸ ἀγαθόν, ἔκ τε κινήσεωςκαὶ τῆς συμφυοῦς εὐφροσύνης. Πᾶσα γὰρ ζωή, τὴνἑαυτῆς ἐνέργειαν εὔλυτον ἔχουσα, ἡδονὴν ἔλαχεν αὐτῇσύζυγον. Ὕμνος δὲ τοῦ Πατρὸς οὐ λόγοι σύνθετοι, οὐκἔργων κατασκευή· μόνος γὰρ ἄφθαρτος ὤν, φθαρτὸνὕμνον οὐ δέχεται· μὴ οὖν κενῇ ῥημάτων καταιγίδιπείσειν ἐλπίζωμεν τὸν λόγων ἀληθῶν δεσπότην μηδὲἔργων φαντασίᾳ μετὰ τέχνης κεκαλλωπισμένων· ἀκαλλώ-πιστον εὐμορφίαν θεὸς φιλεῖ. Ὕμνον οὖν τῷ θεῷ τοῦτονἀναθῶμεν· καταλίπωμεν τὴν ῥέουσαν οὐσίαν· ἔλθωμενἐπὶ τὸν ἀληθῆ σκοπόν, τὴν εἰς αὐτὸν ἐξομοίωσιν· γνω-ρίσωμεν τὸν δεσπότην, ἀγαπήσωμεν τὸν Πατέρα· κα-λοῦντι πεισθῶμεν· τῷ θερμῷ προσδράμωμεν, τὸ ψυχρὸνἐκφυγόντες· πῦρ γενώμεθα, διὰ πυρὸς ὁδεύσωμεν.Ἔχομεν εὔλυτον ὁδὸν εἰς ἀνέλευσιν· Πατὴρ ὁδηγεῖ,πυρὸς ὁδοὺς ἀναπτύξας μὴ ταπεινὸν ἐκ λήθης ῥεύσω-μεν χεῦμα.{Πρόκλου.} Ῥίζα τῆς κακίας τὸ σῶμα, ὥσπερ τῆς ἀρετῆς ὁ νοῦς.Ἡ μὲν γὰρ ἄνωθεν ἐκβλυστάνει ταῖς ψυχαῖς, ἡ δὲ ἀπὸτῶν χειρόνων ἐπεισκωμάζει καὶ κάτωθεν· τὸ δὲ καταβα-λεῖν εἰς γῆν, τὸ ἀφ' ἡμῶν ἐκκόψαι· ἐᾶσαι δὲ αὐτήν,ὅποι παρετάχθη φέρεσθαι· τέτακται δὲ ἐν ὅλῃ τῇγενέσει. Ἐπειδὴ δὲ τὰ κακὰ ἐνθάδε καὶ «τόνδε τὸν τό-πον ἐξ ἀνάγκης περιπολεῖ», μέρος δὲ καὶ τὸ ἡμέτερονσῶμα τῆς γενέσεως, μέρος μὲν οὖν ἀκάκυντον ποιεῖν,δυνατόν, ὅλην δὲ τὴν γένεσιν, ἀδύνατον, εἰ μὴ καὶ τὸεἶναι αὐτῆς ἀνέλοιμεν· εἰς ἣν καὶ ζῆλον καὶ φθόνονκαταβλητέον ὅθενπερ αὐτὰ κατελέξατο· ὑλικὰ γὰρ ὄντατὴν ὕλην ἔχει τιθήνην· τὸ δὲ «μὴ σβέσαι φρενὶ» πρὸςτὴν ἀπόκλεισιν, οὐ πρὸς τὸν ἀφανισμὸν εἴρηται, καθά-περ τὰ ἐναποσβεννύμενά τινι περιέχεται ὅλα ἐν ἐκείνῳκαὶ ἀναπίμπλησιν αὐτὸ τῆς οἰκείας θέρμης· ἀντὶ δὲ τοῦσβέσαι κατάβαλε, μὴ ἔχων αὐτὸν ἔνδον καθειργμένον·διόπερ ἐπάγει· «Μὴ πνεῦμα μολύνῃς», διὰ τοῦ ἔχεινἔνδον καὶ ἀποκρύψαι. Ὑλικὸς δὲ ὁ φθόνος· στερήσειγὰρ τῶν ἀγαθῶν σύνοικος, ἡ δὲ στέρησις τῇ ἀγόνῳ ὕλῃσυνυφέστηκεν· ἄφθονον δὲ τὸ θεουργὸν φῦλον καὶ ἀνα-τεινόμενον εἰς τὸν ζῆλον τῆς τοῦ Θεοῦ ἀγαθότητος, ἀλλ'οὐκ εἰς φιλονεικίας ἀνθρώπων καὶ δυσμενείας κατα-σπώμενον. Ταῦτα δὲ τὰ πάθη, ταῖς ψυχαῖς ἐναποκλειό-μενα, ἐναπομόργνυταί τινα ἐν τῷ πνεύματι κακίαν ἔνυ-λον καὶ ἀναπίμπλησιν αὐτὸ τῆς ὑλικῆς στερήσεωςκαὶ ἀζωΐας.{Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς φιλοσοφίας.}Ἱσταμένη ἡ ψυχὴ κατὰ τὸ διανοητικὸν τὸ ἑαυτῆς,ἐπιστήμων ἐστὶ τῶν ὄντων· ἐν δὲ τῷ νοερῷ τῆς οἰκείαςοὐσίας ἑαυτὴν ἱδρύσασα, νοεῖ τὰ πάντα ταῖς ἁπλαῖςκαὶ ἀμερίστοις ἐπιβολαῖς. Εἰς δὲ τὸ ἓν ἀναδραμοῦσα,καὶ πᾶν τὸ ἐν αὐτῇ συμπτύξασα πλῆθος, ἐνθεαστικῶςἐνεργεῖ καὶ συνάπτεται ταῖς ὑπὲρ νοῦν ὑπάρξεσι· τῷγὰρ ὁμοίῳ πανταχοῦ τὸ ὅμοιον συνάπτεσθαι πέφυκε,καὶ πᾶσα γνῶσις δι' ὁμοιότητα συνδεῖ τῷ κατανοουμένῳτὸ κατανοοῦν, τῷ μὲν αἰσθητῷ τὸ αἰσθητικόν, τῷ δὲ δια-νοητῷ τὸ διανοητικόν, τῷ δὲ νοητῷ τὸ νοητικόν, ὥστεκαὶ τῷ πρὸ νοῦ τὸ ἄνθος τοῦ νοῦ. Ὡς γὰρ ἐν τοῖς ἄλλοιςοὐκ ἔστι νοῦς τὸ ἀκρότατον, ἀλλ' ἡ ὑπὲρ νοῦν ἄλλοιςοὕτως ἐν ταῖς ψυχαῖς οὐκ ἔστι νοερὸν τὸ πρῶτον τῆςἐνεργείας εἶδος, ἀλλὰ τοῦ νοῦ θειότερον· καὶ πᾶσαψυχὴ καὶ πᾶς νοῦς ἐνεργείας ἔχει διττάς, τὰς μὲν ἑνοειδεῖςκαὶ κρείττονας νοήσεως, τὰς δὲ νοητικάς. Δεῖ οὖν ἐκεῖνο