In cosmogoniam homilia 3
- Edition reference
- Non-critical edition (spelling, accents and punctuation corrected and standardised to modern editorial standards by Sever Voicu) Patrologia graeca 56 Migne Jean-Paul Paris 447–456 1862
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg011.local003- Corpus release
- 2.2.0 · 2026-08-29
Chapter 1
Ὁ μὲν τοῦ κόσμου τεχνίτης ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις τὸν οὐρανὸν ἐκαλλώπισε καὶ τὴν γῆν ἄνθεσι καὶ φυτοῖς ἐστεφάνωσε καὶ πᾶσαν τὴν κτίσιν διαφόρως ἐποίκιλλεν. Ἡμᾶς δὲ δεῖ τὸν τῆς δημιουργίας λόγον ἀναλαβόντας θαυμάζειν μὲν τὰ γεγενημένα, προσκυνεῖν δὲ τὸν τεχνίτην. Οὐ γὰρ ἐγράφη ταῦτα, ἵνα μάθωμεν ὅτι γέγονε μόνον, ἀλλὰ καὶ θαυμάσωμεν τὸν ποιήσαντα. Εἴρηται ὅτι τῇ πρώτῃ τὰς ὕλας τῶν κτισμάτων παρήγαγε, τῇ δευτέρᾳ πῶς τὸ στερέωμα ἐξ ἠραιωμένης φύσεως τῶν ὑδάτων συνεστήσατο καὶ διὰ τοῦτο στερέωμα ἐκλήθη. Διὰ τοῦτο δὲ καὶ ὁ Χριστὸς τὴν οἰκουμένην πᾶσαν ἐξηραιωμένην καὶ κεχαυνωμένην, διαφόροις πολυθέου πλάνης ὕλαις ἐσκορπισμένην συνήγαγε καὶ μίαν ἐποίησε πίστιν καὶ καλεῖ αὐτὴν ὁ ἀπόστολος στερέωμα λέγων· Κατὰ τὸ στερέωμα τῆς εἰς τὸν Χριστὸν πίστεως. Ἐμερίσθη τοίνυν ἡ ἄβυσσος καὶ ἦν τὸ μεῖναν κάτω ὕδωρ ἄβυσσος καὶ τὸ ὑψωθὲν ἄνω ἄβυσσος. Πόθεν τοῦτο; Λέγει Δαυίδ· Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου. Ἐμερίσθη τοίνυν ἡ ἄβυσσος καὶ ἐγένετο στερέωμα. Λοιπὸν ἡ γῆ ἐκεκάλυπτο ὕδατι. Καὶ εἶπέ φησιν ὁ θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά.
Ἐπειδὴ πάντα βούλονται οἱ ἄθλιοι τῶν αἱρετικῶν παῖδες καὶ τρόπον ἐρευνῶσιν ἀκαταλήπτου φύσεως, εἴπωσι πῶς συνήχθη τὸ ὕδωρ καὶ ποῦ συνήχθη ἢ συναχθὲν ποῦ ἐχώρησεν. Οὐ γὰρ ἀκολουθεῖν δεῖ, καθ’ ὑμᾶς, ἁπλῶς ταῖς φωναῖς, ἀλλὰ ζητεῖν τὰ πράγματα. Εἶπεν ὁ θεός· Συναχθήτω τὸ ὕδωρ. Ποῦ συνήχθη; Εἰς τὴν θάλασσαν. Οὐ γὰρ ἦν τότε πεπληρωμένη ἡ θάλασσα; Ἡ γῆ ἐπεπλήρωτο, πάντως καὶ ἡ θάλασσα. Ποῦ οὖν συνήχθη; Οἱ τὰ ἐν ποσὶ καὶ ὁρώμενα μὴ δυνάμενοι καταλαβεῖν, πολυπραγμονοῦσι βυθὸν ἀνεξιχνίαστον καὶ ἄβυσσον θεότητος ἀκατάληπτον καὶ οὐκ ἐντρέπει αὐτοὺς ἡ θάλασσα ἀκατάληπτος οὖσα ἐρευνᾶν περὶ τοῦ τεχνίτου. Διὰ τοῦτο καὶ πρὸς αἱρετικοὺς λεγέτω ὁ προφήτης. Αἰσχυνθήτωσαν αἱρετικοί, εἶπεν ἡ θάλασσα, ὥσπερ εἶπεν· Αἰσχύνθητι Σιδών, εἶπεν ἡ θάλασσα. Ποῦ οὖν συνήχθη τὰ ὕδατα, ἄκουε. Ὅτε τὴν γῆν ἐποίησεν ὁ θεός, οὐδέπω ἦν τὰ κοιλώματα τῶν ὀρέων, ἀλλ’ ἅμα εἶπε Συναχθήτω τὸ ὕδωρ καὶ ἐρράγη ἡ γῆ καὶ κόλπους ἐποίησε. Μαρτυρεῖ τῷ πράγματι, ὅτι γῆ ἐστιν ἡ σχισθεῖσα, αἱ νῆσοι, τὰ ὄρη μεταξύ. Καὶ διὰ τοῦτο κατέλιπεν ὁ θεὸς τὰς νήσους καὶ τὰ ὄρη, ἵνα μάθῃς, ὅτι ἀπ’ ἀρχῆς συνῆπτο. Θεοῦ δὲ λόγος αὐτὰ ἔρρηξεν. Συναχθήτω τὸ ὕδωρ , ἐγυμνώθη ἡ γῆ. Δεῖ δὲ εἰδέναι, ὅτι ὁ θεὸς τὴν γῆν τὴν σήμερον οὕτω καλουμένην οὔτε γῆν ἐποίησεν οὔτε ὄνομα αὐτῇ τοιοῦτον ἔδωκεν· ἀλλ’ ἦν τὸ ὄνομα τῆς κοσμοποιίας ἀπ’ ἀρχῆς ἡ ξηρά, ὡς λέγει Δαυίδ· Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτὴν καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. Ξηρὰ ἐγένετο, ἐπεκλήθη δὲ γῆ, ὥσπερ τοῦτο τὸ στερέωμα ἐγένετο, ἐπεκλήθη δὲ οὐρανός. Χωρισθέντων τοίνυν τῶν ὑδάτων προῆλθεν ἡ ξηρὰ ὄψιν ἔχουσα γῆς μεμεθυσμένης. Νεωστὶ γὰρ ὑπεχώρησαν τὰ ὕδατα. Ὡς οὖν ἐγυμνώθη ἡ γῆ, κελεύει ὁ δημιουργός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα, καὶ ξύλον κάρπιμον, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος καὶ καθ’ ὁμοιότητα. Οὐδὲ τοῦτο αἰσχύνει τοὺς αἱρετικούς. Βοτάνη καὶ ξύλα καὶ χόρτος γεννᾷ καθ’ ὁμοιότητα καὶ ὁ θεὸς ἀνόμοιον ἐγέννησε; Καὶ ὅτε τὰ τετράποδα πάλιν καὶ τὰ ἑρπετὰ καὶ πετεινὰ ἐγένετο, λέγει ὁ θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ γένος. Τὰ θηρία, τὰ ἑρπετά, τὰ πετεινά, τὰ νηκτά, ἡ βοτάνη, ὁ χόρτος, τὰ ξύλα κατὰ γένος καὶ καθ’ ὁμοιότητα γεννᾷ καὶ μόνος ὁ θεὸς ἀνόμοιον ἐγέννησεν; Καὶ ἡμᾶς μὲν δημιουργῶν ὁ θεὸς εἶπε· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. Τὸ ἔργον καθ’ ὁμοίωσιν καὶ ὁ τεχνίτης ἀνόμοιος;
Chapter 2
Ἀλλ’ ὅρα τὸ θαυμαστόν. Πολλάκις γὰρ ἡ αἱρετικὴ κακία εὑρίσκει φωλεόν· Ἐὰν οὕτω φησὶν εἴπῃς τὸν υἱὸν καθ’ ὁμοίωσιν, ὡς καὶ ἡμᾶς, δεχόμεθα. Ἄλλο γὰρ φύσεως ὁμοιότης, ἄλλο χάριτος. Ἡμεῖς καθ’ ὁμοίωσιν, ἐκεῖνος ὁμοίωσις. Ὁ γὰρ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα · ἡμεῖς δὲ καθ’ ὁμοίωσιν. Δεῖ δὲ τοὺς δούλους τοῦ θεοῦ ἐρωτᾶν τὰς διαφορὰς τῶν λέξεων. Λέγει ὁ θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν. Εἶτα λέγει· Ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ θηρία. Διὰ τί ἐκεῖ βλαστησάτω καὶ ὧδε ἐξαγαγέτω ; Τὰ βλαστήματα καὶ τὰ ξύλα καὶ οἱ καρποὶ κατ’ ἐνιαυτὸν βλαστάνουσιν. Ἐπειδὴ οὖν ἔμελλε τὰ ὕδατα παραμένειν τῇ γῇ καὶ πάντως ἐξ αὐτῆς προέρχεσθαι, διὰ τοῦτο βλαστησάτω . Τὰ μέντοι ζῷα διὰ τοῦτο ἐξαγαγέτω , ἐπειδὴ ἅπαξ ἀπὸ γῆς γεννηθέντα, οὐκέτι πάλιν ἀπὸ γῆς, ἀλλ’ ἀπὸ τῶν διαδοχῶν τίκτονται. Ἐγένετο οὕτως. Ἔδραμεν εἰς ἔργον ὁ λόγος, ἐκοσμήθη ἡ γῆ. Ἔδει λοιπὸν κοσμηθῆναι καὶ τὸν οὐρανόν.
Διὰ τί δὲ προγενεστέραν ποιεῖ τὴν διακόσμησιν τῆς γῆς τοῦ οὐρανοῦ; Διὰ τὴν μέλλουσαν ἀνακύπτειν πολύθεον πλάνην περὶ ἥλιον καὶ σελήνην καὶ ἄστρα. Εἶπεν ὁ θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ. Τῇ πρώτῃ ἡμέρᾳ διατί οὐκ ἐποίησεν ἥλιον καὶ σελήνην; Ἐπειδὴ οὐδέπω ἦν τὸ στερέωμα γενόμενον, ἐν ᾧ ἔμελλε πεπῆχθαι. Καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ’ ἐπειδὴ οὐδέπω ἦσαν καρποὶ οἱ ὑφείλοντες θάλπεσθαι. Τῇ γὰρ τρίτῃ ἐβλάστησαν οἱ καρποί. Καὶ ἵνα μὴ νομισθῇ πάλιν, ὅτι τῇ φύσει τοῦ ἡλίου ἐβλάστησαν, ὅτε ἀπηρτίσθη ἡ δημιουργία, τότε λοιπὸν ποιεῖ ὁ θεὸς ἥλιον, σελήνην, ἄστρα. Πόθεν τὰ αὐτὰ ἐποίησεν; Εἴρηται γάρ, ὅτι τῇ πρώτῃ ἡμέρᾳ ἐκ μὴ ὄντων ἐποίησε τὰ πάντα, ταῖς δὲ ἄλλαις ἐξ ὄντων. Πόθεν οὖν ὁ ἥλιος; Ἐκ τοῦ γενομένου φωτὸς τῇ πρώτῃ ἡμέρᾳ, ὃ μετέβαλεν ὡς ἠθέλησεν ὁ τεχνίτης, καὶ εἰς διαφόρους μετεσκεύασεν ὄψεις, ἐκεῖ τὴν ὕλην τοῦ φωτός, ὧδε τοὺς ἀστέρας. Ὡς εἴ τις προβάλοιτο μᾶζαν χρυσοῦ καὶ μετὰ ταῦτα νομίσματα κατακόψας, οὕτω διαθείη τοῦ φωτὸς τὴν διακόσμησιν. Ὥσπερ γὰρ τὴν ἄβυσσον τότε ἓν ὕδωρ ὑπάρχουσαν ἐμέρισεν εἰς τὰς θαλάσσας, εἰς ποταμούς, εἰς πηγάς, εἰς λίμνας, εἰς φρέατα, οὕτω καὶ τὸ φῶς ἓν ὑπάρχον, μονοειδές, κατατεμὼν ὁ τεχνίτης, ἐμέρισεν εἰς ἥλιον καὶ σελήνην καὶ ἄστρα. Θέλω δὲ ζητῆσαι, πῶς ἐποίησεν ὁ θεὸς τοὺς φωστῆρας. Φαίνεται γὰρ ποιήσας αὐτοὺς ἔξω τοῦ οὐρανοῦ καὶ τότε πήξας ἄνω. Ὥσπερ τεχνίτης, ἐπειδὰν ἀπαρτίσῃ εἰκόνα, τότε πήγνυσιν αὐτὴν ἐν τοίχῳ, οὕτως ὁ θεὸς πρῶτον ἐποίησε τοὺς φωστῆρας ἔξω τοῦ οὐρανοῦ καὶ τότε ἔπηξεν ἄνω ὥσπερ τεχνίτης, ὡς μαρτυρεῖ ἡ γραφή· Καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας, καὶ ἔθετο αὐτοὺς ἐν τῷ οὐρανῷ. Πῶς οὖν αὐτοὺς ἔπηξεν; Ἆρα μὴ ὁμοῦ ἦσαν οἱ δύο πεπηγμένοι; Οὐκ ἔχει λόγον. Ἀλλὰ τί; Κατὰ τὴν φωνὴν αὐτοῦ τοῦ θεοῦ ἡ πῆξις. Ἔθετό φησιν ὁ θεὸς τοὺς φωστῆρας, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός. Ὅτε ὁ ἥλιος ἐπάγη εἰς ἀνατολήν, ἐπάγη ἡ σελήνη εἰς δύσιν· ἐπειδὴ ἐκείνη μὲν ἄρχειν τῆς νυκτὸς ἐκελεύσθη, ὁ δὲ τῆς ἡμέρας. Ἐγένετο οὖν ἡ σελήνη καὶ γεννᾶται τῇ πρώτῃ ἡμέρᾳ πανσέληνος. Οὐ γὰρ ἔδει ἠκρωτηριάσθαι τὸ ἔργον εὐθέως, ἀλλ’ ἔδει δειχθῆναι τὸν φωστῆρα οἷος ἐγένετο. Μετὰ δὲ ταῦτα τῇ ἀλλοιώσει ἔδειξε χρόνους καὶ καιροὺς καὶ διαφορὰς ἡμερῶν. Ποιεῖ οὖν αὐτὴν ὁ θεὸς ὡς πεντεκαιδεκαταίαν πεπληρωμένην. Ὁ ἥλιος ἀνέτελλεν ὄρθρου· ὅτε γὰρ ἐπάγη ἡ σελήνη ἐν τῷ ὄρθρῳ, ἐφαίνετο πρὸς δύσιν. Ὡς οὖν ἔτρεχεν ὁ ἥλιος τὸν ἴδιον δρόμον πρὸς δύσιν, ἡ σελήνη ἤρχετο εὐθέως τοῦ ἀνατέλλειν, ἵνα πληρωθῇ τὸ ἀρχέτωσαν τῆς ἡμέρας καὶ τῆς νυκτός.
Λοιπὸν ζήτημα· Διὰ τί ὁ θεὸς πεπληρωμένην ἐποίησε τὴν σελήνην; Πρόσεχε. Τὸ γὰρ νόημα βαθύ. Ἐχρῆν αὐτὴν τῇ τετάρτῃ ἡμέρᾳ γεναμένην, ὡς τεταρταίαν φαίνεσθαι. Ἀλλὰ πάλιν εἰ ἦν τεταρταία, τὸ ἄκρον τῆς δύσεως οὐκ ἀντεῖχεν. Εὑρέθη οὖν πλεονεκτοῦσα ἕνδεκα ἡμέρας. Τεταρταία ἐγένετο καὶ ἐφαίνετο ὡς πεντεκαιδεκαταία. Ἕνδεκα ἡμέρας ἐπλεονέκτει λοιπὸν ἡ σελήνη τὸν ἥλιον, οὐ τῇ ποιήσει, ἀλλὰ τῇ φαύσει. Διὰ τοῦτο ἃς τότε ἐπλεονέκτησεν ἡ σελήνη, ἀποδίδωσι τῷ ἡλίῳ. Ὁ γὰρ κατὰ σελήνην καὶ καθ’ ἕκαστον μῆνα ἀπὸ εἴκοσι ἐννέα ἥμισυ ἡμερῶν ἀριθμὸς γιγνόμενος, ποιεῖ ἐν τοῖς δεκαδύο μησὶ τοῦ ἐνιαυτοῦ ἡμέρας τριακοσίας πεντήκοντα τέσσαρας. Ἐὰν γὰρ οὕτω ψηφίσῃς τὸν μῆνα ἀπὸ εἴκοσι ἐννέα ἥμισυ ἡμερῶν, γίγνονται τοῦ ἐνιαυτοῦ ἡμέραι τριακόσιαι πεντήκοντα τέσσαρες, ἵνα ἃς ἐπλεονέκτησε τότε ἡμέρας ἡ σελήνη κατ’ ἐνιαυτὸν ἀποδίδωσι τῷ ἡλίῳ. Ὁ ψηφιστὴς ψηφιζέτω.
Chapter 3
Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. Ἐπειδὴ ἡ φύσις τοῦ πυρὸς ἀνώδρομος ἦν, χαλινὸν ἐπιτίθησιν ὁ θεὸς τῇ φύσει, ὥστε μὴ ἄνω πέμπειν τὴν αὐγήν, ἀλλὰ κάτω. Πῦρ γὰρ οὐκ ἀνέχεται προσέχειν κάτω, ἀλλ’ ἄνω. Ἐὰν ἔχῃς δᾷδα, στρέψον αὐτὴν κάτω, καὶ ὁρᾷς ὅτι κἂν τὸ ὄργανον στρέψῃς, τὸ πῦρ ἄνω τρέχει. Ἐπειδὴ οὖν ᾔδει αὐτοῦ τοιαύτην εἶναι τὴν φύσιν, ἐπέδησεν αὐτήν, ἵνα μὴ κατὰ τὴν φύσιν λάμπῃ, ἀλλὰ κατὰ τὸ πρόσταγμα. Εἴ τις ὑμῶν παρετηρήσατο ἔλαιον ἀπὸ λύχνου, πῶς συγκατασπᾶται τῷ ἐλαίῳ τὸ πῦρ, καὶ ἡ μὲν βία τοῦ ἐλαίου κάτω ἕλκει, ἡ δὲ φύσις τοῦ πυρὸς ἄνω τρέχει καὶ ὥσπερ βίαν ὑφιστάμενον καταβοᾷ· εἴ ποτε γὰρ ἀναγκάζεται πῦρ τρέχειν παρὰ τὴν ἀκολουθίαν, φωνὴν ἀφίησιν ὡς βίαν πάσχον, ὡς παρὰ φύσιν ὁδεῦον. Ὅταν γάρ τι παρὰ φύσιν ἐν τῷ στοιχείῳ γένηται, βοᾷ. Διὰ τί; Ὅταν ἐπιβληθῇ ἔλαιον τῷ πυρί, φωνὴν οὐκ ἀφίησιν· ἐὰν δὲ ὕδωρ ἐπιβληθῇ, τρίζει. Καὶ τοῦτο ὑγρὸν κἀκεῖνο ὑγρόν. Ἀλλ’ ἐπειδὴ κἀκεῖνο ἀπὸ ξύλου ὄψον, καὶ ἡ ἐλαία τρέφουσα, φίλον δὲ ἀεὶ τῷ ξύλῳ τὸ πῦρ, δέχεται ἡδέως τὰ ἀπὸ τοῦ συγγενοῦς. Ἐὰν δὲ ὕδωρ πυρὶ ἐπιβληθῇ, τρίζει. Τῷ γὰρ ἐναντίῳ μάχεται. Τὸ πῦρ ἴδιόν ἐστι τοῦ ἀέρος. Συγγενὲς γάρ. Φυσᾷς εἰς λύχνον καὶ καπνίζει ὁ ἀὴρ τὸ πῦρ καὶ οὐδαμοῦ εὑρίσκεται. Τὸ γὰρ συγγενὲς ἔδραμε. Βλέπε τοῦ τεχνίτου τὴν σοφίαν, βλέπε τὴν δύναμιν. Ἔθηκε τοὺς φωστῆρας ἐν τῷ οὐρανῷ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς· Καὶ ἔστωσάν φησιν εἰς σημεῖα καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς.
Τί ἐστιν εἰς σημεῖα ; Οἱ μὲν ματαιολόγοι περὶ ἀστρολογίας ἑαυτῶν ἐκένωσαν τὰς ἐλπίδας, σημειούμενοι πράγματα ἀνυπόστατα. Ὅτι γὰρ οὐκ ἔστι τι σημειώσασθαι περὶ ζωῆς ἀνθρώπων ἀπὸ ἄστρων, μαρτυρεῖ Ἡσαΐας λέγων· Ἀναστήτωσαν οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ καὶ οἱ βλέποντες τὰ σημεῖα, καὶ εἰπάτωσάν σοι τί μέλλει γίνεσθαι. Περὶ μὲν οὖν ζωῆς ἀνθρώπων οὐδὲν σημεῖον δίδωσιν οὐρανός. Θέλεις δὲ μαθεῖν αὐτοῦ τὰ σημεῖα; Σημαίνει ὄμβρους, ἀνέμους, χειμῶνα, εὐδίαν. Τὰ ἄστρα ταῦτα σημαίνει, καὶ τοῦτο διὰ θεοῦ φιλανθρωπίαν, ἵνα ὁ ναυτίλος ἴδῃ τὸ σημεῖον καὶ φύγῃ τὸν κίνδυνον, ἵνα ὁ γεωργὸς ἴδῃ ὀσμὴν χειμῶνος καὶ προλαβὼν ἀροτριάσῃ γῆν. Γίνεται σημεῖον καὶ πολέμου καὶ εἰρήνης. Ταῦτα ὁ σωτὴρ ἐβεβαίωσεν, ἅτινά εἰσιν ἁπλᾶ καὶ ἀπερίεργα. Λέγει γὰρ τοῖς Ἰουδαίοις· Ὑποκριταὶ, ἐὰν ἴδητε νεφέλην ἀπὸ δυσμῶν ἀνατέλλουσαν, λέγετε χειμὼν γίνεται καὶ γίνεται οὕτως. Κἂν ἴδητε ὀψὲ πυρράζοντα τὸν οὐρανὸν, λέγετε εὐδία καὶ γίνεται εὐδία. Κἂν ἴδητε ὀψὲ στυγνάζοντα τὸν οὐρανὸν, λέγετε χειμὼν γίνεται. Καὶ ἐπάγει εἶτα· Τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον οὐκ οἴδατε; Ταῦτά ἐστι τὰ σημεῖα τὰ ἀκίνδυνα παρατηρήσασθαι, θέρος, χειμῶνα, ὑετόν, εὐδίαν. Ταῦτα καὶ τῆς εὐσεβείας οὐκ ἀλλότρια καὶ τοῦ θεοῦ ἴδια. Ἦν δὲ περὶ ἀστρολογίας πολὺν ἀποτεῖναι λόγον. Ἀλλὰ χρείαν ἔχει καὶ τετονωμένης φωνῆς καὶ ὀργάνου μὴ ὀκλάζοντος. Συμβαδίζει γὰρ τῷ λόγῳ ἡ διάνοια καὶ συνασθενεῖ τῇ γλώττῃ ὁ λογισμός. Ἐπὶ οὖν τὰ ἁπλούστερα χωρήσωμεν. Ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιρούς. Ἄλλο γὰρ χρόνος καὶ ἄλλο καιρός. Χρόνος μῆκός ἐστι, καιρὸς εὐκαιρία. Καὶ οὐδεὶς λέγει· Χρόνος ἐστὶ τοῦ τρυγῆσαι. Οὐδεὶς λέγει χρόνος ἐστὶ τὴν παρθένον γῆμαι, ἀλλὰ καιρὸς τὴν παρθένον γῆμαι, καιρὸς σπόρου, καὶ καιρὸς θερισμοῦ. Καὶ Σολομὼν λέγει· Καιρὸς τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν, καὶ καιρὸς τοῦ οἰκοδομῆσαι καὶ καιρὸς τοῦ καταλῦσαι. Καιρὸν τὴν εὐκαιρίαν λέγει. Σημαίνει δὲ τὰ ἄστρα τοῦτο· οἷον ἀνατολὴ Πλειάδων, ἀρχὴ θερισμοῦ· δύσις Πλειάδων, ἀρχὴ σπόρου. Ταῦτα ἀλλότρια μὲν τῆς ἀσεβείας, ἴδια δὲ τῆς εὐσεβείας. Καιροὶ λέγονται καὶ ἑορταὶ τοῦ θεοῦ. Λέγει ὁ θεός· Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσετέ μοι· τὴν ἑορτὴν τῶν ἀζύμων, τὴν ἑορτὴν τῆς πεντηκοστῆς, τὴν ἑορτὴν τῶν σκηνοπηγίων. Τρεῖς καιροί. Ἰδοὺ σημεῖα καὶ καιροί. Ἡμέρας πάλιν ἐπὶ τοῦ σαββάτου καὶ μῆνας ἡ σελήνη ἐργάζεται. Ὁ ἥλιος ἐνιαυτῶν τὰς τροπὰς φυλάττει, ἐαρινήν, ἰσημερίαν, θερινήν, μετοπωρινήν. Ἑστήκασιν οἱ νόμοι ἀσάλευτοι. Εἶπε καὶ ἐπάγησαν· ἐκέλευσε, καὶ ἐθεμελιώθησαν. Λοιπὸν ὧδε τὸν νοῦν. Τίς ὁ τούτων τεχνίτης; Τίς ταῦτα ἐποίησεν; Ὁ πατήρ; Οὐδεὶς ἀντιλέγει. Ὁ υἱός; Καὶ αἱρετικοὶ συντίθενται μέν, οὐ καλῶς δέ. Λέγουσι γάρ, ὅτι τὸν υἱὸν ὁ πατὴρ ἐποίησεν, ὁ δὲ υἱὸς τὰ πάντα. Δέχομαι τὴν ἀσέβειαν; Ἐπειδὴ δεσμοῖς ἀλύτοις σφίγγει τῶν αἱρετικῶν τὸν λογισμὸν, ἐρωτήσωμεν τοὺς προφήτας, εἰ ὁ ποιήσας τὰ πάντα ἔχει τινὰ μείζω ἢ πάντων ἐστὶν ἀνώτερος. Τῇ γὰρ προτάσει τῇ ἰδίᾳ πίπτουσιν.
Chapter 4
Λέγουσιν, ὅτι πάντα ἐποίησεν ὁ υἱός, αὐτὸν δὲ ὁ πατήρ. Ἵλεως ἡμῖν γένηται ἐπὶ τῇ βλασφημίᾳ. Ἐπ’ ἀληθείας γὰρ φρίκη ἐστὶ δευτερῶσαι τῶν ἀσεβῶν τὰ ῥήματα. Ὅμως δὲ τοὺς ἰατροὺς μιμούμενοι, ἐμβάλλοντες τὰς χεῖρας εἰς τὰ τραύματα, ἵνα καθαίρωμεν τὰ ἕλκη, ἠναγκάσθη καὶ ἀπόστολος μνημονεῦσαι αἰσχρῶν πραγμάτων, οὐχ ἵνα τὴν γλῶτταν μολύνῃ, ἀλλ’ ἵνα τὰ ἁμαρτήματα καθάρῃ. Λέγουσιν, ὅτι πάντα ἐποίησεν ὁ υἱός, αὐτὸν δὲ ὁ πατήρ. Ἐρωτήσω τοὺς προφήτας· Τίς ὁ ποιήσας τὸν οὐρανὸν καὶ ποταπός ἐστι. Λέγει ὁ προφήτης Ἡσαΐας· Τάδε λέγει κύριος, ὁ ποιήσας τὸν οὐρανὸν, καὶ πήξας αὐτόν· ὁ στερεώσας τὴν γῆν, καὶ τὰ ἐν αὐτῇ· ὁ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· Ἐγὼ κύριος. Ἔμπροσθέν μου θεὸς οὐκ ἔστι, καὶ μετ’ ἐμὲ θεὸς οὐκ ἔστιν. Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἄλλος. Ταῦτα λέγει ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁ μονογενής, ὁ κατὰ τοὺς αἱρετικοὺς γενάμενος, καὶ τότε κτίσας. Ἀλλ’ ἐν τοῖς λόγοις τῶν χειλέων αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Λέγει ὁ μακάριος Ἱερεμίας· Οὕτως εἴπατε. Τίσι; Τοῖς Ἕλλησι· Θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐκ τῆς γῆς. Κύριος, ὃς ἐποίησε τὸν οὐρανὸν ἐν συνέσει , αὐτὸς θεὸς ζῶν καὶ ἀληθινός. Εἰ ἀληθινός ἐστιν ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανόν, ὁμολογοῦσι δὲ καὶ οἱ αἱρετικοί, ὅτι ὁ υἱός ἐστιν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, ποία μάχη, ὅταν λέγῃ ὁ Χριστός· Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἔπεμψας Ἰησοῦν Χριστόν ; Ὅτε ὁ σωτὴρ ἢ διὰ τῶν προφητῶν ἢ δι’ αὐτοῦ ταῦτα ἔλεγεν, οὐ πρὸς ἀντιπαράθεσιν αὐτοῦ ταῦτα ἔλεγεν· Ἵνα γινώσκωσί σε τὸν μόνον θεόν , ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῶν ψευδωνύμων. Ὅθεν καὶ ὁ Παῦλός φησιν· Ἐπεστρέψατε ἀπὸ τῶν εἰδώλων, δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ. Ἀληθινὸν καλεῖ, ἵνα τοὺς ψευδωνύμους ἐλέγξῃ, ζῶντα, ἵνα τὰ νεκρὰ εἴδωλα στηλιτεύσῃ. Ἐγὼ μὲν νομίζω, μᾶλλον δὲ πιστεύω, ὅτι ἀγανακτοῦσι καθ’ ἡμῶν οἱ νεκροί, ἐὰν ἀκούσωσιν, ὅτι τὰ εἴδωλα νεκρὰ καλοῦμεν. Ὑβρίζετε γὰρ ἡμῶν τὴν τάξιν, φησίν. Ἡμεῖς νεκροὶ καλούμεθα οἱ ποτὲ ζήσαντες· οἱ μηδέποτε ζήσαντες διατί νεκροὶ καλοῦνται; Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν. Κύριος, ὃς ἐποίησε τοὺς οὐρανοὺς ἐν συνέσει , αὐτὸς ζῶν θεὸς καὶ ἀληθινός . Τίς ὁ ζῶν; Ὁ ποιήσας τὸν οὐρανόν. Μὴ ἑστήκασι τῶν αἱρετικῶν οἱ ὅροι; οὐ πίπτει αὐτῶν ἡ ἀσέβεια; οὐκ ἐλέγχεται ἡ θεοσέβεια; οὐ διαλύεται ἡ σκαιωρία; Τὰ ἔργα τοῦ ποιητοῦ καταλαβεῖν οὐκ ἰσχύεις καὶ τὸν τεχνίτην περιεργάζῃ καὶ ἐξιχνεύεις; Τί βοᾷ Δαυίδ; Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε. Πάντα ἐν σοφίᾳ ἐποίησας. Προφῆται τὰ ἔργα μεγαλύνουσιν, αἱρετικοὶ τὸν τεχνίτην σμικρύνουσιν. Ὁ μέγας τῇ βουλῇ καὶ δυνατὸς τοῖς ἔργοις, ὁ τὸν οὐρανὸν πήξας ἐξ ὑδάτων. Οὐ γὰρ ἀφίσταμαι τοῦ θαύματος. Ἐξ ὑδάτων πέπηκται καὶ ὕδωρ φέρει· ἀπὸ ὑδάτων ἐπάγη καὶ ἄβυσσον βαστάζει· ὅλως δὲ ἔχεται ὑποδείγματος, τὸ κακὸν τοῦτο θαῦμα λέγω. Εἶδες πλάκας ἀπὸ ὕδατος βασταζομένας καὶ ἄνωθεν χιόνα φερούσας; Χειμὼν εἰργάσατο. Θεὸς οὐκ ἐργάζεται; Ἐποίησε τὸν οὐρανὸν οὐχ ὡς σφαῖραν, ὡς φιλοσοφοῦσιν οἱ ματαιολόγοι. Οὐ γὰρ ἐποίησε σφαῖραν κυλιομένην, ἀλλ’ ὥς φησιν ὁ προφήτης, ὁ ἥλιος πῶς τρέχει; Ὁ στεγάσας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνήν. Οὐδεὶς ἡμῶν οὕτως ἀσεβὴς ὥστε πεισθῆναι τοῖς ματαιολόγοις. Οἱ προφῆται λέγουσιν, ὅτι ἀρχὴν ἔχει καὶ τέλος ὁ οὐρανός. Διὰ τοῦτο καὶ ὁ ἥλιος οὐκ ἀναβαίνει, ἀλλ’ ἐξέρχεται. Λέγει ἡ γραφή· Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. Ὥστε δῆλον, ὅτι ἐξῆλθεν ὁ ἥλιος κατὰ τὴν γραφὴν καὶ οὐκ ἀνῆλθεν. Καὶ πάλιν ἀπ’ ἄκρου φησὶ τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ , οὐκ ἄνοδος. Εἰ σφαῖρά ἐστιν, ἄκρον οὐκ ἔχει. Τὸ γὰρ πανταχόθεν περιφερές, ποῦ ἔχει τὸ ἄκρον; Ἆρα οὖν ὁ Δαυὶδ μόνος λέγει ἢ καὶ ὁ σωτήρ; Ἄκουε αὐτοῦ λέγοντος· Ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος καὶ φωνῆς μεγάλης, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ.
Chapter 5
Ζητοῦμεν δέ, ποῦ δύνει ὁ ἥλιος καὶ ποῦ τρέχει τὴν νύκτα. Κατὰ τοὺς ἔξω ὑπὸ τὴν γῆν· καθ’ ἡμᾶς δὲ τοὺς σκηνὴν αὐτὸν λέγοντας τί; Πρόσεχε, παρακαλῶ, εἰ μὴ διαψεύδεται τὸ ῥῆμα. Ἀλλ’ εἰ ἔχεις σφραγῖδα μεμαρτυρημένην ὑπὸ τῆς ἀληθείας, συντρέχει τῇ φράσει καὶ ὁ τόπος. Νόμισον εἶναι καμάραν ἐπικειμένην. Ἡ ἀνατολὴ ἐκεῖ ἐστι κατὰ τὸν τύπον, ἄρκτος ὧδε, μεσημβρία ἐκεῖ, δύσις ἐκεῖ. Ἥλιος ἀνατέλλων καὶ μέλλων δύνειν, οὐχ ὑπὸ γῆν δύνει, ἀλλ’ ἐξελθὼν τὰ πέρατα τοῦ οὐρανοῦ, τρέχει εἰς τὰ βορρινὰ μέρη, ὥσπερ ὑπό τινα τοῖχον κρυπτόμενος μὴ συγχωρούντων τῶν ὑδάτων φανῆναι αὐτοῦ τὸν δρόμον καὶ τρέχει κατὰ βορρινὰ μέρη καὶ καταλαμβάνει τὴν ἀνατολήν. Καὶ πόθεν τοῦτο δῆλον; Λέγει ὁ μακάριος Σολομὼν ἐν τῷ Ἐκκλησιαστῇ – γραφὴ δέ ἐστι μεμαρτυρημένη, οὐ παραγραφομένη –· Ἀνατέλλει φησὶν ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος. Ἀνατέλλων πορεύεται εἰς δύσιν καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ κυκλῶν καὶ εἰς τὸν τόπον αὐτοῦ ἀνατέλλει. Κατὰ μεσημβρίαν τρέχοντα καὶ τὸν βορρᾶν κυκλοῦντα λοιπὸν μάθε ἐν τῇ τοῦ χειμῶνος καταστάσει· ἐπειδὴ οὐκ ἀπὸ μέσης τῆς ἀνατολῆς ἀνατέλλει, ἀλλὰ περὶ τὸ κλίμα τῆς μεσημβρίας πλαγιάζει καὶ ὀλίγον τεμὼν διάστημα ποιεῖ μικρὰν ἡμέραν. Δύσας δὲ καὶ πάλιν κύκλον τρέχων ποιεῖ μακρὰν νύκτα. Ἴσμεν, ἀδελφοί, ὅτι ὁ ἥλιος οὐ πάντως ἀπὸ τοῦ αὐτοῦ κέντρου προέρχεται. Πῶς οὖν γίνονται μικραὶ αἱ ἡμέραι; Πλησιάζει αὐτοῦ ἡ ἀνατολὴ τῷ κλίματι τῆς μεσημβρίας. Εἶτα οὐ τὴν ὑψηλὴν ἐλθών, ἀλλὰ τὴν πλαγίαν συντεμών τὰς ἡμέρας ποιεῖ μικράς. Δύσας δὲ εἰς τὸ ἄκρον τῆς δύσεως, ἀνάγκην ἔχει κυκλεῦσαι διὰ τῆς νυκτὸς δύσιν ὅλην καὶ ἄρκτον ὅλην καὶ ἀνατολὴν ὅλην καὶ φθάσαι ἐπὶ τὸ ἄκρον τῆς μεσημβρίας· καὶ ἀνάγκη μεγάλην γενέσθαι τὴν νύκτα. Ὅταν μέντοι ἐξισοῦται τῷ μήκει καὶ ἴσον βῆμα ἔχῃ, ἰσημερίαν ποιεῖ. Πάλιν κλίνας κατὰ τὸν βορρᾶν, ὥσπερ χειμῶνος εἰς μεσημβρίαν, καὶ εἰς τὰ ἄκρα τοῦ βορρᾶ ἀναβαίνων ὑψοῦται καὶ μεγάλην ποιεῖ τὴν ἡμέραν. Ὀλίγον δὲ μικρὸν ἔχων τὸν κύκλον μικρὰν ποιεῖ τὴν νύκτα. Οὐ παῖδες Ἑλλήνων ἐδίδαξαν ἡμᾶς ταῦτα. Οὐδὲ γὰρ τοῦτο βούλονται. Ἀλλ’ ὑπὸ τὴν γῆν φασι τρέχειν τὰ ἄστρα καὶ τὸν ἥλιον. Ἡ γραφὴ δὲ ἡμῶν, ἡ θεία διδάσκαλος, ἡ γραφὴ ἡμᾶς παιδεύει, φωτίζει. Εἶτα ἐποίησε τὸν ἥλιον ἀδιάλειπτον φωστῆρα , τὴν σελήνην ἐνδυομένην καὶ ἀποδυομένην τὸ κάλλος καὶ ἀμφιεννυμένην πάλιν. Δείκνυσι δὲ τὸ ἔργον τὸν τεχνίτην. Ἀνεκλιπὴς ὁ τεχνίτης, ἀίδιον τὸ ἔργον. Οὐ γὰρ ἀναλίσκεται τὸ φῶς τῆς σελήνης, ἀλλὰ κρύπτεται. Γίνεται δὲ καὶ εἰκὼν ἡμῶν τῶν θνητῶν ἀνθρώπων. Ἐννόησον πόσους αἰῶνας ἔχει ἀνατέλλουσα. Καὶ ἐὰν ᾖ πρώτη, λέγομεν· Σήμερον γεννᾶται ἡ σελήνη. Διὰ τί; Ἐπειδὴ εἰκών ἐστι τῶν ἡμετέρων σωμάτων. Γεννᾶται, αὔξει, πληροῦται, ἐλαττοῦται, μειοῦται, δύνει, ἐπειδὴ καὶ ἡμεῖς γεννώμεθα, αὐξάνομεν, πληρούμεθα, παρακμάζομεν, λήγομεν, γηρῶμεν, ἀποθνήσκομεν, δύνομεν. Ἀλλὰ πάλιν γεννᾶται, ἐπειδὴ καὶ ἡμεῖς μέλλομεν ἀνίστασθαι καὶ μένει ἡμᾶς γέννησις ἄλλη. Διὰ τοῦτο ὁ σωτὴρ βουλόμενος δεῖξαι, ὅτι, ὡς ἐγεννήθημεν ὧδε, πάλιν γεννώμεθα, λέγει· Ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ παλιγγενεσίᾳ. Ἐγγυᾶται ἡ σελήνη τὴν ἀνάστασιν. Ἐμέ φησι βλέπετε κρυπτομένην καὶ πάλιν φαινομένην καὶ ἀπαγορεύετε ὑμῶν τὰς ἐλπίδας; Ὁ ἥλιος οὐ δι’ ἡμᾶς ἐγένετο; ἡ σελήνη οὐ δι’ ἡμᾶς; τὰ γενόμενα πάντα; Τί γὰρ οὐκ ἐγγυᾶται ἡμῶν τὴν ἀνάστασιν; Ἡ νὺξ οὐκ ἔστιν εἰκὼν τοῦ θανάτου; Ἔρριπται τὰ σώματα ὑπὸ τῷ σκότει, μορφὰς οὐ διακρίνεις; Πολλάκις τῇ χειρὶ ψηλαφᾷς τὰ πρόσωπα τῶν κοιμωμένων καὶ οὐκ οἶδας, ποῖον τούτου πρόσωπον, ποῖον ἐκείνου, ἀλλ’ ἐρωτᾷς, ἵνα ἡ φωνὴ κήρυξ γένηται τῶν ἐν σκότει κρυπτομένων. Ὥσπερ οὖν ἡ νὺξ καλύπτει ἡμῶν τὰς μορφάς, κἂν πάντες ὦμεν ἐπὶ τὸ αὐτό, καὶ οὐδεὶς τὸν ἕτερον γνωρίζει, οὕτως ἔρχεται θάνατος καὶ λύει τὰς μορφάς, ὡς οὐδεὶς οὐδένα γνωρίζῃ. Παρέρχῃ μνημεῖα. Ἐὰν ἴδῃς πολλὰ κρανία ἐν τάφῳ, οἶδας τοῦτο τίνος; Ἀλλ’ ὁ σκευάσας οἶδεν· ὁ λύσας ἐπίσταται, πόθεν προῆλθον αὗται αἱ μορφαί. Οὐ θαυμάζεις θεοῦ δημιουργίαν; Τοσούτων μορφῶν ἐν τοσαύταις μυριάσι οὐδεμία ὁμοιότης. Κἂν εἰς τὰ πέρατα τῆς οἰκουμένης δράμῃς, οὐδένα ὅμοιον εὑρίσκεις· ἀλλὰ καὶ εἰ εὕρῃς, παρὰ ῥῖνα ἢ παρ’ ὀφθαλμόν, ἵνα φανῇ τὸ ξένον. Δίδυμοι ἐξέρχονται ἐκ μιᾶς κοιλίας καὶ τέμνεται ἡ ὁμοιότης.
Chapter 6
Εἶτα ὃς μὴ οὔσας τοσαύτας μορφὰς παρήγαγε, λύσας ἀνανεῶσαι οὐ δύναται; Μὴ ὡς ταλαίπωρος ἄνθρωπος μέτρει τοῖς σοῖς λογισμοῖς θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν . Μὴ νόμιζε, ὅτι τοσαῦτα δύναται ὁ θεός, ὅσα σὺ δύνασαι λογίσασθαι. Εἰ δὲ τοσαῦτα δύναται, ὅσα ἐγὼ νοῶ, τολμῶ εἰπεῖν, πολλῷ μικρὸς ὁ θεός. Ἐμέτρησε γὰρ αὐτὸν ἡ ἐμὴ διάνοια. Εἰ δὲ ὑπερβαίνει διάνοιαν καὶ νικᾷ λογισμὸν, ἀνεξιχνίαστος ὁ ποιήσας καὶ ἀκατάληπτα τὰ ἔργα. Ἐρωτάσθωσαν αἱρετικοὶ ἀπὸ τῶν φαινομένων, ἵνα μάθωσιν ἑαυτῶν τὴν ἀπορίαν. Ἐπειδὴ εἶπεν ὁ θεὸς γενηθήτω στερέωμα καὶ εὐθέως ὁ λόγος εἰργάσατο, κατέλιπεν ἡμῖν ἐνέχυρον τοῦτο, ὅτι αὐτὸς ἐποίησεν. Σήμερον καταλιμπάνομεν τὸν οὐρανὸν γυμνὸν ἀπὸ ἑσπέρας καὶ ἀθρόον ἐγερθέντες εὑρίσκομεν ἄλλο στερέωμα ἀπὸ τῶν νεφελῶν παγέν. Μερικὰ ἐνέχυρά ἐστι τῶν πρώτων, ὅταν ἴδῃς τὸν οὐρανὸν ἐσκοτασμένον καὶ ἄλλο στερέωμα ἐκ τῶν νεφελῶν. Ὁ νῦν συντόμως ποιῶν νεφέλας δείκνυσι, πῶς τότε συντόμως τὸν οὐρανὸν ἐποίησε. Καὶ τί ποιεῖ; Πῶς αἱ νεφέλαι βρέχουσιν; Ἐποίησε τὰς νεφέλας ὡς ἀσκοὺς καὶ ἀντλεῖ δι’ αὐτῶν τὰ τῆς θαλάσσης ὕδατα ἁλμυρά ὄντα καὶ πληροῖ τὰς νεφέλας καὶ μεταβάλλει τὸ ὕδωρ καὶ ποτίζει τὴν γῆν. Εἰπάτωσαν, πῶς ἀναφέρεται τὸ βάρος εἰς ὕψος, πῶς ἀντλεῖται, πῶς αἱ νεφέλαι ἀντλοῦνται. Οὐκ εὐθέως κενοῦσιν, ἀλλὰ τρέχουσιν ἐπιπολύ, ὅπου ἂν κελεύσῃ ὁ δεσπότης, καὶ ἔστι τὸ πρόσταγμα τοῦ θεοῦ ὥσπερ δεσμὸς ἐπικείμενος ταῖς νεφέλαις καὶ μὴ συγχωρῶν βρέχειν, ἕως ἂν νεύσῃ. Ὅτι δὲ ἀσκοί εἰσι, μαρτυρεῖ Δαυίδ· Ὁ συνάγων φησὶν ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης. Καὶ ὅρα τὸ θαυμαστόν. Συνάγει τὰ ὕδατα, ἐπίκειται ἡ χεὶρ ἡ ἀθάνατος, ἡ ἀόρατος, μὴ συγχωροῦσα ὁμοῦ κενωθῆναι, ἀλλὰ κατὰ μέρος. Ὥσπερ στήμονα λεπτὸν γυνὴ διανήσασα τέμνει τὸ ἔριον εἰς πολλὰς καὶ διαφόρους ὄψεις, οὕτω τὸν ἄπειρον βυθὸν τῆς θαλάσσης εἰς σταγόνας ὥσπερ σχήματι κατατέμνων, οὕτω πέμπει τῇ γῇ. Ἀλλὰ τὸ θαυμαστόν· εἰ λέλυται, πῶς οὐ συντόμως κενοῦται; εἰ δέδεται, διατί ῥέει; Ἔχεις ὑπόδειγμα ἀσθενὲς μέν, δυνάμενον δέ σε πεῖσαι. Εἶδες ἁρπαγέα ὑδάτων; Εἶδες, πῶς κατατέτρηται κάτωθεν; Ἐπικείμενος ἔχει τὴν φορὰν καὶ φράττεται κάτω διὰ τὸ ἄνωθεν ἐπικείμενον. Οὕτως ὁ ἀθάνατος δάκτυλος τοῦ θεοῦ ἐπίκειται ταῖς νεφέλαις, καὶ χαλᾷ ὅσον βούλεται καὶ τηρεῖ ὅσον βούλεται, ἵνα κατὰ πάσης τῆς γῆς παραπέμπῃ τὴν δωρεάν. Καὶ μάλιστα τοῦτο ποιεῖ ἐν τοῖς ὀψίμοις ὄμβροις, ὅτε πᾶσαν μεθύσκει τὴν γῆν· ὅτε ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἄλλο κλίμα ποτίζει. Διὰ τοῦτο λέγει ὁ προφήτης· Καὶ βρέξει ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξει. Μερὶς μία βραχήσεται, καὶ μερίς, ἐφ’ ἣν οὐ βρέξει, ξηρανθήσεται. Ἐπίκειται δὲ οὐ δάκτυλος θεοῦ, ἀλλὰ στολή. Ἐσχημάτισα δὲ τὸν λόγον εἰς τύπον ἡμέτερον. Ἐντέλλεται, καὶ οὐ βρέχουσι. Καὶ τοῦτο λέγει ἡ γραφή· Ταῖς νεφέλαις φησὶν ἐντελοῦμαι τοῦ μὴ βρέξαι ὑετόν. Ὡς ἐμεγαλύνθη γὰρ τὰ ἔργα σου, κύριε. Πάντα ἐν σοφίᾳ ἐποίησας. Εἶδες θεοῦ δημιουργίαν; Εἶδες, πῶς ἐμφράττει τῶν αἱρετικῶν τὰ στόματα, τῶν τὴν κτίσιν ἀγνοούντων καὶ τὸν κτίστην πολυπραγμονούντων; Πάντα πείθεται θεοῦ νόμῳ. Ὁ οὐρανὸς ἕστηκεν, οὐκ ἰδίᾳ δυνάμει βασταζόμενος, ἀλλὰ θείῳ νόμῳ στερεούμενος. Ὅταν γὰρ ἀπορήσω, πῶς ἐξ ὑδάτων ὁ οὐρανὸς πέπηκται, λύει μου τὴν ἀπορίαν ὁ μακάριος Δαυὶδ λέγων· Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. Διὰ τί γὰρ ἐστερεώθησαν; Ἐπειδὴ ἀπὸ ὑδάτων. Οὐδέποτε γὰρ τὸ στερεὸν λέγεται, ὅτι ἐστερεώθη· οὐδὲ τις δύναται εἰπεῖν· Ἡ πέτρα ἐστερεώθη. Ἄλλο στερεωθῆναι, ἄλλο εἶναι στερεόν. Στερεωθὲν λέγεται, ὅταν τὸ ἠραιωμένον καὶ κεχαυνωμένον παγῇ. Διὰ τοῦτο ὁ Πέτρος, ὅτε τὸν παραλελυμένον ἤγειρε, λέγει· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τοῦτο ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἡμῶν τῇ ἰδίᾳ δυνάμει καὶ εὐσεβείᾳ πεποιηκότων τοῦ περιπατεῖν αὐτόν; Ὁ θεὸς τῶν πατέρων ἡμῶν, ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν· καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ. Τὸν παραλελυμένον ἐστερέωσεν. Διὰ τοῦτο τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν . Ἐκ τῶν ἀραιῶν καὶ διαλελυμένων ὑδάτων τῷ λόγῳ κυρίου αἱ νεφέλαι εἰς ὕψος αἵρονται. Βλέπε, παρακαλῶ. Τὸ ὕδωρ τὸ πικρὸν μεταβάλλεται· ἀπὸ θαλάσσης ἀντλοῦσιν αἱ νεφέλαι καὶ τὸ ἐκ βάθους ἀντληθὲν πικρὸν γλυκὺ καὶ πότιμον ποιοῦσιν. Ἀπὸ βυθῶν ἡμᾶς ἤγειρε Χριστός, καὶ τὴν πικρίαν ἡμῶν οὐκ ἀποτιθέμεθα.
Τίς ἐστιν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν; Ἐγὼ λέγω, ὅτι ὁ Χριστός. Καὶ πόθεν τοῦτο; Ὅτι εἰ μὴ ἦν δεσπότης τῶν ἁπάντων, οὐκ ἂν ἐν τῷ εὐαγγελίῳ ἐποίει τὰ θαύματα δι’ ὅλων τῶν κτισμάτων. Ἐποίησε γὰρ δι’ ὅλων στοιχείων, διὰ γῆς, διὰ θαλάσσης, δι’ ἀέρος, διὰ πυρός, ἵνα φανῇ πάντων τῶν κτισμάτων δεσπότης. Ἐπεισῆλθε τῷ τῆς ἡμέρας φωτὶ τὸ τῆς ἑσπέρας. Ἥλιος λάμπει καὶ λύχνος δᾳδουχεῖ· ἡμέρας τέλος καὶ νυκτὸς προοίμιον. Ἀλλὰ σύ, ὅταν ἴδῃς λύχνον καὶ ἥλιον, εἰπέ· Σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. Ἀλλ’ οὐ διακόπτει τὸν λόγον ἡ δᾳδουχία. Δεῖ γὰρ τὸν ἥλιον δραμεῖν ἐπὶ τὴν αὐτοῦ κέλευσιν. Ὁ ἥλιος γὰρ ἔγνω τὴν δύσιν αὐτοῦ , ἵνα δειχθῇ, ὅτι Χριστὸς πάντων τῶν δημιουργημάτων δεσπότης ἐστί. Κηρύττει μὲν Ἰωάννης τοῦτο ὅτι πάντα ἐγένετο δι’ αὐτοῦ καὶ χωρὶς αὐτοῦ οὐδὲ ἓν γέγονεν ὃ γέγονεν. Ἀλλ’ ἔδει μὴ μόνον τῷ λόγῳ λάμψαι, ἀλλὰ καὶ ἔργῳ. Λέγει τῇ θαλάττῃ· Σιώπα, πεφίμωσο · καὶ ἐφιμώθη καὶ ἔγνω τὸ ἔργον τὸν τεχνίτην. Εἶπε γὰρ τῇ θαλάττῃ, καὶ ἐσιώπησεν· Εἶπε τῷ ἀνέμῳ, καὶ ἐφιμώθη. Εἰ μὴ ὑπήκουσε, οὐκ ἂν ἐποίησεν αὐτόν. Εἰ μὴ ἦν ὕδατος δεσπότης, οὐκ ἂν μετέβαλε τὸ ὕδωρ εἰς οἶνον. Εἰ μὴ ἦν οὐρανοῦ δεσπότης, οὐκ ἂν αὐτὸν ἀστὴρ ἐξ οὐρανοῦ ἐκήρυττεν. Εἰ μὴ ἦν ἡλίου δεσπότης, οὐκ ἂν σκότος ἐνεδύσατο ἐν τῷ σταυρῷ. Χριστὸς ἐπὶ σταυροῦ, καὶ ὁ ἥλιος ἐσκοτίσθη. Ὢ τοῦ θαύματος. Οὐδὲ ἡ κτίσις ἤνεγκε τὴν ὕβριν τοῦ δεσπότου. Ἐσκοτίσθη ὁ ἥλιος, ἵνα μάθῃς καὶ ἐν αὐτῷ σταυρῷ ἡλίου δεσπότην. Ἐσείσθη ἡ γῆ, ἵνα μάθῃς, ὅτι περὶ αὐτοῦ ὁ Δαυὶδ εἶπεν· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. Ἐσχίσθησαν αἱ πέτραι, ἵνα μάθῃς περὶ τίνος εἶπεν ὁ προφήτης· Ὁ θυμὸς αὐτοῦ τήκει ἀρχὰς καὶ αἱ πέτραι ἐθρύβησαν ἀπ’ αὐτοῦ. Ἠνοίγη τὰ μνήματα, ἵνα φανῇ ἡ ἀνάστασις καὶ ὁ ἐγείρων θεὸς διὰ τῶν πάντων λάμψῃ.
Chapter 7
Ἀλλὰ δεῖ ἡμᾶς καὶ ἠθικὸν κινῆσαι λόγον. Ὁ λύχνος ἡμᾶς καλεῖ ἐπὶ τὸ εἰπεῖν· Λύχνος τοῖς ποσί μου ὁ λόγος σου καὶ φῶς ταῖς τρίβοις μου. Κατέλαβεν ἑσπέρα, ἵνα λέγωμεν· Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Καὶ διατί μὴ ἑωθινή; Ὧδε τὸν νοῦν. Ἃ γὰρ ψάλλομεν, ὀφείλομεν εἰδέναι. Λέγει Δαυίδ· Ψάλατε συνετῶς. Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή . Δύο θυσίας ἐκέλευσε Μωϋσῆς γίνεσθαι, μᾶλλον δὲ θεός· μίαν ἑωθινήν, μίαν ἑσπερινήν. Ἡ ὀρθρινὴ εὐχαριστία ἦν ὑπὲρ τῆς νυκτός. Ὁ γὰρ διασωθεὶς τὴν νύκτα, εὐχαριστεῖ ἐν τῇ ἡμέρᾳ. Ἡ ἑσπερινὴ θυσία εὐχαριστία ἦν ὑπὲρ τῆς ἡμέρας. Ἐπειδὴ διετήρησάς με φησὶν ἐν τῇ ἡμέρᾳ, εὐχαριστῶ σοι ὑπὲρ ὅλης τῆς ἡμέρας. Ἡ ἑωθινὴ θυσία οὐ δέχεται τὸν ἁμαρτήσαντα ἐν νυκτί. Διὰ τοῦτο λέγει· Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσέρχῃ ἑσπέραν, ἁπλοῖς τὰς χεῖρας· εἰ ἔχουσι παρρησίαν, ἁπλούσθωσαν· εἰ μὴ ἔγραψαν ἀδικίαν, εἰ μὴ ἥρπασαν πένητας, εἰ μὴ ἐπλεονέκτησαν ὀρφανούς, ὡς πρόσωπον ἔχουσαι ὑψούσθωσαν. Ἔπαρσις τῶν χειρῶν μου , ἀντὶ τοῦ βλέπε, κύριε, καθαραὶ αἱ χεῖρες. Ὥσπερ γὰρ ὁ ἁμαρτήσας, πρόσωπον ἐπᾶραι οὐ δύναται, ἀλλ’ ὑπὸ συνειδήσεως κάμπτεται, οὕτω χεὶρ μεμολυσμένη οὐδὲ τολμᾷ ἀντιπρόσωπος γενέσθαι θεῷ. Βλέπε· εἰ καθαραὶ αἱ χεῖρες ἀπὸ ἀδικίας, ἁπλούσθωσαν. Διὰ τοῦτο ὁ πατριάρχης Ἀβραὰμ παρῃτήσατο λαβεῖν ἀπὸ αἰσχροκερδείας κέρδη, ὅτε ἔλεγεν αὐτῷ ὁ βασιλεὺς Σοδόμων· Λάβε πάντα· μόνον τὰς γυναῖκας ἀπόλυσον. Ἵνα οὖν παρρησίαν ἔχῃ, οὐδὲν ἔλαβεν· καθαρὰς δὲ ἔχων τὰς χεῖρας ἔλεγεν· Ἐκτενῶ τὰς χεῖράς μου πρὸς τὸν θεόν, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ ἐξέτεινεν, ἐπειδὴ οὐκ ἦσαν μεμολυσμέναι κέρδει ἀδίκῳ. Ἔπαρσις τῶν χειρῶν μου. Ἑρμηνεύει τὸ ἔπαρσις τῶν χειρῶν μου Παῦλος· Βούλομαι οὖν τοὺς ἄνδρας προσεύχεσθαι ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν. Ἡ ἑσπέρα ἀπαιτεῖ ἡμᾶς τὰ τῆς ἑσπέρας ἔργα. Ἁπλοῖς τὰς χεῖρας, ἐρευνᾷ ὁ τεχνίτης. Ἔρχεται ὁ ἑωθινὸς καιρός, καὶ ἐὰν μὴ ἔχῃς καθαρὰν τὴν χεῖρα ἢ τὴν διάνοιαν, ἑωθινὸν καιρὸν οὔτε ἰδεῖν τολμᾷς. Ἡ πεῖρα διδάσκαλος. Ἐννόησον, ὅταν τις καθαρὸς διαμείνῃ, πῶς εἰσέρχεται διὰ παρρησίας, ὡς ἰδίαν αὐλὴν πατῶν. Παρρησίαν γὰρ αὐτῷ δίδωσιν ἐν τῷ ἑωθινῷ καιρῷ ἡ ἐν νυκτὶ σωφροσύνη. Διὰ τοῦτο Δαυὶδ λέγει· Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ. Εὐχαριστῶ τῷ θεῷ· μέμνημαι, ὅτι κάμνουσαν ἡμῖν τὴν φωνὴν ὁ τοῦ θεοῦ ἀνώρθωσε λόγος, οὐ πρὸς τὴν ἡμετέραν ἀξίαν ὁρῶν, ἀλλὰ πρὸς τὸν ὑμέτερον πόθον. Εὐξώμεθα τοίνυν ἐν ἀληθείᾳ καρδίας καὶ εἰρήνην ἔχειν καὶ ἐν ὄρθροις παρρησιάζεσθαι καὶ αἱρετικὴν μανίαν φεύγειν καὶ ὀρθόδοξον πίστιν μεταδιώκειν καὶ δόξαν ἀναπέμπειν τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.