The Greek Library Author

Severianus Gabalensis

De centurione et contra Manichaeos et Apolinaristas

Edition reference
Un traité inédit de christologie de Sévérien de Gabala 'In centurionem et contra Manichaeos et Apollinaristas' : exploitation par Sévère d'Antioche (519) et le Synode du Latran (649) · Genève · Cramer · 1983
CTS identifier
urn:cts:greekLit:tlg4139.tlg053.local001
Corpus release
2.2.0 · 2026-08-29

Χιόνι μὲν τὴν γῆν ἐλεύκαναν αἱ νεφέλαι, λόγῳ δὲ θείῳ τὰς ἡμετέρας ψυχὰς λευκαίνουσιν αἱ τῶν ἁγίων γραφῶν νιφάδες. Αὗται γὰρ εἰς τὰς ἡμετέρας χωροῦσι ψυχάς, καὶ ὡς ὄμβρος ἐπ’ ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον , αἱ θεῖαι νιφάδες, καὶ ἀρδεύουσιν ἡμᾶς καὶ λευκαίνουσιν. Ἀρδεύουσι μὲν πρὸς τοὺς καρποὺς τῆς εὐσεβείας, λευκαίνουσι δὲ καθαίρουσαι τὸν ῥύπον τῆς ἁμαρτίας· ὁ γὰρ τῷ θείῳ λόγῳ πλυνόμενος χιόνος λευκότερος ἀναδείκνυται κατὰ τὸ τῷ Δαυὶδ εἰρημένον· Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . Λευκαίνεται δὲ ἡμῶν ἡ ψυχὴ τοῖς τε θείοις δόγμασι καὶ τοῖς ἠθικοῖς παραγγέλμασι· δεῖ γὰρ προηγεῖσθαι τὴν πίστιν τὴν φωτίζουσαν ἡμῶν τὴν διάνοιαν, καὶ ἀκολουθεῖν ἔργα τὰ λαμπρύνοντα τὴν ψυχήν. Προηγεῖται δὲ τῶν πάντων ἡ πίστις, ἣν καὶ ὁ σωτὴρ ἐν τοῖς σήμερον ὑπαναγνωσθεῖσιν ἀπεθαύμασε λέγων· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.

Ὁ μὲν γὰρ ἑκατόνταρχος τῶν θαυμάτων τὴν ἀξίαν καταλαβὼν πρόσταγμα παρὰ τοῦ σωτῆρος ᾔτησε καὶ τὴν αὐθεντίαν ἐγνώρισεν. Οἱ δὲ αἱρετικοί, καὶ νόμον καὶ προφήτας καὶ εὐαγγέλια καὶ τοὺς ἀποστόλους ἀναγινώσκοντες, ἠγνόησαν τὴν ἀξίαν καὶ ὕβρισαν τὴν τοῦ μονογενοῦς ἐξουσίαν, ὑποκεῖσθαι αὐτὸν λέγοντες τῇ τοῦ πατρὸς αὐθεντίᾳ, οὐκ εἰδότες ὅτι τῆς θείας οὐσίας κοινὴ ἡ ἐξουσία καὶ ἀμέριστος ἡ αὐθεντία· Ἐγὼ γὰρ καὶ ὁ πατὴρ ἕν ἐσμεν. Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Φησὶν ὁ θαυμάσιος ἐκεῖνος ἑκατόνταρχος· Εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Οὐ χρεία τῆς σωματικῆς ἐπιδημίας· πανταχοῦ ἡ θεϊκὴ δύναμις, οὐ περιγραφομένη τόπῳ, ἀλλὰ πάντα τῷ θείῳ περιστοιχιζομένη πνεύματι. Ἰουδαῖοί σε καλοῦσιν εἰς οἶκον, ἀγνοοῦντές σου τὴν ἀξίαν. Ἐγὼ δέ σε οἶδα πανταχοῦ παρόντα καὶ λόγῳ κελεύοντα καὶ νεύματι κατορθοῦντα τὰ πάντα. Παρεκάλεσα ὡς δεσπότην, παρακαλῶ καὶ ὡς θεόν. Ἱκετεύω ὡς σωτῆρα καὶ πείθω ὡς εὐεργέτην. Ὁ παῖς μου δεινῶς βέβληται ἐν τῇ οἰκίᾳ βασανιζόμενος.

Καὶ ὅρα τοῦ πιστοῦ τὸ ἐρρωμένον φρόνημα. Ἦλθεν οὐ δι’ ἑαυτοῦ ἀλλὰ διὰ τῶν πρεσβυτέρων , οὐκ ἀφοσιούμενος τὴν παράκλησιν, ἀλλ’ ἀνάξιον ἑαυτὸν θέμενος τῆς τοῦ σωτῆρος ὄψεως. Λέγει γάρ· Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα ἐλθεῖν πρὸς σέ. Καλὴ τοῦ πιστοῦ ἡ ἐπιείκεια, ὄψιν μὲν παραιτουμένη διὰ τὴν εὐλάβειαν, ἀξίαν δὲ κηρύττουσα διὰ τὸν ἀληθῆ λόγον. Ἦλθον οἱ πρεσβύται τῶν Ἰουδαίων, ὀλιγόπιστοι πρεσβύται ὑπὲρ πιστοῦ θεράποντος. Καὶ οἱ μὲν τῆς συναγωγῆς ἄρχοντες ἐλέγοντο· Ἐλθὲ καὶ ἴασαι. Ὁ δὲ πρεσβείαν ἀποστείλας, ἐπιγνοὺς τὴν ἀξίαν· Μὴ σκύλλου φησὶν οὐ γάρ εἰμι ἱκανὸς ἵνα εἰσέλθῃς εἰς τὸν οἶκόν μου. Καὶ πόθεν ἔχεις πεῖραν τοῦ ἐμοῦ λόγου;

Οἶδά σε θεὸν ἀπὸ τῶν θαυμάτων. Θεοῦ δὲ λόγος φύσιν ἐργάζεται καὶ διορθοῦται καὶ πάντων εστὶν ὑπόστασις τῶν φαινομένων. Εἰπὲ λόγῳ · καὶ γὰρ Τῷ λόγῳ σου οἱ οὐρανοὶ ἐστερεώθησαν . Εἰπὲ λόγῳ· καὶ γὰρ λόγῳ τὴν γῆν ἐθεμελίωσας, λόγῳ τοὺς οὐρανοὺς ἐστερέωσας , λόγῳ τὴν θάλασσαν ἀφώρισας, λόγῳ τὰ πάντα διεκόσμησας. Πᾶσιν κελεύεις τοῖς δημιουργήμασιν· Ἀποστέλλεις τὸ φῶς καὶ πορεύεται, καλεῖς αὐτὸ καὶ ὑπακούει σοι τρόμω , ὡς φησὶν Ἰερεμίας. Οἱ δὲ ἀστέρες λάμψουσί σοι μετ’ εὐφροσύνης. Ἐκάλεσας αὐτοὺς καὶ εἶπαν· Πάρεσμεν . Τῇ φαινομένῃ δημιουργίᾳ προστάττεις, καὶ τῇ ὑπερκοσμίῳ κτίσει κελεύεις, καὶ τῷ αὐτῷ προστάγματι νόσους ἀπελαύνειν οὐκ ἰσχύεις; Εἰπὲ λόγῳ. Λόγου χρῄζω παρὰ τοῦ θεοῦ λόγου. Εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου. Δεῖ δὲ εἰδέναι ὡς πολλή τις ἔστι διαφορὰ ἐν τῷ περὶ τῆς πίστεως λόγῳ καὶ ὅπως ἄκουε ἀδελφέ, εἰσίν τινες εἰς ἄκρον πίστεως φθάνοντες, καὶ εἰσὶν ἄλλοι μεσότητα πίστεως ἔχοντες, εἰσὶν δὲ ἄλλοι ὀλιγόπιστοι, καὶ ἕτεροι δύσπιστοι, καὶ εἰσὶ πάλιν ἕτεροι ἄπιστοι.

Πιστοὶ μὲν οὖν εἰσὶν ἄκροι καὶ θαυμαστοί, οἷος ὁ ἑκατόνταρχος οὗτος, ᾧ μαρτυρῶν ὁ σωτὴρ ἔλεγεν· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραήλ, τοσαύτην πίστιν εὗρον , καὶ ἡ Χαναναία ἐκείνη ἡ προσιοῦσα, ἣν θαυμάσας ὁ κύριος ἔφη· Ὦ γύναι, μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς θέλεις . Οὗτοι μὲν οὖν οἱ ἄκροι πιστοί· ἄπιστοι δὲ οἱ πάντη τῆς εὐσεβείας ἀπεσχοινισμένοι, δύσπιστοι δὲ οἱ ἐν μεθορίῳ κείμενοι καὶ πίστεως καὶ ἀπιστίας, οἱ ποτὲ μὲν συντιθέμενοι τῷ λόγῳ, ποτὲ δὲ ἀνανεύοντες. Τοιαύτην ποτὲ δυσπιστίαν κατηγορεῖ τῶν μαθητῶν τοῦ σωτῆρος, πρὶν ἢ τελειωθῶσι, τὸ εὐαγγέλιον. Ὅτε γὰρ ἀπηγγέλη αὐτοῖς ὅτι κύριος ἀνέστη ἐκ νεκρῶν, οἱ μέν φησιν ἐπίστευσαν, οἱ δὲ ἐδίστασαν. Τὸ δὲ διστάσαι, τὸ ἐν διπλῇ καρδίᾳ στῆναι, τὸ πιστεῦσαι ὁμοῦ καὶ ἀπιστῆσαι, τοῦτο πολλάκις καὶ ἡ τῶν πολλῶν ψυχὴ πάσχει, τὰ περὶ Χριστοῦ ἐννοοῦσα. Ὅταν γὰρ πρὸς αἱρετικοὺς κινῶμεν, ποτὲ συντίθενται οἱ ἀκροαταὶ τῇ τοῦ μονογενοῦς ἀξίᾳ, ποτὲ δὲ πάλιν τῇ διανοίᾳ σαλεύονται πρὸς τὰ τῶν αἱρετικῶν ῥήματα καὶ εὑρίσκονται ἐν διστασίᾳ, ποτὲ μὲν πρὸς τὴν δόξαν τοῦ Χριστοῦ βλέποντες, πότε δὲ πρὸς τὴν αἱρετικὴν κακίαν ἐκκλίνοντες.

Ἀλλὰ θεὸς ἐπετίμα τῇ τοσαύτῃ ὀλιγοπιστίᾳ. Ἡ γὰρ τοιαύτη πίστις ὑστερεῖ καὶ ἐλλειπής ἐστιν. Ἔστι γὰρ πιστεῦσαι καὶ ἐλλειπῶς πιστεῦσαι. Διὰ τοῦτο ὁ ἀπόστολος, εἰδὼς ὅτι ἐστὶ πίστις ἐλλειπὴς καὶ ἐνδεής, λέγει Ῥωμαίοις· Ἵνα ἐλθὼν ἀναπληρώσω τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν. Ἔστι οὖν καὶ πιστεῦσαι καὶ ὑστερεῖν πρὸς τὸ ἄκρον τῆς πίστεως. Ἔστι τοίνυν ἡ ὀλιγοπιστία τὸ μικρόν τι περὶ θεοῦ νοεῖν, οἷον ὀνειδίζει ὁ σωτὴρ τῷ Πέτρῳ εἰσελθόντι εἰς τὴν θάλατταν καὶ μετὰ πίστεως βαδίσαντι καὶ μετὰ ταῦτα διστάσαντι. Διό φησι πρὸς αὐτόν· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; Οὐκ εἶπεν Ἄπιστε, ἀλλ’ Ὀλιγόπιστε. Ὀλίγην γάρ τινα πίστιν ἐνεδείξατο. Τὰ μὲν γὰρ πρῶτα ὡς εἶδε τὸν σωτῆρα πεζεύοντα ἐν τῇ θαλάττῃ καὶ τὴν θάλατταν ὑποστρώσασαν τὰ κύματα καὶ τὰ ἑαυτῆς ἁπλώσασαν νῶτα τοῖς βήμασι τοῖς δεσποτικοῖς, ἐννοήσας τὸ τοῦ Δαυὶδ λόγιον τὸ λέγον· Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται , λέγει πρὸς τὸν ἑαυτοῦ σωτῆρα· Κύριε, εἰ σὺ εἶ, ἐπίτρεψόν μοι ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα .

Ἐπέτρεψεν ὁ δεσπότης, ἠκολούθησεν ὁ οἰκέτης, καὶ εἰσῆλθεν ἐπὶ τοῦ νώτου τῆς θαλάσσης ἄνθρωπος. Εἶτα ἡ θάλασσα διήγειρεν αὐτῆς τὰ κύματα, μᾶλλον δὲ ἄνεμος σφοδρὸς ἐμβαλὼν τοῖς ὕδασιν ἐκταράττει τῆς θαλάσσης τὰ κύματα καὶ πᾶσαν αὐτῆς ἐθόλωσεν τὴν ἐπιφάνειαν. Ἐσαλεύθη ὁ οἰκέτης καὶ ἤρξατο καταποντίζεσθαι, οὐ τῷ σώματι πρῶτον κινδυνεύσας, ἀλλ’ ὀλιγοπιστίᾳ βαπτισθείς. Εἶδεν τὴν θάλασσαν μανεῖσαν καὶ τοὺς ἀνέμους ταραττομένους καὶ τῆς προτέρας πίστεως ἐξελθὼν ἔμελλε καταποντίζεσθαι. Καὶ καλεῖ τὸν σωτῆρα· Κύριε, βοήθει μοι. Ὁ δὲ πρὸς αὐτόν· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; . Καὶ μὴν οὐκ ἦν οὐδὲ τὸ πρῶτον ἀπιστίας. Τὸ γὰρ εἰπεῖν· Εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν ἐπὶ τὰ ὕδατα , γνωρίζοντος ἦν τὴν ἀξίαν τοῦ κελεύοντος, καὶ τὸ καταποντιζόμενον μὴ πρὸς ἕτερον ἰδεῖν ἀλλὰ τὴν παρ’ αὐτοῦ βοήθειαν ἐπιζητῆσαι καὶ εἰπεῖν· Κύριε, βοήθει , οὐκ ἀπιστοῦντος, ἀλλὰ πιστεύοντος. Κατηγορεῖ τοίνυν αὐτοῦ τὸ εὐαγγέλιον, οὐκ ἐπειδὴ ἐκάλεσεν τὸν δεσπότην, ἀλλ’ ἐπειδὴ ἐνόμιζεν καταποντίζεσθαι τοῦ δεσπότου παρόντος.

Διὰ τί, φησι, μετὰ τὴν ἐμὴν ἐπιτροπήν, μετὰ τὸ ἐμὸν νεῦμα, ἐφοβήθης τὴν θάλατταν; Ἐγὼ ἐπέτρεψα Ἐλθέ, καὶ ἐνόμισας τὸν ἄνεμον ἰσχυρότερον εἶναι τῆς ἐμῆς ἐπιταγῆς; Ἐφοβήθησέ σε ἄνεμος ὡς ἰσχυρότερος τοῦ ἐμοῦ νεύματος; Οὐκ ἐγώ εἰμι ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων ; Ἀλλ’ ἡ θάλαττά σε πτοεῖ; Ἐγώ εἰμι ὁ ἀπειλῶν τῇ θαλάσσῃ καὶ ξηραίνων αὐτήν . Τί τοίνυν φοβεῖ τὴν κτίσιν τοῦ κτίστου παρόντος; Ἀλλ’ ἴσως ἐρεῖ καὶ ὁ Πέτρος· Διὰ τί οὖν, κύριε, σοῦ παρόντος ἐτόλμησεν ἡ θάλαττα στασιάσαι; Διὰ τί σοῦ παρόντος ἤγειρε κύματα; Ἐστασίασεν ἡ θάλαττα, Πέτρε, οὐ Χριστοῦ καταφρονήσασα, ἀλλὰ σε δοκιμάζουσα. Ἀεὶ γὰρ ἡ θάλαττα παιδαγωγὸς ἐγένετο τῆς ἀπιστίας τῶν μαθητῶν.

Εἰσῆλθε τότε ὁ σωτὴρ εἰς τὴν θάλασσαν, εἰσῆλθεν οὐ πεζεύων ἀλλὰ πλέων. Ὅτε γὰρ βούλεται γνωρίζει τὴν ἀξίαν, ὅτε βούλεται πληροῖ τὴν οἰκονομίαν. Περιεπάτησεν ἐπὶ τῆς θαλάσσης ὡς ἐπὶ ἐδάφους , εἰσῆλθεν ἐν πλοίῳ ὡς ἄνθρωπος· καὶ οὐκ ἐπέβη μόνον τῷ πλοίῳ ἀλλὰ καὶ ἐκάθευδεν ἐν τῷ πλοίῳ. Ἡ ἄυπνος φύσις ἐκάθευδεν ἐν πλοίῳ; ὁ κοιμίζων κύματα ἐκάθευδεν ἐν πλοίῳ, περὶ οὗ ἔλεγεν ὁ προφήτης· Ἰδοὺ οὐ νυστάζει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. Εἰσῆλθε καὶ ἐκάθευδεν· καὶ ἡ θάλασσα πάλιν ἤγειρεν τὰ κύματα, οὐ τοῦ δεσπότου καταφρονοῦσα, ἀλλὰ τὴν ὀλιγοπιστίαν τῶν μαθητῶν ἐλέγχουσα, ὀλιγοπιστίαν λέγω τὴν πρὸ τῆς τελειώσεως. Μηδείς μου τῆς φωνῆς λαμβανέσθω. Οὐ γὰρ τῶν ἀποστόλων κατηγορῶ, ἀλλὰ τῶν ἀποστόλων τὴν ἀσθένειαν ἐλέγχω, ἵνα μετὰ ταῦτα τῶν ἀποστόλων τὴν δύναμιν γνωρίσῃς. Ἄλλο γὰρ Σίμων ὁ ἁλιεύς, ἄλλο Πέτρος ὁ ἀπόστολος· ἄλλο Ματθαῖος ὁ τελώνης, ἄλλο Ματθαῖος ὁ εὐαγγελιστής.

Γνώριζε πρῶτον τῶν ἁλιέων τὴν εὐτέλειαν καὶ τότε θαύμαζε τῶν ἀποστόλων τὴν μεγαλοπρέπειαν. Ἐγείρει αὐτῆς ἡ θάλαττα τὰ κύματα. Ἐκινδύνευον καὶ ἐχειμάζοντο. Καὶ παρῆν ὁ ἐπιτιμῶν τῇ θαλάσσῃ καὶ οὐκ ἐπετίμα. ᾜδει γὰρ αὐτὴν ὡς καλὴν παιδαγωγὸν τοὺς μαθητὰς γυμνάζουσα ἐν κινδύνῳ. Καταστάντες οὖν ἔβλεπον ὡς ἄνθρωπον καθεύδοντα καὶ παρακαλοῦσιν ὡς ἄνθρωπον λέγοντες· Ἐπιστάτα, ἀνάστα, σῶσον, ἀπολλύμεθα. Ἐπιστάτην καλεῖς; Διὰ τοῦτο ἡ θάλασσα ἀγανακτεῖ· διὰ τοῦτο κατὰ σοῦ στασιάζει, ἐπειδὴ τὸν δεσπότην ἀκμὴν οὐ γνωρίζεις, ἀλλ’ ἐπιστάτην καλεῖς, λέγων· Ἐπιστάτα. Ἢ τοίνυν σύστειλον τὴν φωνήν, ἢ οὐ συστέλλω τὰ κύματα. Ἐπιστάτα, ἀπολλύμεθα. Διεγείρεται μὲν ὁ κληθεὶς ἐπιστάτης, ἀναδειχθεὶς ὡς δεσπότης. Καὶ τὶ πρὸς αὐτούς; Τί δειλοί ἐστε, ὀλιγόπιστοι; Βλέπε πῶς πανταχοῦ ἐπιτιμᾷ τῷ μὴ γνωρίζοντι τὴν ἀξίαν. Διὰ τὶ ἐπιστάτην καλεῖς; Εἶδόν σε, φησί, καθεύδοντα καὶ ὡς ἀνθρώπῳ προσῆλθον. Εἶτα ἐπειδὴ εἶδες καθεύδοντα ἠγνόησας τὴν ἄυπνον ἀξίαν. Οὐκ ἐδύνω εἰπεῖν ὡς ὁ Δαυίδ· Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς κύριε; . Διὰ τί κύριον οὐκ ἐκάλεσας, ἀλλ’ ἐπιστάτην ὡς κοινὸν διδάσκαλον; Εἰ ἐπιστάτην καλεῖς, βοήθειαν ζητεῖς. Ποῖος ἐπιστάτης δύναται κοιμίσαι κύματα; Ποῖος ἐπιστάτης δύναται ἐπιτιμῆσαι χειμῶνι θαλάσσης; Εἰ ἐπιστάτην νομίζεις, ἔασον καθεύδειν τὸν ἐπιστάτην. Εἰ δὲ θεὸν καλεῖς, γνώριζε τὴν ἀξίαν καὶ δέχου τὴν βοήθειαν.

Ἀλλ’ ἐκείνοις μὲν ἐπιτιμᾷ διὰ τὴν ὀλιγοπιστίαν, τῇ δὲ θαλάσσῃ κελεύει διὰ τὴν αὐθεντίαν. Καί φησι τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. Ὁμοῦ προῆλθεν ὁ λόγος καὶ ἡ θάλασσα ἐπέγνω τὸ πρόσταγμα. Ἐκελεύσθη σιωπᾶν καὶ ἐσίγησεν. Ἐκελεύσθη ἠρεμεῖν καὶ οὐκ ἀντεῖπεν. Τοῦτο, οἶμαι, προοιμιαζόμενος, μᾶλλον δὲ προαναφωνῶν καὶ ὁ μακάριος Δαυὶδ ἔλεγεν ἐν τῷ ἑκατοστῷ ἕκτῳ ψαλμῷ, τὴν ἀποστολικὴν διαγράφων εἰκόνα καὶ τὸν ἐν τῇ θαλάσσῃ χειμῶνα· Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, οἱ ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, αὐτοὶ εἶδον τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. Ἐνίοτε τὸν ἀκροατὴν συναρπάσας τις τῶν ἐναντίων λέγει· Τὰ ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ὁ Δαυὶδ διηγεῖται θαύματα, ἅπερ εἶδον οἱ Ἰσραηλῖται πεζεύοντες ἐν τῷ βυθῷ, ὅτε ὕδατα εἰς τεῖχος ἐπήγνυτο, ὅτε ὁ Φαραὼ κατεποντίζετο καὶ Ἰσραὴλ ἐσώζετο. τότε, φησίν, οἱ καταβαίνοντες εἶδον τὰ θαύματα ἐν τῷ βυθῷ. Ἀλλ’ ἐλέγχει αὐτοὺς τὸ προοίμιον Οἱ γὰρ υἱοὶ Ἰσραὴλ πεζεύσαντες εἰσῆλθον, ἐνταῦθα δὲ οὐ τοὺς πεζεύοντες λέγει, ἀλλὰ τοὺς πλέοντας. Διό φησιν· Οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις, καὶ τὸ ποιοῦντες δὲ ἐργασίαν, οὐδὲν ἕτερον σημαίνει ἢ τὴν ἐπιστήμην τῶν ἁλιέων. Οἱ ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, ἀντὶ τοῦ Οἱ ἁλιεῖς, αὐτοὶ εἶδον τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ.

Ποῖα θαυμάσια; Εἶπεν, καὶ ἔστη πνεῦμα καταιγίδος . Ἐνταῦθα δείκνυσιν ὅτι κατὰ πρόσταγμα θεοῦ ἐκινήθη ἡ θάλασσα. Οὐ γὰρ ἂν ἐπεμάνη τοῖς μαθηταῖς τοῦ δεσπότου μὴ βουλομένου. Ὑψώθη τὰ κύματα αὐτῆς. Καὶ οἱ ἀπόστολοι τί; Ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. Ποία σοφία; Ἡ πίστις. Κατεπόθη ἡ σοφία ἀπὸ τῆς ὀλιγοπιστίας κατασχεθεῖσα, καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς. Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Καὶ τί μετὰ τοῦτο; Τὸ εὐαγγελικὸν ἐκεῖνο πρόσταγμα· Σιώπα, πεφίμωσο. Βλέπε πῶς προαναφωνεῖ ὁ προφήτης. Καὶ ἐπετίμησε τῇ κατιγίδι, καὶ ἔστη εἰς αὔραν, καὶ ἐσίγησε τὰ κύματα αὐτῆς. Ἐπιτιμᾷ τοίνυν τῇ θαλάττῃ, καὶ ἡσυχάζει. Ἐπέγνω τὸ δεσποτικὸν κέλευσμα καὶ ἠρεμεῖ. Ἐπετίμησεν αὐτῇ ἵνα αὐτὴν καταστείλῃ· οὐκ ἠπείλησεν ἵνα μὴ ξηράνῃ. Εἰ γὰρ ἠπείλησεν, ἐξήρανεν, καθώς φησιν ὁ προφήτης· Ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτήν.

Εἶτα μὲν τὴν ἐπιτίμησιν ἄρχονται λέγειν οἱ μαθηταί· Τίς ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν; Ὅρα πῶς ἠγνόουν ἀκμὴν τὴν ἀξίαν, προσέχοντες τῇ οἰκονομίᾳ. Εἶτα τί ἐπάγει τὸ εὐαγγέλιον; Προσελθόντες φησὶ προσεκύνησαν αὐτῷ τινες οἱ ἐν τῷ πλοίῳ μαθηταὶ λέγοντες· Ἀληθῶς θεοῦ υἱὸς εἶ. Ὅρα τί ὠφέλησεν ἡ θάλασσα. Πρὸ τῆς ταραχῆς ἐπιστάτην ἐκάλουν, μετὰ τὴν ταραχὴν υἱὸν θεοῦ ὡμολόγουν Ἡ ταραχὴ τὴν ἀξίαν ἔδειξεν. Ἀληθῶς θεοῦ υἱὸς εἶ. Ταῦτά μοι πάντα εἴρηται πρὸς τὸ δεῖξαι τὴν διαίρεσιν τῆς πίστεως καὶ ἀπιστίας καὶ ὀλιγοπιστίας καὶ δυσπιστίας. Ὁ δὲ σωτὴρ ἐκθειάζων τὸν ἑκατόνταρχον διὰ τὸ Εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου , φησὶ πρὸς τοὺς ἀκολουθοῦντας· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ εὗρον τοσαύτην πίστιν.

Οὐχ εὗρες πίστιν ἐν τῷ Ἰσραήλ; Οὐκ ἠξιώθης ἐπιθεῖναι χεῖρα τῇ πενθερᾷ Πέτρου; Εἰ μὴ ἐπίστευον, πῶς παρεκάλου; Ἀλλ’ οὐκ εἶπεν· Οὐχ εὗρον, ἀλλ’ Οὐχ εὗρον τοσαύτην. Παρεκλήθην ἐπιθεῖναι χεῖρα τῇ πενθερᾷ Πέτρου, ἀλλ’ οὐδεὶς ἔνηψεν ὡς οὗτος· Εἰπὲ λόγῳ καὶ δίωξον τὸν πυρετόν. Ἐκάλεσέ με καὶ ὁ τῆς συναγωγῆς ἄρχων Ἰάειρος καὶ εἶπέ μοι· τὸ θυγάτριόν μου ἀπόλλυται· ἐλθὲ καὶ ἴασαι αὐτήν. Καὶ ἐμοῦ πρὸς αὐτὸν εἰρηκότος· Θάρσει, ἡ θυγάτηρ σου ζῇ , ἔλεγεν· Κύριε, ἐλθὲ πρὶν ἀποθάνῃ . Καὶ οὐκ ἐγνώρισε τοῦ ῥήματος τὴν ἀξίαν, ἀλλὰ ἀπῄτησε τοῦ σώματος τὴν παρουσίαν. Ἐπίστευσαν πολλοί, ἀλλ’ οὐχ ὡς οὗτος· ἐπίστευσαν, ἀλλ’ οὐ κατ’ αὐτόν. Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.

Οὗτος τοίνυν ὁ πιστὸς προήνεγκεν πίστιν ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ , ὁ δὲ αἱρετικὸς προφέρει ἀπιστίαν ἐκ τοῦ πονηροῦ θησαυροῦ . Καὶ ὅρα τῆς γραφῆς τὴν σύνεσιν, μᾶλλον δὲ ὅρα τὴν πηγὴν τῆς σοφίας, οἷα φθέγγεται· Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὰ ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἀπὸ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας προφέρει αὐτοῦ προφέρει τὰ κακά. Ἐνταῦθα πρόσεχε πῶς οὐ φύσιν πονηρὰν οὔτε ἀγαθὴν ἔδειξεν, ἀλλὰ προαίρεσιν, καὶ πρὸς τοῦτο νεύουσαν καὶ πρὸς ἐκεῖνο βλέπουσαν. Τοῦτο δὲ τὸ ῥῆμα τὴν Μανιχαίων ἐλέγχει κακίαν, τῶν τὴν σάρκα πονηρὰν ὁριζομένων, τὴν δὲ ψυχὴν ἐκ τοῦ ἀγαθοῦ. Βούλονται γὰρ οἱ τῶν Μανιχαίων παῖδες τὴν μὲν σάρκα εἶναι τοῦ πονηροῦ, τουτέστιν τοῦ διαβόλου, τὴν δὲ ψυχὴν τοῦ θεοῦ.

Ἐλέγχει δὲ αὐτοὺς ἡ θεία γραφή. Εἰ γὰρ ἡ καρδία τοῦ σώματός ἐστιν, πῶς ἐκ τοῦ πονηροῦ θησαυροῦ προφέρει ἀγαθά; Τὸ γὰρ φύσει πονηρὸν ἀγαθὰ προφέρειν οὐ δύναται. Ὁρίσονται τοίνυν ὅπερ ἐθέλουσιν. Βούλονται τὴν καρδίαν ἡμῶν πονηρὰν εἶναι. Διὰ τί οὖν προφέρει ἀγαθά; Ἀλλ’ ἀγαθὴν κατὰ φύσιν. Καὶ εὑρίσκεις τὸ σαθρὸν τῆς ἀπιστίας. Διὰ τοῦτο τὰ δύο ἔταξεν, καὶ πονηρὸν εἶπε καὶ ἀγαθὸν ἄνθρωπον, ἵνα μὴ τῆς φύσεως καταδράμῃς, ἀλλ’ ἵνα γνωρίσῃς τὴν προαίρεσιν. Ὁ ἀγαθὸς ἄνθρωπος πρῶτον, ὅρα πῶς τὴν φύσιν ἀγαθὴν τίθεται, μᾶλλον δὲ τὴν προσηγορίαν ὁ ἀγαθὸς ἄνθρωπος καὶ ὁ πονηρὸς ἄνθρωπος. Εἰ φύσει πονηρός, διὰ τί ἀγαθός; Καὶ εἰ φύσις ἀγαθός, διὰ τί πονηρός; Ὅρα πῶς οὐ περὶ φύσεως νῦν διαλέγεται, ἀλλὰ τῆς προαιρέσεως τὴν ἐξουσίαν ὁρίζεται.

Ἀλλὰ προφέρουσιν τὸ ἀποστολικὸν οἱ Μανιχαῖοι καὶ συκοφαντοῦσι τὴν ἀποστολικὴν φωνὴν λέγουσαν ὅτι ἡ σάρξ πονηρά ἐστιν. Ἄκουε γάρ, φησίν, οἷα διδάσκει Παῦλος· Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία, μοιχεία καὶ τὰ ἑξῆς. Ὁ δὲ καρπὸς τοῦ πνεύματος, ἀγάπη, χαρά, εἰρήνη καὶ τὰ ἑξῆς. Ὁρᾷς, φησίν, πῶς τὰ ἐξ ἐναντίας τίθεται σάρκα καὶ πνεῦμα, καὶ τὸ μὲν καλεῖ πηγὴν ἀγαθῶν, τὴν δὲ πηγὴν πονηρῶν. Οὐκοῦν ἴδωμεν εἰ ἀληθῶς τῇ κακίᾳ ἐκείνων συντρέχει ὁ ἀποστολικὸς λόγος, καὶ μὴ τῆς προαιρέσεως ἑρμηνεύει τὴν δύναμιν. Ἡ σάρξ, εἰ πονηρόν ἐστι πλάσμα καὶ τοῦ πονηροῦ ἔργον ἐστίν, τίνος ἕνεκεν διὰ τῆς πονηρᾶς σαρκὸς τῶν ἀγαθῶν τὴν ὕπαρξιν λαμβάνει; Ἐχρῆν τὴν γλῶτταν, εἰ φύσις ἐστίν πονηρά, περὶ θεοῦ μὴ φθέγγεσθαι. Ἐχρῆν τὴν γλῶτταν εὔφημα μὴ λαλεῖν. Ἐχρῆν τὴν γλῶτταν τὰ θεῖα μὲν πάντη φεύγειν ὡς ἀλλότρια, αἰσχρολογεῖν δὲ μόνον καὶ δυσφημεῖν καὶ πάντα ποιεῖν τὰ τῆς σαρκὸς ἴδια. Πῶς οὖν διδασκαλία σεμνότητος διὰ τῆς γλώττης ἥτις ἐστὶ φύσις τοῦ κακοῦ;

Διὰ τί δὲ διὰ τῶν ἀκοῶν τούτων, ἅτινά ἐστι κατ’ ἐκείνους ὄργανα τοῦ διαβόλου, λόγος θεοῦ χωρεῖ; Εἰ γὰρ ἀλλότριον τὸ ὄργανον, πῶς δέχεται τοῦ ἀγαθοῦ τὴν ἐνέργειαν; Διὰ τί ὀφθαλμοί, εἰ τῆς πονηρᾶς εἰσι φύσεως, βλέπουσιν ἄνω πρὸς τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ ; Τὸ στόμα, εἰ τοῦ πονηροῦ ἐστι, διὰ τί ὁ προφήτης λέγει· Τὸ στόμα μου λαλήσει σοφίαν ; Σοφία γὰρ κακίας ἀλλοτρία. Αἱ χεῖρες, εἰ πονηρὸν ὄργανον, διὰ τί ἐλεημοσύνην ἐργάζονται; Διὰ τί πρὸς θεὸν ἁπλοῦνται; Ἐκτείνω γὰρ τὰς χεῖράς μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν Ἡ κοιλία αὕτη ἡ τὰς τροφὰς δεχομένη, εἰ τοῦ πονηροῦ ὑπῆρχεν κατασκεύασμα, διὰ τί ἐν μέσῳ αὐτῆς νόμον δέχεται; Τοῦ ποιῆσαι γάρ φησιν, ὁ θεός, τὸ θέλημά σου ἐβουλήθην καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου . Οἱ πόδες, εἰ τοῦ πονηροῦ μέρος εἰσίν, διὰ τί προσκυνοῦσιν; Ἡ γὰρ τῆς προσκυνήσεως γονυκλισία διὰ τῶν ποδῶν ἐπιτελεῖται. Διὰ τί δὲ καὶ Δαυὶδ λέγει· Ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι ; Εἰ τῆς κακίας ἐστί, πῶς γνωρίζει τὴν εὐθύτητα; Ταῦτα ἐλεγχέτω τὴν τῶν αἱρετικῶν ἀσέβειαν.

Τί οὖν βούλεται λέγειν ὁ Παῦλος· Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός ; Εἰ γάρ, ὡς ἀπέδειξας, ἅπαν τὸ σῶμα ὄργανον γίνεται τῆς ἀληθείας, τῆς τοῦ θεοῦ σοφίας καὶ ἀγαθότητος, διὰ τί τὴν σάρκα διαβάλλει Παῦλος; Σάρκα καλεῖ τὸ σαρκικὸν φρόνημα , τὸ τῇ σαρκὶ χαρίζεσθαι μόνῃ καὶ τῆς ψυχῆς μὴ ἐπιμελεῖσθαι, τὸ προνοεῖν τῶν παρόντων καὶ ἀμελεῖν τῶν μελλόντων. Ὅταν γάρ τις τῇ τρυφῇ χαρίζηται καὶ περὶ τὴν τοῦ σώματος εὐκοσμίαν καταγίνηται ὅπως θεραπεύσῃ τὸ σῶμα μυρίοις τραύμασι τὴν ψυχὴν ἡλκωμένος, τότε σαρκικός ἐστιν ὡς τῇ σαρκὶ προσκείμενος καὶ τῆς ψυχῆς μὴ ἀντιποιούμενος. Καὶ ἵνα δείξῃ Παῦλος ὅτι τὴν σάρκα σαρκικὸν φρόνημα καλεῖ, λέγει τοῖς πιστοῖς· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι . Ἆρα ἄσαρκοι ἦσαν πρὸς οὓς ἔγραφεν; Οὐκ ἴσασιν οἱ αἱρετικοὶ τὰ τῶν γραφῶν ἰδιώματα, ἀγνοοῦσι τῆς γραφῆς τὴν ἀκολουθίαν. Εἰ ἀλλοτρία τοῦ θεοῦ ἡ σάρξ, διὰ τί ὁ θεὸς εἶπεν· Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα ; Διὰ τί μὴ ἐπὶ πᾶσαν ψυχήν; Διὰ τί μὴ ἐπὶ πάντα νοῦν, ἀλλ’ ἐπὶ πᾶσαν σάρκα ; Εἰ ἀλλοτρία τοῦ θεοῦ ἡ σάρξ, Διὰ τί λέγει Δαυίδ· Πρὸς σὲ πᾶσα σὰρξ ἥξει .

Ἀλλὰ σάρκα εἴωθεν πολλάκις ἡ γραφὴ καλεῖν τὸν καθόλου ἄνθρωπον, ἀπὸ μέρους ὀνομάζουσα. Πολλάκις δὲ τὸν αὐτὸν καλεῖ καὶ ψυχήν, ἀπὸ μέρους τὸ πᾶν προσαγορεύουσα. Πολλάκις δὲ αὐτὸν καλεῖ καὶ πνοήν, τὸν καθόλου ἄνθρωπον. Ὅταν μὲν οὖν θέλῃ καλεῖν τὸν ἄνθρωπον σάρκα, οὐ τὸ σῶμα μόνον ἀλλὰ καὶ τὴν ψυχὴν ὀνομάζει, ὡς ἔφθημεν εἰπόντες· Πρὸς σὲ πᾶσα σὰρξ ἥξει , ἀντὶ τοῦ Πᾶς ἄνθρωπος. Οὐ γὰρ σὰρξ καθ’ ἑαυτὴν ἄνευ ψυχῆς ἢ τοῦ νοῦ καταγγέλλεται. Ὅταν θέλῃ πάλιν τὸν πάντα ἄνθρωπον ἀπὸ ψυχῆς γνωρίσαι, λέγει· Ἐν ἑβδομήκοντα πέντε ψυχαῖς κατῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον . Καὶ δηλονότι οὐκ ἀσώματοι ἦσαν ψυχαὶ οἱ κατελθόντες εἰς Αἴγυπτον, ἀλλ’ ὁλοτελεῖς ἄνθρωποι. Ἔστιν ὅτε πάλιν ἡ θεία γραφὴ καλεῖ τὸν ἄνθρωπον πάντα πνοὴν κατὰ τό· Πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον. Καὶ οὐκ ἐνταῦθα μόνον ἀλλὰ καὶ ὅτε Ἰοὺ ὁ βασιλεὺς ἀνῄρει τοὺς πολεμίους, λέγει ἡ βίβλος τῶν Βασιλειῶν· Καὶ ἐπάταξεν Ἰοὺ ὁ βασιλεὺς τὸν οἶκον Ἀχαὰβ καὶ οὐχ ὑπελίπετο πνοὴ ἐν τῷ οἴκῳ αὐτοῦ , ἀντὶ τοῦ Οὐχ ὑπελίπετο ἄνθρωπος. Οὐκοῦν ἄλλως μέμνηται τῆς σαρκός, ὅταν τὴν φύσιν κηρύττῃ καὶ ἄλλως πάλιν μέμνηται, ὅταν τὸ σαρκικὸν ἐλέγχῃ φρόνημα .

Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός , οὐ τῆς φαινομένης, ἀλλὰ τοῦ σαρκικοῦ φρονήματος . Καὶ ἵνα μάθῃς ὅτι οὐ τὴν σάρκα ταύτην διαβάλλει, ἀλλὰ τὸ φρόνημα τὸ ἀπαίδευτον, ἄκουε αὐτοῦ ἀπαριθμουμένου τὰ πράγματα· Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία, μοιχεία, εἰδωλολατρεία . Δεδόσθω πορνείαν τοῦ σώματος εἶναι καὶ μοιχείαν τοῦ σώματος. Εἰδωλολατρεία σώματος ἔργον ἢ ψυχῆς ἐπιτήδευμα; Φανερά ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία, μοιχεία. Ταῦτα μόνα ἐστὶ τῆς σαρκός, ἢ καὶ εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι ; Ταῦτα πάντα σώματος ἀλλότρια, ψυχῆς δὲ ἴδια. Ψυχῆς δὲ λέγω ἴδια, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ προαίρεσιν. Ἀλλὰ γάρ, ἐάν τις ἀκριβῶς προσέχῃ, εὑρίσκει ἀντιστρεφόμενον τὸν ὅρον τῶν αἱρετικῶν κατ’ αὐτῶν.

Λέγουσιν τὴν ψυχὴν εἶναι τοῦ θεοῦ, τὴν δὲ σάρκα τοῦ διαβόλου. Εὑρίσκομεν ἀπὸ τῆς γραφῆς τὴν μὲν σάρκα καταξιουμένην πνεύματος ἁγίου , τὴν δὲ ψυχὴν μὴ δεχομένην τὰ τοῦ πνεύματος . Κατὰ τὴν λέξιν λέγω, οὐχ ὅτι οὐ καταξιοῦται, ἀλλὰ πρὸς τὸν αἱρετικὸν λόγον ἐνίσταμαι. Εἰ ἀλλοτρία ἡ σὰρξ τοῦ θεοῦ, πῶς εἶπεν ὁ θεός· Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα ; Εἰ ἡ ψυχὴ ἴδιον ἔργον τοῦ θεοῦ, διὰ τί ὁ ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος ; Ἐδείχθη τοιγαροῦν σαφῶς ὅτι τὰ ἔργα τῆς σαρκὸς οὐ τοῦ σώματος ὄντα, ἀλλὰ τοῦ σαρκικοῦ φρονήματος. τοῦτο γὰρ καὶ ἀλλαχοῦ Παῦλος ἑρμηνεύει λέγων· Τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν . Οὐχ ἡ σὰρξ ἔχθρα, ἀλλὰ τὸ φρόνημα τῆς σαρκός. Ἔμαθες τί ἐστι σάρξ; Ἔχε τὸν ὅρον ἀσάλευτον. Καὶ ὅταν εἴπῃ Παῦλος ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσι , νόησον, φησίν, ὅτι τὸ φρόνημα τῆς σαρκὸς βασιλείαν θεοῦ οὐ κληρονομεῖ. Οὐ γὰρ ἡ σὰρξ ἀλλοτρία τῆς κληρονομίας. Οἱ γὰρ τὴν ἀνάστασιν ἀπαγορεύοντες τῇ φωνῇ ταύτῃ κέχρηνται.

Πῶς φησιν λέγεις τὴν σάρκα ἐγείρεσθαι, τοῦ Παύλου λέγοντος· Σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσι ; Σάρξ, τὸ σαρκικὸν φρόνημα, οὐ κληρονομεῖ βασιλείαν , ἀντὶ τοῦ Ὁ τὰ φαῦλα ἐννοούμενος βασιλείας ἀλλότριος. Διὰ τοῦτο ὁ ἀπόστολος ἐν ἑτέρῳ τόπῳ βουληθεὶς ἑρμηνεῦσαι τί βούλεται τὸ Σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσι , φησὶν ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ· Μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε μέθυσοι, οὐ λοίδοροι, βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν . Οὕτω τὴν σάρκα πολλάκις ὅταν λέγῃ Παῦλος, οὐ τὸ φαινόμενον εἶδος διαβάλλει, ἀλλὰ τὸ σαρκικὸν φρόνημα. Πῶς δὲ πονηρὰ ἡ σάρξ, ἡ καταξιωθεῖσα γενέσθαι ναὸς τοῦ θεοῦ λόγου. Διὰ τί δὲ ἀλλότριον ἔργον ἀνέλαβεν ὁ ἀγαθός, εἰ μὴ ἴδιον αὐτοῦ τὸ πλάσμα ἦν; Διὰ τί λαμβάνει τὸ ἀλλότριον; Διὰ τί διορθοῦται τὸ ἀλλότριον; Διὰ τί τυφλοὺς θεραπεύει καὶ οὐκ ἐᾷ χωλεύειν τὴν κακίαν; Ἡ κακία τυφλὴ οὖσα ἀδρανής ἐστι καὶ ἀσθενὴς ἐλέγχεται. Ἔασον αὐτὴν ἀσθενεῖν. Διὰ τί αὐτῆς ἐπιρρωννύεις τὰ ὄργανα. Ἀλλ’ οὐκ ἔστιν ἀλλότριον τὸ δημιούργημα. Ἄκουε αὐτοῦ λέγοντος πρὸς τοὺς Φαρισαίους· Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας, ἄρσεν καὶ θῆλυ ἐποίησεν; Τὸ δὲ ἄρσεν καὶ θῆλυ οὐ ψυχῶν ἐστιν, ἀλλὰ σωμάτων διάπλασις.

Ταῦτα καὶ τοὺς αἱρετικοὺς ἐλέγχει τοὺς καινὸν ἡμῖν δρᾶμα εἰσάγοντας, τοὺς Ἀπολιναρίου λέγω, οἵτινες λέγουσι σῶμα ἀνειληφέναι τὸν σωτῆρα ἔμψυχον ἄνευ τοῦ νοῦ. Καὶ ὅπως ἄκουε. Ἴσως γὰρ καὶ ἀγνοεῖς τὸ καινὸν τῆς αἱρέσεως δρᾶμα. Οἷόν τι λέγω. Λέγουσιν οἱ αἱρετικοί; Οὐχ ἁπλῶς γὰρ εἰς τὴν αὐτὴν ἔρχομαι τὴν ἐξέτασιν. Ἀλλ’ ἐπειδὴ πολὺς ἐκινήθη παρά τινων θόρυβος κατὰ τῆς πίστεως, ὡς ἐκείνων μὲν τὰ ὀρθὰ φρονούντων, τῆς δὲ ἐκκλησίας σκαζούσης περὶ τὴν πίστιν. Ἀναγκαῖον οὖν γυμνῶσαι καὶ τὸ ἄτοπον ἐκείνης τῆς καινοτομηθείσης ἀσεβείας καὶ τὸ ἑδραῖον τῆς πίστεως τῆς τὸν ἀποστολικὸν κανόνα μὴ σαλευούσης. Λέγουσιν οἱ αἱρετικοὶ ὅτι ἀνέλαβεν ὁ θεὸς λόγος σῶμα ἔμψυχον ἄνευ τοῦ νοῦ. Κἂν ἐρωτήσῃς αὐτοὺς διὰ τί τὸν νοῦν οὐκ ἀνέλαβε, λέγουσιν· Ἐπειδὴ ἡ πρώτη πλάσις ἐφθάρη καὶ ὁ διάβολος ἠπάτησε τὸν ἄνθρωπον, ἠπατήθη δὲ ὁ ἄνθρωπος ἐκδοὺς ἑαυτοῦ τὸν νοῦν τῷ διαβόλῳ, ἵνα μὴ θολώσῃ τὴν οἰκονομίαν. Οὐκ οἶδα εἰ μὴ πρὸ τῆς ἐξετάσεως κατέγνωσαν οἱ ἀκροαταὶ τῶν αἱρετικῶν, ἀλλ’ ὅμως γυμνάσωμεν τὸ ζητούμενον.

Ἄνευ τοῦ νοῦ λέγουσιν οἱ αἱρετικοὶ τὴν τοῦ σωτῆρος ἐνανθρώπησιν καὶ εἰς μαρτυρίαν τοῦ οἰκείου φρονήματος ἕλκουσι τὸ εὐαγγελικὸν ἐκεῖνο ῥῆμα τὸ Ὁ λόγος σὰρξ ἐγένετο. Οὐκ εἶπέ φησιν ὁ λόγος ἄνθρωπος ἐγένετο, ἀλλὰ σάρξ. Ἀλλ’ ἐδείχθη ἐκ τῶν προειρημένων ὅτι ἡ σὰρξ καθόλου γνωρίζεται ἄνθρωπος. Πρὸς σὲ γὰρ πᾶσα σὰρξ ἥξει. Ἀλλ’ ἐρωτήσωμεν διὰ τί τὸν νοῦν οὐκ ἀνέλαβεν. Ἵνα μὴ ἐμποδίσῃ τῇ σωτηρίᾳ. Οὐκοῦν ἐφοβήθη τὸν νοῦν ὡς ἰσχυρότερον καὶ ὡς δυνατὸν ἐμποδίσαι τῇ οἰκονομίᾳ; Εἰ τοίνυν αὐτὸς ὁ θεὸς λόγος παρῃτήσατο τὸν νοῦν, ἐγὼ διὰ τί κρίνομαι; Διὰ τί συνέπλεξέ μοι τοσοῦτον κακόν, ὃν αὐτὸς παρῃτήσατο; Διὰ τί δὲ καὶ κρίνει με ὑπὲρ ὧν ἥμαρτον;

Ἀλλ’ ὅρα αὐτῶν καὶ ἑτέραν ἄνοιαν. Εἰ ἦν, φησίν, λόγος θεοῦ καὶ ἀνθρώπινος νοῦς, ἐγίνετο μάχη. Ἀλλὰ μάχη γίνεται ἀπὸ τῶν ἴσων πρὸς τοὺς ἴσους, οὐκ ἀπὸ τῶν ὑποβεβηκότων πρὸς τοὺς ὑπερέχοντας. Εἰ μὲν ὁμότιμον ἔλεγον τὴν τοῦ νοῦ φύσιν πρὸς τὴν τοῦ θεοῦ λόγου δύναμιν, καλῶς παρῆγον τὴν ὁμοτιμίαν, ἵνα μὴ στάσιν ἐργάσηται. Εἰ δὲ ὁ μὲν θεός, τὸ δὲ ἀνθρώπινον ἐνθύμημα, τίνος ἕνεκεν ἐκβάλλεις τὸν νοῦν; Ἵνα μὴ στασιάσῃ, φησίν, κατὰ τῆς οἰκονομίας. Ἔστι γάρ τι τὸ ἰσχυρότερον τοῦ θεοῦ; Ἔστι τὸ νικῶν καὶ περιγράφων αὐτοῦ τὴν βούλησιν; Παῦλος ἐνίκησεν τὸν νοῦν, ὡμολογημένως κοινὸς ἄνθρωπος ὡμολογημένον νοῦν ἀνθρώπινον ἔχων, καὶ λέγει· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν , ὡς τοῦ νοῦ τοῦ ἀνθρωπίνου νεκρωθέντος καὶ εἰς νοῦν θεῖον μεταβληθέντος. Καὶ ἐν μὲν τῷ Παύλῳ καὶ τοῖς ἀποστόλοις ἐνεκρώθη ὁ νοῦς, ὁ τὰ πονηρὰ ἐννοούμενος καὶ ἄλλος ἀντὶ ἄλλου γέγονεν, ἐν δὲ τῷ θείῳ σώματι στασιάζειν ἔμελλε κατὰ τοῦ δημιουργοῦ τῆς φύσεως; Ταῦτα τοὺς εἰδότας ὑπομιμνήσκω καὶ πρὸς τοὺς εἰδότας λέγω, ἵνα μή τις λάθρᾳ δέξηται τὸν ἰὸν τῆς αἱρέσεως, ἵνα μή τις τῶν ἀκεραίων ἐκδῷ τὴν ἀκοὴν πρὸς τὴν ἀπάτην.

Οὐκ ἀνέλαβεν, φησί, τὸν νοῦν. Διὰ τι; Ὡς μέλλοντα διαστρέφειν καὶ θολοῦν τὴν οἰκονομίαν. Διὰ τί οὖν καὶ τὴν σάρκα ταύτην ἀνέλαβεν; Ὁ γὰρ Παῦλος οὐ λέγει τὰ ἔργα τοῦ νοῦ τὰ ἁμαρτήματα εἶναι ἀλλὰ τῇ σαρκὶ πᾶσαν ἐπέγραψεν τὴν ἁμαρτίαν καὶ οὐ τῷ νῷ. Φανερὰ γάρ φησιν ἐστὶ τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι πορνεία, μοιχεία καὶ τὰ ἑξῆς. Διὰ τί οὖν τὴν ἁμαρτωλὸν ἀνέλαβεν σάρκα, εἰ ἀντίκειται ἡ σὰρξ τῷ πνεύματι; Τίνος ἕνεκεν τὴν ἀντικειμένην ἀνέλαβεν, ἀλλ’ ἔσβεσε τὴν ἀντίστασιν τῆς σαρκὸς καὶ ἐποίησεν ἠρεμεῖν; Οὐκοῦν καὶ τὸν νοῦν ὁμοίως ἐποίησεν ἠρεμεῖν; Ὢ τῆς ἀνοίας, ἄνθρωπε. Οἶνος μεταβάλλει νοῦν· θεὸς οὐ μεταβάλλει τὸν νοῦν; Ἀλλ’ ἡ μὲν ἄνοια γελάσθω, τὰ δὲ θεῖα κηρυττέσθω. Ἦν τοίνυν ἐν τῇ τοῦ σωτῆρος σαρκὶ ὁ νοῦς ὁ ἀνθρώπινος, οὐκ ἐλογίζετο δὲ τὰ ἀνθρώπινα ὥσπερ καὶ ἡ σάρξ. Ἡ μὲν σὰρξ ἀνθρωπίνη ὑπερέβαινε δὲ τῇ ὑπερκοσμίᾳ δυνάμει.

Καὶ ἵνα σοι τρανὴν καὶ ἀσύγχυτον παραδῶ τὴν εἰκόνα, λάβε μοι, παρακαλῶ, μετὰ μακροθυμίας τῶν εἰρημένων τὰς ἀποδείξεις. Ἔστιν ἐν τῇ σαρκὶ πάθη τὰ ἐκτὸς ἁμαρτίας· ἔστι πάθη τὰ ἐντὸς ἁμαρτίας. Ὁμοίως καὶ ἐν τῇ ψυχῇ ἔστι πάθη ἐκτὸς ἁμαρτίας, ἔστι πάθη ἐντὸς ἁμαρτίας. Οἷόν τι λέγω· Πάθη σαρκὸς ἐκτὸς ἁμαρτὶας τὸ πεινᾶν, τὸ διψᾶν, τὸ καθεύδειν. Ταῦτα πάθη μέν ἐστι πλὴν οὐχ ἁμαρτίας, ἀλλ’ ἀσθενείας σαρκικῆς. Τὸ πεινᾶν, τὸ διψᾶν, τὸ καθεύδειν, τὸ κοπιᾶν βαδίζοντα, καὶ ἄλλα πολλὰ τούτων συγγενῆ. Ἔστι δὲ ἄλλα πάθη σαρκός· ἀκολασία, ἐμπαθὴς ὀφθαλμὸς κακῶς βλέπων περιεργαζόμενος ἀλλότρια πρόσωπα, γλῶττα φθεγγομένη δόλια, χεῖρες ἐκτεινόμεναι πρὸς ὕβριν. Ταῦτα ἁμαρτίας ἔργα. Εὑρήσομεν τοίνυν τὸν σωτῆρα τῶν μὲν εἰς ἁμαρτίαν φερόντων παθῶν πάντη καὶ πάντων ἀνώτερον κατὰ τῆς σαρκός, τῶν δὲ τὴν ἀσθένειαν γνωριζόντων ἐντὸς γενόμενον διὰ τὴν οἰκονομίαν. Καὶ γὰρ ἐπείνησεν· Νηστεύσας γὰρ ἡμέρας τεσσαράκοντα ὕστερον ἐπείνασε. καὶ διψήσας ᾔτησεν ὕδωρ παρὰ τῆς Σαμαρείτιδος , καὶ ὁδεύσας ἐκοπίασεν ἐν τῷ ὁδῷ · Ἐκοπίασεν ἡ μὴ κοπιῶσα φύσις, ἐπείνασε ὁ πάντας τρέφων, ἐδίψησεν ὁ τὴν οἰκουμένην ἀρδεύων, ἐκοιμήθη ὁ κοιμίζων τὰ κύματα. Ἔδειξε πάντα τὰ πάθη τῆς σαρκὸς χωρὶς ἁμαρτίας. Τὰ δὲ ἐντὸς ἁμαρτίας οὐκ ἐποίησεν ὅς φησιν οὐκ ἐποίησεν ἁμαρτίαν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.

Εἶδες αὐτὸν κοινωνήσαντα τοῖς πάθεσι τῆς σαρκὸς τοῖς ἐκτὸς ἁμαρτίας. Βλέπε αὐτὸν κοινωνήσαντα τοῖς πάθεσι τῆς ψυχῆς τοῖς ἐκτὸς ἁμαρτίας. Πάθη ψυχῆς εἰς ἁμαρτίαν λογιζόμενα· λογισμοὶ πονηροί, ἐνθυμήσεις αἰσχραί. Ταῦτα πάθη ψυχῆς ῥεπούσης κατὰ τὴν αὐθαίρετον ἐξουσίαν εἰς ἁμαρτίαν. Ἔστι δὲ αὐτῆς ἄλλα πάθη τὰ ἐκτὸς ἁμαρτίας· λύπη καὶ δειλία καὶ φόβος. Οὐδεὶς ὡς δειλὸς κατεκρίθη· οὐδεὶς διὰ φόβον ἀποδοκιμάσθη· οὐδεὶς διὰ λύπην ἠτιμάσθη. Κοινὰ γὰρ ταῦτα πάθη τῆς φύσεως καὶ ἀνέγκλητα τὰ πάθη τῆς ψυχῆς τὰ ἐκτὸς ἁμαρτίας. Ὥσπερ οὐκ ἐκοινώνησε τοῖς πάθεσι τῆς σαρκὸς τοῖς ἐκτὸς ἁμαρτίας, οὕτως ἐκοινώνησε καὶ τοῖς πάθεσι τῆς ψυχῆς τοῖς ἐκτὸς ἁμαρτίας. Αὐτοῦ λέγοντος ἄκουε· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου καὶ πάλιν· Ἡ ψυχή μου τετάρακται . Ταραχὴ δὲ φόβου ἐνέργεια. Ἐφοβήθη ἡ σάρξ, τὸ ἀνθρώπινον σκεῦος. Ἐφοβήθη τοῦ θανάτου τὴν πεῖραν. Διευκρινεῖ καὶ αὐτὸς καὶ σαφῶς παρίστησιν ὅτι οὐ τὸ πνεῦμα τὸ θεῖον ἐδειλίασεν, ἀλλ’ ἡ σὰρξ τὴν ἑαυτῆς ἀσθένειαν ἐπέγνω. Τὸ πνεῦμά φησιν πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Ἐλυπήθη καὶ ἐταράχθη.

Ἐνταῦθα πρόσεχε ἀκριβῶς, ὁ λέγων μὴ εἶναι νοῦν ἀνθρώπινον ἐν τῇ τοῦ σωτῆρος σαρκί. Αὐτὸς εἶπεν ὅτι καὶ ἐλυπήθη καὶ ἐταράχθη. Ἢ δὸς τὸν νοῦν τὸν κατὰ φύσιν ταραττόμενον καὶ λυπούμενον ἢ τοῦτον ἐκβαλὼν καὶ θεὸν ἀντεισάγων ἀντὶ τοῦ λογισμοῦ τῷ θεῷ περιάπτεις τὰ πάθη. Τί γάρ φησιν; Ἄνευ τοῦ νοῦ ἡ ψυχὴ λυπεῖται καὶ δειλιᾷ καὶ ταράττεται. Τῶν ἀμηχάνων τοῦτο. Καὶ ἐξ αὐτῆς παριστῶ τῆς πείρας τὸν ἔλεγχον. Τὰ βρέφη ὁμολογουμένως καὶ ψυχὴν ἔχει καὶ σῶμα. Ὁ δὲ νοῦς παρ’ αὐτοῖς μέν ἐστιν, οὐδέπω δὲ ἐτρανώθη. Ἔστι μέν, οὐδέπω τὴν ἰδίαν ἐνέργειαν ἔλαβε. Καὶ ὥσπερ ἡ γλῶττα εὐθέως μὲν τῷ παιδίῳ συντίκτεται, τὸ δὲ λαλεῖν οὐδέπω παρὰ τῆς φύσεως ἔλαβεν, ἀλλ’ ἔστιν ὄργανον λόγου καὶ λόγον οὐκ ἔχει, οὕτως καὶ ὁ νοῦς εὐθέως μὲν τῇ ψυχῇ ἐμφύεται, ἀλλ’ οὐκ εὐθέως λαμβάνει τὴν ἐνέργειαν. Χρόνου δὲ προϊόντος καὶ ὁ νοῦς διεγείρεται καὶ ἡ γλῶττα γυμνάζεται. Ἐὰν μέντοι τὰ βρέφη παιδικήν ἔχει κατάστασιν καὶ οὐδέπω νοῦν ἔλαβε διακριτικόν, ἀλλ’ ἔχει αὐτὸν κεκοιμισμένον τῇ ἀπειρίᾳ καὶ ἡσυχάζοντα τῇ ἀφελείᾳ, ἕως τότε οὔτε φοβεῖται ἃ δεῖ φοβεῖσθαι, οὔτε λυπεῖται ἐφ’ οἷς δεῖ λυπεῖσθαι, ἀλλὰ κἂν λυπῆται κἂν χαίρῃ, ἀλόγιστον ἔχει καὶ τὴν λύπην καὶ εὐφροσύνην.

Οἷόν τι λέγω· Οἶδεν βρέφος ἐν ἡμέρᾳ πένθους γελᾶν κλαιόντων, οἶδεν αἰτεῖν ἄρτον πάντων πενθούντων. Ὁ γὰρ λογίζεται τὰ προκείμενα. Βλέπει τὸν πατέρα ἀποθανόντα καὶ οὐ λογίζεται τὴν συμφοράν. Βλέπει μητέρα κειμένην καὶ οὐ πλήττεται τῷ πάθει τῷ καταλαβόντι, ἀλλ’ ἡ ἀφέλεια εἰς ἀμεριμνίαν αὐτὸ ἄγει, καὶ ἐν πένθει μὲν οὐ ταράττεται, ἀλλὰ γελᾷ. Ἐν δὲ τοῖς ὁδοῖς, πολλάκις λῃστῶν ἐπελθόντων καὶ ξίφος γυμνωσάντων καὶ πάντων ἐν φόβῳ καταστάντων, τὸ βρέφος οὐ ταράττεται. Οὐ γὰρ οἶδε πεῖραν ξίφους καὶ αἱμάτων καὶ φόνου. Ὁρῶν ὄφιν οὐκ ἀγωνιᾷ. Ὅρα πῦρ καὶ οὐ δειλιᾷ, ἀλλὰ τῇ φαιδρότητι χαῖρον καὶ χεῖρα πολλάκις εἰς τὸ πῦρ ἐμβάλλει. Οὐκ ἐθέασω βρέφος ἐπιβάλλον τῷ λύχνῳ τὴν χεῖρα, τῇ φαιδρότητι προσέχον, τὴν δὲ καυστικὴν δύναμιν μὴ ἐξετάζων; Ὥσπερ δὲ αὐτῷ οὐκ ἔνι τὰ λυπηρὰ πρὸς ταραχήν, οὕτω οὐδὲ διεγείρει τὰ φαιδρὰ πρὸς εὐφροσύνην. Οἶδεν βρέφος ἐν ἡμέρᾳ γάμου κλαίειν καὶ ὀδύρεσθαι καὶ σχετλιάζειν, καὶ οὔτε τῇ χαρᾷ κοινωνεῖ ὡς ἀλόγιστον, οὔτε τῇ λύπῃ. Ἐπεὶ οὖν ἐκβάλλεις ἐκ τοῦ ἀνθρωπίνου σκεύους ὅπερ ἀνέλαβεν ὁ σωτὴρ τὸν νοῦν, ἢ δός μοι τὸν νοῦν τοῦτον τὸν λυπούμενον, ἢ τοῦτον ἐκβαλὼν τὴν θεότητα σαφῶς εἰσάγεις καὶ λυπουμένην καὶ ταραττομένην.

Ἀπηυχόμην μὲν πάντας ὑμᾶς ἢ τὰ παρ’ ἐκείνων ἀκούειν ἢ τὰς ἑρμηνείας τὰς παρ’ ἐκείνοις. Οὐκ ἤθελον γὰρ ὑμᾶς οὔτε τὸ τραῦμα ἰδεῖν, οὔτε τὴν ἔμπλαστρον τοῦ τραύματος. Ἐπειδὴ δὲ τὸ ἕλκος νέμεται, καὶ ἐν προσχήματι ὀρθοδοξίας τὴν κακοδοξίαν εἰσάγει καὶ λέγει τὸν Χριστὸν νοῦν μὴ ἀνειληφέναι, καὶ κατὰ τῶν ἀποστολικῶν καινοτομεῖ δογμάτων, ἀναγκαίως ταῦτα ἐγυμνάσαμεν, ἵνα κἀκείνους ἐπιστομίσωμεν καὶ ὑμᾶς ἀσφαλισώμεθα. Λάβε τὴν αὐθεντίαν τῆς πίστεως. Μάθε ὅτι πάντα ἄνθρωπον τὸν πεσόντα Χριστὸν ἀνέλαβεν καὶ ὅτι πᾶσαν τὴν φύσιν τὴν λυθεῖσαν πᾶσαν ἐκίνησεν. Μὴ γὰρ ἡ σὰρξ ἥμαρτε μόνη; Μὴ ἡ ψυχὴ ἥμαρτε μόνη; Μὴ ὁ νοῦς μόνος ἀλλότριος ἦν τῆς ἁμαρτίας; Εἰ μὲν οὖν μὴ μετέσχεν ἁμαρτίας ὁ νοῦς, οὐδὲ θεραπείας ἐδεῖτο. Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. Εἰ δὲ καὶ ὁ νοῦς ἐκοινώνησε τῇ ἁμαρτίᾳ, διὰ τί μερικῶς εἰσάγεις τὴν θεραπείαν; Ἥμαρτε ψυχὴ καὶ ἐδεῖτο θεραπείας. Γέγραπτο γοῦν· Ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται. Καὶ ὅρα τὴν ἀκρίβειαν. Τὴν ἁμαρτίαν ἣν ὁ λόγος ἐπέγραψεν ἐνταῦθα τῇ ψυχῇ, ἀλλαχοῦ τῇ σαρκὶ λογίζεται, τῆς σαρκὸς καὶ τῆς διανοίας ὁμοῦ κατηγορῶν, ἵνα μή τις νομίσῃ ὅτι ἡ μὲν σὰρξ πονηρόν τι καθ’ ἑαυτήν ἐστι πλάσμα, ὁ δὲ νοῦς τῆς σαρκὸς ἀλλότριος καὶ τῶν ἁμαρτημάτων ἐλεύθερος. Σαφῶς ὁ θεσπέσιος ἀπόστολος διαγορεύει ὧδέ πη λέγων· Καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν , ἵνα σαφῶς παραστήσῃ ὅτι καὶ ψυχὴ καὶ σῶμα καὶ ὁ νοῦς ἥμαρτεν. Καὶ ὅτι οὐ σὰρξ δέχεται μόνη φθοράν, ἀλλὰ καὶ ὁ νοῦς, λέγει πάλιν ἐν ἑτέρῳ· Ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν. Εἰ τοίνυν καὶ ἡ σὰρξ ἥμαρτε καὶ ἡ ψυχὴ ἥμαρτε καὶ ὁ νοῦς ἐφθάρη, ὅλου τοῦ σκεύους φθαρέντος, διὰ τί μὴ ὅλον ἀνέλαβεν;

Ἀλλ’ ἐὰν εἴπῃς, φησίν, ὁλόκληρον ἄνθρωπον, εἰς ἄνθρωπον ἔχεις τὰς ἐλπίδας. Ἄνθρωπον κηρύττω τὸν Χριστὸν καὶ οὐκ ἀρνοῦμαι, ἀλλ’ ἄνθρωπον καὶ θεόν, θεὸν διὰ τὴν ἀξίαν, ἄνθρωπον διὰ τὴν οἰκονομίαν. Ἄνθρωπον καλῶ διὰ τὴν ἔξω φαινομένην κατάστασιν, θεὸν διὰ τὴν ἀξίαν τὴν ἔνδον ὡς ἐν ναῷ τῇ ἀνθρωπότητι κατοικοῦσαν. Καὶ οὐ παραιτοῦμαι λέγειν ἄνθρωπον, ἐπεὶ μηδὲ Παῦλος ἠρνήσατο· Μεσίτης γάρ φησιν θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός. Καὶ θέλεις μαθεῖν ἀκριβῶς τὸν κύριον καλοῦντα ἑαυτὸν υἱὸν ἀνθρώπου; Ἄκουε αὐτοῦ λέγοντος· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; Εἰ μὴ ἀληθῶς τὴν εἰκόνα τοῦ ἀνθρώπου ἀνέλαβεν ἣν ὁ διάβολος ἔφθειρε, διὰ τί καλεῖ υἱὸν ἀνθρώπου τὸν ἐξ ἡμισείας ἄνθρωπον; Διὰ τί δέ, ἀδελφέ, εἰ τὸν νοῦν οὐκ εἶχεν, ἀλλὰ ἐκ ψυχῆς ἦν καὶ σώματος τὸ φαινόμενον ὄργανον, διὰ τί ὁ ἀπόστολος Ἀδὰμ τὸν σωτῆρα καλεῖ ; Εἰ γὰρ μή ἐστιν ὁλόκληρος, οὐκ ἔστιν Ἀδάμ. Ὁ ἀπόστολος τὸν κύριον ἡμῶν Ἰησοῦν καὶ θεὸν διὰ τὴν ἀξίαν ὀνομάζει· Χριστὸς γάρ φησι τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητός. Καὶ ἄνθρωπον διὰ τὴν οἰκονομίαν καλεῖ. Καὶ Ἀδὰμ αὐτὸν ὀνομάζει, ἵνα παραστήσῃ τὴν οἰκονομίαν. Ἐγένετο γάρ φησιν ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ δεύτερος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. Εἰ μὴ ὅλον ἐνδέδυται τὸν Ἀδάμ, διὰ τί Ἀδὰμ καλεῖται;

Ἵνα δὲ πάλιν ἐξ ἑτέρας ἀποδείξεως ἐναργοῦς μάθῃς, ἀδελφέ, ὅτι ὅλος ἄνθρωπος ἀνελήφθη διὰ τῆς τοῦ κυρίου σαρκός, ἄκουε τοῦ Παύλου λέγοντος· Τοῦτο εἰδότες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος ἐσταυρώθη. Εἰ μὴ ὅλος ἦν ἄνθρωπος, διὰ τί παλαιὸν αὐτὸν καλεῖ ἄνθρωπον; Ἀλλὰ ταῦτα μὲν ἀρκούντως πρὸς τοὺς αἱρετικοὺς λεγέσθω. Ἡμεῖς δὲ πρὸς τὴν ἑαυτῶν εὐγένειαν ἐπανέλθωμεν. Εὐγένεια δὲ ἡμῶν ἐστιν ἡ ἀποστολικὴ πίστις, τὸ ἀποστολικὸν ἐπάγγελμα. Ἡμεῖς πάντες νοῦν Χριστοῦ ἔχομεν. Οἱ δὲ τὸν νοῦν ἀρνούμενοι ἄνθρωποί εἰσι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν. Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. Εἴη δὲ ἡμᾶς τοῖς ἀποστολικοῖς ὅροις ἐμμένοντας ἄχραντον φυλάξαι τὴν δοξολογίαν καὶ ἀποτειχίζειν μὲν τὰς ἀκοὰς τοῖς αἱρετικοῖς, εἰδέναι δὲ τῆς ἐκκλησίας τὸ φρόνημα, εἰδέναι δὲ τῆς πίστεως τὸ ἐπάγγελμα, εἰδέναι δὲ καὶ τοῦ βαπτίσματος τὸ μυστήριον, εἰδέναι τῆς πίστεως τὸ ἀξίωμα. Ἀξιώμεθα δὲ τῆς πίστεως ἵν’ ὥσπερ ἐβαπτίσθημεν οὕτω καὶ πιστεύωμεν, οὕτω καὶ δοξάζωμεν, τὴν ἀληθῆ δόξαν ἀναπέμποντες τῷ πατρί, καὶ τῷ ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.