The Greek Library Catalogue

Anonymous

De recordatione mortis et de uirtute ac de diuitiis

Edition reference
De recordatione mortis et de uirtute ac de diuitiis, ed. Phrantzolas, op. cit., vol. 4, 245–255.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg062.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

249

ἐμνημόνευεν, πάντως ὁ φόβος τῆς προσδοκίας μετέβαλεν ἂν αὐτοῦ τὸν τρόπον

πρὸς τὸ ἀγαθοεργεῖν· τίς γάρ φησι τῶν ἀπίστων καὶ ἀσεβῶν θανάτου ἐμνημό-

νευσεν; Μὴ ξενιζέτω ἡμᾶς τοῦτο, καθότι πᾶς ἄνθρωπος συνεζευγμένην ἔχει τὴν

τοῦ θανάτου μνήμην. Καὶ οἱ μὲν ἄπιστοι κακῶς ταύτῃ κέχρηνται, τῶν ἡδέων

μόνον τὸν χωρισμὸν ἀποδυρόμενοι, οἱ δὲ πιστοὶ ὡς βοήθημα καὶ ἀλεξιτήριον

τῶν αἰσχίστων παθῶν ταύτῃ κατακέχρηνται.

Πάντες τοίνυν πεπείσμεθα ὅτι θανάτῳ ὑποκείμεθα, πιστοί τε καὶ ἄπιστοι,

τὴν δὲ μετὰ θάνατον κρίσιν οὐ πάντες πεπιστεύκασι. Καὶ οἱ μὲν δίκαιοι ταύτην

ἔχοντες κατ' ὀφθαλμῶν ἀεί, κατὰ τὸν λέγοντα, καὶ καθάπερ ἀπόκειται τοῖς ἀν-

θρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις, νυκτὸς καὶ ἡμέρας δεήσεις καὶ

250

ἱκεσίας ἀναπέμπουσι τῷ Θεῷ, τοῦ ῥυσθῆναι τῆς γεέννης τοῦ πυρὸς καὶ τῶν

λοιπῶν βασάνων, καὶ καταξιωθῆναι τῆς μετὰ ἁγίων Ἀγγέλων χορείας. Τοῖς

δὲ ἀσεβέσι καὶ ἁμαρτωλοῖς ψιλή τίς ἐστιν ἡ ἐγγινομένη τοῦ θανάτου μνήμη, οὐ

περὶ τῶν ἐσομένων μετὰ θάνατον ἐναγώνιοι ὄντες, ἀλλὰ στέρησιν καὶ χωρισμὸν

τῶν ἡδέων ὀδυρόμενοι. Εἰ δέ τινι αὐτῶν γένηται μνήμη ἡ τοὺς δικαίους περι-

σφίγγουσα, τότε ἡ προτέρα λύπη οἰχήσεται συντριβομένη ὑπὸ τῆς δευτέρας· οὐκ-

έτι γὰρ ὁμόφρων ἔσται τῶν λεγόντων, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀπο-

θνῄσκομεν· οὐδὲ ἀνέξεται θησαυρίζειν εἰς ἀνόνητα καὶ συνάγειν χερσὶν ἀκαρπί-

αν, μᾶλλον δὲ βασανισμοὺς καθ' ἑαυτοῦ, ἀλλὰ φροντὶς αὐτῷ ἐπελεύσεται, ὡς ἀν-

δρὶ σοφῷ, τῇ τῶν κρειττόνων ἐπιθυμίᾳ τῆς τῶν ἀσεβῶν φροντίδος ἀποδράσαι.

Τῶν δὲ ἀγαπώντων τὸν ἐπίγειον πλοῦτον, πᾶς ὁ βίος ἐν ματαίᾳ ἐλπίδι

προσησχόληται, καὶ ὅση ἡ τοῦ πλούτου ὑπεροχή, τοσούτῳ μειζόνως αὔξει τοῦ

θανάτου τὸν φόβον· ἡ γὰρ μνήμη τοῦ θανάτου ἔνδον οἰκοῦσα ἐπιφέρει τὴν λύ-

πην κατὰ ἀναλογίαν τῆς ἑκάστου αἰσθήσεως. Οὐχ ὅπως κατορθωθῇ αὐτῶν ἡ

251

σωφροσύνη καὶ ἡ φρόνησις, δικαιοσύνη τε καὶ ἀνδρεία· οὐ περὶ γεέννης καὶ δι-

καιοκρισίας Θεοῦ. Ἀλλὰ διαπορούμενοι ἐν ἑαυτοῖς, θρηνοῦσι τὸν ἑαυτῶν

πλοῦτον καὶ φασί· τίς ἄρα μετὰ τὴν ἡμῶν ἀποβίωσιν ἄρξει τῆς τοσαύτης περι-

ουσίας; (Ὅπερ φίλον ἐστὶ καὶ τοῖς βασιλεῦσι, τοῦ ἐπιγνῶναι τὸ τίς ἄρα ἄρξει

τῆς βασιλείας μετ' αὐτούς). Τίς ἄρα κυριεύσει τοσούτου χρυσίου καὶ ἀργυρίου;

Τίνι ἄρα μετὰ ταῦτα ἐξυπηρετήσει ἡ τοσαύτη κατασκευὴ τοῦ χρυσίου; Τίς κλη-

ρονομήσει τὰ διάχρυσα καὶ σηρικὰ ἐνδύματα, καὶ τὰς ποικίλας καὶ πολυτελεῖς

ὀθόνας; Τίς ἐπιβῇ τοῖς χρυσοχαλίνοις καὶ ἐπιλέκτοις ἴπποις; Τίνι ἀκολουθήσει

προϊόντι τὸ πλῆθος τῶν παίδων τὸ ἐκ διαφόρων ἐθνῶν συνηγμένον; Τίς ἄρα

οἰκήσει ἐν τοῖς πύργοις καὶ τρικλίνοις, οὓς ἐγὼ ἐπιμελῶς τοῖς μαρμάροις ἐκό-

σμησα, ὧν τὸ ἔδαφος ἐκ ψηφίδων διήνθισται καὶ ἡ ὀροφὴ χρυσίῳ ὑπαλήλιπται;

Τίνι ἄρα μετὰ ταῦτα ἐργῶνται οἱ σιτοποιοὶ καὶ οἰνοχόοι; Τίνι παραστήσονται οἱ

εὐνοῦχοι διακονοῦντες; Τίς ἀνακλιθήσεται ἐπὶ ταῖς ἀργυρενδέτοις κλίναις καὶ

τῶν ἐξ Ἰνδικῆς ἐχόντων τὸν ἀπαρτισμόν; Τίς τὰ γεννήματα καὶ τὸν διυλισμέ-

νον οἶνον; Τίς τῶν ἐμῶν παραδείσων ἀπαρχὰς λήψεται; Τίς τὰ περιδέραια καὶ

252

τὰς ζώνας τὰς χρυσᾶς καθέξει; Τίς τῶν ὁπλοθηκῶν καὶ τῶν ἁρμάτων καὶ τῶν

ἐξησκημένων ἵππων πρὸς ὁδοιπορίαν καὶ παραταξίαν πολέμου διάδοχος ἔσται;

Τίνα οἱ οἰκογενεῖς κύριον προσαγορεύσουσι; Τίς τῶν μύρων τὴν εὐοσμίαν ἐπα-

λείψεται; Τί τοὺς κύνας τοὺς θηρευτὰς καὶ τὰ πρὸς ἄγραν πετεινὰ ἕξει; Τὰ δὲ

ἀκροθίνια τίνι οἱ ἐμοὶ νομεῖς οἴσουσι; Τοὺς δὲ φόρους τίς κερδανεῖ; Καὶ ὅταν εἰς

πολλὰ μέρη διασπασθῇ τῷ λογισμῷ καὶ μὴ εὕρῃ πόρον τῆς ὑποθέσεως, μέγα

στενάξας, πάλιν ἐπάνεισιν ἐπὶ τὴν τοῦ οἴκου ἐπιμέλειαν, μὴ ἀνεχόμενος ἑαυτῷ

θησαυρίσαι ἐν οὐρανοῖς.

Ὅταν δὲ καὶ πάντα τὰ καταθύμια αὐτοῦ πέρας λάβῃ, οἷον καρπῶν εὐφο-

ρία καὶ προσόδων εὐπορία καὶ κτηνῶν εὐτοκία καὶ ἀξίωμα λαμπρὸν καὶ κατὰ

τῶν πολεμίων ἀνδραγαθία, τότε ἡ τοῦ θανάτου μνήμη ὑπεισελθοῦσα ταράσσει

τὴν καρδίαν. Εἰ δὲ τὰ μέλη κέκμηκε διὰ βαθύτητα γήρως καὶ μηκέτι ὑπουργεῖν

δύναται πρὸς ἀτόπους καὶ ἀπειρημένας ἡδονάς, τότε δυσμένειαν καὶ τὴν ζωὴν

τίθεται. Εἰ δὲ ἀπηνής τίς ἐστιν, ὠμός τε καὶ ἀλαζών, καὶ δόξει πόρρω ἀποι-

κεῖσθαι τῆς τοῦ θανάτου μνήμης δι' ὑπερβολὴν ἀνέσεώς τε καὶ εὐημερίας, οὐ

253

παρὰ τοῦτο ἔξω που τῆς τοῦ θανάτου πείρας καθέστηκεν· ὅμοιος γάρ ἐστι νο-

σοῦντι καὶ ὑγιείαν ὑποκρινομένῳ καὶ τὰ ἐναντία τῆς ἀρρωστίας ἐσθίοντι, οἰόμε-

νος διὰ τούτων ἐπεμβαίνειν τῇ νόσῳ· ἀλλ' οὐ παρὰ τοῦτο ἤδη καὶ τὸ πάθος

ἐλώφησεν· ἡ γὰρ νόσος ἐν τοῖς μέλεσι νεμομένη καὶ ἄκοντα πείσει ὅτι πάθει κε-

κράτηται· ὅταν γὰρ θεάσηται τὸν ὁμόφυλον ὑπὸ θανάτου ἄφνω ἁρπασθέντα διὰ

ποικίλων συμπτωμάτων, τότε καὶ μὴ βουλόμενος πεισθήσεται ὅτι καὶ εἰς αὐτὸν

ἐλεύσεται πάντως ἡ τοῦ θανάτου ψῆφος. Εἰ δέ τις νέος εἶ ἢ νεόγαμος, πάλιν ἡ

ἴδῃ τὸ ἀγαπώμενον τῆς συζύγου πρόσωπον, εὐθὺς πάντως καὶ ὁ φόβος τοῦ χω-

ρισμοῦ συνεισέρχεται, κἂν ἀκούσῃ τῆς ἡδίστης φωνῆς, καὶ τὸ μὴ ἀκούσεσθαί

ποτε ἐννοήσει· καὶ ὅταν εὐφρανθῇ τῇ θεωρίᾳ τοῦ κάλλους, τότε φρίττει μάλιστα

τὴν προσδοκίαν τοῦ πένθους λογιζόμενος, ὅτι τοῦτο μὲν τὸ κάλλος οἰχήσεται,

ὀστέα δὲ βδελυρὰ καὶ εἰδεχθῆ ἀντὶ τοῦ νῦν φαινομένου γενήσεται, καὶ οὐδὲ

ἴχνος, οὐδὲ μνημόσυνον, οὐδὲ λείψανον τοῦ παρόντος κάλλους ἐπιφερόμενον.

Εἰ ταῦτα καὶ τὰ τοιαῦτα διανοεῖται, ἆρα ἐν εὐφροσύνῃ βιώσεται; Ἆρα πι-

254

στεύσει τοῖς παροῦσιν αὐτῷ ὡς χρηστοῖς καὶ ἀεὶ παραμένουσιν; Ἢ δῆλον ἐκ

τούτων ὅτι, καθάπερ ἐν ταῖς τῶν ὀνείρων ἀπάταις, ἀμηχάνως καὶ ἀπίστως

πρὸς τὸν βίον ἕξει, ὡς ἀλλοτρίοις προσέχων τοῖς φαινομένοις; Οἱ ἀμελεῖς καὶ

καταφρονηταὶ ἐσκοτισμένοι ὄντες ἀπάτῃ τῆς ἁμαρτίας, τῶν ἡμερῶν αὑτῶν προ-

κοπτουσῶν, οἴονται πόρρω εἶναι τῆς τοῦ θανάτου ὥρας, μηδεμίαν φροντίδα ποι-

ούμενοι τῆς ἑαυτῶν ἐξόδου, ἀλλ' ἔτη πολλὰ καὶ χρόνους μακροὺς ἑαυτοῖς ὑπο-

γράφουσιν· ὅμοιοι δὲ ὑπάρχοντες τῶν νυκτοπορούντων καὶ ἐν ἀωρίᾳ βαδιζόν-

των· οἵτινες οἴονται μακρὰν εἶναι τοῦ προκειμένου κρημνοῦ καὶ ἀπερρωγότος

τόπου, ἄχρις οὗ κατακρημνισθέντων αὐτῶν, ἡ πεῖρα λύσει τὴν ἀμφισβήτησιν.

Ὁ τοίνυν τὴν τοῦ βίου τούτου ἀπάτην κατανοήσας καθαρῷ τῷ τῆς ψυχῆς

ὀφθαλμῷ, καὶ ὑψηλότερος τῶν ἐνταῦθα σπουδαζομένων γενόμενος, νοήσει πάν-

τως ὅτι εἴτε ἐσθίει, εἴτε πίνει, εἴτε καθεύδει, εἴτε ἐργάζεται, εἴτε μετεωρίζεται,

πᾶσαν ἡμέραν καὶ ὥραν πρὸς γῆρας καὶ λῆξιν τοῦ προσκαίρου βίου ὑπὸ τῆς φύ-

σεως ἐλαύνεται· ὅθεν ὡς σκύβαλα τὰ πάντα περιορῶν, σπουδάσει τῆς προσπα-

θείας τοῦ βίου ἑαυτὸν ἐξῶσαι, ἵνα μηδεμίαν ἔχῃ κοινωνίαν πρὸς τὰ [κακὰ] ἀν-

255

θρώπινα. Ὁ τοίνυν πρὸς τὸν ἐνάρετον ἀποβλέπων βίον καὶ τὴν ἀρετὴν ἑαυτῷ

θησαυρίζων, ἣν οὐδεὶς ὅρος ἀνθρώπινος περιγράφει, ἆρα ἀνέξεται ἄνευ κατανύ-

ξεως καὶ δακρύων τὴν παροῦσαν ζωὴν διεξελθεῖν, ἢ πρὸς τὰ τῶν χαμερπῶν καὶ

πεπατημένων τὴν ἑαυτοῦ ψυχὴν ἐπικλῖναι; Ἔτι ἆρα θαυμάσεται τὸν γήϊνον

πλοῦτον, ἢ τὴν δυναστείαν τὴν ἀνθρωπίνην, ἢ ἄλλο τι τῶν ὑπὸ ἀνοίας σπουδα-

ζομένων; Εἰ μὲν γάρ τις ἔτι περὶ τὰ τοιαῦτα διάκειται ἐμπαθῶς, ἔξω τοῦ τοιού-

του ἂν εἴη χοροῦ, καὶ οὐδὲν πρὸς τὸν ἡμέτερον λόγον. Εἰ δὲ ἄνω φρονεῖ καὶ

συμμετεωροπορεῖ τῷ Θεῷ, ὑψηλότερος πάντως τῶν τοιούτων ἐστί, παντὶ σθέ-

νει τὴν ἀρετὴν μεταδιώκων· οὐδὲν γὰρ ἐν βίῳ ταύτης τιμιώτερον· τοὺς γὰρ ἀν-

θρώπους φίλους Θεοῦ κατασκευάζει. Ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ὡς ψάμμος

ὀλίγη, καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς. Κακουχία ταύτην

οὐκ ἐμάρανε, καὶ ἀσθένεια ταύτην οὐκ ἠμαύρωσε· καὶ ὁ τοῖς πᾶσι φοβερὸς θά-

νατος ὑπὸ τῶν κατορθωκότων τὴν ἀρετὴν καταπεφρόνηται· μετὰ γὰρ παρρη-

σίας κεκράξονται ἅμα τῷ λέγοντι· τὴν ἐπιθυμίαν ἔχω ἀναλῦσαι καὶ σὺν Χριστῷ

εἶναι. Ὧ| ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{Περὶ ἀναστάσεως νεκρῶν λόγος} Ἐρώτησις. Τί ἐστιν ὁ λόγος ὁ γεγραμμένος· οὐδὲν εἰσενέγκαμεν εἰς τὸνκόσμον τοῦτον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα; Ἀπόκρισις. Δοκῶ ὅτι ὃ λέγει τοιοῦτόν ἐστιν· ὅτι οὐδὲν εἰσενέγκαμεν εἰςτὸν κόσμον, οὐδὲ συνεξενεγκεῖν τι δυνάμεθα, ὅτι οἰκεῖα τοῦ Δημιουργοῦ τὰπάντα, ἡμεῖς δὲ πάροικοι καὶ παρεπίδημοι. Εἰ δέ τις πλοῦτον καὶ περιουσίαν ἔ-χει ὑπὸ τὰς χεῖρας, οὐκ ἔστι κύριος αὐθέντης τῶν πραγμάτων, ἀλλ' οἰκονόμος,καθότι καὶ αὐτὸς ὑφ' ἑτέρου παρείληφε τὰ πράγματα, καὶ πάλιν μετ' αὐτὸν εἰςἕτερον μεταστήσεται ὁ κλῆρος κατὰ τὴν κέλευσιν τοῦ Δημιουργοῦ. Ὁμολογεῖνοὖν χρὴ τοῦ δεδωκότος τὴν χάριν. Ταῦτα οὖν ἐπιστάμενοι οἱ σοφοὶ οἰκονόμοι, οὐκ ἀμελοῦσι τοῦ ἔργου τῆςδικαιοσύνης, ἐκείνου τοῦ μακαρισμοῦ βουλόμενοι ἐντυχεῖν. Λέγει γὰρ ὁ Κύριος·μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως.Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν· ᾠκο-νόμησε γὰρ ἀξίως τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ὅθεν εἰς τὸν αἰῶνα οὐ σαλευθή-σεται. Λέγει γὰρ τὸ Πνεῦμα τὸ Ἅγιον· χρηστὸς ἀνὴρ ὁ οἰκτίρων καὶ κιχρῶν·οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται·εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται·ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον. Ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴφοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένη-σιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸ κέρας αὐτοῦ ὑψω-θήσεται ἐν δόξῃ. Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται· τοὺς ὀδόντας αὐτοῦβρύξει καὶ τακήσεται· ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται. Δίκαιος δὲ εἰς μνημόσυ-νον αἰώνιον ἔσται, καὶ ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Καὶ ποία αὕτη ἡπονηρὰ ἀκοή; Ἐγὼ οἶμαι ὅτι τὸ ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρί-ου, καὶ τὸ δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἐκβάλετε τὸν ἀχρεῖον δοῦλον εἰςτὸ σκότος τὸ ἐξώτερον, καὶ τὸ ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρτὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ Διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἀντὶ δὲτούτων ἀκούσεται ὁ δίκαιος· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός,ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Ὅθεν ὁ Κύριος καὶ ἐπιχορηγὸς τῶν ἀγαθῶν [ἃ] διηγόρευσε μὴ προσ-παθῶς ἔχειν ἡμᾶς πρὸς τὰ βιωτικά, τοῦτο φήσας· οὐδεὶς δύναται δυσὶ κυρίοιςδουλεύειν, καὶ οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ· καὶ μὴ θησαυρίζετεὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπταιδιορύσσουσι καὶ κλέπτουσιν· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἔσται καὶ ἡ καρ-δία ὑμῶν. Καὶ πάλιν λέγει· πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημο-σύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐντοῖς οὐρανοῖς. Καὶ πάλιν· κἀγὼ λέγω ὑμῖν· ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦμαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκη-νάς. Οἱ γὰρ πεποιθότες ἐπὶ τῇ ἰδίᾳ δυνάμει καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐ-τῶν ἐγκαυχώμενοι, ὡς ἄνθρωποι ἀποθανοῦνται καὶ ὡς εἷς τῶν ἀρχόντων ἀπο-πεσοῦνται· οὐ γὰρ ἐφύλαξαν τὴν εὔνοιαν πρὸς τὸν Δημιουργόν. Οἱ δὲ ὑπομένον-τες αὐτόν, αὐτοὶ κληρονομήσουσι τὴν γῆν· φῶς γάρ ἐστιν ἐν αὐτοῖς ὁ λόγος καὶἅλας καὶ δύναμις, κατὰ τὴν τοῦ Κυρίου φωνήν· ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς καὶτὸ φῶς τοῦ κόσμου· ὅθεν καὶ ὁ κόσμος συνίσταται ἄχρι τοῦ νῦν, ἔχων ἐν ἑαυτῷτοῦτο τὸ ἅλας καὶ τοὺς φωστῆρας· εἰσὶ γὰρ κατὰ γενεὰν καὶ γενεὰν οἱ θεραπεύ-οντες τὸν Κύριον· ἐπεὶ οὐκ ἂν συνίστατο ὁ κόσμος. Ἐὰν γάρ, φησί, τὸ ἅλαςμωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθὲν ἔξω καταπα-τεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. Ἐν Σοδόμοις ἐπεὶ οὐχ εὑρέθη ἐκ τούτου τοῦ μέ-ρους, εἰ μὴ εἷς μονώτατος, ἐν μιᾷ ῥοπῇ ἀπώλοντο. Ἀλλ' οὐδὲ ἔτι τοῦ δικαίουσυνόντος αὐτοῖς, ἐπαφῆκεν αὐτοῖς ἡ παντοδύναμος χεὶρ τὴν ὀργήν, εἰ μή τι καὶτοῦτον συνελάβετο ἐκ μέσου αὐτῶν. Διὸ μακαρία ἡ χώρα, μακαρία ἡ πόλις,μακαρία ἡ γενεὰ ἡ ἔχουσα ἐν ἑαυτῇ πλῆθος δικαίων· μακαριώτεροι δὲ μᾶλλοναὐτοὶ οἱ δίκαιοι, δι' οὓς κόσμος σῴζεται· μακαρισμοὶ γὰρ καὶ ἔπαινοι τοῖς δι-καίοις ἀπόκεινται. Διὸ ἀποθέμενοι τὰ ἀνοίκεια ἔργα τῆς δικαιοσύνης, ζηλώσωμεν τὰς πολι-τείας τῶν δικαίων, ὅπως σὺν αὐτοῖς κληρονομήσωμεν τοὺς ἐπαίνους, φῶς γε-γονότες καὶ δύναμις καὶ πόλις τοῦ μεγάλου Βασιλέως, ὅπως αὐτὸς ἔσται ἡμῶντὸ καύχημα, ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς. Αὐτὸς δίδωσι, κατὰ τὸνΨαλμῳδόν, χιόνα ὡς ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος· βάλλοντος κρύ-σταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται;Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτά. Πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶῥεύσεται ὕδατα. Τότε λαβοῦσα ἡ γῆ τὴν ὀσμὴν τῆς θεωρίας, ἐνδύσεται τὴν εὐ-πρέπειαν αὐτῆς διὰ προστάγματος Θεοῦ, καὶ καθάπερ σκεῦος διάλιθον καὶ χρυ-σόπαστον τέρπει τοὺς θεατάς. Καὶ τὰ μὲν ὄρνεα καθιπτάμενα ἐπιτελεῖ ἦχονεὐμελῆ, τῇ τοῦ ἀέρος λαμπρότητι τερπόμενα, τὰ δὲ τετράποδα ἅμα τοῖς παιδί-οις αὐτῶν σκιρτῶντα, ὅτι βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου, καὶ οἱ ποιμένεςἀγαλλόμενοι εὐφραίνονται ἐπὶ ταῖς δωρεαῖς τοῦ Κυρίου. Οἱ ποταμοὶ ἀντὶ τῆςτραχύτητος καὶ ἀτάκτου φορᾶς τῶν ὑδάτων ἡσύχως φερόμενοι εὐφραίνουσι τὰἔνυδρα, καὶ ἰχθύες σκιρτῶσιν ἐπὶ τῇ ἐκλάμψει τοῦ ἡλίου. Τὰ δένδρα ἀντὶ τῆςτῶν φύλλων ἐρημίας ἐνδύονται τὴν ἑαυτῶν ἀνθηρίαν, τοῖς φύλλοις κομῶνται ἐντῇ ἐγκαρποφορίᾳ. Τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ κοιλάδες καὶ πᾶσα ἡ γῆ ἀνθοφο-ροῦσα τὴν δόξαν Κυρίου κηρύσσει, ὅτι ὥσπερ νύμφην κατεκόσμησεν αὐτὴν κό-σμῳ. Καὶ ἡμεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἀποβαλλόμενοι σκυθρωπότητα τοῦ χει-μῶνος εὐφραινόμεθα, μετειληφότες ἀέρων εὐκρασίας καὶ καρπῶν εὐφορίας. Ποιήσωμεν τοιγαροῦν καὶ ἡμεῖς καρποὺς δικαιοσύνης εὐπροσδέκτους τῷΚυρίῳ, ὅπως σχῶμεν παρρησίαν λέγειν πρὸς τὸν Δημιουργόν· εὐφρανθήσεταιΚύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ἀληθῶς γὰρ εὐφραίνεται Κύριος ἐπὶ τοῖς ἐργαζο-μένοις τὴν δικαιοσύνην. Μὴ οὖν τις ἐπαιρέσθω ἐπὶ φρονήσει ματαίᾳ ἢ δυνάμει ἢπλούτῳ· ταῦτα γὰρ ὡς χόρτος ξηρανθήσεται. Ἀλλ' ὁ καυχώμενος, ἐν Κυρίῳκαυχάσθω. Τί μεῖζον ἢ τί τιμιώτερον ἐν ἀνθρώποις βασιλικοῦ διαδήματος; Καὶ τοῦτοοὐ διαιωνίζει ἐπὶ κεφαλὴν ἀνδρός· κατὰ γὰρ γενεὰν καὶ γενεὰν μεταβαίνει ἀπὸκεφαλῆς εἰς κεφαλήν. Καὶ τί δ' ἔχει βασιλεύς, ὧν μὴ δίδωσιν ὁ Θεός; Οὐκαὐτὸς ὁ Κύριος ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς; Οὐκ