Catena in epistulam ii ad Corinthios
- Authority group
- Catenae (novum Testamentum) (catalogue association; authorship remains anonymous)
- Edition reference
- Catena in epistulam ii ad Corinthios (catena Pseudo-Oecumenii) (e cod. Paris. gr. 216), ed. Cramer, op. cit., vol. 5, 445–459.
- CTS identifier
urn:cts:greekLit:tlg4102.tlg014.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
448
Πνεύματος ἀλλαχοῦ εἴπερ ἐβουλόμην ἄξαντος.
Ὅρα δὲ σοφίαν, ὅπερ οἱ λοιδοροῦντες πρόφασιν διαβολῆς ἐποι-
οῦντο τὸ ὑποσχόμενον μὴ ἐλθεῖν· τοῦτο αὐτὸς πρόφασιν ἐγκωμίου
ποιεῖται, τὸ μὴ ἐξουσιάζειν ἑαυτοῦ, ἀλλ' ἄγεσθαι ὑπὸ τοῦ Πνεύ-
ματος ὅπου αὐτῷ δόξει.
<Καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος.>
Διὰ μέντοι τοῦ ἀρραβῶνος ᾐνίξατο τῶν δοθησομένων τὸ μέγε-
θος. Ὁ γὰρ ἀρραβὼν μικρόν τι μέρος ἐστὶ τοῦ παντός· εἶτα
διδάσκει σαφέστερον τί δήποτε προτέρους μὲν αὐτοὺς ἰδεῖν ἠβου-
λήθη, μετὰ Μακεδόνας δὲ παραγενέσθαι πρὸς αὐτοὺς ἐπηγγεί-
λατο.
449
<Πιστὸς δὲ ὁ Θεός.>
Ἀντίθεσιν ἀνακύπτουσαν λύει· εἰ οὐκ ἔστι, φησὶ, παρὰ σοὶ τὸ
ναὶ καὶ οὐ, ἀλλὰ ἃ νῦν λέγεις ἀνατρέπεις μετὰ ταῦτα, ὥσπερ ἐπὶ
τῆς ἐπιδημίας τῆς σῆς ἐποίησας· οὐαὶ ὑμῖν, μήποτε καὶ ἐν τῷ
κηρύγματι τοῦτο γέγονεν. ἵνα οὖν μὴ ταῦτα ἐννοοῦντες ταράτ-
τονται, φησὶν ὅτι οὐκ ἐπὶ τοῦ κηρύγματος οὕτως ἐγένετο· τὰ μὲν
γὰρ ἀνθρώπινα οἷόν τε διαψευσθῆναι, τὰ δὲ τοῦ Θεοῦ οὐχ οὕτως·
διὸ, φησὶ, “πιστὸς ὁ Θεὸς,” τουτέστιν, ἀληθής. μὴ οὖν ὑποπτεύ-
ετε τὰ ἐκείνου οὕτως· οὐδὲν γὰρ ἐν αὐτοῖς ἀνθρώπινον ὑπάρχει.
<Ὁ γὰρ τοῦ Θεοῦ υἱὸς Ἰησοῦς Χριστός.>
Ἐπειδὴ εἶπε λόγον, ἐπάγει λοιπὸν, ποῖον λόγον φησὶ, τὸ δὲ
ναὶ καὶ τὸ οὒ τοῦτο σημαίνει· οὐκ ἀνέτρεψα, φησὶν, ἃ πρότερον
εἴπομεν τῷ κηρύγματι, οὐδὲ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο διελέχθην
ὑμῖν, “ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονε,” τουτέστιν, ὅπερ εἶπον· ἀπαρα-
σαλεύτως καὶ βεβαίως ὁ λόγος μένει· “ὅσαι γὰρ ἐπαγγελίαι
”Θεοῦ, ἐν αὐτῷ τὸ ναὶ, καὶ ἐν αὐτῷ τὸ ἀμὴν, τῷ Θεῷ πρὸς δόξαν
“δι' ἡμῶν·” ἐπειδὴ γὰρ, φησὶν, ἐν τῷ κηρύγματι πολλά ἐστι τὰ
ἐπαγγελλόμενα, οἷον ἀνάστασις νεκρῶν, υἱοθεσία, τὰ μέλλοντα
ἀγαθά· φησὶν οὖν, οὐ μόνον τὸ κήρυγμα ἀεὶ ὡσαύτως ἔχει καὶ
κεκήρυκται, ἀλλὰ καὶ αἱ ἐν αὐτῷ ἐπαγγελίαι· οὐ γὰρ ἐγένετο
αὐταῖς καὶ οὔ· τουτέστιν, οὐ ποτὲ μὲν ἀληθῆ τὰ εἰρημένα, ποτὲ
δὲ ψευδῆ, ἀλλ' ἀεὶ ἀληθῆ.
<Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι.>
Ἔξωθεν συνυπακουστέον, αὐτός ἐστιν ὁ πληρῶν τὰς οἰκείας
ὑποσχέσεις. ζητητέον δὲ πῶς ἄνωθεν εἰπὼν, διὰ τοῦτο μὴ ἀπελη-
λυθέναι, ὡς οὐκ ἔχων ἑαυτοῦ ἐξουσίαν, ἀλλ' ὑπὸ τοῦ Πνεύματος εἰς
ἕτερα ἀποσταλεὶς, νῦν λέγει, “ὅτι φειδόμενος ὑμῶν οὐκ ἦλθον.”
φαμὲν οὖν ὅτι ὅτε λοιπὸν ἠφήθη (sic) ὑπὸ τοῦ Πνεύματος ἀπελ-
θεῖν, διὰ τὸ φείδεσθαι αὐτῶν οὐκ ἀπῆλθεν· ἢ ὅτι μετὰ τῆς κωλύ-
σεως τοῦ Πνεύματος καὶ τοῦτο ἐκώλυσεν· ἢ ὅτι καὶ διὰ τοῦτο ἐκ
τοῦ Πνεύματος ἐκωλύθη· ἦσαν γάρ τινες ἁμαρτήσαντες καὶ μὴ
μετανοήσαντες· περιέμενεν οὖν τὴν μετάνοιαν αὐτῶν· “φειδόμενος”
δὲ διὰ τοῦτο εἶπεν, ἐπειδὴ ἐπετέτραπτο παρὰ Θεοῦ καὶ τιμωρεῖσθαι
τοὺς ἁμαρτάνοντας.
450
<Τῷ Θεῷ πρὸς δόξαν δι' ἡμῶν.>
Πληροῖ αὐτὰς δι' ἡμῶν, τουτέστι, καὶ τῶν εἰς ἡμᾶς εὐεργεσιῶν
πρὸς δόξαν τὴν αὐτοῦ· τοῦτο γάρ ἐστι “τῷ Θεῷ πρὸς δόξαν.”
<Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι.>
Πεῖσαι βουληθεὶς ὁ θεῖος Ἀπόστολος, ὡς ἀληθῆ τὰ λεγόμενα,
τὸν τῶν ἐννοιῶν ἐπόπτην εἰς μαρτυρίαν ἐκάλεσεν· εἶτα κολάζει τὸ
τραχὺ τῶν εἰρημένων· σκληρὸς γὰρ ἦν καὶ ἀπειλῆς γέμων, ὅτι
φειδόμενος αὐτῶν τὴν πρὸς αὐτοὺς ὁδὸν ἀνεβάλλετο, καί φησιν,
“οὐχ ὅτι κυριεύομεν ὑμῶν·” τοῦτο δὲ ὡς ὑφορβοῦν τέθεικε· διὸ
καὶ ἐπήγαγε ταῦτα, οὐχ ὡς δεσπόζων ὑμῶν εἴρηκα.
<Ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν.>
Ἐπειδὴ γὰρ, φησὶν, ἡ χαρὰ ὑμῶν ἡμετέρα ἐστὶν, οὐκ ἦλθον,
ἵνα μὴ ἐμβάλω λύπην εἰς ὑμᾶς, ἀνακρίνων ὑμᾶς, φησὶν, ἕνεκεν τῶν
σφαλμάτων ὑμῶν κατὰ πρόσωπον, ἀλλ' ἐμήνυσα, ἵνα διορθωθέντες
ἀπὸ τῆς ἀπειλῆς εὐφρανθῆτε.
<Τὸ μὴ πάλιν ἐλθεῖν ἐν λύπῃ πρὸς ὑμᾶς.>
Τὸ “πάλιν” εἰπὼν, δείκνυσι καὶ ἤδη λυπηθέντα αὐτὸν ἐπ' αὐ-
τοῖς. ὁ δὲ Θεοδώρητος, τὸ “πάλιν” τῇ παρουσίᾳ οὐ τῇ λύπῃ
συνέζευκται.
<Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς.>
Εἰ καὶ λυπῶ, φησὶν, ὑμᾶς ἐν τῷ ἐπιτιμᾷν, ἐν τῷ ἀποστρέ-
φεσθαι ὑμᾶς· πλὴν εὐφραίνομαι δι' αὐτὸ τοῦτο, ὅτι τοσοῦτον ὑμῖν
ἐμοῦ μέλει, ὡς δάκνεσθαι ἐκ τῆς ἀποστροφῆς καὶ λύπης.
Τίς γάρ με οὕτως εὐφραίνει, φησὶν, ὡς τῶν ἐγκαλουμένων ἡ
αἴσθησις· τεκμήριον γὰρ αὕτη τῆς ἐκ τῶν ἐγκλημάτων ἐγγινο-
μένης ὠφελείας. Τοῦτο δὲ εἰπὼν ἐμφαίνει αὐτοὺς ὠφεληθέντας
ἐκ τῆς ἐπιτιμήσεως τῆς διὰ τὸν πεπορνευκότα εἰς αὐτοὺς διὰ τὴν
εἰς αὐτοὺς κοινωνίαν γενομένης.
<Καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτό.>
Καὶ τοῦτο αὐτὸ, φησὶν, ἔγραψα ὑμῖν, ἵνα διορθώσησθε καὶ μὴ
λύπην σχῶ ἀφ' ὑμῶν, ἀφ' ὧν κατορθούντων χαίρειν ἔδει· πέποιθα
γὰρ, ὅτι ἡ διόρθωσις τῶν ἀδελφῶν καὶ ἐμοὶ τίκτει χαρὰν καὶ ὑμῖν.
ἡ γὰρ ἐμὴ χαρὰ πρόφασις γίνεται καὶ ὑμετέρας χαρᾶς. ἐπεὶ
οὖν ἡ διόρθωσις τῶν ἀδελφῶν κοινῆς χαρᾶς γίνεται πρόξενος, πάνυ
451
αὐτῆς ἐρῶ, καὶ μὴ γινομένης ἀλγῶ. τοιγαροῦν τὰς ἐγκλήσεις καὶ
τὰς ἐπιτιμήσεις ἃς ἔγραψα, ἀπὸ θλίψεως καὶ συνοχῆς καρδίας
ἔγραψα, οὐχ ἵνα λυπηθῆτε σπουδάζων, ἀλλ' ἵνα πνευματικῶς καὶ
ἐπὶ διορθώσει λυπηθῆτε. ἀλλὰ τοῦτο μὲν οὐ λέγει, ἀλλ' ἵνα τὴν
ἀγάπην μου, φησὶ, γνῶτε· τὸ γὰρ ἐμὲ ἀδημονεῖν ἐφ' οἷς ἁμαρτά-
νετε ὑμεῖς, δεῖγμα μεγίστης ἀγάπης.
<Εἰ δέ τις λελύπηκεν.>
Μεῖζόν τι εἰπεῖν οὐκ ἠβουλήθη καὶ δεῖξαι πᾶν τὸ σῶμα τῆς
ἐκκλησίας κοινωνῆσαν τῆς λύπης, ἀλλὰ τοὺς ἄλλους καταλιπὼν
αὐτῶν ἐμνημόνευσε μόνον· τοῦτο γὰρ δηλοῖ τὸ ἀπὸ μέρους, καὶ
ἵνα μὴ ἐπιβαρῶ. Εἶτα τὴν πατρικὴν φιλοστοργίαν γυμνοῖ, ἱκανὸν
τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων. Εἰ δέ τις γὰρ,
φησὶ, λελύπηκε, τὸν πεπορνευκότα λέγει. τὸ δὲ “ἀπὸ μέρους”
ἀντὶ τοῦ ἐν μέρει· ἐν μέρει δὲ εἶπον, φησὶν, “ἵνα μὴ ἐπιβαρῶ,”
τοῦτ' ἔστιν, ἐπιπαροξύνω κατ' αὐτοῦ “πάντας ὑμᾶς.”
<Ἀλλὰ ἀπὸ μέρους.>
Οἶδα, φησὶν, ὅτι οὐκ ἐμὲ μόνον λελύπηκεν, ἀλλὰ καὶ πάντας
ὑμᾶς τὸ συμβάν· “ἀπὸ μέρους” δὲ εἶπεν, οὐχ ὡς ὑμῶν ἐλάττονα
ἀλγησάντων ἢ ἐγὼ, ἀλλ' ἵνα μὴ βαρήσω ἐκεῖνον· φησὶ δὲ διὰ τὸν
πορνεύσαντα ἐν Κορίνθῳ.
<Ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι.>
Ὅρα πῶς πάλιν αὐτῶν καταστέλλει, ἵνα μὴ τῇ συγχωρήσει
γένηται χείρων· οὐ γὰρ ἐπειδὴ ἄξιός ἐστιν, οὐ δὲ ἐπειδὴ ἀρκοῦσαν
μετάνοιαν ἐπεδέξατο, ἀλλ' ἐπειδὴ ἀσθενής ἐστι· διὰ τοῦτο, φησὶν,
ἀξιῶ· διὸ καὶ ἐπήγαγε, “μή πως τῇ περισσοτέρᾳ λύπῃ κατα-
”ποθῇ.“ τί ἐστι τὸ ”καταποθῇ;“ ἢ τὸ ποιήσας ὅπερ Ἰούδας
ἐποίησεν, ἢ καὶ ἐν τῷ ζῇν χεῖρον γενόμενον πῶς ἀποσκιρτήσῃ, μὴ
φέρων ἐπὶ πλεῖον τὴν ἐπίπληξιν, οὐχ ὡς ἀπονηψάμενον τέλεον,
ἀλλ' ὡς δεδοικὼς μὴ χαλεπώτερον ἐργάσηται, οὕτως ἐδεξάμην,
φησίν· ὅθεν μανθάνομεν ὅτι οὐ δεῖ μόνον πρὸς τὴν φύσιν τῶν ἁμαρ-
τημάτων, ἀλλὰ καὶ πρὸς τὴν διαφορὰν καὶ τὴν ἕξιν τῶν ἁμαρτα-
νόντων, τὴν μετάνοιαν ὁρίζειν.
<Ὥστε τοὐναντίον.>
Ἵνα μὴ νομίσῃ ὁ πεπορνευκὼς ἱκανῶς μετανενοηκέναι, καὶ τοῦ
452
λοιποῦ ῥᾳθυμότερος γένηται, φησὶ τὸ ”χαρίσασθε,“ τουτέστι εἰ
καὶ μὴ ἄξιός ἐστι λαβεῖν κατὰ ὀφειλὴν τὴν συγγνώμην, μὴ
μόνον, φησὶ, λύσητε τὴν ἐπιτίμησιν, ἀλλὰ καὶ πάλιν παρακα-
λέσατε αὐτὸν, καὶ ἐν τῇ προτέρᾳ ἔχετε τάξει· ἐναντίον δέ ἐστιν ἡ
παράκλησις τῇ ἐπιτιμήσει.
<Εἰς τοῦτο γὰρ καὶ ἔγραψα.>
Διὰ τοῦτο, φησὶν, ἔγραψα ὑμῖν ταῦτα, ἵνα γνῶ, εἰ ἄρα ὥσπερ
ἠκούσατέ μου καὶ ἀπεκόψατε, ἐὰν τοὺς ἀπ' αὐτοῦ οὕτως μου
ἀκούσεσθε εἰς τὸ δέξασθαι αὐτόν. Εἰ γὰρ καὶ διὰ τὴν ἐκείνου
σωτηρίαν, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ, ἔγραψεν, ἀλλὰ
προτρέψασθαι αὐτοὺς πρὸς τὸ πεισθῆναι βούλεται· μεγίστην δὲ
δείκνυσι τῶν Κορινθίων ἀρετήν· οὕτω γὰρ μετεβλήθησαν, ὥστε εἰς
ἔχθραν ἄσπονδον τοῦ πεπορνευκότος γενέσθαι.
<Ὧι δέ τι χαρίζεσθε, καὶ ἐγώ.>
Τοῦτο φησὶ, τὰ δεύτερα ἑαυτῷ διδοὺς, ἵνα τὴν ἐκείνων γνώμην
μαλάξῃ· ὃ γὰρ ἂν ὑμεῖς συγχωρήσητε, κἀγὼ συγχωρῶ.
<Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.>
Τὸ ποικίλον, τὸ δολερὸν, τὸ κακομήχανον, τὸ κακοῦργον, τὸ ἐπὶ
προσχήματι εὐλαβείας ἐπηρεαστικὸν ἐμφαίνων.
<Ἐν προσώπῳ Χριστοῦ.>
Εἰς δόξαν Χριστοῦ, ἢ ὡς τοῦ Χριστοῦ καὶ τοῦτο κελεύοντος,
ὃ μάλιστα αὐτοὺς ἔπειθε· τοῦτο γὰρ τὸ ”ἐν προσώπῳ Χριστοῦ.“
Τοῦτο δὲ, φησὶν, ἐποίησα, ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ.
εἰ γὰρ ἐάθη οὗτος, καὶ ἐκ τῆς περισσοτέρας λύπης κατεπόθη,
ἐμέλλομεν πλεονεκτεῖσθαι ὑπὸ τοῦ Σατανᾶ λαμβάνοντος τὸ μὴ
ἑαυτοῦ διὰ τῆς ἀπογνώσεως, ἀλλὰ τὸ τοῦ Χριστοῦ διὰ μετανοίας.
<Ἀλλὰ ἀποταξάμενος αὐτοῖς.>
Τουτέστιν, οὐ διέτριψα πολὺν χρόνον, στενοχωρούμενος, ὀδυνώ-
μενος
<Τῷ δὲ Θεῷ χάρις.>
Τουτέστιν, εὐχαριστοῦμεν τῷ Θεῷ τῷ φανεροῦντι ἡμᾶς διὰ τοῦ
πάσχειν κακῶς μετὰ τῶν τοῦ διαβόλου τροπαίων· τοῦτο γὰρ ὁ
θρίαμβος βούλεται· ἐν γὰρ τῷ πάσχειν κακῶς αἱ κατὰ τοῦ δια-
453
βόλου νίκαι συνίστανται· ἐν Χριστῷ δὲ, φησὶ, τουτέστι διὰ τὸν
Χριστὸν καὶ τὸ κήρυγμα.
<Καὶ τὴν ὀσμὴν τῆς γνώσεως.>
Ἡ ὀσμὴ τῆς γνώσεως δύο δηλοῖ, ὅτι τε τὸ κήρυγμα οὐράνιον
ὑπάρχει μύρον, καὶ ὅτι οὐκ ἀνακεκάλυπται πᾶσιν· ὥσπερ γὰρ ἡ
ὀσμὴ δηλοῖ ποῦ μὲν εἶναι μύρον, τὴν δὲ οὐσίαν αὐτὴν οὐ δηλοῖ
πνέοντος, οὕτω καὶ ἡ διὰ τοῦ κηρύγματος γνῶσις δηλοῖ μὲν εἶναι
Θεὸν, ὁποῖος δὲ τὴν οὐσίαν ἐστὶν οὐκέτι.
<Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ.>
Ἄντε γὰρ σώζεταί τις, φησὶν, ἄν τε ἀπόλλυται, τὸ εὐαγγέλιον
τὴν οἰκείαν ἀρετὴν ἔχον μένει· οὐ γὰρ αὐτοῦ τὸ ἔργον ἡ ἀπώλεια,
ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης. Εὐωδία τοίνυν ἐσμὲν τοῦ οὐρα-
νίου μύρου καὶ θυμιάματος, τὴν ὀσμὴν αὐτοῦ περιφέροντες· παν-
ταχοῦ δὲ εὐωδία ἐσμὲν ἐν Χριστῷ τῷ Θεῷ, οἷον ἀναφερομένη
πως, ἢ ἑαυτοὺς ἱερουργοῦντες, ἢ ἀπὸ τῶν ἔξωθεν καθ' ἡμέραν
ἀποθνήσκοντες, καὶ εἰς ἱερεῖον λογιζόμενοι Χριστοῦ. καὶ εὐωδίαν
τοῦ εὐαγγελίου κηρύσσομεν τοῦ Χριστοῦ, κἄν τις ἐκ τούτου σώ-
ζηται διὰ πίστιν, κἄν τις ἀπόλλυται δι' ἀπιστίαν. Ὥσπερ γὰρ
ὁ ἥλιος τοῖς ἀμβλυώττουσιν οὐ κατὰ τὴν οἰκείαν ὁρᾶται φύσιν,
οὕτω καὶ τὸ κήρυγμα καὶ ἡμεῖς, κἂν ἀπολοῦνταί τινες τῇ ἀπι-
στίᾳ. οὐ παρὰ τοῦτο οὐκέτι πνευματικὸν τὸ μύρον, ἀλλὰ καὶ
τοὺς κακοὺς ἐλέγχει, ἐπεὶ καὶ τὸ μύρον τοὺς χοίρους πνίγει, ὡς
λόγος.
<Οἷς μὲν ἡ ὀσμὴ θανάτου εἰς θάνατον.>
Τὸ γὰρ πᾶν τοῦ Χριστοῦ, φησὶν, ἐστίν· τὴν γὰρ εὐωδίαν ταύ-
την οἱ μὲν οὕτω προσίενται ὥστε σωθῆναι, οἱ δὲ οὕτως ὥστε ἀπο-
λέσθαι, ὥστε κἂν ἀπόλλυταί τις, παρ' αὐτοῦ ἡ αἰτία.
<Καὶ πρὸς ταῦτά τις ἱκανός;>
Ἄρα πρὸς τοσαύτην χάριν δοκεῖτε ἡμᾶς ἱκανοὺς εἶναι, ὡς εἶναι
εὐωδίαν Χριστοῦ; οὐ μενοῦν, ἀλλὰ τὸ ὅλον τῆς χάριτός ἐστιν· οὐ
γὰρ μιμούμεθα τοὺς ψευδαποστόλους, τὰ πολλὰ αὐτῶν εἶναι λέ-
γοντας· τοῦτο γάρ ἐστι τὸ καπηλεῦσαι, ὅταν τις νοθεύῃ τὸν οἶνον,
454
καὶ ὅταν χρημάτων πωλῇ, ὃ ἐκελεύσθη δωρεὰν δοῦναι· ἀλλ' ὡς
ἐκ Θεοῦ λαβόντες, καὶ μαθόντες, καὶ ὡς ἐνώπιον τοῦ Θεοῦ λα-
λοῦντες, καὶ ὡς ἐν Χριστῷ, τουτέστι διὰ Χριστὸν ἐνηχούμενοι
οὕτω λαλοῦμεν.
<Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν.>
Ἴσως ἐρεῖ τις, φησὶν, ὅτι ταῦτα διεξερχόμεθα, βουλόμενοι
ὑμῖν ἑαυτοὺς συνιστᾷν, εἶτα κατ' ἐρώτησιν ἀνάγνωθι· ἆρα μὴ
χρῄζομεν ἢ ἀφ' ὑμῶν πρὸς ἑτέρους, ἢ ἀφ' ἑτέρων πρὸς ὑμᾶς
συστατικῶν; τουτέστι παραθετικῶν ἐπιστολῶν· διὰ τούτου δὲ
τοὺς ψευδαποστόλους αἰνίττεται.
<Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε.>
Τουτέστιν, ἀντὶ ἐπιστολῆς δυναμένης ἡμᾶς παραθέσθαι ὑμᾶς
ἔχομεν, καὶ τὴν ὑμῶν κατὰ Θεὸν εὐδοκίμησιν· δεῖγμα γὰρ ἀρετῆς
διδασκάλου ἡ τῶν μαθητῶν εὐδοκίμησις. οἱ οὖν πρὸς ἄλλους ὑμᾶς
ἔχοντες εἰς λόγον συστάσεως, οὐκ ἂν πρὸς ὑμᾶς συστάσεως ἐδεή-
θημεν· ἐν νῷ γὰρ ὑμᾶς ἔχοντες, ὡς καὶ ἐγγεγράφθαι ἡμῖν δοκεῖν
διὰ τὸ ἀνεξάλειπτον, πανταχοῦ περιφέρομεν ὑμᾶς, καὶ ἐκ τῆς
ὑμῶν ἀρχῆς ἔχομεν παρ' ἑτέροις σύστασιν· ἡ γὰρ σφραγὶς τῆς
ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστὲ ἐν Κυρίῳ.
<Φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ.>
Ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ' ἡμῶν· ὑμεῖς ἐστὲ, φησὶ
τὸ τὸν νόμον αὐτοῦ καὶ τὰς ἐντολὰς παρ' ὑμῖν γραμμάτων δίκην
μένειν καὶ φυλάττεσθαι· καὶ ἡμεῖς τῆς γνώσεως καὶ τοῦ κη-
ρύγματος τούτου διάκονοι γεγενήμεθα· καὶ ὥσπερ Μωσῆς τοῦ
νόμου τοῦ γραπτοῦ γέγονε διάκονος, οὕτω καὶ ἡμεῖς τοῦ κηρύγμα-
τος. εἶτα εἰς σύγκρισιν ἦλθεν τοῦ παλαιοῦ νόμου καὶ τῆς νέας,
καί φησιν, ὅτι ἐκεῖνος μὲν μέλανι, αὕτη δὲ Πνεύματι γέγραπται,
ἐκεῖνος ἐν λίθοις, αὕτη δὲ ἐν σαρκίναις πλαξὶν, ἤγουν ἐν καρδίαις·
ὅσῳ οὖν ταῦτα τῶν ἄλλοθεν διαφέρει, τοσούτῳ, φησὶ, καὶ ἡ νέα
τοῦ νόμου καὶ τῆς παλαιᾶς.
<Πεποίθησιν δὲ τοιαύτην ἔχομεν.>
Ἐπειδὴ ἔδειξε τὴν νέαν, ἔδειξε μείζονα τοῦ νόμου καὶ τῆς
παλαιᾶς, συνυπηκούετο κατὰ τὸ ἀκόλουθον καὶ τοῦ διακόνου τῆς
455
παλαιᾶς Μωϋσέως μείζους εἶναι τοὺς Ἀποστόλους, ὅλον τῷ Θεῷ
ἀνατίθησι τὸ πρᾶγμα· ἐφ' ὧν γὰρ τὰ πράγματα μείζονα, ἐπὶ
τούτων καὶ οἱ διάκονοι. εἰπὼν δὲ τὴν καινὴν διὰ Πνεύματος εἶναι,
οὐ τοῦτο φησὶν, ὅτι ἡ παλαιὰ οὐκ ἔστιν ἐκ Πνεύματος· ἦν μὲν
γὰρ ὁ νόμος πνευματικὸς, ἀλλ' οὐ πνεῦμα ἐχαρίζετο, ὅπερ ποιεῖ
τὸ κήρυγμα. ὡσεὶ ἔλεγεν, ἡμεῖς οὐ γράμματα ἐπιστεύθημεν, ὡς
Μωσῆς, ἀλλὰ πνεῦμα διδόναι· διὰ γὰρ τῆς ἐπιθέσεως τῶν χειρῶν
τῶν Ἀποστόλων, ἐπιφοίτησις ἐγίνετο Πνεύματος Ἁγίου. Τὸ μὲν
γὰρ γράμμα, τουτέστιν ὁ νόμος, ἀποκτείνει· ἐὰν γὰρ εὕρῃ πλημ-
μελοῦντα, ἀναιρεῖ· τὸ δέ γε Πνεῦμα νενεκρωμένους ταῖς ἁμαρ-
τίαις λαμβάνον, ἐν τῷ βαπτίσματι ζωοποιεῖ.
<Εἰ δὲ ἡ διακονία τοῦ θανάτου.>
{Θεοδωρήτου.} Τὴν διακονίαν τοῦ νόμου διακονίαν θανάτου
προσηγόρευσεν, ἐπειδὴ τοὺς παραβαίνοντας ὁ νόμος ἐκόλαζεν· εἰ
τοίνυν φησὶν, ἔνθα τιμωρία, καὶ θάνατος καὶ γράμματα λίθοις
ἐγκεκολαμμένα, τοσαύτην ὁ ταῦτα κομίζων ἐν τῷ προσώπῳ δόξαν
ἐδέξατο, πολλῷ μᾶλλον οἱ θείῳ διακονοῦντες Πνεύματι, πλείονος
ἀπολαύσονται δόξης.
<Διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ.>
Οὐ διὰ τὴν δόξαν τῶν πλακῶν, φησὶν, ἐφ' αἷς μεγαλαυχεῖς, ὦ
Ἰουδαῖε, ἀλλὰ διὰ τὴν δόξαν τοῦ προσώπου Μωσέως, καὶ ταύτην
δὲ καταργουμένην, τουτέστι, παυομένην, καὶ τέλος λαμβάνουσαν.
Οὐ γὰρ πονηρὰν φημὶ καὶ διεφθαρμένην.
<Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως.>
Εἰ γὰρ δόξα ἐστὶ, φησὶν, ἐν τῷ νόμῳ, καί τοι ὄντι διακόνῳ
θανάτου καὶ κατακρίσεως· πολλῷ μᾶλλον οὐ μόνον ἐστὶν ἐν τῇ νέᾳ
δόξα, ἀλλὰ καὶ περισσεύει. τοῦ μὲν γὰρ νόμου ἁμαρτωλοὺς λαμ-
βάνοντος καὶ τιμωρουμένου, τὸ κήρυγμα ἐν τῷ βαπτίσματι οὐ
μόνον ἀνευθύνους ἀφίησιν, ἀλλὰ καὶ ἁγιάζει καὶ υἱοθετεῖ· ὅθεν καὶ
διακονία δικαιοσύνης εἴρηται.
<Καὶ γὰρ οὐδὲ δεδόξασται.>
Τοιαύτη γάρ ἐστι, φησὶν, ἡ τοῖς διακόνοις τῆς χάριτος προσε-
σομένη δόξα, ὅτι οὐδὲ δόξαν εἴποι τις ἂν εἰκότως τὴν Μωυσῇ
456
προσγενομένην, ἀποβλέπων εἰς τούτους· ἐν νυκτὶ μὲν γὰρ τὸ
λυχνιαῖον φῶς φανώτατον εἶναι δοκεῖ, ἐν μεσημβρίᾳ δὲ μέσῃ
κρύπτεται, καὶ οὐδὲ φῶς εἶναι νομίζεται· τὸν δὲ νόμον ἐκάλεσε
καταργούμενον, ὡς παυσάμενον τῇ Χριστοῦ παρουσίᾳ, μένον δὲ τὸ
τῆς χάριτος δῶρον, ὡς οὐ ληψόμενον τέλος· εἰ τοίνυν ἐκεῖνο, φησὶ,
τετύχηκε δόξης, δηλονότι καὶ τοῦτο πολλαπλασίας τεύξεται.
Ἐὰν γὰρ, φησὶ, συγκρίνω ταύτην ἐκείνῃ, οὐδὲ δόξα ἐστὶν ἡ
δόξα τῆς παλαιᾶς, οὐχ ἁπλῶς τὸ μὴ εἶναι δόξαν κατασκευάζων,
ἀλλὰ τῷ τῆς συγκρίσεως λόγῳ· διὸ καὶ ἐπήγαγεν, ”ἐν τούτῳ τῷ
“μέρει,” τουτέστι κατὰ τὸν τῆς συγκρίσεως λόγον· οὐ μὴν δὲ
τοῦτο διαβάλλει τὴν παλαιὰν, ἀλλὰ καὶ συνίστησιν· αἱ γὰρ συγ-
κρίσεις ἐπὶ τῶν συγγενῶν εἰώθασι γίνεσθαι.
Ἐπαίρει δὲ τὴν τοῦ νόμου δόξαν νῦν, καὶ ἠρέμα καθαιρεῖ αὐτὴν,
οὐ γὰρ ὁ νόμος εἶχε τὴν δόξαν, ἀλλ' ὁ Μωσῆς· καὶ ὁ Μωσῆς δὲ
οὐ μένουσαν εἶχε δόξαν, ἀλλὰ καταργουμένην, τουτέστι, παυομέ-
νην· ἐπειδὴ γὰρ ἄνω ἐπῇρε τὰ κατὰ τὸν νόμον, νῦν αὐτὰ καθαιρεῖ,
ἵνα συγκαθέλῃ τὰ Ἰουδαϊκά.
<Ἔχοντες οὖν τοιαύτην ἐλπίδα.>
Ἐπεὶ οὖν, φησὶ, μειζόνων ἡμεῖς οἱ τῆς νέας διάκονοι ἠξιώθημεν
ἢ οἱ τῆς παλαιᾶς, μετὰ παρρησίας τὸ κήρυγμα κηρύσσομεν, οὐδὲν
ἀποκρύπτοντες, οὐδὲ ὑποστελλόμενοι.
<Καὶ οὐ καθάπερ Μωσῆς.>
Τὸ ἀκόλουθον ἦν εἰπεῖν πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ
εἰς τὸ πρόσωπον τοῦ καταργουμένου, τουτέστι τοῦ καταργεῖσθαι
καὶ παύεσθαι ἀπὸ τῆς δόξης μέλλοντος· βουλόμενος δὲ δεῖξαι
ὀλιγοχρόνιον τὴν δόξαν ἐκείνην, ὡς πρὸς σύγκρισιν τῆς ἀεὶ μενού-
σης ἐν τῇ νέᾳ δόξῃ, φησὶν “εἰς τὸ τέλος τοῦ καταργουμένου,”
τοῦτο δὲ οὐ παρὰ τὴν τῆς δόξης ὑπερβολὴν ἐγένετο, ἀλλὰ παρὰ
τὸ ἀσθενὲς τῶν ὁρώντων.
<Εἰς τὸ τέλος.>
Τουτέστι τοῦ νόμου, ὅτι τέλος ἔχει.
<Ἄχρι γὰρ τῆς σήμερον.>
Οὐ τοῦτό φησιν αἴτιον, ἢ τοῦ νόμου ἀσάφεια ὡς μὴ νοουμένου,
457
ἀλλ' ὡς αὐτῶν μὴ δυναμένων τὴν διάνοιαν τοῦ νόμου γνῶναι· εἰ
γὰρ ἔγνωσαν, ἀπέστησαν ἂν ἀπ' αὐτοῦ, καὶ Χριστῷ ἐπίστευσαν·
τοῦτο γὰρ ὁ νόμος βούλεται· ἐν Χριστῷ γὰρ, φησὶ, καταργεῖται,
τουτέστιν, ὁ Χριστὸς καταργεῖ τὸ κάλυμμα· αὐτὸς γὰρ ὢν ἡ
ἀλήθεια παύει τὴν σκιὰν καὶ τὴν διπλόην τοῦ νόμου.
<Ἀλλ' ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωσῆς.>
Ἕως σήμερον, φησὶν, ἡνίκα ἀναγινώσκηται Μωσῆς, τουτέστιν,
ἡνίκα ἐμφιλοχωροῦσι τῷ νόμῳ, ἔχουσι τὸ κάλυμμα, ὅπερ αὐτοὺς
τὸν νόμον ἰδεῖν οὐκ ἐᾷ· ὅταν δὲ ἐπιστρέψουσι πρὸς Κύριον, περιαι-
ρεῖται τὸ κάλυμμα· τοῦτο γὰρ ὁ τύπος ἐδήλου. καὶ γὰρ ὁ
Μωϋσῆς πρὸς μὲν Ἰουδαίους λαλῶν, εἶχε τὸ κάλυμμα, πρὸς τὸν
Θεὸν δὲ εἰσιὼν περιῃρεῖτο τὸ κάλυμμα. τότε δὲ ἐπιστρέψουσι
πρὸς Κύριον, εἰ ἀφέντες τὸν νόμον πιστεύσουσι τῷ Χριστῷ, καὶ
τὴν ἀπὸ τοῦ Πνεύματος λάβωσι χάριν ἐν τῷ βαπτίσματι. Κύριον
γὰρ ἐνταῦθα τὸ πνεῦμά φησιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ
ἐλευθερία· ἐν μὲν γὰρ τῷ νόμῳ ζυγὸς ἦν δουλείας, ἐν δὲ τῇ πίστει
ἐλευθερία καὶ ἄφεσις ἁμαρτιῶν.
<Ἡνίκα ἀναγιγνώσκεται Μωσῆς.>
Μωσέα τὸν νόμον ἐκάλεσε, κάλυμμα δὲ τὴν ἀπιστίαν. Δι-
δάσκει δὲ καὶ πῶς δυνατὸν περιαιρεθῆναι τὸ κάλυμμα· ἡνίκα δ' ἂν
ἐπιτρέψῃ πρὸς Κύριον, εἰ ἀφέντες τὸν νόμον πιστεύουσι τῷ
Χριστῷ, καὶ τὴν ἀπὸ τοῦ Πνεύματος λάβωσι χάριν ἐν τῷ
βαπτίσματι· Κύριον γὰρ ἐνταῦθα τὸ Πνεῦμά φησιν· οὕτω τοίνυν
καὶ σὺ, ἐὰν πρὸς τὸν Θεὸν ἀφιδεῖν ἐθέλῃς, τοῦ τῆς ἀπιστίας
ἀπαλλαγήσῃ καλύμματος.
<Ἡνίκα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον.>
Τινὲς περὶ τοῦ υἱοῦ εἰρῆσθαί φασιν, οὐ καλῶς δέ φασι.
καθάπερ γὰρ λέγει “Πνεῦμα ὁ Θεὸς,” οὕτω καὶ ἐνταῦθα Πνεῦμα
ὁ Κύριος, ἀλλ' οὐκ εἶπε Πνεῦμα ὁ Κύριος, ἀλλ' “ὁ Κύριος τὸ
”Πνεῦμά ἐστι·“ καὶ ἵνα μάθῃς ὅτι περὶ τοῦ Παρακλήτου ὁ
λόγος, ἐπήγαγε, ”οὗ δὲ τὸ Πνεῦμα Κυρίου“ καὶ τὰ ἑξῆς· ἐλευθε-
ρίαν δὲ εἶπε διὰ τὴν ἔμπροσθεν δουλείαν.
<Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ.>
Ἡμεῖς δὲ πάντες εἰς τοιαύτην δόξαν, φησὶ, φθάνομεν, τὴν
458
δόξαν τοῦ Πνεύματος κατοπτριζόμενοι, καὶ εἰς τοιαύτην λαμπηδόνα
μεταβαλλόμεθα, εἰς οἵαν εἰκὸς φθᾶσαι τὸν ἀπὸ τοῦ Παρακλήτου
καταυγαζόμενον, καὶ εἰκόνα ἀμυδρὰν τῆς αὐτοῦ δόξης ἐνσημαινό-
μενον· τοῦτο γὰρ δηλοῖ τὸ ”ἀπὸ δόξης εἰς δόξαν,“ τουτέστιν ἀπὸ
δόξης τοῦ Πνεύματος εἰς ἡμετέραν δόξαν ἐρχομένης τῆς μεταμορ-
φώσεως.
<Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην.>
Τὸ ὑπερβατὸν οὕτως ἔχει· διὰ τοῦτό φησιν οὐκ ἐκκακοῦμεν,
ὅτι τοιούτων ἠξιώμεθα, τουτέστιν, οὐκ ἀπαγορεύομεν πρὸς τὰς
θλίψεις καὶ τοὺς πειρασμούς· πρὸς μὲν γὰρ τὰς θλίψεις οὐκ
ἀπείπαμεν· ἀπειπάμεθα δὲ καὶ ἀπεκρουσάμεθα πρὸς τὰ κρυπτὰ
τῆς αἰσχύνης, τουτέστι τὸ τὰ τοιαῦτα ποιεῖν ἐν κρυφῇ, ἃ φανε-
ρούμενα αἰσχύνην φέρει· πῶς δὲ, φησὶ, τοῦτο ποιῶμεν; ἀπα-
νούργως καὶ ἀπλάστως ζῶντες, καὶ τῇ φανερώσει τῆς ἀληθείας
συνιστῶντες ἑαυτοὺς οἷοί ἐσμεν, καὶ παρατιθέντες πάσῃ συνειδήσει
ἀνθρώπων πιστῶν τε καὶ ἀπίστων, ἐξ ὧν ἀναστρεφόμεθα. Ἐπειδὴ
δὲ ἔνι λαθεῖν τοὺς ἀνθρώπους, τὸν Θεὸν ἐφίστησι τῇ ἀληθείᾳ εἰπὼν
”ἐνώπιον τοῦ Θεοῦ,“ τὸ ἀληθὲς τοῦ Θεοῦ δεικνύς.
<Εἰ δὲ καί ἐστι κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν.>
Ἐπειδὴ οἱ ἄπιστοι ἠγνόουν τὸ εὐαγγέλιον καὶ τὴν ἰσχὺν αὐτοῦ,
ἐπήγαγεν ὅτι οὐχ ἡμῶν τοῦτο ἔγκλημα, ἀλλὰ τῆς ἐκείνων ἀναι-
σθησίας. Θεὸν δὲ αἰῶνος ἐνταῦθα εἰρῆσθαί φασιν, οἱ μὲν τὸν
Σατανᾶν, τουτέστιν ὁ νομισθεὶς ἐν τῷ αἰῶνι τούτῳ Θεὸς τοῖς
ἀπίστοις· οἱ δὲ τὰ Μαρκίωνος νοσοῦντες περὶ τοῦ δημιουργοῦ
τοῦτο εἰρῆσθαί φασι τοῦ δικαίου καὶ οὐκ ἀγαθοῦ. λέγουσι γάρ
τινα δίκαιον καὶ οὐκ ἀγαθὸν Θεόν. ἡμεῖς δὲ περὶ τοῦ τῶν ὅλων
Θεοῦ τοῦτο εἰρῆσθαί φαμεν· οὕτως οὖν ἀναγνωστέον, ὅτι τῶν
ἀπίστων τοῦ αἰῶνος τούτου ἐτύφλωσεν ὁ Θεὸς τὰ νοήματα. ὁ
γὰρ μέλλων οὐκ ἔχει ἀπίστους, ἀλλ' ὁ παρὼν μόνος· τινὲς δὲ τὸ
ἐτύφλωσεν ἀντὶ τοῦ ἔασεν ἢ συνεχώρησε φασὶ διὰ τὸ αὐτεξού-
σιον, ὡς καὶ ἀλλαχοῦ τὸ ”παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας“
φησὶ, τὸ οἷον συνεχώρησε λέγων· ἐπειδὴ γὰρ ἀπεφοίτησαν τοῦ
Χριστοῦ, εἴασεν αὐτούς· βουλομένων γὰρ, οὐκ ἀναγκαζομένων ἡ
σωτηρία. οὐκ εἶπε δὲ, ὅτι ἐτύφλωσεν εἰς τὸ μὴ πιστεῦσαι, δεικνὺς
459
αὐτοὺς πρῶτον ἀπιστήσαντες, εἶτα ἀναξίους γενομένους τοῦ φω-
τισμοῦ· καλῶς δὲ τὸ αὐγᾶσαι κεῖται· ἀμυδρὰν γὰρ ἀπόρροιαν τῆς
ἀληθινῆς γνώσεως ἔχομεν νῦν· εἰκόνα δὲ τοῦ Θεοῦ τοῦ ἀοράτου
τὸν Χριστὸν, ὡς Θεὸν ἐκ Θεοῦ, προσηγόρευσε, διὰ τὸ ἀπαράλ-
λακτον· ἐν ἑαυτῷ γὰρ δείκνυσι τὸν Πατέρα, διό φησιν, ”ὁ ἑωρα-
“κὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.” οἶδε γὰρ ὁ Ἀπόστολος τὸ κατὰ
πᾶν ἴσον καὶ ὅμοιον εἰκόνα καλεῖν, ὡς ἐν τῷ “σκιὰν ἔχων ὁ νόμος
”τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων.“
<Ἐν οἷς ὁ Θεός.>
Μανιχαῖοι τὸν διάβολον φασὶν ἐνταῦθα λέγεσθαι, ἡμεῖς δὲ
ἐκεῖνό φαμεν, ὅτι οὐ περὶ τοῦ διαβόλου τοῦτο εἴρηται, ἀλλὰ τοῦ
τῶν ὅλων Θεοῦ· εἰ δὲ καὶ ἑτέρως τις ἀναγινώσκοι, οἷον ὅτι ὁ Θεὸς
τοῦ αἰῶνος τούτου, οὐδὲ τοῦτο ἔχει τινὰ λαβήν· οὐ γὰρ τοῦτο
δεικνύει αὐτὸν τούτου μόνον ὄντα τοῦ αἰῶνος Θεὸν, καὶ γὰρ ὁ Θεὸς
τοῦ οὐρανοῦ λέγεται, ἀλλ' οὐκ ἔστιν οὐρανοῦ μόνον· καὶ ὁ Θεὸς
Ἀβραὰμ, καὶ οὐκ ἔστιν ἐκείνου μόνου, καὶ πολλαὶ καὶ ἄλλαι εἰσὶ
μαρτυρίαι ἐν ταῖς γραφαῖς.
<Ἐτύφλωσε τὰ νοήματα.>
Πῶς οὖν ἐτύφλωσεν; οὐκ ἐνεργήσας εἰς τοῦτο, ἀλλ' ἀφεὶς καὶ
συγχωρήσας.
{SUPPLEMENTUMETVARIETAS LECTIONISE COD. BODL. AUCT. T. I. 7. COLLAT. CUM CECUM. ED.} Ep. ad Cor. I. p. 418, B. CEcum. ἐκεῖνοί τε καὶ ἡμεῖς.πάλιν αἰνίττεται αὐτοὺς τοῖς τὸν Χριστὸν ἐπικαλουμένοις· οὐ τὸνδεῖνα ἢ τὸν δεῖνα. B. Cod. om. καθαπτόμενος. P. 419, A. ἀπὸπολλῆς γὰρ ἀγαπῆς τὸ κοινὸν ἰδιοποιεῖται. ἀλλὰ δωρεὰν τοῦΧριστοῦ. B. οἷά ἐστιν ἡ φλ. —οἷα ἡ τῶν ἰδ. —κατ' ἀμφότεραἐπλ. καὶ τῆς γνώσεως τῆς θεοδότου. C. οὐδὲ διὰ τῆς ἐξ σοφ. P. 420, D. σημείωσαι τὸ δι' οὗ ἐπὶ Πατρὸς εἰρημένον. 421, C. ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. ἐν τῷ αὐτῷνοΐ κ. γνώμῃ. D. ἐκπολεμωθῶσιν. ἐκθεωρίση. 422, A. δείκνυσι δὲ ἐν τ. ὅτι εἰ τὸ λεγ. διδασκάλους ἑαυτῶν.B. οὐ τοῦτο ἐγκαλεῖ διατί λεγ. {Σευηριανοῦ:} Ὃ λέγει τοιοῦτόν ἐστιν· μὴ συγκληρονόμους—ἡμῶν δὲ οὐδείς. hoc Schol. in marg. sed ead. man. C. τὸνΧρ. ἔλεγον. D. πᾶν ἐφ' ἑαυτῷ φ. 423, A. τὴν ὑπεροψίαν αὐτῶν. C. ἦσάν τινες μέγα φρονοῦντεςD. τί ἐγεγόνει εἰ Π.424, A. ὁ μὲν γὰρ δή. 425, C. πῶς δὲ ὁ Θεὸς ἐμ.426, A. {Κυρίλλου:} Σοφίαν Θεοῦ καὶ τὴν ἀνθρ. haec in marg.καὶ εἰ τινες αὐτ. ἐχρ. ἐφ' ἃ μὴ προσῆκεν. B. ἰδιῶται μὲν γ. τ.λογ. γεγόνασι seq. deinde Theodoreti Schol. Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ τουτέστιν τῇ διὰ τῶνκτισμάτων. C. σοφίαν ἐπιζητοῦσι. D. κλητοῖς καὶ εὑρισκ. 427, A. σκάνδαλόν ἐστι δοκοῦν. B. πλὴν τοῖς κλητοῖςδοκεῖ. 428, C. ἐπισκ. καὶ προσέχετε. D. εὐγενεῖς πεπιστευκότες.—οἱ πεπεικότες ἑαυτούς. 429, A. τοὺς δυνατοὺς δὲ ἀπωσ. B. ἵνα παύσῃ τοὺς ἀλαζόναςκαὶ τοῦ νομ. 430, A. ὥς φησιν· ἐποίησεν ἡμᾶς σοφοὺς καὶ δικ. C. εἰςἑαυτὸν καυχᾶται. D. μωροὶ ἐξελέχθησαν. 431, C. τοὺς παρ' αὐτοῖς φιλοσόφους. D. προεξένει τ.πίστει. 432, A. τῆς ἐκ τῶν ῥημάτων βεβαιωτέρα καθέστηκεν. B. θαρ-ρεῖ καὶ καλεῖ. σοφ. δὲ καλεῖ τὸ κηρ. τὸ π. Χρ. 434, B. {Σευηριανοῦ:} Βάθη τοῦ Θεοῦ εἶπεν haec in marg. utet Cyrilli seq. Schol. ὁ δὲ ἐν ἀγ. Γρηγόριος. Cod. Θεολόγος inmarg. D. ὅπερ φησιν οὐκ ἔλαβον, κατήργει γὰρ τὸν σταυρόν.ὡς ἄνω φησιν οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κ. Cod. om. γε-γονότα. 434, B. ὡς ἐκεῖνοι οἱ λέγοντες. 435, B. τῶν στειρῶν τῆς Σάρρας. C. {Κυρίλλου:} Ψυχικόςἐστιν ὁ κατὰ σάρκα ζῶν καὶ μήπω τὸν νοῦν φωτισθεὶς διὰ τοῦπνεύματος hoc Sch. Joanni Chrys. assignat CEcum. ed. Σαρκικοὺς καλεῖ ἡ γραφὴ τοὺς εἰς τὰ τῆς σαρκὸς πάθη κατο-λισθήσαντας. ψυχικοὺς δὲ τοὺς παρὰ τῆς ἀκολουθίας τῶν λο-γισμῶν μὴ δὴ καταδεχομένους. πνευματικοὺς δὲ τοὺς τῷ θείῳ καὶπνευματικῷ χαρίσματι κεκοσμημένους. {Ἰωάννου.} τουτέστιν τὰ ἐν τῷ νῷ τοῦ Χριστοῦ, ταῦτα ἡμεῖςἴσμεν ἅπερ αὐτὸς βούλεται καὶ ἀπεκάλυψεν. {Οἰκουμενίου.} Ἢ νοῦν Χριστοῦ τὸν Πατέρα καλεῖ. κ. τ. λ. 437, C. τελειούμενον καὶ πολλὰ ἕτερα συνῆκται. 440, D. σῶσαι τοῦτο θέλοντος. 441, B. οὐκ ἐμὸν τοιγαροῦν κατόρθωμα. C. τούτου ἑλώμεθα. 442, A. οὕτως δὲ ἀκριβῶς ἀναγνόντες. B. οὕτως δὲ σωθήσεται. 445, D. ὑμᾶς ὠφελήσωσι. 446, C. Οὐχ ὡς ἡμεῖς Χριστοῦ, οὕτως καὶ ὁ Χριστὸς τοῦΘεοῦ, ἄπαγε, ἀλλ' ἡμεῖς μὲν Χριστοῦ, ὡς ἔργον ὄντες αὐτοῦ. 448, B. ὅπερ ἀνατροπὴ ἦν τῆς πίστεως αὐτῶν. ἀλλὰ δεδοικὼςὡς εἴρηται. C. ἀλλ' οὐδὲ ὑπὸ ἄλλου φησιν ἀνθρώπου. D. εἰ καὶ ὁΘεός με δικαιώσει. τί γὰρ εἰ ἥμαρτον; μὴ μὴν νενόμικα—καὶπειρᾶται αὐτὸ διορθώσασθαι. 449, B. τοῦ σκότους ἅ ἐστιν αἱ λανθάνουσαι πράξεις πονηραί.B. σώματος κακὸν χυμὸν ἢ πνεῦμα. 450, D. {Οἰκουμενίου:} Οὕτω τίς ἀνεγίνωσκεν· εἰ δὲ καὶἔλαβες τί καυχᾶσαι λοιπὸν τὸ μὴ ὡς λαβών; κατὰ ἐρώτησινἔλεγεν ἵνα οὕτως νοηθείη. τί καυχᾶσαι. 451, C. καὶ καταισχύνοντος om. D. οὕτως ταχὺ ἡμεῖς γινώ-σκομεν ὅτι ὡς ἔσχατοι. 453. καὶ τὰ ἀναγκαῖα ἐνδεεῖς. 454, A. {Σευηριανοῦ:} Ἀντὶ τοῦ ἀποψήγματα καὶ ὥσπερἀποσαρώματα καὶ κόπρος ἐξ οἴκου ἀποκαθαρθέντος ληφθεῖσα γεγό-ναμεν, ἀπὸ πάντων εὐτελιζόμενοι. Περίψημα δὲ λέγεται τὸ βάσανον ὁ τ. ἱδρ. 455, D. ἐπιδεδωκότες ἐπιγυμνώσει om. ἀλαζονευόμενοι—πε-φυσ. καὶ μέγα ἐφρόνουν. 456, A. δύναμιν γάρ φησιν τὴν τῶν ἔργων ἐπίδειξιν. B. ἢ ὡςαὐτὸν Παῦλον ὁ Ἐλύμας. C. ἔνι γὰρ καὶ πνεύματι. 457, A. εἰ δὲ ἦτε ᾠκειωμένοι τὸ ἐκ. πλ. ὡς ὑμ. μέλους.B. ὡς μόλυσμα παραιτούμενοι. D. {Ἰωάννου:} Ἄλλοι οὕτως. 458, A. ἀνέγνων ἀδέκαστον. 460. πόρνους δὲ τοῦ κόσμου τούτου φησι, τοὺς τῶν Ἑλλήνωνπόρνους. 462, B. εἰ νῦν γεγένηται. 466, A. τὸ ἐπὶ ἀπ. κρίνεσθαι—μετὰ τὸ τ. δικ. B. {Οἰκουμενίου:} Ὡς εἰ εἶπεν καλὸν μέν. hoc in marg. 468, C. ἡμᾶς ἀναγάγειν—εἰ δὲ τοῦτο τὸ σύμμετρον εχ. τ.D. εἰς πορνείαν ἐμπίπτει. 468, A. δεικνὺς τί τὸ ἀποτέλεσμα. B. {Οἰκουμενίου:} Τὸ τοῦ λόγου ἀπίθανον haec in marg.ἀναστάσεως om. C. Εἰ οὖν ἐσμὲν Χριστοῦ μέλη ὥσπερ καὶ ἐσμὲν, τῆς κεφαλῆςἐγερθείσης, δῆλον ὡς συναναστήσεται τὸ λοιπὸν σῶμα. 470, B. ἀποχὴν δηλοῖ. C. λόγῳ Ϛ. —καὶ τοῦ Χρυσο-στόμου. 471, B. Πρὸς ὅλοις τούτοις ἡρμήνευσέ τις καὶ οὕτως. C. Ἐρώτησις. τί οὖν ὁ φθόνος. 475, B. τὸ τῇ νομίμῃ κεχ. γυν. καὶ τῷ νομ. C. ἡρμήνευσεποιά ἐστιν ἡ ὀφειλομένη εὔνοια. 476, B. οὐκ ἀκαθαρσίαν π. —πρὸς τὴν νομ. γυν. λέγων. —πει-ρασμοὺς om. 477, B. μή ποτε παρατραπῇς. 479, B. πίστεως ἄγων. 480 D. πρὸς τὸ ἀφιέναι—διαστασιάζῃ. 481, A. καὶ ναρκῆσαι. —σώσεις ἢ μὴ σώσεις. —οὐ δεῖ λύειντὸν γάμον. εἰκὸς γάρ φησι καὶ τὸν καλὸν κακὸν νομικῶς εἰπεῖνἐξιέναι τουτέστιν τὸ σῶσαι. μὴ σώζων μὲν γὰρ οὐκ ἐβλ. Inmarg. Σευηριανὸς οὕτως ἔστιζεν· ἄλλως γὰρ ἐὰν στίξῃς, ἀσυνάρ-τητος εὑρίσκεται ἡ σύνταξις. C. στέργε τοιγ. τὸν νόμον καὶ μὴδιαλ. διὰ τὴν πίστιν. 482, A. οὔτε ἐκεῖνο λυμαίνεται. 483, A. {Οἰκουμενίου:} Ἐν τοῖς κατὰ Χριστὸν φ. πρ.B. ἁρμόζει om. 484, A. {Οἰκουμενίου:} Τὰ περὶ παρθένων. In marg. {*OI)-κουμενίου:} Ὅρα πάλιν. 485, C. ὡς εἴγε ἀφιερωθεῖσα. 486, B. γάμον ἢ ἀγορασίας. C. μόνιμόν τι. 487, B. Τί ἐστι τὰ τοῦ κόσμου; ἴσως καὶ εὔοπτος. {Σχόλιον:} Οὐ λέγω φησι ταῦτα—εὐπάρεδρον. Τί γὰρ παρθένου καὶ τῆς τοιαύτης ζωῆς καὶ πολιτείας εὐσχη-μονέστερον; 488, D. καὶ οὕτως ὀφείλει γίνεσθαι. οὕτως, πῶς; ὃ θέλει,φησὶ, ποιείτω. 489. {Οἰκουμενίου:} Οὐκ ἔχει, φησιν, ἀνάγκην. D. μετὰκοσμιότητος ἐπὶ παιδοποιΐᾳ καὶ προστ. μὴ ἐν πάθει ἐπιθ. 490. ὅτι Πνεῦμα θεῖον ἔχω. {Οἰκουμενίου:} Πολλῆς ταπεινοφροσύνης τὸ ”δοκῶ.“ hocSch. in marg. D. ἐποίουν. 491, C. εἰπὼν δὲ ”εἰ δέ τις“ καὶ ἑαυτὸν προσέμιξεν. D. ὅτιοὐδέν ἐστι τὰ εἰδ. 493, B. κεχρημένην τὴν γραφήν. 494, A. ὅτι μηδέ ἐστί τι ὅλως τὰ εἰδ. C. φοβοῦντος τὸῥῆμα. D. ἡ ἀσθ. προκόψει καὶ αὐξηθήσεται. 495, A. ἀλλ' ὃ ὠμότερον. C. ὑμᾶς et mox φείδεσθαι. 496, A. τῆς παραγραφῆς ταύτης. D. ὑμᾶς εἰς ἀπόδειξιν προ-καλοῦμαι. —καὶ ἐκτυποῖ τὸν Ἀπ. καὶ ἀποδείκνυσιν. 497, A. προβαλοῦμαι. B. ἀποσχολῆσθαι. 500, D. καὶ ἐκ τῶν παραδειγμάτων ὧν παρεθ. 501, C. {Οἰκουμενίου:} Κάλως τὸ συμμερίζονται—ἀφαίρεμα. 502, D. τὸ καταχρέως.