The Greek Library Author

Severianus Gabalensis

In Genesim sermo 1

Edition reference
Non-critical edition (spelling, accents and punctuation corrected and standardised to modern editorial standards by Sever Voicu) Patrologia graeca 56 Migne Jean-Paul Paris 519-522 1862
CTS identifier
urn:cts:greekLit:tlg4139.tlg034.local001
Corpus release
2.2.0 · 2026-08-29

Καλοὶ τῆς εὐσεβείας οἱ λειμῶνες, οὐ προσκαίροις χροιαῖς κομῶντες, ἀλλ’ οὐρανίοις ἄνθεσι βρύοντες. Ἄνθη δέ εἰσι τῆς εὐσεβείας, οἱ καρποὶ τῆς ἐνθέου πολιτείας. Αἱ γὰρ ἀρεταὶ ἀνάγουσιν ἡμᾶς εἰς τὸ θαυμαστὸν καὶ πρωτότυπον ἐκεῖνο κάλλος τὸ κατ’ εἰκόνα θεοῦ γεγενημένον καὶ καθ’ ὁμοίωσιν . Αὕτη τοίνυν ἡ κατ’ ἀρετὴν ὁμοίωσις ἵππον ἀντὶ ἀνθρώπου οὐκ ἐᾷ λέγεσθαι. Ταύτην οὖν ὅταν μεταδιώκωμεν, οὐκ ἔτι λύκος καὶ δράκων καὶ ὄφις καὶ σκορπίος ὀνομαζόμεθα, πρὸς τὴν τῶν ἀλόγων ὕβριν καταφερόμενοι· ἀλλ’ εἰκὼν θεοῦ θαυμαστὴ καὶ τιμία, τὸ πρωτότυπον κάλλος τοῦ χαρακτῆρος σώζουσα, καὶ ἐσμέν, καὶ λεγόμεθα, καὶ πιστευόμεθα. Δεσπότης ἐγένου τῶν ἀλόγων· μὴ μιμοῦ τῶν οἰκετῶν τὰ ἤθη· οὐκ ἐπειδὴ φαῦλα τὰ ἄλογα· οὐδὲν γὰρ παρὰ τοῦ ἀγαθοῦ κακὸν ἐκτίσθη. Μὴ γάρ τις νομιζέτω ἐν χώρᾳ κακίας τὰ ἄλογα τάττεσθαι, διὰ τὸ εἰκόνα κακίας παρῆχθαι τῶν μὴ κατ’ ἀρετὴν βιούντων. Εἰ γὰρ τοῦτο, πῶς εἶπεν ἡ γραφὴ καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλά , καὶ οὐχ ἁπλῶς καλά, ἀλλὰ καὶ καλὰ λίαν ; Ὁπότε οὖν τὰ γεγονότα εἰς εἰκόνα κακίας παρήχθησαν ὁ γὰρ λέων εἰκὼν τοῦ τυράννου, καὶ ὁ ὄφις τοῦ σκολιοῦ καὶ τοῦ πονηροτάτου τὸν τρόπον, καὶ ὁ σκορπίος τοῦ πλήκτου, καὶ ὁ λύκος τοῦ ἁρπακτικοῦ, ποῦ ἂν εἴη καλὰ τὰ γενόμενα, φησίν, οὕτω προφανῶς εἰς εἰκόνα κακίας παραλαμβανόμενα; Δεῖ δὲ εἰδέναι τοὺς φιλομαθεῖς, ὅτι ταῦτα τῇ οἰκείᾳ φύσει κακὰ οὔτ’ ἔστιν, οὔτε λέγεται, ἀλλὰ τοῖς ἀλόγοις πρέπουσα κατάστασις. Ἐπειδὰν δὲ ἔλθῃ εἰς τὴν λογικὴν φύσιν, ὑβρίζει τὴν θέαν καὶ ἀμβλύνει τὴν λογικὴν ἐλευθερίαν. Ἔλαβες, ἄνθρωπε, τὴν δεσποτικὴν ἀξίαν· μὴ τὴν ἄτιμον καὶ δουλοπρεπῆ τῶν ἀλόγων μεταδίωκε τάξιν· ὑβρίζεις γὰρ σαυτόν, μιμούμενος τῶν ἀλόγων τὴν θηριωδίαν· οὐχ ὡς τῶν ἀλόγων κακῶν ὄντων, ἢ λεγομένων, ἀλλ’ ὡς τῆς ἀτίμου καὶ δουλοπρεποῦς εἰκόνος οὐ πρεπούσης τοῖς ἐλευθέροις. Ὥσπερ γάρ τις ἀνὴρ ἐπίσημος καὶ ἐπίδοξος, ἐὰν ἐνδύσηται ἢ περιβάληται δούλου στολήν, ὑβρίζεται καὶ καταισχύνεται, οὐχ ὡς τῆς ἐσθῆτος οὔσης φαύλης καὶ ῥυπαρᾶς, ἀλλ’ ὡς δούλῳ μὲν πρεπούσης, ἐλευθέρῳ δὲ μὴ ἁρμοττούσης· οὕτως ἐὰν ἦθος σκορπίου καὶ λύκου ἀναλάβῃς, οὐχ ἡ φύσις τῶν ἀλόγων διαβάλλεται, ἀλλ’ ἡ σὴ κατάστασις ὑβρίζεται ἡ δεσποτείαν λαχοῦσα, καὶ τὰ δούλου μεταδιώκουσα. Ταῦτα δέ μοι ἀναγκαίως παρῆκται, ἵνα μηδεὶς εἰς ὕβριν τῆς δημιουργίας ἐκλάβῃ τὰ εἰρημένα, ὡς τοῦ θεοῦ φαῦλόν τι πεποιηκότος· πάντα γὰρ ἀληθῶς καλά καὶ καλὰ λίαν , ἐὰν τὴν οἰκείαν φυλάττῃ τάξιν καὶ τὸν οἰκεῖον μεταδιώκῃ νόμον. Ἵνα δὲ μάθῃς, ἀγαπητέ, ὅτι οὐδὲν φαῦλον γεγένηται παρὰ τοῦ θεοῦ κατὰ φύσιν, ἐδίδαξεν ἡμᾶς ὁ θεὸς καὶ τῶν ἀλόγων τούτων εἰκόνα λαμβάνειν. Ὑπέθηκε γάρ τινα μιμεῖσθαι τῶν ἀλόγων πλεονεκτήματα, ἵνα μὴ διαβάλλωμεν εἰς κακίαν τὰ γεγονότα, οὐ καθόλου τὴν φύσιν, ἀλλ’ ὅσα ἁρμόζει λογικῇ καταστάσει. Ἢ οὐκ ἤκουσας σήμερον τοῦ Παροιμιαστοῦ λέγοντος· Πορεύθητι πρὸς τὸν μύρμηκα, ὀκνηρέ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ ; Οὐ συνῆκας πῶς τὴν τοῦ μύρμηκος φιλοπονίαν ὑποθέμενος, εἰς ἄοκνον ἡμῶν προθυμίαν ἐπαιδαγώγησεν; Οὐκ ἐδιδάξαμέν σε ῥητῶς ἀπὸ μὲν τοῦ μύρμηκος τὸ ἄοκνον, ἀπὸ δὲ τῆς μελίσσης τὸ φιλότεχνον; Ἔστι γάρ, ἔστιν, ὡς ἔφθην εἰπών, ἀπανθήσασθαί τινα καὶ τῶν ἀλόγων πλεονεκτήματα ἁρμόζοντα λογικῇ καταστάσει· πλήν γε ταῦτα πρὸς ἡμετέραν λέγονται αἰσχύνην καὶ ὄνειδος. Ἐπειδὴ γὰρ θεὸν οὐκ ἐμιμήσω, μίμησαι, φησί, τὸν μύρμηκα. Οὐκ εἶδές ποτε πατέρα γνήσιον ἐπιτιμῶντα τὰ τέκνα, καὶ μετὰ πολλὴν παιδείαν εἰς μίμησιν αὐτὰ οἰκετῶν ἀνάγοντα, καὶ ταῦτα προφανῶς λέγοντα· Μίμησαι κἂν τὸν οἰκέτην, ὑποδεέστερον μὲν τῇ ἀξίᾳ, ὑπερέχοντα δὲ τῇ ἐπιστήμῃ; Ὅθεν ὁ φιλάνθρωπος θεὸς εἰς ἔνδειξιν τῆς ἡμετέρας ἀγνωμοσύνης προσφέρει τὸν μύρμηκα ἐλέγχοντα ἡμῶν τὸν ὄκνον, καὶ τὴν μέλιτταν ἐλέγχουσαν ἡμῶν τὴν ῥᾳθυμίαν. Καὶ δῆλον ἐκ τούτων, ὅτι οὐδὲν κακὸν ἐγένετο παρὰ τοῦ θεοῦ, ἀλλ’ ἔδωκέ σοι αἴσθησιν καὶ νοῦν διακριτικόν, φεύγειν μὲν τῶν ἀλόγων τὰ ἤθη, ἁρπάζειν δὲ αὐτῶν τὰ πλεονεκτήματα. Δύναται γὰρ καὶ ὁ λέων εἰκὼν εἶναι ἀρετῆς, ὅταν μὴ εἰς τυραννίδα τὴν εἰκόνα, ἀλλ’ εἰς ἀνδρείαν ἐκλάβῃς· ἄλλο γάρ ἐστι τυραννίς, καὶ ἕτερον ἀνδρεία. Διὰ τοῦτο καὶ ἡ γραφὴ τὸν ἐκ τοῦ Ἰούδα μέλλοντα ἀνατέλλειν εὐαγγελιζομένη σωτῆρα, φησί· Σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος. Ὅρα πηλίκην ὁ θεῖος λόγος ὁμοιότητα κατασκευάζει ἐκ τῶν τοῖς ἀλόγοις προσόντων πλεονεκτημάτων. Ἔστι τοίνυν μιμεῖσθαι λέοντα μετὰ συνέσεως· ἔστι δὲ μιμεῖσθαι καὶ ὄφιν, οὐκ ἐν τῷ ἰοβολεῖν, ἀλλ’ ἐν τῷ σύνεσιν ἀναλαμβάνειν καθὼς καὶ ὁ σωτὴρ τοῖς ἀποστόλοις φησί· Γίνεσθε φρόνιμοι, ὡς ὁ ὄφις. Ὅθεν, εἰ φαῦλον ἦν τὸ κτίσμα, οὐκ ἂν εἰς μίμησιν τοῦ φαύλου προσεκαλεῖτο τὴν ἑαυτοῦ εἰκόνα γίνεσθε λέγων φρόνιμοι, ὡς ὄφις . Μίμησαι τοῦ ὄφεως μὴ τὸν ἰόν, μὴ τὸν θυμόν, ἀλλὰ τὴν σύνεσιν. Ἐὰν γὰρ τὸν ἰὸν μιμήσῃ, καταβοᾷ σου Δαυὶδ κατηγορῶν καὶ λέγων· Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως· ἐὰν δὲ τὴν σύνεσιν αὐτοῦ μιμήσῃ, μαθητὴς γίνῃ Χριστοῦ τοῦ εἰπόντος γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις . Ἐπειδὴ γὰρ ὁ ὄφις φρονιμώτερός ἐστι πάντων τῶν θηρίων , ὡς ἀρτίως ὑπανεγνώσθη, ἀντέθηκε τῇ φρονήσει φρόνησιν, οὐχ ἵνα μάθῃς δόλον ποιεῖν, ἀλλ’ ἵνα μάθῃς δόλον ἐκκλίνειν.

Βούλεται γὰρ ἡμᾶς ὁ φιλάνθρωπος θεὸς οὐχὶ κακούργους εἶναι, ἀλλὰ πανούργους· ἕτερον δέ ἐστι τὸ πανοῦργον, καὶ ἕτερον τὸ κακοῦργον. Πανοῦργος τοίνυν ἐστὶν οὐκ εἰς τὸ μελετᾶν κακίαν, ἀλλ’ εἰς τὸ φεύγειν κακίαν. Καὶ κέχρηται τῇ πανουργίᾳ οὐκ εἰς τὸ μηχανορραφεῖν καθ’ ἑτέρων, ἀλλ’ εἰς τὸ τὰ ὑφ’ ἑτέρων πλεκόμενα διαφεύγειν. Κακοῦργος δέ ἐστιν ὁ φονεύς, ὁ δόλιος, ὁ ἑτέροις κακὰ τεκταινόμενος. Τοιοῦτος φρόνιμος ὁ Ἰακώβ, φρόνιμος ὡς ὁ ὄφις, οὐκ ἰοβόλος ὡς ὁ ὄφις. Ὅτε γὰρ ἔμελλε συμβάλλειν τῷ ἀδελφῷ αὐτοῦ Ἡσαὺ κακίας γέμοντι καὶ φονοκτονίας, παρεκάλει τὸν θεὸν λέγων Κύριε, ῥῦσαί με ἀπὸ τοῦ ἀδελφοῦ μου Ἡσαύ, ὅτι φοβοῦμαι αὐτὸν πάνυ , καὶ ἱκέτευε τὸν θεόν, ὡς κατὰ πονηροῦ τὴν εὐχὴν τιθέμενος. Ὅτε δὲ συνήντησε τῷ ἀδελφῷ, ἠθικότητι καὶ κολακείᾳ τὸν θυμὸν ἡμέρωσε, καὶ τὴν πονηρίαν ἔσβεσε. Τί γάρ φησι πρὸς τὸν Ἡσαύ; Εἶδόν σου τὸ πρόσωπον, ὡς εἴ τις ἴδοι πρόσωπον θεοῦ. Καὶ εἰ μὲν ἔλεγεν ὁ Ἰακὼβ ταῦτα, ἵνα διὰ τῆς ἀπάτης νικήσῃ τὸν ἀδελφόν, κακῶς ἐλάλει· εἰ δὲ εἶπεν, ἵνα τὸν φόβον ἐκφύγῃ, καλῶς ἐχρήσατο τῇ πανουργίᾳ. Γίνεσθε οὖν φρόνιμοι ὡς ὁ ὄφις · μὴ θυμώδεις, μὴ ἰοβόλοι, ἀλλὰ φρόνιμοι, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί . Ἔστι δὲ τὴν περιστερὰν καὶ εἰς κακίαν καὶ εἰς ἀρετὴν ἐκλαβεῖν. Καί ὅπως, ἄκουε· Ἐὰν ᾖς ἀλόγιστος καὶ ἀδιάκριτος, καὶ κακίας ἔμπειρος μόνον, διαβάλλει σε ἡ γραφὴ ὡς ἀσύνετον. Ἐφραὶμ γάρ φησιν ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν. Ἐὰν οὖν τὸ ἄνουν φυγὼν τὸ ἀκέραιον κατορθώσῃς, ἔχεις τὴν σύνεσιν τελείαν, οὐ συμμιγνὺς αὐτῇ τῇ κακίᾳ· καὶ ἀκούεις παρὰ τοῦ κυρίου· Γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Μὴ τοίνυν ἁπλῶς, ἀδελφέ, τὰς γραφὰς ἀναγίνωσκε, καὶ τὰς εἰκόνας εἰς κακίας ἐκλάμβανε παρ’ αὐτῆς, μερίζουσα τούτῳ μὲν τοῦτο, τούτῳ δὲ ἕτερον θέλεις οὖν μαθεῖν; Πρόσεχε ἀκριβῶς τοῖς λεγομένοις· Καλεῖ λέοντα ἡ γραφή· Σκύμνος γάρ φησι λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων. Ὧδε τὸ ὡς λέων τὸ ἀνδρεῖον σημαίνει· καὶ γὰρ καὶ περὶ τοῦ δικαίου τὴν αὐτὴν τίθησιν εἰκόνα· Δίκαιος γάρ φησιν ὡς λέων πέποιθεν. Ἀνδρεῖος τοίνυν ὁ δίκαιος, οὐκ ἐν τῷ δρᾶν κακῶς, ἀλλ’ ἐν τῷ διαπτύειν τὰ παρὰ τῶν πονηρῶν ἐπαγόμενα. Καλεῖ καὶ τὸν σωτῆρα λέοντα, διὰ τὸ ἐκ βασιλικῆς εἶναι φυλῆς. Ὥσπερ γὰρ τῶν τετραπόδων ὑπάρχει βασιλεὺς ὁ λέων, οὕτω καὶ τῶν Ἰουδαίων ἐβασίλευσεν ἡ Ἰούδα φυλή, ἐξ ἧς ὁ σωτὴρ ἀνέτειλε. Καὶ μὴ νομίσῃς, ἀγαπητέ, ἀνάξιον εἶναι τοῦ Χριστοῦ τὸ εἰκόνι λέοντος ἀπεικάζεσθαι· σχηματίζει γὰρ ἡ γραφὴ τὴν εἰκόνα ταύτην καὶ ἐπ’ αὐτῆς τῆς θεότητος. Ἄκουε γοῦν οἷα ὁ προφήτης φησί· Λέων ἐρεύξεται καὶ τίς οὐ φοβηθήσεται; Κύριος ὁ θεὸς ἐλάλησε καὶ τίς οὐ προφητεύσει; Κατὰ τὸ δυνατὸν τοίνυν καὶ τὸ φοβερὸν καὶ τὸ βασιλικὸν λέοντι ἀπεικάζεται ὁ Χριστός. Καλεῖται δὲ καὶ ὁ διάβολος λέων, οὐχ ὡς δυνατός, οὐδ’ ὡς φοβερός, ἀλλ’ ὡς πλήκτης, ὡς τύραννος, ὡς ἀφανιστικός. Λέγει δὲ περὶ τούτου ὁ μακάριος Πέτρος ὁ ἀπόστολος· Ἰδοὺ ὁ ἐχθρὸς ὑμῶν διάβολος περιέρχεται, ὡς λέων, ζητῶν καταπιεῖν ψυχήν. Μέριζε τοίνυν τῶν ἀναγνωσμάτων τὰς θεωρίας, μήποτε ἐναντία δοκοῦντα τῇ λέξει συγχέῃ σου τὴν διάνοιαν. Εἶπεν ἡ γραφὴ λέοντα καὶ λέοντα· ἀλλὰ τὸν μὲν κατὰ τὸ βασιλικὸν καὶ δυνατόν, τὸν δὲ κατὰ τὸ ἀφανιστικὸν καὶ δηλητήριον. Οὕτω καὶ τὸν δίκαιον καὶ τὸν ἀσεβῆ διὰ μιᾶς εἰκόνος σχηματίζει ἡ γραφή· Δίκαιός φησιν ὡς φοῖνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Ἐποίησε πρότερον τὴν εἰκόνα τοῦ δικαίου, εἶθ’ οὕτω καὶ τοῦ ἀσεβοῦς. Εἶδον γάρ φησι τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου. Ὅρα τοίνυν πῶς τὴν μὲν αὐτὴν εἰκόνα παρήγαγε, ταῖς δὲ λέξεσι τὰς ἐννοίας ἐμέρισεν. Ἐπὶ μὲν γὰρ τοῦ ἀσεβοῦς λέγει· Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους· ἐπὶ δὲ τοῦ δικαίου οὐκ εἶπεν ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ ἐπανθήσεται, ἀλλὰ πληθυνθήσεται . Οὕτως οὖν καὶ τὴν μέλιτταν μίμησαι, ὦ ἄνθρωπε, ἣν καὶ ἡ γραφὴ διδάσκει μιμεῖσθαι πρὸς φιλοπονίαν. Πορεύθητι πρὸς τὴν μέλιτταν καὶ μάθε ὡς ἐργάτις ἐστί. Μὴ μάθῃς, ὅτι κέντρον ἔχει, ἀλλ’ ὅτι μέλι ἐργάζεται. Ἐὰν γὰρ μιμήσῃ τῆς μελίττης τὸ κέντρον, κατηγορεῖ σου Δαυὶδ λέγων· Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, ὡσεὶ μέλισσαι κηρίον, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς. Ὁρᾷς πῶς τοὺς πλήττοντας ἀπεικάζει μελίττῃ πληττούσῃ, τοὺς δὲ δικαίους ἀπεικάζει τῇ τὸ μέλι ἀποσταζούσῃ; Χείλη γάρ φησιν ἀνδρῶν δικαίων ἀποστάζουσι σοφίαν καὶ κηρίον μέλιτος λόγοι καλοί· γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς . Τοῦτο τοίνυν, ἀγαπητοί, τὸ γλύκασμα τῶν ψυχῶν λέγω, ποθήσωμεν ἐξ ὅλης ψυχῆς, καὶ τὸ κηρίον ἐργασώμεθα τὸ νοερὸν ἐν τῷ κρυπτῷ τῆς ψυχῆς ἐργαστηρίῳ, καὶ τὰ θεῖα λόγια λάβωμεν ὑπὲρ μέλι καὶ κηρίον . Μέλι γὰρ πολὺ ἐσθιόμενον πολλάκις μεταβάλλει τὸ γλύκασμα εἰς πικρίαν καὶ διαστρέφει τοῦ στομάχου τὴν ὄρεξιν καὶ πᾶσαν ἀνασκευάζει τοῦ ἀνθρώπου τὴν κατάστασιν. λόγος δὲ θεοῦ λαμβανόμενος πολὺς οὐ θολοῖ τὴν ψυχήν, ἀλλὰ θεραπεύει· Γλύκασμα γὰρ αὐτοῦ ἴασις ψυχῆς. Διὰ τοῦτο βουλόμενος ὁ σοφὸς ἐκεῖνος ἀντιθεῖναι διαφορὰν μέλιτος καὶ λόγου φησίν· Ἐσθίειν μέλι πολὺ οὐ καλόν, τιμᾶν δὲ χρὴ λόγους ἐνδόξους. Ἔχωμεν οὖν, ἀγαπητοί, τὸ κηρίον τὸ ποικίλον, τὰ θεῖα καὶ ἱερὰ λόγια, διὰ παντός· καὶ ὥσπερ τὸ κηρίον ἐκεῖνο ἐκ πολλῶν μὲν καὶ διαφόρων σχημάτων ἀπαρτίζεται, ἓν δὲ ἔχει καλόν· οὕτω καὶ ἡμῖν ἔστω κηρίον ἡ θεία γραφή, ἐκ πολλῶν μὲν καὶ διαφόρων συγκειμένη προφητῶν, ἓν δὲ μέλι διδασκαλίας ἀποστάζουσα. Τοιοῦτον ἡμῖν καὶ τὸ τῶν πατέρων κηρίον, ἐκ διαφόρων μὲν ἡλικιῶν συνηρμοσμένον, μίαν δὲ χάριν καὶ μίαν πνευματικὴν διδασκαλίαν ἀποστάζον. Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.

Γένοιτο δὲ ἡμᾶς εὐχαῖς καὶ πρεσβείαις τοῦ κοινοῦ πατρός, τῇ φιλοπονίᾳ τὸν λόγον αὔξοντας, τὸν θεῖον ἀπεργάζεσθαι νόμον ἐν τῇ διανοίᾳ πάντοτε, καὶ ποιεῖν ἐκεῖνο τὸ ὑπὸ τοῦ Δαυὶδ εἰρημένον, τὸ ἔχειν τὸν νόμον τοῦ θεοῦ πάντοτε ἐν μέσῳ τῆς κοιλίας ἡμῶν, ἤγουν τὰ θεῖα νοήματα, ὥστε νομίζειν φύσεως ὅρους ἐπιγινώσκειν, τιμᾶν τε τὴν ἀλήθειαν, καταφρονεῖν κόσμου, καὶ θεῷ δόξαν ἀναπέμπειν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.