The Greek Library Author

Severianus Gabalensis

In Temptationem Domini Nostri Iesu Christi

Edition reference
A Greek Homily on the Temptation (CPG 4906) by Severian of Gabala: Introduction, Critical Edition and Translation · 1997
CTS identifier
urn:cts:greekLit:tlg4139.tlg088.local002
Corpus release
2.2.0 · 2026-08-29

Ἐξῆλθεν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ σωτὴρ εἰς τὴν ἔρημον ὁπλιζόμενος κατὰ τοῦ διαβόλου· αὐτοῦ γάρ ἐστιν φωνὴ λέγοντος· Οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τόλμῃ τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὰ σκεύη αὐτοῦ διαρπάσει. Εἰσάγει τοίνυν τὴν ἀνθρωπότητα, καὶ τὸ πλάσμα ὅπερ ἐνεδύσατο εἰσάγει εἰς τὴν ἔρημον, ἐμπολιτεύων τῇ νίκῃ κατὰ τοῦ διαβόλου εἰς τὸ σῶμα ὅπλον κατὰ τῶν δαιμόνων. Καὶ πρόσεχε ἀκριβῶς· ὅτε ἠγωνίζετο, οὐδαμοῦ ἔδειξεν τὸ πρόσωπον τῆς ἀξίας. Εἰ δὲ θέλεις γνωρίσαι τῷ διαβόλῳ ὅτι οὐ πρὸς υἱὸν θεοῦ καὶ μονογενῆ ἔχει, ἀλλὰ πρὸς τὸν ἄνθρωπον καὶ ὃ πάσαις ἀκοαῖς λέγει ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ὁ δὲ σωτὴρ κρύβων τὴν ἀξίαν καὶ προφέρων τὴν οἰκονομίαν (πανταχοῦ γὰρ αὐτῷ ὁ σκοπὸς οὗτος ἦν, δεῖξαι ἑαυτὸν ἀγωνιζόμενον καὶ τὸν πεσόντα τοῦτον στεφανούμενον) λέγει αὐτῷ· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. Ὡς ἐκ προσώπου τῆς ἀνθρωπότητος ἀγωνίζεται. Εἰ γὰρ περὶ τῆς ἀξίας διελέγετο, ἔλεγεν ἄν· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ υἱὸς τοῦ θεοῦ. Ἀλλὰ καὶ τὸν ἄνθρωπον βουλόμενος δεῖξαι στεφανίτην καὶ τοῦτον τοίνυν ἀγωνιζόμενον καὶ εἰς αὐτὸν φέρων τὰ βραβεῖα τῆς νίκης, λέγει· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος· καὶ ἄνθρωπός εἰμι , φησίν, καὶ οὐ χρείαν ἔχω ἄρτου· ἱκανεῖ γὰρ καὶ λόγος θεοῦ θρέψαι.

Βλέπε τὸν πονηρόν. Ὁ διάβολος ἀπὸ λογισμῶν, ὁ δὲ Χριστὸς ἀπὸ γραφῶν διαφορὰν ἐκκλησίας καὶ αἱρετικῶν σημαίνει· οἱ αἱρετικοὶ διαλεκτικοί, ἡ ἐκκλησία πιστή. Τότε ὁ υἱὸς τοῦ θεοῦ εἶπεν ἂν ὅτι οἱ λίθοι οὗτοι ἄρτοι γένωνται ἀκόλουθον ἦν λογισμῷ· τῷ δὲ υἱῷ τοῦ θεοῦ ἁρμόζει καὶ μεταβάλλειν. Ὁ δὲ σωτὴρ προκρίνας τῷ λογισμῷ τὴν ἀλήθειαν ἔρχεται ἐπὶ τὴν τῶν γραφῶν μαρτυρίαν καὶ λέγει αὐτῷ· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.

Μετὰ ταῦτα, ὅτε ἠλέγχθη ὁ διάβολος, μετέρχεται καὶ αὐτὸς εἰς τὰς γραφὰς καὶ λέγει πρὸς τὸν Ἰησοῦν ἀναγαγὼν αὐτὸν εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἄνωθεν κάτω · καὶ μετὰ τοῦτο· Μὴ πληγῇς, φησίν, τοῦτο γὰρ γέγραπται. Βλέπε τὸν διάβολον πῶς τοῖς ἀλλοτρίοις ὅπλοις κέχρηται, καὶ ἔχε ταῦτα ἐν τῇ διανοίᾳ· γέγραπται ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Εἰπέ, διάβολε, καὶ τὰ ἑξῆς. Οὐκ ἐπιγινώσκεις τὴν ἀκολουθίαν; Διὰ τί κρύπτεις ὥσπερ ὁ αἱρετικός, προφέρων τὰ συμφωνοῦντα αὐτῷ τῇ διανοίᾳ, κρύπτει δὲ τὴν ἀκολουθίαν δι’ ἧς ἡ καθαίρεσις αὐτοῦ ἑρμηνεύεται; Γέγραπται ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἀνάγνωθι καὶ τὰ ἀκόλουθα· Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ἀλλ’ ἐπειδὴ ἡ προφητεία κατὰ τοῦ διαβόλου, οὐ προφέρει τὰ κατ’ αὐτοῦ, ἀλλὰ τὰ νομισθέντα ὑπὲρ αὐτοῦ.

Ὁ σωτὴρ πρὸς αὐτόν· Γέγραπται· οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. Πολλοὶ νομίζουσιν ὅτι ἑαυτῷ τῷ διαβόλῳ ἔλεγεν· Μὴ πειράσῃς με κύριον τὸν θεόν σου· καὶ βούλονται ἐπαγαγεῖν τῇ ἀξίᾳ τοῦ μονογενοῦς τὸ ῥῆμα. Ἡμεῖς δὲ οὐ δεχόμεθα αὐτὸ εἰς τὴν ἀξίαν, οὐ τὴν ἀξίαν ἀρνούμενοι ἀλλὰ τὴν δύναμιν ὁμολογοῦντες. Οὐκ ἐκ τούτου δείκνυται ὅτι κύριος ὁ θεὸς ὁ μονογενής· εἰσὶν γὰρ μαρτυρίαι ἄπειροι τὴν ἀξίαν κηρύττουσαι, ἀλλὰ νῦν ἐκ προσώπου τῆς ἀνθρωπότητος φθέγγεται. Ἐπειδὴ εἶπεν· Βάλε σεαυτὸν ἄνωθεν κάτω , ἴδωμεν εἰ οὐκ ἀδικῆσαι Γέγραπται ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ. Ἐκ προσώπου τῆς ἀνθρωπότητος λέγει· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου ἀντὶ τοῦ Γέγραπται ἐμοὶ τῷ ἀνθρώπῳ μὴ πειράζειν τὸν θεόν. Οὐ βάλλω ἐμαυτὸν ἵνα μὴ πειράσω τὸν θεόν· οὐ πειράζω, οὐ δοκιμάζω εἰ δύναται βοηθεῖν ἢ μή· τοῦτο εὐσεβείας ἀλλότριον.» Ταῦτα λέγει οὐκ ἀπὸ τῆς ἀξίας, ἀλλ’ ἀπὸ τῆς ἀνθρωπίνης ὄψεως· ἀλλὰ καὶ ἄνθρωπός εἰμι καὶ δίκαιός εἰμι καὶ θεὸν οὐ πειράζω.

Οὐδέποτε γὰρ οἱ δίκαιοι πειράζουσι τὸν θεόν, ἀλλ’ ἐπερχομένην ἀνάγκην φέρουσιν· καὶ κἂν θέλῃ ὁ θεὸς πειράσαι, δέχονται. Μὴ γὰρ οἱ ῥυσθέντες ἀπὸ πυρὸς καμίνου ἢ ἑτέρου τινὸς πειρατηρίου πειράζοντες τὸν θεὸν ἑαυτοὺς ἐνέβαλον; Μὴ εἶπεν Δανιήλ· Ἔμβαλέ με εἰς τὸν λάκκον τῶν λεόντων ἢ οἱ τρεῖς παῖδες εἶπαν· Ἔμβαλε ἡμᾶς εἰς τὴν κάμινον τοῦ πυρός· ῥύεται γὰρ ἡμᾶς ὁ θεός; Εἰ γὰρ τοὺς προσέχοντας ἑαυτῷ παρέδωκεν, ἡ ἀμεριμνία αὐτοὺς ὥπλισεν, οὐχ ἡ εὐσέβεια παρεσκεύασεν.

Ἀπεκρίνατο Ναβουχοδονόσορ τοῖς τρισὶ μάρτυσι λέγων· Ἧν ἂν ὧραν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικοῦ, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι. Ὅτε ταῦτα εἶπεν, ἐπήγαγεν· καὶ τίς ἐστιν ὁ θεὸς ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; Λέγουσιν οἱ μάρτυρες· Γνωστὸν ἔστω σοι, βασιλεῦ. ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι ᾗ ἔστησας οὐ προσκυνοῦμεν· ἔστιν γὰρ θεὸς ὃς δύναται ἡμᾶς ἐξελέσθαι. Καὶ οὐκ εἶπαν· ὃς ἐξελεῖται, ἀλλ’ ὃς δύναται. Βλέπετε εὐσεβῆ γνώμην. Δύναται μὲν ἐξελέσθαι· ἐὰν δὲ μὴ θέλῃ, οὐ παρὰ τοῦτο τὴν εὐσέβειαν ἀρνούμεθα. Τῷ δυνατῷ γὰρ μαρτυροῦμεν τῇ γνώμῃ, οὐ πειράζομεν δέ· μαρτυροῦμεν τῇ δυνάμει, οὐ νομοθετοῦμεν τῇ δυνάμει. Οἶδα ὅτι δύναται· οὐ βιάζω δὲ τῇ γνώμῃ. Ἔστιν θεὸς ὃς δύναται ἡμᾶς ἐξελέσθαι· καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾖ ἔστησας οὐ προσκυνοῦμεν. Οὕτως οὐκ ἐπείρασαν οἱ δίκαιοι τὸν θεόν, ἀλλ’ ἐπενεχθεῖσαν τὴν συμφορὰν ἐδέχοντο καὶ ἐκ παραδόξου τῆς εὐεργεσίας ἀπήλαυον. Λέγει οὖν ὁ σωτὴρ ἐκ προσώπου τῆς ἀνθρωπότητος· Οὐ πειράσεις κύριον τὸν θεόν σου. Ἐπαγαγὼν ἔδειξεν ὅτι οὐ πρὸς τὸν δαίμονα ὁ λόγος, ἀλλὰ πρὸς τὴν οἰκονομίαν τὸ ὄνομα· Γέγραπται· οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου· οὐ πειράζω τὸν θεόν. Ἔλαβεν οὖν δεύτερον βέλος μετὰ τοῦ πρώτου καὶ ἀπῆλθεν. Μᾶλλον δὲ οὐκ ἀπῆλθεν, ἀλλ’ ἔμεινεν ἐν τῇ ἀναισχυντίᾳ· ἴδιον γὰρ τῆς κακίας ἐπαγωνίζεσθαι τὴν ἰδίαν μανίαν.

Παραλαμβάνει τὸν κύριον πάλιν εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν ἐν στιγμῇ χρόνου. Πῶς ἔδειξεν; Θεῷ μὲν γὰρ πάντα δυνατά, τῷ δὲ διαβόλῳ πῶς εὔπορον ἐφάνη δεῖξαι; Οὐ γὰρ εἶπεν· εἶδεν Ἰησοῦς. Ἠδύνατο γὰρ ἐν ἑνὶ τόπῳ καὶ μιᾷ γωνίᾳ ἑστὼς τὰ πάντα ἰδεῖν ὁ τὰ πάντα περιλαμβάνων. Ἀλλὰ ζητῶ πῶς ὁ διάβολος ἔδειξεν τὰς βασιλείας. Καὶ ἐὰν γάρ τις εἰς ὑψηλὸν τόπον ἀνέλθοι καὶ ἴδοι πάσας τὰς πόλεις, ὁρᾷ τὰ κτήματα ἐν μέσῳ στρεφόμενα. Πῶς οὖν τοσαύτην καὶ τηλικαύτην ποικιλίαν ἔδειξεν ἐν στιγμῇ χρόνου ὁ διάβολος; Εὔκοπον γὰρ τῷ διαβόλῳ εἰς κακίαν μετασχηματίζεσθαι· εἰ γὰρ μετασχηματίζεται εἰς ἄγγελον φωτός , πολλῷ μᾶλλον καὶ εἰς τὴν ὁρωμένην φαντασίαν.

Εἶτα φησίν· Ταῦτα πάντα σοι δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι. Οὕτω, ὅτι πρὸς ἀνθρωπότητα ἐλάλει. Προβάλλει οὖν καὶ τὴν τρίτην πεῖραν καὶ λέγει· Ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. Εἰ καὶ πικρὰ τὰ τοῦ διαβόλου ῥήματα, ἀλλ’ ἀσφαλῆ, οὐκ αὐτῷ τῷ λέγοντι ἀλλ’ ἡμῖν τοῖς ἀκούουσιν· ἐὰν πεσὼν προσκυνήσῃς μοι. Οὐκοῦν οὐκ ἔστιν σοι προσκυνῆσαι, μὴ πρότερον πεσόντα; Ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. Ἐπαγγέλεται πτῶσιν, εἶτα δόσιν.

Ὁ δὲ σωτὴρ τὸ μέτρον αὐτοῦ τῆς μανίας διαλύων φησὶν πρὸς αὐτόν· Ὕπαγε, σατανᾶ. Καὶ φωνὴ θεοῦ ἀπόφασις, τὸ Ὕπαγε, σατανᾶ. Γέγραπται γάρ· κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ ὁ διάβολος. Φωνὴ αὐτὸν διώκει. Ὥσπερ τοὺς υἱοὺς αὐτοῦ τοὺς ἰουδαίους καὶ θεομάχους τότε διὰ φωνῆς ὀπίσω βέβληκεν (λεγόντων γὰρ αὐτῶν· Ποῦ ὁ Ἰησοῦς; λέγει αὐτοῖς· Ἐγώ εἰμι, καὶ ἡ φωνὴ πάντας εἰς τὰ ὀπίσω κατέβαλεν)· οὕτω καὶ τῷ διαβόλῳ Ὕπαγε, σατανᾶ. Καὶ ὁ λόγος αὐτὸν ἐξώθησεν καὶ εἰς τὰ ὀπίσω ἀπέρριψεν.

Καὶ ἀπέστη ἀπ’ αὐτοῦ ὁ διάβολος ἄχρι καιροῦ. Τοῦτο δὲ γέγραπται εἰς ἀσφάλειαν ἡμῶν. Ἐπειδὴ πανταχοῦ διὰ τῆς εἰκόνος ἦς ἀνέλαβεν χαρακτῆρα ἡμῖν πολιτείας καταλιμπάνων διδάσκει σε, ἐπειδὰν παλαίσῃς τῷ διαβόλῳ καὶ νικήσῃς μὴ εἰς ἀμεριμνίαν ἐλθεῖν ἀλλ’ εἰδέναι ὅτι ἀνακύπτει πάλιν μετὰ τὴν νίκην. Πολλῆς οὖν πολλάκις εἰκότως προσβαλλούσης ἡμῖν ὀρέξεως ἢ ἐπιθυμίας ἢ ἄλλου τινὸς τῶν παθημάτων καὶ συμπλακέντος ἡμῖν ὡς πάλῃ, ὁ νοῦς ἐρρωμένον φέρων τὸν λογισμὸν κατηγωνίσατο πάθη. Καὶ αὐτὸς ὁ νικήσας νῦν ἑτέρᾳ προσβολῇ ἡττᾶται. Διὸ χρὴ ἡμᾶς εἰς ἀμεριμνίαν μὴ ἔρχεσθαι ἀλλ’ εἰδέναι ὅτι ἄχρι καιροῦ ἡ νίκη καὶ ἄχρι καιροῦ ἡ ἀμεριμνία. Ἡ δὲ τῶν παθῶν νίκη πρόσκαιρος· ἕως ἐσμεν ἐν τῷ κόσμω καὶ νικῶμεν καὶ παλαίωμεν.

Ἡ δὲ τελεία νίκη ἐν τέλει τῶν ἀγώνων. Διὰ τοῦτο ὁ Παῦλος νικῶν οὐκ ἀμέριμνος ἦν ἀλλ’ ἠγωνία τὸ μέλλον καὶ ἔλεγεν· Οὕτως τρέχω οὐχ ὡς ἀδήλως, οὕτως πυκτεύω οὐχ ὡς ἀέρα δέρων, ἀλλ’ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. Ὅτε δὲ εἰς τὸ τέλος ἔδραμεν τῶν ἀγώνων καὶ ἔμελλεν στεφανοῦσθαι, ἔλεγεν· Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα.

Οὕτως, ἀδελφοί, τελείωσις τῶν ἀγώνων ἡ τελείωσις τοῦ βίου ἐστίν. Καὶ μὴ νομίσῃς ἄνθρωπον πρὸ τελευτῆς στεφανοῦσθαι, τῆς γραφῆς λεγούσης· Μὴ μακαρίσῃς ἄνθρωπον πρὸ τελευτῆς αὐτοῦ. Ὁ σωτὴρ τέλειος ἐν πᾶσιν· ὁ δόλος οὐ συνεπολιτεύσατο, ὁ δόλος οὐ συνέζησεν, ἡ κακία οὐ συμπαρῆν. Αὐτὸς περὶ ἑαυτοῦ λέγει· Εἴπατε τῇ ἀλώπεκι ταύτῃ· σήμερον καὶ αὔριον ποιῶ σημεῖα, καὶ τῇ τρίτῃ τελειοῦμαι. Εἰ ὁ Χριστὸς τὸν ἑαυτοῦ θάνατον τελείωσιν ἐκάλεσεν, τίς πρὸ θανάτου τελείωσιν φαντάζεται;

Καὶ ἀπέστη ἄχρι καιροῦ καὶ λοιπὸν προσῆλθον ἄγγελοι καὶ διηκόνουν αὐτῷ . Τέλος τῆς ἀσκήσεως τὸ ὑπ’ ἀγγέλων διακονεῖσθαι. Ὃ μὲν κακῶς καὶ ἀκαίρως παρήγαγεν ὁ διάβολος, εὐθέως ἐδίδαξεν ὁ φιλάνθρωπος. Ἔλεγεν γὰρ ὁ διάβολος ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ. Σὺ ἀκαίρως παρήγαγες, ὁ θεὸς εὐκαίρως καὶ οἰκονομικῶς, ἵνα δειχθῇ ὅ τι τέλος μένει τοῖς ἀγωνιζομένοις. Προσῆλθον ἄγγελοι καὶ διηκόνουν αὐτῷ. Τίνι; Τῷ σχήματι τῆς ἀνθρωπότητος, τῷ καταπατήσαντι τοὺς δαίμονας, τῷ πατήσαντι ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, τῷ ἐπιβάντι ἐπὶ λέοντα καὶ δράκοντα. Εἰ μὴ γὰρ πρῶτος αὐτὸς ἐπάτησεν, οὐκ ἂν ἡμῖν ἐξουσίαν ἔδωκεν πατεῖν ἐπὶ λέοντα καὶ δράκοντα.

Πρῶτος ἀγὼν ὁ κατὰ δαιμόνων ἐστίν. Ἐπειδὴ Μωϋσῆς καὶ Ἠλίας ἵστανται τεσσαράκοντα ἡμέρας, Μωϋσῆς ἐνήστευσεν, οὐχ ἵνα κατορθώσῃ· ὁ Χριστὸς δὲ κατώρθωσεν. Ὁ γὰρ Μωϋσῆς οὐ νηστεύσας τοὺς δαίμονας ἐχώρισεν, οὐδὲ Ἠλίας ἐνήστευσεν ἵνα τὸν διάβολον καθέλῃ. Μᾶλλον δὲ Ἰησοῦς ᾐτιᾶτο τῶν πραγμάτων καὶ κατορθοῖ τὰ πράγματα, ὡς ἔλεγεν προειπών. Παρέστησεν Μωϋσῆν καὶ Ἠλίαν ὁ δεσπότης νόμου καὶ προφητῶν, παρέστησεν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ὁ δεσπότης τῶν εὐαγγελιστῶν. Καὶ γίνεται μία νεφέλη εἰς τύπον τῆς ἐκκλησίας. Ἐκεῖνο δὲ ἐπισημήνας ἐνάξω ὅτι ἣν εἶπεν Μωϋσῆς φωνὴν ζῶσαν, ταύτην ὁ πατὴρ ἐκύρωσεν ἐν τῷ ὄρει λέγων· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε. Μωϋσῆς γὰρ προανεφώνησεν λέγων· Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούετε. Μωϋσῆς εἶπεν· αὐτοῦ ἀκούετε · καὶ ὁ πατήρ· αὐτοῦ ἀκούετε , ἵνα δείξῃ ὅτι ἡ χάρις οὐκ ἐβιάσατο τὸν νόμον, ἀλλ’ ἐπλήρωσεν τὸν νόμον, οὐχ ὑβρίζων Μωϋσῆν, ἀλλὰ πληρῶν τὸ ῥῆμα.

Οὐ χρείᾳ ἀλλ’ ὑπὸ νόμου καὶ προφήτου βασιλέα τῆς ἀληθείας λαμ- βάνοντες Ὥσπερ γὰρ εἰκόνες βασιλέως πρὸ ἐπιδημίας τιμῶνται, μετὰ δὲ τὸ φανῆναι τὸν βασιλέα ἀργεῖ πᾶσα ἡ ὄψις τῆς εἰκόνος καὶ ἀντιμεταστρέφει τὸ ὄνομα, οὕτω πρὸς τὸ πρωτότυπον καὶ πρὸ τοῦ Χριστοῦ νόμος καὶ προφῆται, μετὰ δὲ Χριστὸν λάμπει τὰ τῆς ἀληθείας καὶ ἀργεῖ τὰ τῶν πατέρων. Λάμπει τὰ τῆς θεότητος, ἐν ἣ γένηται πάντας ἡμᾶς σωθῆναι, ἐν αὐτῷ τῷ Χριστῷ, ᾧ ἡ δόξα, κράτος καὶ τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.