De uirtutibus et passionibus
- Edition reference
- De uirtutibus et passionibus, ed. Phrantzolas, op. cit., vol. 5, 392–410.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg106.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
399
καὶ γὰρ ἀμαθὴς ἡνίοχος ἐκεῖνος ἂν ὡς ἀληθῶς καὶ μάλιστα λέγοιτο, οὐχ ὁ τὸν
σκληρὸν καὶ δυσάνιον μὴ κατέχων ἵππον, ἀλλ' ὁ τὸν ἥμερον καὶ ἐπιεικέστερον
μὴ δυνάμενος ὑποτάξαι. Καὶ δῆλόν ἐστι πάντοθεν, ὡς περιττὴ καὶ οὐ κατὰ φύ-
σιν ἡ τῶν χρημάτων ἐπιθυμία, ἅτε μὴ ἐκ φύσεως τὴν βίαν ἔχουσα, ἀλλ' ἐκ μο-
χθηρᾶς προαιρέσεως· διὸ καὶ ἀσύγγνωστα ἁμαρτάνει ὁ ταύτῃ ἑκὼν ἡττώμενος.
Ὥστε χρὴ σαφῶς ἐπιγινώσκειν ἡμᾶς, ὡς οὐκ εἰς τρυφὴν μόνην καὶ τὴν τῶν
σωμάτων ἀπόλαυσιν ἡ φιληδονία ὁρίζεται, ἀλλ' ἐν παντὶ τρόπῳ καὶ πράγματι
προαιρέσει ψυχῆς ἀγαπωμένῳ καὶ προσπαθείᾳ.
Ἵνα δὲ σαφέστερον ἔτι τὰ πάθη καὶ τὸ τῆς ψυχῆς τριμερὲς διαγινώσκηται,
καὶ τάδε, ὡς ἐνόν, ἐν ἐπιτόμῳ προσθεῖναι δεῖν ἐκρίναμεν. Ἡ ψυχὴ διαιρεῖται εἰς
τρία, λογιστικόν, θυμικὸν καὶ ἐπιθυμητικόν. Καὶ τοῦ μὲν λογιστικοῦ τὰ ἁμαρτή-
ματά εἰσι ταῦτα· ἀπιστία, αἵρεσις, ἀφροσύνη, βλασφημία, ἀδιακρισία, ἀχαριστία
400
καὶ αἱ συγκαταθέσεις τῶν ἁμαρτημάτων, αἳ γίνονται ἐκ τοῦ παθητικοῦ μέρους.
Ἡ ἴασις τούτων καὶ ἡ θεραπεία, ἡ ἀδίστακτος πίστις ἡ πρὸς τὸν Θεόν, τὰ ἀλη-
θινὰ καὶ ἀπλανῆ καὶ ὀρθόδοξα δόγματα, ἡ συνεχὴς μελέτη τῶν λογίων τοῦ
Πνεύματος, ἡ καθαρὰ προσευχὴ καὶ ἡ ἀδιάλειπτος πρὸς Θεὸν εὐχαριστία. Τοῦ
δὲ θυμικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ ἀσπλαγχνία, τὸ μῖσος, τὸ ἀσυμπαθές,
τὸ μνησίκακον, ὁ φθόνος, ὁ φόνος καὶ ἡ συνεχὴς περὶ τὰ τοιαῦτα μελέτη. Ἡ
ἴασις τούτων καὶ ἡ θεραπεία, ἡ φιλανθρωπία, ἡ ἀγάπη, ἡ πρᾳότης, ἡ φιλαδελ-
φία, ἡ συμπάθεια, ἡ ἀνεξικακία καὶ ἡ χρηστότης. Καὶ τοῦ ἐπιθυμητικοῦ τὰ
ἁμαρτήματά εἰσι ταῦτα· ἡ γαστριμαργία, ἡ λαιμαργία, ἡ οἰνοφλυγία, ἡ πορ-
νεία, ἡ μοιχεία, ἡ ἀκαθαρσία, ἡ ἀσέλγεια, ἡ φιλοχρηματία, ἡ τῆς κενῆς δόξης
ἐπιθυμία, χρυσοῦ τε καὶ πλούτου καὶ τῶν σαρκικῶν ἡδονῶν. Ἡ ἴασις καὶ θερα-
πεία τούτων ἐστίν, ἡ νηστεία, ἡ ἐγκράτεια, ἡ κακοπάθεια, ἡ ἀκτημοσύνη, ὁ τῶν
χρημάτων πρὸς τοὺς πένητας σκορπισμός, ἡ τῶν μελλόντων ἐκείνων ἀγαθῶν
ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ ὄρεξις, ἡ τῆς υἱοθεσίας ἐπιθυμία.
Δέον οὖν ἐκθεῖναι ἡμᾶς καὶ τὴν διάγνωσιν τῶν ἐμπαθῶν λογισμῶν, δι'
401
ὧν πᾶσα ἁμαρτία τελεῖται. Ὀκτώ εἰσι πάντες περιεκτικοὶ λογισμοὶ τῆς κακίας.
Πρῶτος ὁ τῆς γαστριμαργίας, δεύτερος ὁ τῆς πορνείας, τρίτος ὁ τῆς φιλαργυρίας,
τέταρτος ὁ τῆς ὀργῆς, πέμπτος ὁ τῆς λύπης, ἕκτος ὁ τῆς ἀκηδίας, ἕβδομος ὁ
τῆς κενοδοξίας, ὄγδοος ὁ τῆς ὑπερηφανίας. Τούτους πάντας τοὺς λογισμούς,
παρενοχλεῖν μέν, ἢ μὴ παρενοχλεῖν, τῶν οὐκ ἐφ' ἡμῖν ἐστιν· ἐμμένειν δὲ ἢ μὴ
ἐμμένειν, ἢ πάθη κινεῖν ἢ μὴ κινεῖν, τῶν ἐφ' ἡμῖν ἐστιν.
Ἄλλο δέ ἐστι προσβολή, καὶ ἄλλο συνδυασμός, καὶ ἄλλο πάθος, καὶ
ἄλλο πάλη, καὶ ἄλλο συγκατάθεσις, ἡ ἐγγίζουσα καὶ παρομοιοῦσα τῇ πράξει,
καὶ ἄλλο ἐνέργεια, καὶ ἄλλο αἰχμαλωσία. Καὶ προσβολὴ μέν ἐστιν ἡ ἁπλῶς
γινομένη ὑπὸ τοῦ Ἐχθροῦ ὑπόμνησις· οἷον, ποίησον τόδε ἢ τόδε· ὡς ἐπὶ Χρι-
στοῦ καὶ Θεοῦ ἡμῶν· εἰπέ, ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Τοῦτο, ὡς εἴρη-
ται, οὐκ ἐφ' ἡμῖν ἐστι. Συνδυασμὸς δέ ἐστιν ἡ παραδοχὴ τοῦ ὑποβαλλομένου
λογισμοῦ παρὰ τοῦ Ἐχθροῦ, καὶ οἷον ἡ μετ' αὐτοῦ μελέτη καὶ ἡ ἐνήδονος ὁμι-
λία, ἡ παρὰ τῆς προαιρέσεως ἡμῶν. Πάθος δὲ ἡ ἀπὸ τοῦ συνδυασμοῦ ἕξις γινο-
402
μένη τοῦ παρὰ τοῦ Ἐχθροῦ ὑποβαλλομένου [πάθους], καὶ οἱονεὶ συνεχὴς μελέτη
καὶ φαντασία. Πάλη δὲ ἡ ἀντίστασις τοῦ λογισμοῦ, ἢ πρὸς ἀναίρεσιν τοῦ ἐν λογι-
σμῷ πάθους, ἤτοι τοῦ ἐμπαθοῦς λογισμοῦ, ἢ πρὸς συγκατάθεσιν, καθώς φησιν
ὁ Ἀπόστολος, ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς
σαρκός· ταῦτα δὲ ἀλλήλοις ἀντίκειται. Αἰχμαλωσία δέ ἐστι βιαία καὶ ἀκούσιος
τῆς καρδίας ἀπαγωγὴ ἀπὸ προλήψεως καὶ μακρᾶς συνηθείας τυραννουμένης.
Συγκατάθεσις δὲ ἡ κατάνευσις πρὸς τὸ πάθος τοῦ λογισμοῦ. Ἐνέργεια δὲ αὐτὴ
ἡ πρᾶξις, ἡ τοῦ ἐν συγκαταθέσει ἐμπαθοῦς λογισμοῦ.
Τοίνυν ὁ τὸ πρῶτον ἀπαθῶς λογιζόμενος, ἢ ἀντιρρήσει καὶ ἐμβριθείᾳ ἐκ
πρώτης ἀποπεμπόμενος, ἤγουν τὴν προσβολήν, πάντα τὰ ἔσχατα ὑφ' ἓν περιέ-
κοψεν. Ἀναιρεῖται δὲ ὑπὸ μὲν ἐγκρατείας ἡ γαστριμαργία, ὑπὸ δὲ θείου πόθου
καὶ τῆς τῶν μελλόντων ἐφέσεως ἡ πορνεία, ὑπὸ δὲ συμπαθείας τῆς πρὸς τοὺς
πένητας ἡ φιλαργυρία· ὑπὸ τῆς ἀγαθότητος καὶ τῆς πρὸς πάντας ἀγάπης ἡ
ὀργή, ὑπὸ δὲ τῆς πνευματικῆς χαρᾶς ἡ κοσμικὴ λύπη, ὑπὸ δὲ τῆς ὑπομονῆς
403
καὶ τῆς καρτερίας καὶ τῆς πρὸς Θεὸν εὐχαριστίας ἡ ἀκηδία, ὑπὸ δὲ τῆς κρυπτῆς
τῶν ἀρετῶν ἐργασίας καὶ τῆς ἐν συντριβῇ καρδίας συνεχοῦς προσευχῆς ἡ κενο-
δοξία, ὑπὸ δὲ τοῦ μὴ κρίνειν τινὰ ἢ ἐξουθενεῖν, ὡς ὁ μεγάλαυχος Φαρισαῖος,
ἀλλ' ἡγεῖσθαι ἑαυτὸν ἔσχατον πάντων ἡ ὑπερηφανία. Οὕτως οὖν τῶν εἰρημένων
παθῶν ὁ νοῦς ἐλευθερωθεὶς καὶ πρὸς τὸν Θεὸν ἀνυψωθείς, ἀπεντεῦθεν ζῇ μακα-
ρίαν ζωήν, τὸν ἀρραβῶνα δεχόμενος τοῦ Ἁγίου Πνεύματος. Καὶ τῶν ἐντεῦθεν
ἀποδημήσας μετὰ ἀπαθείας καὶ γνώσεως ἀληθοῦς, παρίσταται τῷ φωτὶ τῆς
ἁγίας καὶ μακαρίας Τριάδος, μετὰ τῶν θείων Ἀγγέλων εἰς αἰῶνας ἀπεράντους
καταλαμπόμενος.
Τριμερὴς τοίνυν οὖσα, ὡς προδεδήλωται, ἡ ψυχή· τρία γάρ, ὡς εἴρηται,
μέρη ταύτης εἰσί, λογισμός, θυμός, καὶ ἐπιθυμία. Ἐάν ἐστιν ἐν τῷ θυμῷ ἀγάπη
καὶ φιλανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ καθαρότης καὶ σωφροσύνη, ὁ λογισμός
ἐστι πεφωτισμένος· ἐὰν δὲ ἐν τῷ θυμῷ μισανθρωπία καὶ ἐν τῇ ἐπιθυμίᾳ ἀκολα-
σία, ὁ λογισμός ἐστιν ἐσκοτισμένος. Ὁ μὲν οὖν λογισμὸς τότε ὑγιαίνει καὶ σω-
404
φρονεῖ καὶ φωτίζεται, ὅτε τὰ πάθη ἔχει ὑποτεταγμένα, καὶ τοὺς λόγους τῶν
κτισμάτων τοῦ Θεοῦ πνευματικῶς θεωρεῖ, καὶ πρὸς τὴν μακαρίαν καὶ ἁγίαν
Τριάδα ἀνάγεται· ὁ δὲ θυμὸς τότε πάλιν κινεῖται κατὰ φύσιν, ὅτε πάντας ἀν-
θρώπους ἀγαπᾷ, καὶ πρὸς οὐδένα αὐτῶν ἢ λύπην ἢ μνησικακίαν κέκτηται· ἡ δὲ
ἐπιθυμία, ὅταν ὑπὸ ἐγκρατείας καὶ ταπεινοφροσύνης καὶ ἀκτημοσύνης νεκρώσῃ
τὰ πάθη, τουτέστιν ἡδονὴν σαρκός, καὶ χρημάτων καὶ δόξης παρερχομένης
ἔφεσιν, καὶ τραπῇ πρὸς τὸν θεῖον καὶ οὐράνιον ἔρωτα. Καὶ γὰρ ἡ ἐπιθυμία πρὸς
τρία τὴν κίνησιν ἔχει· ἢ πρὸς ἡδονὴν σαρκός, ἢ πρὸς δόξαν κενήν, ἢ πρὸς ἀπά-
την χρημάτων· καὶ διὰ τὴν παράλογον ταύτην ἔφεσιν καταφρονεῖ τοῦ Θεοῦ καὶ
τῶν θείων ἐντολῶν, καὶ τῆς οἰκείας εὐγενείας ἐπιλανθάνεται, καὶ πρὸς τὸν
πλησίον ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει, καὶ οὐκ ἐᾷ ἀναβλέψαι πρὸς
τὴν ἀλήθειαν. Ὧν ὁ ἀνώτερον κτησάμενος φρόνημα, ἀπεντεῦθεν, ὡς προείρηται,
ἀπολαύει τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ζῇ μακαρίαν ζωήν, προσδοκῶν τὴν
ἀποκειμένην μακαριότητα τοῖς ἀγαπῶσι τὸν Θεόν· ἧς καὶ αὐτοὶ ἀξιωθείημεν οἱ
ἀνάξιοι διὰ τῆς χάριτος τοῦ Χριστοῦ.
405
* Ἰστέον δὲ καὶ τοῦτο, ὡς οὐκ ἔστι πρὸς μέτρον τελειότητος φθάσαι τῆς
οἱασοῦν ἀρετῆς τὸν μὴ ἐπιπόνῳ φιλοπονίᾳ εἰς ἐπίκτησιν ταύτης, ὅση δύναμις,
σπεύσαντα παρ' ὅλην τὴν ζωὴν διὰ πρακτικῆς ἐπιμελείας· ὡς φέρε εἰπεῖν, περὶ
ἐλεημοσύνης, περὶ ἐγκρατείας, περὶ εὐχῆς, περὶ ἀγάπης ἤ τινος τῶν γενικῶν
ἀρετῶν, ἀνδρείας, φρονήσεως, σωφροσύνης καὶ δικαιοσύνης· ἐκ τούτων γὰρ
καὶ τῶν τοιούτων ἑκάστης τις ἀρετῆς μερικῶς μετέρχεται· οἷον τῇ ἐλεημοσύνῃ,
μεταδόσει τε καὶ εὐποιΐᾳ, κέχρηταί τις πρὸς καιρόν, ἀλλ' οὐκ ἐκ τοῦ ὀλιγάκις
ταύτῃ χρήσασθαι ἐλεήμονα κυρίως τοῦτον ἐροῦμεν, καὶ μᾶλλον, ὅταν μὴ καλῶς
καὶ θεαρέστως τὸ γινόμενον τελῆται· οὐ γὰρ καλὸν 〈τὸ καλόν〉, ὅταν μὴ
καλῶς γένηται· ἀλλὰ καλὸν ὄντως, εἴπερ μὴ ἀπέχει τὸν μισθὸν διὰ τόδε ἢ
τόδε, ἀνθρωπαρέσκειαν τυχὸν ἢ φήμην καὶ θηροδοξίαν, ἢ ἐκ πλεονεξίας καὶ
ἀδικίας· ἐπεὶ μηδὲ τὰ γινόμενα καὶ δοκοῦντα καλὰ ζητεῖ ὁ Θεός, ἀλλὰ τὸν
σκοπόν, δι' ὃν γίνονται.
Λέγουσι γὰρ καὶ οἱ θεοφόροι Πατέρες· ὅταν ὁ νοῦς τοῦ τῆς εὐσεβείας σκο-
406
ποῦ ἐπιλάθηται, τότε τὸ προφανὲς ἔργον τῆς ἀρετῆς ἀνόνητον γίνεται· τὰ γὰρ
ἀδιακρίτως καὶ ἀσκόπως γινόμενα, οὐ μόνον οὐδὲν ὠφελοῦσι, κἂν καλὰ ὦσιν,
ἀλλὰ καὶ βλάπτουσιν· ὥσπερ τοὐναντίον καὶ ἐπὶ τῶν δοκούντων ἐναντίων, σκο-
πῷ δὲ θεοσεβεῖ καὶ κατὰ Θεὸν γινομένων· ὡς τοῦ εἰς χαμαιτυπεῖον εἰσελθόντος
τὴν πόρνην τε τῆς ἀπωλείας ἐκσπάσαντος. Ἔνθεν οὐδὲ ἐλεήμων κυρίως ἢ ἐγ-
κρατής, ὀλιγάκις ἢ ἅπαξ τῇ ἐλεημοσύνῃ ἢ τῇ ἐγκρατείᾳ χρησάμενος, κληθήσεται,
ἀλλ' ὁ ἐπὶ πλεῖστον καὶ δι' ἁπάσης τῆς ζωῆς αὐτοῦ, ὡς εἴρηται, τὴν ἀρετὴν
ὁλικῶς μετελθὼν μετὰ διακρίσεως ἀνεπισφαλοῦς· μείζων γὰρ πασῶν τῶν ἀρε-
τῶν ἡ διάκρισις, ὡς βασίλισσά τις οὖσα, καὶ ἀρετὴ ἀρετῶν. Ὥσπερ αὖθις καὶ
ἐπὶ τῶν ἐναντίων, οὐ λέγομεν πόρνον ἢ μέθυσον ἢ ψεύστην τὸν ἅπαξ τούτων
ἑκάστῳ ὀλισθήσαντα, ἀλλὰ τὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς τοιούτοις περιπίπτοντα
καὶ ἀδιόρθωτον μένοντα. Καὶ τοῦτο δὲ μᾶλλον πρὸς τοῖς εἰρημένοις εἰδέναι
πᾶσιν ἀναγκαιότατον, τοῖς ἀρετὴν μὲν κατορθοῦν προθυμουμένοις, κακίαν δὲ
ἐκκλίνειν σπουδάζουσιν· ὅτιπερ, ὅσον ψυχὴ σώματος ἀσυγκρίτως ἀμείνων, καὶ
ἐν πολλοῖς καὶ μεγίστοις πάντως διαφορωτέρα καὶ τιμιωτέρα, τοσοῦτον αἱ ψυ-
407
χικαὶ ἀρεταί, καὶ μάλιστα αἱ θεώνυμοι καὶ θεομίμητοι, ὑπάρχουσι τῶν σωμα-
τικῶν ἀρετῶν.
Τοὐναντίον δὲ νοεῖν εἰκὸς καὶ τὰς ψυχικὰς κακίας τῶν σωματικῶν, ἐπί τε
ταῖς ἐξ αὐτῶν ἐνεργείαις καὶ τῇ τῶν κολάσεων ἐκτίσει διαφέρειν, κἂν τοὺς πολ-
λοὺς τοῦτο, οὐκ οἶδα, ὅπως λανθάνον διαφεύγει· μέθην μὲν καὶ πορνείαν, μοι-
χείαν τε καὶ κλοπὴν καὶ τὰ τούτοις ἔγγιστα, εὐλαβουμένους καὶ φοβουμένους
καὶ φεύγοντας ἢ κολάζοντας, ὡς τοῖς πολλοῖς ἐκ τοῦ φαινομένου βδελυκτά,
ἔχει γὰρ οὕτως· πρὸς δὲ τὰ πολλῷ τούτων 〈χείρονα〉 καὶ τὴν τούτοις ἀποκει-
μένην αἰωνίαν κόλασιν, τοὺς ἀδιορθώτως τούτων ἐχομένους συγκλείουσιν
ἀναλγήτως ἔχοντες· φθόνον φημὶ καὶ μνησικακίαν, πονηρίαν τε καὶ ἀλαζονείαν,
〈καὶ〉 τὴν πάντων τῶν κακῶν ῥίζαν φιλαργυρίαν, κατὰ τὸν Ἀπόστολον, καὶ τὰ
τούτοις ὅμοια. *
Ἀλλὰ ταῦτα μὲν οὕτως, ὡς εἴχομεν ἀμαθείας, ἀφελῶς ἐξεθέμεθα, εὐσύνο-
πτον καὶ σαφῆ σχεδιάσαντες τὸν περὶ ἀρετῶν καὶ παθῶν λόγον, ἵνα εὐχερῶς
408
ἔχοι τις διαγινώσκειν καὶ διακρίνειν τὴν τούτων διαίρεσίν τε καὶ διαφορὰν τῇ
περὶ τούτων λεπτομερεῖ σαφηνείᾳ. Δι' αὐτὸ γὰρ τοῦτο καὶ τὸ ποικίλον ἑκάστου
καὶ πολυειδὲς ἐξεθέμεθα, ὡς μηδεμίαν, εἰ δυνατόν, ἰδέαν ἀρετῆς ἢ κακίας ἀγνο-
εῖσθαι, καὶ ὅπως τὰς μὲν ἐκθύμως πρὸς ἑαυτοὺς ἐπισπασώμεθα, τὰς ἀρετὰς
δηλονότι καὶ μᾶλλον τὰς ψυχικάς, δι' ὧν καὶ τῷ Θεῷ ἐγγίζομεν, τὰς δέ γε
κακίας καὶ σφόδρα ἐκκλίνοντες διαδιδράσκωμεν. Μακάριος γὰρ ὡς ἀληθῶς, ὡς
φρόνιμος, οὕτω καὶ δοκιμώτατος ἔμπορος, ὁ ἀρετὴν ζητῶν καὶ ταύτην μετιών,
καὶ ὅ, τι ποτέ ἐστιν ἀρετὴ ἐπιμελῶς ἐρευνᾷ, ὡς δι' αὐτῆς ἐγγίζων τῷ Θεῷ καὶ
τούτῳ νοερῶς συγγινόμενος. Καὶ τοῦτο γὰρ κυρίως φρόνησις καὶ ἀνδρεία, σο-
φία τε καὶ γνῶσις ἀψευδὴς καὶ πλοῦτος ἀναφαίρετος, τὸ διὰ πρακτικῆς ἀρετῆς
πρὸς θεωρίαν ἀνάγεσθαι τοῦ ποιήσαντος.
Ἀρετὴ δὲ καλεῖται παρὰ τὸ αἱρεῖσθαι· αἱρετὴ γὰρ καὶ θελητή, διὰ τὸ αἱρε-
τῶς καὶ αὐτοθελῶς τὸ ἀγαθὸν ποιεῖν ἡμᾶς, οὐχὶ ἀβουλήτως καὶ ἀναγκαστικῶς.
Φρόνησις δὲ λέγεται παρὰ τὸ τῷ νοῒ φέρειν τὰ ὠφέλιμα. Εἰ βούλει δὲ προσθή-
409
σωμεν τῷ ἀφελεῖ τούτῳ [τῷ] λόγῳ, ὡς χρυσοῦν ἐπισφράγισμα, καὶ περὶ τοῦ
κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν τοῦ τιμιωτάτου πάντων 〈τῶν〉 τοῦ Θεοῦ κτισμάτων.
Τὸ νοερὸν καὶ λογικὸν ζῷον, ὁ ἄνθρωπος, μόνος ἐκ πάντων κατ' εἰκόνα
ἐστὶ καὶ καθ' ὁμοίωσιν τοῦ Θεοῦ. Καὶ κατ' εἰκόνα μὲν λέγεται πᾶς ἄνθρωπος,
κατὰ τὸ τοῦ νοὸς ἀξίωμα καὶ τὸ τῆς ψυχῆς, ἤτοι τὸ ἀκατάληπτον. Τί ἐστι τὸ
κατ' εἰκόνα; Τὸ ἀθεώρητον, τὸ ἀθάνατον, τὸ αὐτεξούσιον. Καὶ μήν, καὶ κατὰ
τὸ ἀρχικὸν καὶ τεκνογονικὸν καὶ οἰκοδομικόν. Τί ἐστι τὸ καθ' ὁμοίωσιν; Καθ'
ὁμοίωσιν δὲ κατὰ τὸν τῆς ἀρετῆς λόγον, καὶ θεωνύμους ταύτας καὶ θεομιμήτους
πράξεις, ἤγουν κατὰ τὸ φιλανθρώπως πρὸς τὸ ὁμογενὲς διακεῖσθαι· οἰκτείρειν
καὶ ἐλεεῖν καὶ ἀγαπᾶν τὸ ὁμόδουλον, εὐσπλαγχνίαν τε πᾶσαν καὶ συμπάθειαν
ἐνδείκνυσθαι. Γίνεσθε γάρ, φησὶ Χριστὸς ὁ Θεὸς ἡμῶν, οἰκτίρμονες, καθὼς καὶ
ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί. Καὶ τὸ μὲν κατ' εἰκόνα πᾶς ἄνθρωπος
κέκτηται· ἀμεταμέλητα γὰρ τοῦ Θεοῦ τὰ χαρίσματα. Τὸ δὲ καθ' ὁμοίωσιν σπά-
νιοι, καὶ μόνοι οἱ ἐνάρετοι καὶ ἅγιοι, καὶ τὴν τοῦ Θεοῦ ἀγαθότητα, κατὰ τὸ δυ-
410
νατὸν ἀνθρώποις, μιμούμενοι. Οὗ τῆς ὑπεραγάθου φιλανθρωπίας ἀξιωθείημεν
καὶ ἡμεῖς, εὐαρεστήσαντες αὐτῷ δι' ἀγαθοεργίας καὶ μιμηταὶ γενόμενοι τῶν
ἀπ' αἰῶνος εὐαρεστησάντων Χριστῷ, ὅτι αὐτοῦ ἐστι τὸ ἔλεος καὶ αὐτῷ πρέπει
πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ
ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
{Διαίρεσις τῶν παθῶν} Τὰ μέν ἐστι σωματικά, τὰ δὲ ψυχικά. Καὶ σωματικὰ μὲν λέγομεν γαστρι-μαργίαν, πορνείαν, μέθην, ἀσέλγειαν· ψυχικὰ δὲ μῖσος πρὸς τὸν πλησίον, φθό-νον, ἔριν, κενοδοξίαν, ὑπερηφανίαν· ταῦτα δὲ ἐνεργοῦσιν εἰς τὴν ἡμετέρανψυχήν, ἀπούσης ἀγάπης καὶ ἐγκρατείας· παρούσης γὰρ ἀγάπης καὶ ἐγκρατείας,ταῦτα πάντα ἐξαφανίζονται· τὰ μὲν ὑπὸ ἀγάπης πνευματικῆς, τὰ δὲ ὑπὸ νηστεί-ας καὶ ἐγκρατείας. Τότε γὰρ ὁ νοῦς, καὶ τὸ οἰκεῖον φῶς ἀπολαμβάνει, καὶ τὸνΘεὸν ἀπαρεμποδίστως ὁρᾷ.{Τρόποι τῆς τοῦ Θεοῦ προνοίας} Πάντα ἐκ Θεοῦ, καὶ τὰ ἀγαθὰ καὶ τὰ λυπηρὰ καὶ τὰ ἀνάξια. Ἀλλὰ τὰμὲν εὐδοκίᾳ, τὰ δὲ οἰκονομίᾳ, τὰ δὲ παραχωρήσει. Καὶ κατ' εὐδοκίαν μέν,ὅταν κατ' ἀρετὴν πολιτευώμεθα· βούλεται γὰρ ὁ Θεὸς ἀναμαρτήτους διάγεινἡμᾶς, καὶ μετ' εὐσεβείας καὶ ἀρετῆς πολιτεύεσθαι. Κατ' οἰκονομίαν δέ, ὅτανσφαλλόμενοι καὶ ἁμαρτάνοντες παιδευώμεθα. Κατὰ παραχώρησιν δέ, ὅτανμηδὲ παιδευόμενοι ἐπιστρέφωμεν. Εὐδόκησε γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον σωθῆναι,καθὼς καὶ οἱ Ἄγγελοι ἐβόων, λέγοντες· δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰ-ρήνη, ἐν ἀνθρώποις εὐδοκία. Οἰκονομικῶς πάλιν παιδεύει ὁ Θεὸς ἡμᾶς ἁμαρτά-νοντας, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν, ὡς φησὶν ὁ Ἀπόστολος· κρινόμενοιδὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καί, οὐκἔστι κακία ἐν πόλει, ἣν ὁ Κύριος οὐκ ἐποίησε· τουτέστι λιμοὺς καὶ λοιμούς, νό-σους καὶ σφαγὰς πολέμων· ταῦτα γὰρ πάντα τῆς ἁμαρτίας εἰσὶν ἀναιρετικά.Παραχωρεῖ καὶ τελείως ἐγκαταλιμπάνει τοὺς μὴ θέλοντας ἢ ἀναμαρτήτους διά-γειν ἢ παιδευομένους μὴ ἐπιστρέφεσθαι, ἀλλ' ἐπὶ τῇ κακίᾳ ἐμμένειν, καθὼς γέ-γραπται, ὅτι τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς ὁ Θεὸς καὶ πεπώρωκεν αὐτῶντὴν καρδίαν, καὶ παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα·τουτέστιν εἴασε διὰ τὸ αὐτεξούσιον. Καί, σκληρύνων σκληρυνῶ τὴν καρδίαν