Epistula ad Ioannem monachum de patientia, et de cavendo nequis decipiatur
- Edition reference
- Epistula ad Joannem monachum, ed. Phrantzolas, op. cit., vol. 2, 403–415.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg034.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
407
μηδὲν εἰκῆ ἢ ὡς ἔτυχεν ἀπερισκέπτως πεπραχέναι τοὺς ἁγίους Πατέρας.
Περὶ γὰρ τοῦ ἀββᾶ Μακαρίου ἱστορεῖται, ὅτι ἔλεγεν οὕτω· Καθημένου μου,
φησίν, ἐν τῷ κελλίῳ ἠσκήθην. Ὤχλησάν μοι οἱ λογισμοί, λέγοντες· ἄπελθε
ἔσω εἰς τὴν ἔρημον καὶ ἴδε τί βλέπεις ἐκεῖ. Καὶ ἔμεινα πολεμῶν τῷ λογι-
σμῷ πέντε ἔτη, λέγων· μήπως ἀπὸ δαιμόνων ἐστίν. Ὁρᾷς σύνεσιν ἁγίου ἀν-
δρός; Μὴ συναπήχθη ἢ ἐπέδραμε; Μὴ προσεποιήσατο τὸν λογισμόν; Οὐχί.
Ἀλλ' ἔμεινεν ἀνακρίνων, νηστεύων καὶ ἀγρυπνῶν καὶ προσευχόμενος, μή-
πως ἀπὸ δαιμόνων ἐστίν. Ἡμῖν δὲ ὅταν ἔλθῃ λογισμός, ἀκατάσχετοί ἐσμεν
ἐξαγροιούμενοι, καὶ οὐ μόνον οὐκ ἀνακρίνομεν ἐμπόνως προσευχόμενοι, ἀλ-
408
λ' οὐδὲ ὑφ' ἑτέρων νουθετούμενοι πειθαρχοῦμεν· ὅθεν καὶ αἰχμαλωτιζόμεθα
ῥᾳδίως ὑπὸ τοῦ ἐξεναντίας. Εἶτα, φησίν, ὡς ἐπέμεινεν ὁ λογισμός, ἐξῆλθεν
εἰς τὴν ἔρημον καὶ εὗρεν ἐκεῖ λίμνην ὑδάτων καὶ νῆσον ἐν μέσῳ αὐτῆς. Καὶ
ἦλθον τὰ κτήνη τῆς ἐρήμου πιεῖν ἐξ αὐτῆς, καὶ εἶδεν ἐν μέσῳ αὐτῶν δύο ἀν-
θρώπους γυμνούς. Εἶτα μετὰ τὸ λαλῆσαι αὐτοὺς πρὸς ἀλλήλων. εἶπεν ὁ
ἀββᾶς Μακάριος πρὸς αὐτούς· Πῶς δύναμαι γενέσθαι μοναχός; Καὶ λέγου-
σιν αὐτῷ· ἐὰν μὴ ἀποτάξηταί τις πᾶσι τοῖς τοῦ κόσμου, οὐ δύναται γενέσθαι
μοναχός. Καὶ εἶπεν αὐτοῖς· ἐγὼ ἀσθενής εἰμι καὶ οὐ δύναμαι. ὡς ὑμεῖς. Καὶ
εἶπον· ἐὰν οὐ δύνασαι ὡς ἡμεῖς, κάθου ἐν τῷ κελλίῳ σου καὶ κλαῦσαι τὰς
ἁμαρτίας σου.
Ὦ ταπείνωσις ἐνθέου ἀνδρός! Ὦ σύνεσις ἐναρέτου ψυχῆς! Ὁ τοσούτοις
καὶ τηλικούτοις ἀνδραγαθήμασι διαπρέπων οὐκ ἔκρινεν αὑτὸν ἄξιον τοῦ
πράγματος, ἀλλ' ἔφη πρὸς αὐτούς· ἐγὼ ἀσθενής εἰμι καὶ οὐ δύναμαι, ὡς
ὑμεῖς. Ἡμεῖς δέ, μήτε διωγμοῦ ἐπιστάντος, μήτε ὑπό τινος διωκόμενοι, τῇ
προπετείᾳ καὶ αὐταρεσκείᾳ ἀγόμεθα, καὶ ἐπιχειροῦμεν τὰ ὑπέρμετρα, ὡς
409
Κύριον τὸν Θεὸν πειράζοντες, ὅπερ ἐστὶ φοβερόν. Οὐαὶ δὲ ἀνθρώπω πεποι-
θότι ἐπὶ τῇ ἰδίᾳ δυνάμει, ἢ ἀσκήσει, ἢ εὐφυότητι. καὶ μὴ εἰς Θεὸν ἔχοντι
πᾶσαν αὑτοῦ τὴν ἐλπίδα· παρ' αὐτοῦ γὰρ μόνου τὸ κράτος καὶ ἡ ἰσχύς.
Διατί γὰρ μὴ ἐγκύψομεν καὶ εἰς τὸν βίον τοῦ ἀββᾶ Ἀντωνίου καὶ εὑ-
ρήσομεν καὶ αὐτὸν ἐκ θείας ἀποκαλύψεως πάντα πεποιηκέναι; Ὁμοίως δὲ
καὶ αὐτὸς οὐκ ἐν μοναστηρίῳ ἐκαθέζετο; Οὐκ ἀμφιάσμασιν ἐκέχρητο; Οὐκ
ἄρτον ἤσθιεν; Οὐ ταῖς ἰδίαις χερσὶν εἰργάζετο; Οὐ μαθητὰς ἐκέκτητο, οἵτινες
καὶ θανόντος αὐτοῦ συνέσταλκαν καὶ ἔθαψαν; Οὐ μόνον δὲ αὐτὸς ὁ μακά-
ριος Ἀντώνιος ταύτῃ ἐχρήσατο τῇ διαγωγῇ, ἀλλὰ καὶ οἱ λοιποὶ Πατέρες, οἱ
τὸν ἐνάρετον βίον ἐξασκήσαντες, οἵτινες παρακλήτορες γεγόνασι τῶν φοι-
τώντων πρὸς αὐτούς, δι' ὧν ὁ Θεὸς σημεῖα καὶ ἰάσεις ἐπετέλει· ὡς γὰρ λύ-
χνοι φαιδροὶ ἦσαν, ταῖς ἀρεταῖς καταλαμπόμενοι. Τούτων τὸν βίον καὶ τὸν
τρόπον ζηλώσωμεν καὶ ἡμεῖς, ἐν τῇ βασιλικῇ ὁδῷ βαδίζοντες, μὴ ἐκκλίνον-
τες, μήτε εἰς τὰ δεξιὰ μήτε εἰς τὰ ἀριστερά.
Σχολάσωμεν τοιγαροῦν τῇ ἡσυχίᾳ, τῇ νηστείᾳ, τῇ ἀγρυπνίᾳ, τῇ προ-
410
σευχῇ, τοῖς δάκρυσι, ταῖς συνάξεσι, τῷ ἐργοχείρῳ, τῇ συντυχίᾳ τῶν ἁγίων
πατέρων, τῇ ὑπακοῇ τῆς ἀληθείας, τῇ ἀκροάσει τῶν θείων Γραφῶν, ὅπως
μὴ χερσωθῇ ἡμῶν ἡ διάνοια. Μάλιστα δὲ τῆς μεταλήψεως τῶν ἀχράντων
καὶ ἁγίων μυστηρίων ἀξίους ἑαυτοὺς παραστήσωμεν, ὅπως τῶν τικτομένων
ἀπιστιῶν τε καὶ ῥυπαρῶν λογισμῶν διασμηχθῇ ἡμῶν ἡ ψυχή, καὶ ἐνοικήσας
ἐν ἡμῖν ὁ Κύριος ῥύσηται ἡμᾶς τοῦ Πονηροῦ. Κατὰ πάντα δέ, τὴν εἰλικρινῆ
ἀγάπην διώκοντες εἰς ἀλλήλους καὶ εἰς πάντας. Ἐκ γὰρ τοῦ πλησίον κτᾶ-
ταί τις τὸ πονηρὸν καὶ ἀγαθόν. Ἀψευδὴς γάρ ἐστιν ὁ εἰπών· ὃ ἑνὶ τούτων
τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Πρὸς δὲ τοὺς
ἀσυμπαθεῖς πάλιν λέγει· ὃ ἑνὶ τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων οὐκ ἐποιή-
σατε, οὐδὲ ἐμοὶ ἐποιήσατε. Καὶ πορεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ
δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Οἱ ἀρχαῖοι μόσχους καὶ κριοὺς καὶ ἀμνούς,
πάντα ἄμωμα, εἰς θυσίαν προσέφερον τῷ Κυρίῳ· ἡμεῖς δὲ τὸ ἑαυτῶν σῶμα
προσενέγκωμεν Κυρίῳ ἐν Πνεύματι Ἁγίῳ, μὴ μωμοῦντες τοῦτο ἐν τοῖς
ἀπηγορευμένοις, ἢ ῥυποῦντες ἔν τινι λογισμῷ, ἵνα μὴ ἀπαράδεκτος γένηται
411
ἡμῶν ἡ θυσία.
Τὸ δὲ ἐν τίνι τρόπῳ δεῖ κτᾶσθαι τὴν ἁγιωσύνην, ἀρκεῖ τοῖς γε νοῦν ἔ-
χουσι νηφάλιον ἡ τοῦ Θεοῦ μνήμη, ἧς αἱ ἀκτῖνες φωτίζουσι πᾶσαν καρδίαν.
Οἱ δὲ ἔτι ἀσθενῶς διακείμενοι πρὸς τὴν τοιαύτην ἔννοιαν χρῄζουσί τινων
ὑποδειγμάτων πρὸς ζῆλον καὶ κατόρθωσιν τῆς αὐτῆς ἀρετῆς. Ἔστω δὲ
ἡμῶν τὸ ὑπόδειγμα τοιοῦτο. Οἱ κατὰ τὸν κόσμον ἀνδραγαθοῦντες ἐν τοῖς
πολέμοις, εἰκόνας λαμβάνουσιν ἐπὶ τειχῶν καὶ σανίδων, τὴν ἱστορίαν τοῦ
πολέμου διαγράφοντες· πῶς οἱ μὲν ἐντείναντες τὰ τόξα, οἱ δὲ τρώσκοντες·
οἱ μὲν φεύγοντες, οἱ δὲ κατατρέχοντες, ἕτεροι δὲ τῷ ξίφει χρησάμενοι, δίκην
σταχύων ἀντιπάλους ἀποθερίζουσι. Καὶ ταῦτα ἐπιτηδεύουσι πρὸς ζῆλον τῶν
μεταγενεστέρων καὶ ἀνάμνησιν τῶν ἀριστευόντων κατὰ τῶν ἀντιστρατευο-
μένων. Πολλοὶ δὲ καὶ τὴν ἄθλησιν τῶν Ἁγίων ἐν τοῖς εὐκτηρίοις οἴκοις
διαγράφουσι πρὸς ζῆλον δῆθεν τῶν νωθροκαρδίων καὶ τέρψιν τῶν θεατῶν.
Ὡς οὖν καὶ τοῦ ἡμετέρου βίου ἀναγράφεσθαι μέλλοντος καὶ ἐν ὑψηλῷ ἀνα-
τίθεσθαι πρὸς ἐπίδειξιν πάντων, σπουδάσατε. Μᾶλλον δὲ σπουδάσωμεν κα-
τορθῶσαι τὴν ἀρετήν, ἵνα μηδὲν ψεκτὸν ἢ ἀνοίκειον ἐντεθῇ ἐν τῇ εἰκόνι.
412
Αἰσχρότατον γὰρ ἀληθῶς, ἄνδρα ἐν εἰκόνι θεάσασθαι γυναικὶ ὁμιλοῦντα
ἀσέμνως, καὶ μάλιστα τῶν δοκούντων σχῆμα εὐσεβείας περιβεβλῆσθαι. Εἰ
δὲ καὶ μετὰ ἄρρενος· κατὰ τὸν εἰπόντα· ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην
κατεργαζόμενοι· τίς ἄρα τολμήσει ἐνατενίσαι τῇ εἰκόνι; Φευκτέον καὶ τὸ
θέαμα. Εἰ τοιαῦτα ἐννοηθείημεν, ἐν τοιαύτῃ ἀτιμίᾳ θεαθῆναι οὐ βουλόμενοι,
τῆς αἰσχύνης ἀποναρκήσαντες, πάντως ἐκφευξόμεθα τοῦ αἰσχροῦ πάθους,
τῆς χάριτος συνεργούσης.
Φροντίσωμεν τοίνυν εἰλικρινῶς τῆς ἀρετῆς, ὅπως γένηται ἡ σύνθεσις
καὶ ἡ κατασκευὴ τῆς περὶ ἡμῶν ἱστορίας καλή τε καὶ εὔφημος, εἰς ζῆλον
ἀγαθὸν ἐξάπτουσα διὰ τῆς καλλονῆς τοῖς ἐντυγχάνουσι. Μηδὲν δυσειδὲς ἢ
ἀνοίκειον τῆς ἀρετῆς χαρακτηρίζωμεν ἐν αὐτῇ. Καὶ γὰρ ἡ τῶν Σοδομιτῶν
ἱστορία ἀνεξάλειπτος καθέστηκε, διαγορεύουσα πῶς ἐκύκλουν τὴν οἰκίαν
τοῦ δικαίου οἱ ἄσωτοι, ἄχρις οὗ ἐπλάγησαν τῇ ἀορασίᾳ, καὶ ὑπὸ τῆς τοῦ
πυρὸς ἐπομβρίας καταφλεχθέντες ἐτεφρώθησαν αὐτοί τε καὶ τὰ ἐδάφη αὐ-
413
τῶν, ἐφ' οἷς τὰς ἀθέσμους κατειργάζοντο μίξεις. Τούτων τὴν ἱστορίαν, ὡς
εἰκόνα τινὰ φόβου γέμουσαν, προτέθηκεν ὁ ποιήσας ἡμᾶς Θεὸς τῷ ἑκάστου
ἡμῶν συνειδότι, ἵνα πρὸς τὸ ὑπόδειγμα ἀφορῶντες ἐκκλίνωμεν τῶν φαύ-
λων. Οἱ δὲ ἐπικαμμύοντες τῇ θεωρίᾳ τῆς προκειμένης ἡμῖν ἱστορίας, ῥᾳδίως
ἐμπίπτουσιν ἐν τῷ βαράθρῳ τῶν ἡδονῶν. Σὺ δὲ ἐρηρεισμένον ἔχε τὸ τῆς
διανοίας ὄμμα πρὸς τὴν τοιαύτην κατανόησιν, ἵνα τῷ φόβῳ ἐγκρούσῃς τὰ
αἴσχιστα πάθη, καὶ τὰς φλεγμαινούσας ἡδονὰς καταμαράνῃ ἡ προσδοκία
τῆς ὀργῆς. Τίς γὰρ ἐννοῶν τὴν θεήλατον ἐκείνην ὀργὴν οὐ καταπτήσσῃ καὶ
συστέλληται τῇ διανοίᾳ, εἰ μήτε παρέργως κέχρηται τῇ θεωρίᾳ; Ἐγὼ δὲ ὁ
ῥᾴθυμος τὸν νοῦν μερικῶς ἐπιστήσας τῇ ἱστορίᾳ ἐστέναξα, καὶ τὸ πρόσωπον
τοῖς γόνασιν ἐπιθεὶς ἔκλαυσα. Πῶς γὰρ οὐ φοβερὸν ἔσται ἀληθῶς, τοῖς
καθαρῷ τῷ τῆς ψυχῆς ὀφθαλμῷ ἐνορῶσι τῇ σφοδροτάτῃ ῥύσει τοῦ πυρὸς
ἐκείνου καὶ τὴν γῆν φρυσσομένην καὶ τῶν οἰκητόρων τηκομένων, ὡσεὶ κη-
ρός, καὶ τοῦ καπνοῦ ἀνιόντος; Ἆράγε οὐ δύναται ταῦτα τὰ ὑποδείγματα
τῶν προπεπονθότων καὶ ψυχὴν λελιθωμένην μαλάξαι; Τοιγαροῦν πυκνότε-
414
ρον τῇ ἱστορίᾳ ἐνατενίζωμεν, μᾶλλον δὲ ἀπαραλείπτως, ἵνα τῇ σπουδῇ τῶν
κρειττόνων, τῶν προειρημένων τὴν πεῖραν φύγωμεν. Ἡ γὰρ ἀμέλεια αὔξει
τὴν ἀφοβίαν· ἐξ ἑκατέρων δὲ συνίσταται ἡ συνήθεια. Οἱ δὲ ἐν ἕξει τοῦ κακοῦ
γενόμενοι, δυσέκβατοι ὑπάρχουσι τούτου, πάντοτε ἐπὶ λύμῃ τοῦ πνευματι-
κοῦ καρποῦ ἐπιρρέποντες. Πάλιν δέ, ὡς ἐν εἰκόνι, φέρωμεν τὴν μνήμην,
πῶς ἡ μὲν Αἰγυπτία εἷλκε τὸν Ἰωσὴφ ἐπισπῶσα πρὸς ἑαυτήν, τὸν δὲ θεοφι-
λῆ τὸ ἱμάτιον αὑτοῦ καταλείψαντα καὶ ἀποδράσαντα τοῦ μύσους. Καὶ πάλιν
τοὺς πρεσβυτέρους τοὺς ἐν Βαβυλῶνι, ὡς ἐν εἰκόνι, θεωρῶμεν τῇ διανοίᾳ,
πῶς ἤπειγον, πρὸς αἰσχρουργίαν τὴν μακαρίαν Σωσάνναν· αὕτη δὲ εὐσεβεῖ
καὶ ἀνδρείῳ λογισμῷ χρησαμένη, τούτους κατέβαλεν. Οὕτως οὖν καὶ ἡμεῖς
ἀγωνισώμεθα εἰλικρινῶς, καὶ μάλιστα πεπεισμένοι ὅτι οὐδὲν κρυπτόν, ὃ οὐ
φανερωθήσεται, ἵνα εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα ἐφευρέσθω περὶ
415
ἡμῖν· ἵν' ὦμεν ἐν τοῖς ἐπαινουμένοις καὶ μὴ ἐν τοῖς ψεγομένοις.
Περὶ δὲ τῶν ζητουμένων, καὶ τὸ πῶς δεῖ συναναστρέφεσθαι ἀδελφοῖς
καὶ ἀρέσκειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, ὑμῶν προσευχομένων περὶ ἡμῶν, ση-
μανοῦμεν ὑμῖν τῆς χάριτος ἡμῖν συνεργούσης. Ἔστω δὲ μεταξὺ ἡμῶν καὶ
ὑμῶν ὁ Κύριος, ἡ πηγὴ τῆς ζωῆς, ὁ ἐπομβρῶν χαρὰν καὶ εἰρήνην καὶ ἁγια-
σμὸν καὶ ἐλπίδα ἀγαθὴν τοῖς ἐκζητοῦσιν αὐτὸν ἐν ἀληθείᾳ. Ἄσπασαι τοὺς
σὺν σοὶ ἀδελφούς. Ἀσπάζονταί σε οἱ ἐνταῦθα ἀδελφοί.
{Περὶ ὀρθοῦ βίου κεφάλαια Ϙʹ} αʹ. Ὀρθοῦ βίου ὀρέγῃ; Ταπεινοφροσύνην ἄσκησον· ταύτης γὰρ ἐκτὸςὀρθὸς βίος οὐχ ἵσταται. βʹ. Ὁδοιπόρος ἀνὴρ ἀρχὴν ὁδοῦ ἀπολέσας, ἐν ἀλλοδαπῇ χώρᾳ ὁτοιοῦτος πλανᾶται· καὶ ὁ ἐκκλίνας ἑαυτὸν τῆς ὁδοῦ τῶν ταπεινῶν, οὐ πήξεισκηνὴν αὑτοῦ ἐν παρεμβολαῖς ὁσίων. γʹ. Ἔργασαι ἐν ταπεινοφροσύνῃ πάντα τὰ ἔργα σου, ἐπ' ὀνόματος τοῦΣωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ ἐν τούτῳ ὑψωθήσεταί σου ὁ καρπὸς εἰςοὐρανόν. Ἡ γὰρ ὑπερηφάνεια ἔοικεν ὑψηλοτάτῳ δένδρῳ σεσηπότι, πάντοθενεὐθρύπτους ἔχοντι τοὺς κλάδους· καὶ ἀνελθὼν ἐν αὐτῷ ταχέως κατερράγηἐξ ὕψους. δʹ. Ἀρχὴ ἐγκαταλείψεως ἀνθρώπου, ἀφιστᾶν ἑαυτὸν τῆς ταπεινοφρο-σύνης· καὶ ὁ ἐγκαταλειφθεὶς ὑπὸ Θεοῦ, πνιγήσεται, ὡς Σαοὺλ ὑπὸ πονηροῦπνεύματος. εʹ. Πνιγμὸν χαλεπὸν ἡγοῦ τὰς τῶν ἁμαρτιῶν συνοχάς, καὶ τὸ μὴ ἀνα-δῦναι ἐκ τῆς πλημμύρας αὐτῶν, ἕως ὥρας θανάτου. Ϛʹ. Ἐὰν κατανοήσῃς ἀκριβῶς, εὑρήσεις τὰς παγίδας τοῦ Ἐχθροῦ κε-χρισμένας μέλιτι καὶ γλυκασμῷ· ἵν' ὁ θέλων γεύσασθαι τοῦ μέλιτος ὑπὸ πα-γίδος συλληφθήσεται. ζʹ. Μὴ ἐπιθύμει τοῦ τοιούτου μέλιτος, καὶ ὑπὸ παγίδος οὐ μὴ ἁλοίης·ἡ γὰρ γλυκύτης αὐτοῦ ἔσχατον χολῆς καὶ πικρίας ἐμπιμπλᾷ τοὺς ἰδίουςἐραστάς. ηʹ. Ταπεινοφροσύνην ἀγάπα, καὶ ὑπὸ παγίδος διαβολικῆς οὐ συλλη-φθήσῃ ποτέ· ἀνώτερος γὰρ ἔσῃ σφόδρα τῶν παγίδων τοῦ Ἐχθροῦ, ὑπὸ ὀξυ-τάτου πτεροῦ κουφιζόμενος ἀεί. θʹ. Ἐὰν θεάσῃ τινὰ νεανιευόμενον, πιθανὸν τῇ ὄψει καὶ ἀνθηρὸν τῇἐσθῆτι, ὄχλον σωμάτων περιφέροντα, μὴ ζηλοῦ, μηδὲ θορυβοῦ· ἀλλ' ἐγκρα-τὴς γενοῦ τοῦ διανοήματος καὶ ὄψει αὐτὸν μετ' ὀλίγον σβεννύμενον. Μόνοιγὰρ ἐξήνθησαν καὶ διέλαμψαν οἱ κατὰ βούλησιν Θεοῦ πολιτευσάμενοι. ιʹ. Οἱ γενόμενοι σπουδαῖοι, εὐάρεστοι τῷ Κυρίῳ, οὐ προσεῖχον τοῖς ἀν-θηροῖς τοῦ βίου· ἐπιστάμενοι σαφῶς, ὅτι ὡς ἄνθος χόρτου ταχὺ ξηρανθήσον-ται· ἡμεῖς δὲ οἱ ἀμελεῖς, ἐὰν θεασώμεθα πολυσαρκίαν σώματος, ἐρυθρὸνταῖς παρειαῖς, τοῦτον μακαρίζομεν, κἂν ἐσχάτῃ ἀσεβείᾳ κατάκειται ὁ τοιοῦ-τος· πόρρω ἀφ' ἑαυτῶν ῥίψαντες τὸν ἐπίπονον βίον, οὐκ ἐπιστάμενοι ὁποῖονἀξίωμα ἔχει τῶν ἀσκητῶν ὁ βίος. Τούτου χάριν σωφροσύνη μεμίσηται παρ'ἡμῶν, καὶ ὁ ἁγιασμὸς ἐβδέλυκται. ιαʹ. Μὴ πρόσχωμεν, ἀδελφοί, παιδικοῖς ἀθύρμασιν, ἀλλὰ τέλειον βίονἀναλάβωμεν ἀεί, ἵνα μὴ στερηθῶμεν τῆς χαρᾶς τῶν ἀσκητῶν, καὶ παραδο-θῶμεν εἰς αἰωνίαν κόλασιν. ιβʹ. Μακάριος ὁ πιανθεὶς ταῖς ἀγαθαῖς ἐλπίσι, καὶ λαμπρυνθεὶς ἐν ἀγα-θαῖς ἐννοίαις· τὸ γὰρ κλέος τούτου πολὺ καὶ ἄληκτον. ιγʹ. Ἡσυχίαν μεταδιώξωμεν, ἵνα θεωροῦντες τὰ ἑαυτῶν πλημμελήμα-τα ταπεινωθῶμεν ἀεί, καὶ οὐχ ἵνα θρέψωμεν οἰήσεως λογισμὸν ἢ πονηρίας,καθάπερ τὰ ἰοβόλα ζῶα. ιδʹ. Ἀγαπήσωμεν τὴν ἡσυχίαν, ἵνα σχῶμεν καθαρὰν τὴν καρδίαν καὶἄσπιλος φυλαχθῇ ἀπὸ φθορᾶς ἁμαρτιῶν, ὃν ἐπιστεύθημεν, ναός. ιεʹ. Καλὴ ἡ προσευχὴ μετὰ στεναγμῶν καὶ δακρύων, καὶ ταῦτα καὶἡσύχως προχεόμενα. Τὸ δὲ εἰς ἀκουστὸν κράζειν ἀνθρωπαρεσκείας σημεῖον.Ὁ δὲ ἐν γνώσει καὶ πίστει προσευχόμενος, τὸν Κύριον ἐνώπιον αὐτοῦ προο-ρᾷ, καθότι ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν. ιϚʹ. Ἐὰν πεπώρωταί σου ἡ καρδία, κλαῖε ἐνώπιον τοῦ Θεοῦ, ὅπωςἐπιστάζῃ σοι φωτισμὸν γνώσεως, καὶ μὴ σκῶπτε τοὺς ἐν θερμότητι καρδίαςβοῶντας εἰς οὐρανόν. ιζʹ. Ὁ γὰρ σκώπτων τοὺς πονητικούς, δοῦλον παρέσχεν ἑαυτὸν τῷΔολίῳ, ἐκείνου ἐπιτελῶν τὰ μυσαρὰ θελήματα. Ὁ τοιοῦτος οὐ μὴ εὕρῃ χα-ρὰν τὴν ἡτοιμασμένην τοῖς δούλοις τοῦ Κυρίου. ιηʹ. Σὺ δέ, ἀσκητά, ἐν γνώσει ἐπιτέλει τὰ ἔργα σου πάντοτε, καὶ μὴδιδῶμεν ἀφορμὴν τοῖς ζητοῦσιν ἀφορμήν. ιθʹ. Οὐαὶ τῷ ἀνελεήμονι· καὶ οὐαὶ τῷ δολίῳ· καὶ οὐαὶ τῷ τρυφητῇ·πικρὸς γὰρ συναντήσει αὐτοῖς ὁ ᾅδης. Ὑποδούλους γὰρ ἑαυτοὺς παρέχουσιχάριν γαστριμαργίας, καὶ τὸν Θεὸν ἀθετοῦσιν, ἵνα ἀρχὴν καὶ ἀξίαν εὕρωσινἐν τῷ ματαίῳ βίῳ τούτῳ. Ἦλθεν ἄφνω θάνατος, ἐξήρανε τὸν λαιμόν, ἐν ᾧτὰ λαμπρὰ ἐδέσματα ἐδέχοντο συνεχῶς, κατήργησε τὴν ἀρχήν, δι' ἧς ἠθέ-τουν τὸν ποιήσαντα αὐτούς. Ἔρριπται λοιπὸν ἐπὶ γῆς, ὡς κοπρία, τὰ σώμα-τα τῶν ἀθλίων, καὶ ἄγονται αἱ ψυχαὶ εἰς τὸν τόπον τὸν ἴδιον. κʹ. Τὰ τερπνὰ τοῦ βίου θεωρῶν, πρόσεχε μὴ ἑλκυσθῇς· ἐν αὐτοῖς γὰρκέκρυπται ἡ παγὶς τοῦ θανάτου. Καὶ γὰρ ὁ ἁλιεὺς οὐ γυμνὸν χαλᾷ τὸ ἄγκι-στρον. καʹ. Τῇ ἐπιθυμίᾳ ὁ Ἐχθρός, ὡς δέλεαρ ἐν ἀγκίστρῳ, κέχρηται, ἵνα ἅ-πασαν ψυχὴν ὑπεύθυνον ἑαυτῷ κατεργάσηται ὁ μιαρός. κβʹ. Ἡ πρώτη συλληφθεῖσα ψυχὴ παγὶς ἔσται ἑτέραις πρὸς τὸ ἐκείνουθέλημα, ἐγγλυκαίνουσα τὰς μὴ πειρασθείσας ψυχὰς τῇ τοῦ Δράκοντοςπικρίᾳ. Καὶ γὰρ πέρδιξ συλληφθεὶς δέλεαρ ἔσται τοῖς μήπω ὑπὸ βρόχωνἁλοῦσι· στήσας γὰρ τοῦτον ὁ θηρευτής, κύκλῳ αὐτοῦ τοὺς βρόχους, τοὺςκαλῶς ἱπταμένους θηρεύει. κγʹ. Τὴν ἀρετὴν ἄσκει μὴ ἐκκακῶν ἐν τοῖς πόνοις· δίχα γὰρ πόνωνἀρετὴ οὐ γνωρίζεται. κδʹ. Ἄνω ἔχε ἐν τοῖς πόνοις τὸ τῆς ψυχῆς ὄμμα· καὶ θεωρῶν τὴν χα-ρὰν ἐκείνην, οὐ παραιτήσῃ τοὺς πόνους. κεʹ. Πόνον πόνει ἐμπόνως, ἵνα διαδράσῃς τῶν ματαίων πόνων τοὺςπόνους· οἱ γὰρ πόνοι τῶν δικαίων καρπὸν ζωῆς βλαστάνουσιν· οἱ δὲ τῶνἁμαρτωλῶν, πλήρεις εἰσὶν ἀγχόνης. κϚʹ. Κατὰ Θεὸν ὑπόμεινον τὰς θλίψεις τοῦ ἐνεστῶτος βίου, καὶ οὐ μα-ταιωθήσῃ τῆς ἐλπίδος τῶν Ἁγίων. Ὁ γὰρ ζυγὸς τοῦ Ἐχθροῦ λύπην ἔχει ἐνἑαυτῷ τὸν θάνατον τίκτουσαν. κζʹ. Οἱ μάταιον βίον πονοῦντες, τοὺς ἐν γνώσει πονοῦντας ὑποσκελίσαιβούλονται, ἵνα μὴ ἐκ τοῦ σύνεγγυς τὸν ἔλεγχον ἔχωσιν· ἡ δὲ ἐκείνων κατά-πτωσις στεφανίτας ἀναδείκνυσι τοὺς τῆς εὐσεβείας ἀθλητάς.