The Greek Library Catalogue

Anonymous

Excerpta ex Joannis Characis commentariis in Theodosii Alexandrini

Edition reference
Excerpta ex Joannis Characis commentariis in Theodosii Alexandrini canones, ed. A. Hilgard, Grammatici Graeci, vol. 4.2, Leipzig: Teubner, 1894 (repr. Hildesheim: Olms, 1965): 375–434.
CTS identifier
urn:cts:greekLit:tlg4149.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

375

{Σωφρονίου πατριάρχου Ἀλεξανδρείας

πρὸς τὸν ἀββᾶν Ἰωάννην ἐπίσκοπον Ταμιάθεως

σχόλια σύντομα

ἐκ τῶν τοῦ Χάρακος

πρὸς εἰσαγομένους εἰς τοὺς ὀνοματικοὺς καὶ ῥηματικοὺς

κανόνας, ἃ ἡνίκα ἐμόναζε φιλεμπόνως ἐξέθετο.}

Προοίμιον.

Τὸ περὶ πᾶν εἶδος ἀρετῆς σπουδαῖον τῆς σῆς τιμιότητος, ὦ ἱερὲ

πάτερ Ἰωάννη, τοῦ λόγου καὶ ἀμελεῖν οὐκ ἀνέχεται, κἂν τοῖς τῆς προ-

εδρίας ἀγῶσιν ἐνησχόληται. Οἶδας γὰρ ὡς λόγος ἐστὶ τὸ διδασκαλίας

ὄργανον, ὅπερ ἀρετῇ συνεζευγμένον ἄρτιον τοῦ θεοῦ ἀποδείκνυσιν

ἄνθρωπον ὡς φωστῆρα ἐν κόσμῳ λάμποντα, οἷος αὐτὸς σχηματίζεις,

παμμακάριστε. Τοίνυν, καθὼς ἐκέλευσας, τὴν τῶν σχολίων βίβλον τοῦ

πανσόφου <Ἰωάννου Χάρακος> ἐπελεύσομαι καὶ σύντομον ἐξ αὐτῆς

ὠφέλειαν καρπώσασθαι πειράσομαι, τὸ πλάτος δὲ τοῦ λόγου παραιτή-

σομαι, ὅπερ αὐτός, οὐχ ὡς ῥητορείας ἄπειρος, εἰς τοὺς εἰσαγομένους

δὲ μᾶλλον φιλανθρωπευσάμενος, ἐπενόησας. Ἀλλά μοι συνεργήσαις ταῖς

οὐρανοδρόμοις σου ἐντεύξεσιν.

{Σχόλια εἰς τοὺς κανόνας Θεοδοσίου.}

Ὀκτὼ δεῖ λαμβάνειν τὰ μέρη τοῦ λόγου ὁμολογουμένως· τινῶν

γὰρ δύο εἶναι λεγόντων, ἄλλων πέντε, ἄλλων ἐννέα, ἄλλων δέκα

(περαιτέρω γὰρ οὐδεὶς τούτων ἔδοξεν), ὡμολογήθη τὰ ὀκτὼ ταῦτα

παρὰ πάντων τῶν μεγάλων τεχνικῶν. Τὰς δὲ τῆς θέσεως αὐτῶν αἰτίας

ἐν ἄλλοις γνωσόμεθα. Ἀπορήσειε δ' ἄν τις, πῶς ὀκτὼ τῶν μερῶν τοῦ

λόγου ὄντων εὑρίσκομεν ἐκ δυοῖν λόγον τέλειον, οἷον «ἄνθρωπος

τρέχει»· ταῦτα γὰρ ἐκ μερῶν συγκείμενα τηνικαῦτα τέλεια λέγεται,

ὁπηνίκα τὰ ὅλα μέρη τέλεια ἔχῃ, ὡς ἐπὶ ἀνθρωπείου σώματος· εἰ γάρ

τι τῶν μερῶν, χεὶρ φέρε εἰπεῖν ἢ πούς, ἐλλίποι, ἀτελὲς αὐτίκα γίνεται·

376

φαμέν, ὡς λόγος τῶν ὁμωνύμων ἐστίν· τόν τε γὰρ καθόλου λόγον, καὶ

τὸν μερικόν, καὶ τὸν ἐνδιάθετον, καὶ τὸν προφορικόν, καὶ τὴν φροντίδα,

καὶ τὴν ἀπολογίαν δηλοῖ, ἔτι δὲ καὶ τὸν Δημοσθενικὸν καὶ Πλατωνικὸν

καὶ ἄλλους. Ὁ τοίνυν καθόλου λόγος 〈οὐκ〉 ἔστιν ὁ ἔχων ὀκτὼ μέρη,

ὃς αἰσθήσει ὑποπίπτει, ὡς οὐδὲ τὸ καθόλου ζῷον· μερικὸς δὲ λόγος

ἐστὶ λέξεων παράθεσις ἐντελῆ παριστᾶσα διάνοιαν, ὃς γίνεται ἐκ δύο

καὶ τριῶν καὶ πλειόνων. Εἰ δέ τις εἴποι, ὅτι ἔχων τὰ ὀκτὼ μέρη τέλειός

ἐστι μόνον, ὡς ἐν τῷ 〈Χ 59〉 <πρὸς δ' ἐμὲ τὸν δύστηνον ἔτι

φρονέοντ' ἐλέησον>, λέγομεν, ὡς οὐ τῷ ἔχειν ὀκτὼ μέρη τέλειός

ἐστιν, ἀλλ' ὅτι τελείαν παριστᾷ διάνοιαν, ὡς ἔχει τὸ «ἄνθρωπος τρέχει»

καὶ «ἵππος χθὲς ἔδραμεν»· ὁ μέντοι καθόλου λόγος οὐ μίαν ἀφ' ἑκάστου

μερισμοῦ ἔχει λέξιν, ἀλλὰ πάντα τὰ ὀνόματα καὶ πάντα τὰ ῥήματα

καὶ ἑξῆς.

{Περὶ τῆς τάξεως τῶν ὀκτὼ μερῶν.}

Ἄξιον δὲ ζητῆσαι περὶ τῆς τάξεως αὐτῶν, ποῖον πρῶτον καὶ ποῖον

δεύτερον καὶ ἑξῆς. Ἀλλ' ἀποροῦσί τινες λέγοντες, εἰ τὰ μέρη καὶ τὸ

ὅλον τῶν πρός τι—τὰ γὰρ μέρη τοῦ ὅλου εἶναι λέγεται καὶ τὸ ὅλον

ἐν μέρεσιν—τὰ δὲ πρός τι ἅμα τῇ φύσει, εἰκαῖον ἐπὶ μερῶν ζητεῖν

πρῶτον καὶ δεύτερον. Πρὸς οὓς λέγομεν, ὅτι τὸ πρῶτον οὐ πάντως

τῇ φύσει λέγεται, ἀλλὰ καὶ ἀξίᾳ καὶ τάξει καὶ χρόνῳ καὶ ἀριθμῷ· ἐνταῦθα

οὖν ἀξίᾳ τὸ ὄνομα καὶ τὸ ῥῆμα προτέτακται τῶν λοιπῶν δύο αἰτιῶν

ἕνεκα. Καὶ μία μέν ἐστιν, ὅτι χωρὶς αὐτῶν τέλειος λόγος οὐ γίνεται

χωρὶς δὲ τῶν ἄλλων ναί· τάξιν γὰρ ἐπέχει τῶν κυριωτέρων τοῦ σώμα-

τος μερῶν· ὡς γὰρ ἐκείνων τινὸς παθόντος ὅλον τὸ σῶμα διαφθείρεται,

οὕτως ὀνόματος ἢ ῥήματος ἐπιλελοιπότος λόγος οὐκ ἂν συστῆναι δυνή-

σοιτο· γνώσῃ δὲ τὸ ὄνομα καὶ τὸ ῥῆμα τοῦ Ὁμηρικοῦ στίχου ὑποστεί-

λας· τί γὰρ ἂν εἴη «πρὸς δ' ἐμὲ τὸν ἔτι φρονέοντα»; τὰ δέ γε ἄλλα

δύο τῶν ἄλλων χωρὶς οὐδὲν κωλύει συνίστασθαι, «δύστηνον ἐλέησον».

Ἑτέρα δέ, ὅτι τὰ ἄλλα ἐξ αὐτῶν ἐκληρώσαντο τὴν προσηγορίαν· μετοχὴ

γὰρ ἐκ τοῦ μετέχειν ἀμφοῖν εἴρηται, ἄρθρον ἐκ τοῦ συναρτᾶσθαι ὀνό-

ματι, ἀντωνυμία ὅτι ἀντὶ ὀνόματος παραλαμβάνεται, πρόθεσις ὅτι ἑκα-

τέρου προτίθεται, ἐπίρρημα ὅτι ἐπὶ ῥῆμα φέρεται, σύνδεσμος ὅτι συνδεῖ

ὀνόματα ἢ ῥήματα.

Προτέτακται δὲ τοῦ ῥήματος φύσει τὸ ὄνομα· φύσει δὲ λέγω οὐχὶ

αὐτῶν τῶν λέξεων· κατὰ τοῦτο γὰρ μέρη ὄντα ἅμα ἐστίν· ἀλλὰ τῶν

πραγμάτων ὧν εἰσι κατηγορικά· τὸ γὰρ ὄνομα οὐσίαν σημαίνει, τὸ δὲ

377

ῥῆμα συμβεβηκός· δῆλον δὲ ὅτι δεύτερον τὸ συμβεβηκὸς τοῦ ᾧ συμβέ-

βηκεν· ἔτι δὲ καὶ ὅτι συναναιρεῖ. Ἀποροῦσι δέ τινες λέγοντες, πῶς τὸ

ῥῆμα μονομερῆ λόγον ποιοῦν τέλειον, ὡς ἐν τῷ «γράφω», οὐ προτάσ-

σεται τοῦ ὀνόματος· εἰ γάρ τινι ἐρωτήσαντί σε γράφοντα «τί ποιεῖς;»

ἀποκρίνοιο «γράφω», τέλειον λόγον ἐρεῖς. Λέγομεν δέ, ὅτι καὶ οὕτω

συνεισφέρεται ὄνομα τὸ σημαῖνον τὴν οὐσίαν, ἀφ' ἧς ἡ ἐνέργεια· ἡ

ἀντωνυμία δὲ δήλην τὴν οὐσίαν σημαίνει, καὶ κατὰ τοῦτο μᾶλλον τὸ

ὄνομα τὴν πρώτην εἴληφε τάξιν. Τρίτην ἔσχε τάξιν ἡ μετοχή, ἐπείπερ

μετέχει ὀνόματος καὶ ῥήματος· τὸ δὲ μετέχον τῶν μετεχομένων δεύ-

τερον. Τετάρτην τάξιν ἔσχε τὸ ἄρθρον· καὶ προτέτακται τῆς ἀντωνυ-

μίας, ὥς φασί τινες, ὅτι τὸ συνόν τινι τοῦ ἀντ' αὐτοῦ ἀρχαιότερον·

ὅπερ οὐ πάντως ἀληθές· ἀλλ' ὅτι τῷ ὀνόματι προτεταγμένῳ συνέστη

τὰ ἄρθρα· οὐ μὴν δέ, ἀλλ' ὅτι καὶ ἀντωνυμία ἀντὶ ἄρθρου παραλαμβάνε-

ται, ὡς ἐν τῷ 〈Ν 3〉 <αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ>· φανε-

ρὸν δὲ ὅτι τὸ ἀντί τινος παραλαμβανόμενον ὑποδεέστερόν ἐστιν ἐκείνου

ἀνθ' οὗ καὶ λαμβάνεται. Πέμπτη ἡ ἀντωνυμία, καὶ προτέτακται τῆς

προθέσεως ὡς δυνάμει οὖσα ὄνομα, ὅπερ πάντων μεῖζον δέδεικται· δεύ-

τερον δὲ ὅτι ἡ πρόθεσις οὐ λέγεται χωρὶς ὧν προτίθεται, ἡ δὲ ἀντω-

νυμία καθ' ἑαυτὴν λέγεται. Ἕκτη ἡ πρόθεσις, καὶ προτέτακται τοῦ

ἐπιρρήματος, ὅτι ἡ μὲν τοῦ ὀνόματος καὶ τῶν λοιπῶν προτίθεται, τὸ

δὲ ἐπίρρημα ἴδιον μόνου τοῦ ῥήματος δευτέραν τάξιν ἔχοντος. Εἰ δέ

τις εἴποι, ἰδοὺ ἐν τῷ καταγράφω ἡ πρόθεσις προτέθειται τοῦ ῥήματος,

ἀλλὰ κἀν τῷ παλίσσυτος παλίμβολος τὸ ἐπίρρημα τοῦ ὀνόματος, φαμὲν

ὅτι ὑπόψυχρος ὁ λόγος· τὰ γὰρ σύνθετα οὐκέτι τὸν ἴδιον φυλάττει

μερισμόν, ἀλλὰ μέρος τοῦ κατὰ σύνθεσιν ἐπικρατοῦντος γίνεται. Ἕβδο-

μον τὸ ἐπίρρημα, καὶ προτέτακται τοῦ συνδέσμου, καθότι οὐδέποτε ἰδίᾳ

ῥητοὶ οἱ σύνδεσμοι, τινὰ δὲ ἐκ τῶν ἐπιρρημάτων ναί· ἀλλὰ καὶ ὅτι

τινὲς τῶν συνδέσμων οὐδὲν σημαίνουσιν. Ὄγδοος ὁ σύνδεσμος· δεῖ

γὰρ εἶναι τὰ συνδεσμούμενα καὶ οὕτως ἐπινοηθῆναι τὸν σύνδεσμον·

ἐκείνων δὲ μὴ ὄντων οὐδεμία συνδέσμου χρεία. Ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις.

{Περὶ ὀνόματος.}

Ἐπειδὴ πρῶτον ἐδείχθη τὸ ὄνομα, διαληπτέον περὶ αὐτοῦ. <Παρέ-

πεται τοίνυν αὐτῷ πέντε, γένη εἴδη> καὶ ἑξῆς. Τὰ δὲ γένη οἱ

μὲν παλαιοὶ πρὸς τὸ σημαινόμενον ἐτίθουν, οἷον Ὅμηρος ἐπεὶ ἄρσενα

σημαίνει ἀρσενικὸν ἐκάλουν, καὶ Ἑλένη θηλυκόν, καὶ ξύλον οὐδέτερον·

οἱ δὲ μεταγενέστεροι τῷ χαρακτῆρι μόνον ἀκολουθοῦσιν, οἷον κάλαμος

ἀρσενικόν, ἐπειδὴ ὡς Ὅμηρος τῷ χαρακτῆρι· εὔδηλον καὶ αὐλή, ὡς

378

γυνή, καὶ γύναιον, ὡς τρόπαιον. <Τινὲς δὲ προστιθέασιν ἄλλα

δύο, κοινόν τε καὶ ἐπίκοινον>· κοινὸν μέν ἐστιν, ὅταν ἡ αὐτὴ

φωνὴ ἐπὶ δύο τεθῇ γενῶν ἀλλασσομένου τοῦ ἄρθρου, ὡς ὁ σώφρων

καὶ ἡ σώφρων· ἐπίκοινον δέ, ὅταν μηδὲ τὸ ἄρθρον ἀλλάσσηται, οἷον ἡ

χελιδών, ὁ ἀετός. Οὓς ἀνατρέπομεν λέγοντες, ὅτι πᾶν γένος ἴδιον ἔχει

σημαινόμενον καὶ χαρακτῆρα ἰδιάζοντα, προσέτι καὶ ἄρθρον· ταῦτα δὲ

οὐκ ἔχει, οὐκ ἄρα γένη εἰσίν.

<Εἴδη δὲ δύο, πρωτότυπον καὶ παράγωγον>. Ἰστέον ὅτι τὸ

αὐτὸ δύναται καὶ πρωτότυπον καὶ παράγωγον 〈εἶναι〉 πρὸς ἄλλο καὶ

ἄλλο θεωρούμενον, οἷον Πλάτων πρὸς μὲν τὸ πλατύς παράγωγον,

πρὸς δὲ τὸ Πλατωνικόν πρωτότυπον. Τὰ δὲ εἴδη καὶ σχήματα οὐ μόνῳ

τῷ ὀνόματι ἀλλὰ καὶ παντὶ μέρει λόγου παρέπονται· πᾶσα γὰρ λέξις

ἤτοι πρωτότυπός ἐστιν ἢ παράγωγος, καὶ ἁπλῆ ἢ σύνθετος· τὰ δὲ γένη

μόνοις τοῖς πτωτικοῖς· καὶ κατὰ τοῦτο ὤφειλε, φασί, προταγῆναι τὰ

εἴδη τῶν γενῶν. Φαμὲν δέ, ὅτι προτετίμηται τὰ γένη διὰ τὸ ὄνομα·

ἀεὶ γὰρ τὸ γένος προτιμότερον. Τὰ σύνθετα προσεχῶς ἐκ δύο συντί-

θεται, οἷον Φίλιππος· ἐν τῷ μισοφίλιππος πάλιν ἡ σύνθεσις ἐκ τοῦ

μισῶ καὶ Φίλιππος· τὰ δὲ παρασύνθετα πάντως παράγωγα, οὐκ ἤδη δὲ

τὸ παράγωγον καὶ παρασύνθετον.

<Ἀριθμοὶ δὲ τρεῖς, ἑνικὸς> καὶ τὰ ἑξῆς. Ἀποροῦσι δέ, διατί,

ὥσπερ ἐπὶ ἑνὸς ἑνικὸν καὶ ἐπὶ δύο δυϊκὸν λέγομεν, οὐ λέγομεν καὶ

〈ἐπὶ〉 τῶν τριῶν τριακὸν καὶ ἑξῆς. Φαμὲν δέ, ὅτι ἄπειρον ἔμελλεν

εἶναι τὸ τοιοῦτο, διὰ τοῦτο τὰ μετὰ τὰ δυϊκὰ ἀοριστούμενα μιᾷ πλη-

θυντικῇ περιλαμβάνεται ἐκφορᾷ· «ἀοριστούμενα» δὲ εἶπον διὰ τὸν πέντε

καὶ τοὺς λοιποὺς ὡρισμένους ἀριθμούς.

<Πτώσεις πέντε>. Ἰστέον ὅτι πτώσεις καλοῦνται οὐ καθὸ κατὰ

φωνὴν ἐκ τῆς εὐθείας πεπτώκασι—κατὰ τοῦτο γὰρ καὶ τὸ ῥῆμα ὀφείλει

πτώσεις ἔχειν—ἀλλ' ὅτι ἡ μὲν εὐθεῖα ὀρθῶς τὴν οὐσίαν σημαίνει·

ὅθεν οἱ ὅροι ὡς τῆς οὐσίας σημαντικοὶ ἀπ' εὐθείας ἄρχονται· αἱ δὲ

ἄλλαι οὐκ αὐτὴν προηγουμένως, ἀλλά τι τῶν περὶ αὐτήν· ὅθεν καὶ

πλάγιοι καλοῦνται, ὡς κυρίως μὲν τὰ περὶ τὴν οὐσίαν, ἐκ πλαγίου δὲ

καὶ αὐτὴν σημαίνουσαι· ἡ δὲ ὀρθὴ κατὰ συνεκδρομὴν πτῶσις καλεῖται,

ὥσπερ ἡ ἀπαρέμφατος ἔγκλισις, καὶ τὸ ὦ τῆς κλητικῆς ἄρθρον κατα-

χρηστικῶς. Κέκληται δέ, ὥς φαμεν, ὀρθὴ διὰ τὸ ὀρθῶς σημαίνειν τὴν

οὐσίαν· ἀλλὰ μὴν καὶ διὰ τὸ τοῖς ὀρθοῖς ῥήμασι, τουτέστιν ἐνεργητι-

κοῖς, συντάσσεσθαι· εἰ δὲ καὶ ἐν τοῖς ὑπτίοις, τουτέστι τοῖς παθητικοῖς,

ἀλλ' ἐκ τοῦ τιμιωτέρου τὴν ὀνομασίαν εἴληφεν· εὐθεῖα δὲ συνωνύμως

λέγεται, ἐπεὶ τὸ ὀρθὸν εὐθύ. Δευτέρα ἡ γενική, ἣ καλεῖται καὶ κτητική,

379

ὅτι δι' αὐτῆς τὰ γένη καὶ αἱ κτήσεις σημαίνονται· προτέτακται δὲ τῆς

δοτικῆς, ὅτι πρὸς ὄνομα καὶ ῥῆμα κυρίως συντάσσεται, καὶ ὅτι μετα-

βαίνει εἰς εὐθείας, ὡς ἐν τῷ τοῦ ψαρός ὁ ψαρός· καὶ ὅτι ἀντὶ γενικῆς

ἡ δοτικὴ λαμβάνεται, ὡς 〈Ξ 459〉 <Αἴαντι δαΐφρονι θυμὸν ὄρινε>.

Τρίτη ἡ δοτική, καὶ προτέτακται τῆς αἰτιατικῆς διὰ τὴν πρὸς τὴν γενι-

κὴν οἰκειότητα, ᾗ ὁμοτονεῖ καὶ ὁμοχρονεῖ· καταχρηστικῶς δὲ καὶ ὀνό-

ματι συντάσσεται· εἴρηται δὲ δοτικὴ διὰ τὸ δι' αὐτῆς ἡμᾶς τὰς δόσεις

καὶ ἀποδόσεις ποιεῖσθαι. Τετάρτη ἡ αἰτιατική· οὕτω δὲ καλεῖται διὰ τὸ

σημαίνειν τὰς αἰτίας, οἷον διὰ Πλάτωνα. Πασῶν δὲ τελευταία ἡ κλητική.

Ἀποροῦσι δέ, τί μὴ προτέτακται, οὐχ ἧττον ὀρθῆς τὴν οὐσίαν σημαί-

νουσα. Καὶ φαμέν, οὐχ ἵνα τὴν οὐσίαν σημαίνωμεν τῇ κλητικῇ χρώ-

μεθα, ἀλλ' ἵνα πρὸς ἡμᾶς τὸν καλούμενον ὑποστρέψωμεν· ὅθεν πολ-

λάκις οὐδὲ τοὔνομα λέγομεν, ἀλλ' ὦ ἥ· ἔτι δὲ καὶ πᾶν ὄνομα τρίτῳ

προσώπῳ συντάσσεται, αὕτη δὲ δευτέρῳ.

Λέγεται δὲ ὄνομα ἀπὸ τοῦ νέμω νόμα καὶ πλεονασμῷ 〈τοῦ ο̅〉

ὄνομα· ἢ ἀπὸ τοῦ νένομα ἀποβολῇ τοῦ ν̅ καὶ τροπῇ τοῦ ε̅ εἰς ο̅

ὄνομα· ἢ ἀπὸ τοῦ ὀνῶ, ὅ ἐστιν ὠφελῶ, ὄνημα καὶ τροπῇ τοῦ η̅ εἰς ο̅

ὄνομα. Ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις.

<Τελικὰ ἀρσενικῶν ὀνομάτων στοιχεῖά ἐστι πέντε>, ν̅ ξ̅ ρ̅

ς̅ ψ̅. Πᾶν ὄνομα κλινόμενον εἰς ἓν τούτων λήγει, εἰ μὴ κατ' ἐπέκτασιν

εἴη, ὡς τὸ τοῖος τοιόσδε, ἢ κατὰ πάθος ᾖ, ὡς 〈ex gr. Β 336〉 <ἱππότα

Νέστωρ>, ἢ βάρβαρον, ὡς Ἀνδρούβαλ. Ζητεῖται δέ, διατί πρώτου

ὄντος τοῦ ν̅ ἀπὸ τῶν εἰς ς̅ ἤρξατο. Καὶ φαμέν, ὅτι τὰ εἰς ς̅ πολλά

τέ ἐστι καὶ δύο ἔχει κλίσεις, περιττοσύλλαβον καὶ ἰσοσύλλαβον, τὰ δὲ

ἄλλα μίαν. Εἰ δέ τις εἴποι, ὅτι ἁρμοδιώτερον μᾶλλον ἦν πρὸς εἰσαγο-

μένους ἀπὸ τοῦ ὀλίγου καὶ μίαν κλίσιν ἔχοντος ἄρξασθαι, λέγομεν, ὅτι

σαφέστερά ἐστι τὰ εἰς ς̅ καὶ εὐληπτότερα, κἂν ᾖ πολλά. Παρέλειψε δὲ

τὰ μονοσύλλαβα, καὶ τὰ εἰς β̅α̅ς̅, καὶ τὰ εἰς γ̅α̅ς̅, ἐπεὶ πρὸς εἰσαγο-

μένους τὸ βιβλίον πεποίηται. Διατί, ζητοῦσι, μὴ ὡρίσατο τὸ ὄνομα;

ὅτι, φαμέν, οὐ περὶ τῆς εὐθείας, ἀλλὰ περὶ τῶν πλαγίων εἰπεῖν

προέθετο.

<Ὄνομά ἐστι μέρος λόγου πτωτικὸν ἑκάστου τῶν ὑπο-

κειμένων σωμάτων ἢ πραγμάτων κοινὴν ἢ ἰδικὴν οὐσίαν

ἀπονέμον>. Ἔχει δὲ ἡ ἐξήγησις οὕτως· «μέρος λόγου» εἶπεν ὡς γένος

τὸν λόγον λαβών· τῷ δὲ «πτωτικόν» εἰπεῖν διέστειλε τῶν ἀπτώτων,

ῥήματος προθέσεως συνδέσμου· τῷ δὲ «ἑκάστου τῶν ὑποκειμένων» τῶν

λοιπῶν πτωτικῶν, μετοχῆς ἄρθρου ἀντωνυμίας. Ὑποκείμενα δέ ἐστι

τὰ ὄντα καὶ ὀνομαζόμενα· σώματα δὲ τὰ αἰσθήσει ὑποπίπτοντα, τὰ

380

τριχῇ διαστατά· πράγματα δὲ τὰ διανοίᾳ ληπτά· κοινὸν δὲ λέγει τὸ

πλειόνων κατηγορούμενον, ἰδικὸν δὲ τὸ ἓν κατηγορούμενον.

{Ἀρχὴ σὺν θεῷ τοῦ κειμένου.

〈Κανὼν αʹ.〉}

<〈Ὁ Αἴας τοῦ Αἴαντος〉· τὰ εἰς α̅ς̅ καθαρὸν> καὶ τὰ ἑξῆς. Πρὸ

τῆς ἐπεξεργασίας τοῦ κανόνος θεωρίαν τινὰ περιεκτικωτέραν ἐκθετέον·

ἰστέον τοίνυν ὅτι οἱ κανόνες παραφυλακαί τινές εἰσιν ἐκ τοῦ ὑποκει-

μένου τῇ ἀναλογίᾳ συναγόμεναι καὶ τόπον συστατικῶν διαφορῶν ἐπέχου-

σαι· ὥσπερ οὖν ὁ λέγων «ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης

δεκτικόν» τῷ μὲν «ζῷον» εἰπεῖν χωρίζει τῶν ἄζων, τῷ δὲ «λογικόν»

τῶν ἀλόγων, τῷ δὲ «θνητόν» τῶν ἀθανάτων, τῷ δὲ «νοῦ καὶ ἐπιστή-

μης δεκτικόν» τῶν, ὡς Ἕλληνές φασι, νυμφῶν καὶ Νηρηΐδων, οὕτω διὰ

τῶν λαμβανομένων ἐν ἑκάστῳ κανόνι παρατηρήσεων τὰ ἐναντία τῶν

κειμένων ἐκβάλλεται· οἷον εἶπε «τὰ εἰς α̅ς̅» διὰ τὰς ἄλλας καταλήξεις·

ἰδοὺ γὰρ τὸ γόης οὐ συνᾴδει τῷ κανόνι· ἐπεὶ μὴ ἔληξεν εἰς α̅ς̅, οὐ

κλίνεται διὰ τοῦ ν̅τ̅· «καθαρόν» δὲ εἶπεν, οὐχὶ «καθαρά», τὸ α̅ς̅ λέγων,

οὐ τὰ ὀνόματα· καθαρὸν δέ ἐστιν, ἡνίκα ἡ πρὸ τέλους συλλαβὴ εἰς

φωνῆεν λήγῃ καὶ ἡ ἑξῆς ἀπὸ φωνήεντος ἄρχηται, ὡς ἔχει τὸ Αἴας·

εἶπε δὲ «καθαρόν» διὰ τὰ ἀκάθαρτα, τουτέστι τὰ ἔχοντα πρὸ τοῦ α̅ς̅

σύμφωνα, οἷον ἄββας μέγας Ἴδας. Ἀλλ' ἰδού, φασί, τὸ γίγας γίγαντος

καὶ Κάλχας Κάλχαντος διὰ τοῦ ν̅τ̅ κλίνεται καὶ οὐκ ἔχει εἰς καθαρὸν

α̅ς̅ τὴν εὐθεῖαν· πρὸς οὓς λέγομεν, ὅτι οὐκ ἀντιστρέφει ὁ λόγος· πᾶς

ἄνθρωπος δίπους, οὐ πᾶν δὲ δίπουν ἄνθρωπος· οὕτω τὰ εἰς α̅ς̅ καθα-

ρὸν καὶ ἐξῆς διὰ τοῦ ν̅τ̅ κλίνεται, οὐ πᾶν δὲ διὰ τοῦ ν̅τ̅ κλινόμενον

πάντως εἰς α̅ς̅ καθαρὸν ἔχει τὴν εὐθεῖαν λήγουσαν· «Δισύλλαβα» δὲ

διὰ τὰς ὑπὲρ δύο συλλαβὰς καὶ πρός γε τὰ μονοσύλλαβα, οἷον Γρᾶς

Γρᾶ, κράς κρατός, Παπίας Παπίου, Αἰνείας Αἰνείου· «βαρύτονα» δὲ διὰ

τὰ ὀξύτονα καὶ περισπώμενα, ὀξύτονα μὲν δυάς Ἰάς, περισπώμενα δὲ

Παιᾶς· δυάδος γὰρ καὶ Ἰάδος καὶ Παιᾶ. Ἰστέον δὲ ὅτι βαρύτονα λέγε-

ται τὰ πρὸ μιᾶς ἢ πρὸ δύο τὸν τόνον ἔχοντα· πρὸ τριῶν γὰρ τόνος

οὐδέποτε τίθεται· φαμὲν γὰρ τοὺς ὀνοματοθέτας ἐξ ἀρχῆς τρισυλλάβους

ποιῆσαι τὰς λέξεις· μὴ οὐσῶν δὲ τῶν ὑπὲρ τρεῖς, πῶς ἔμελλον γενέ-

σθαι τόνοι πρὸ τριῶν; τοὺς δὲ νεωτέρους ὕστερον ἐπινοήσαντας πολυ-

συλλάβους καὶ τὰς συνθέτους μὴ δυνηθῆναι διὰ τὴν συνήθειαν ὑπερ-

βῆναι τὴν τῶν παλαιῶν παράδοσιν· ἢ ἴσως ἐπείπερ οὐχ οἷόν ἐστιν

ἐμποδιζόντων τῶν φωνητικῶν ὀργάνων πρὸ τριῶν συλλαβῶν ἀνάτασιν

ποιήσασθαι. Καλοῦνται δὲ βαρύτονα, ἐπείπερ τὴν βαρεῖαν ἐπὶ τέλους

381

ἔχουσιν. «Ὀνόματα» ἢ τὸ ὂν λέγει, ἢ καὶ διὰ τὰ ἄλλα μέρη· ἰδοὺ γὰρ

τὸ εἴας ῥῆμα δευτέρου προσώπου εἰς α̅ς̅ καθαρόν ἐστι καὶ βαρύτονον,

〈καὶ〉 οὐ κλίνεται διὰ τοῦ ν̅τ̅· οὐκ ὄνομα γάρ· «μακροκατάληκτα» διὰ

τὸ Λάας ἐπὶ τοῦ κυρίου, ὁμοίως καὶ ἐπὶ τοῦ προσηγορικοῦ· τὸ μὲν γὰρ

Λάα, τὸ δὲ προσηγορικὸν λάαος. Ἰστέον δὲ ὅτι πᾶν ὄνομα εἰς α̅ς̅ βαρύ-

τονον μακροκατάληκτόν ἐστι, πλὴν τοῦ μέγας καὶ λᾶας· καὶ ἐκ τοῦ

ἐναντίου τὰ ὀξύτονα βραχυκατάληκτα, πλὴν τοῦ ἱμάς καὶ ἀνδριάς. Δεῖ

προσθεῖναι «ἀρσενικά», διὰ τὸ κρέας κῶας οὐδέτερα.

Ἰστέον δὲ ὅτι τὰ σεσημειωμένα ἢ καθόλου σεσημείωται ἢ μερικῶς·

καὶ τὰ μὲν καθόλου τὰ ἐν ὅλῃ τῇ χρήσει τῶν ἀρχαίων καὶ ἐν τῇ

συνηθείᾳ ὡς σεσημείωται λεγόμενα, οἷον πούς ποδός· οὕτω γὰρ ἡ

χρῆσις καὶ ἡ συνήθεια· τὰ δὲ μερικά, ἅτινα παραλόγως τινὶ τῶν ποιητῶν

εἴρηται, εἰρημένης παρ' ἄλλοις τῆς ἀκολούθου κλίσεως, ᾗ χρηστέον,

Μέγης Μέγου καὶ Μέγητος· ὁ <Θεοδόσιος> γοῦν τὰ καθόλου σημειοῦται

〈μὴ〉 διὰ τοῦ ν̅τ̅ κλίνεσθαι. Ἀπορήσειε δ' ἄν τις, πῶς τοῦ τεχνικοῦ μὴ

ὁρίσαντος τὴν λήγουσαν τῆς γενικῆς ἀλλὰ διὰ τοῦ ν̅τ̅ φαμένου, Αἴαντος

λέγομεν· πρὸς ὃν ῥητέον, ὅτι πᾶσα γενικὴ διὰ τοῦ ν̅τ̅ ἐκφερομένη περιττο-

σύλλαβός ἐστι, πᾶσα δὲ γενικὴ περιττοσύλλαβος εἰς ο̅ς̅ λήγει· καλῶς

οὖν τὸ ὡμολογημένον σιωπήσας τὸ ἀμφίβολον εἴρηκεν. Τὸ δὲ ταλάντου

φανερὸν ὅτι ἐκ τῆς εὐθείας ἔχει τὸ ν̅τ̅, καὶ εὔηθες ταύτην ταῖς διὰ τοῦ

ν̅τ̅ κλινομέναις παραβάλλειν γενικαῖς. Ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις.

<Τῷ Αἴαντι· πᾶσα γενικὴ> καὶ ἑξῆς. Τὴν γενικὴν μόνον τῶν εἰς

α̅ς̅ κανονίσας, πᾶσα δοτικὴ ἀπὸ τῶν εἰς ο̅ς̅ γενικῶν κανονίζεται· τὸ

«ὁμότονον καὶ ὁμόχρονον», ἐπεὶ τῷ αὐτῷ τόνῳ κέχρηται καὶ τῷ αὐτῷ

χρόνῳ, οἷον Αἴαντος Αἴαντι· ἄμφω βραχέα τὰ λήγοντα καὶ προπαροξύ-

νεται ἑκάτερα· τὸ δὲ 〈Ξ 459〉 <Αἴαντι 〈δὲ〉 δαΐφρονι> ποιητικὴ

ἔκτασις· τὸ 〈Ψ 318〉 <μήτῑ>, 〈Σ 407〉 <Θέτῑ> συναίρεσίς ἐστιν Ἰωνικὴ ἐκ

τοῦ μήτιι καὶ Θέτιι.

<Τὸν Αἴαντα· πᾶσα δοτικὴ εἰς ι̅ ἐκφωνούμενον λήγουσα>

〈καὶ ἑξῆς〉· δεῖ προσθεῖναι τῷ κανόνι «ἑνική» καὶ «πλὴν τῶν οὐδε-

τέρων», τὸ μὲν διὰ τὰς πληθυντικὰς δοτικάς, τὸ δὲ διὰ τὰ οὐδέτερα·

βήματι γὰρ ἡ δοτική, 〈καὶ〉 οὐ φαμὲν βήματα τὴν αἰτιατικήν. Εἶπε δὲ

«ἐκφωνούμενον» διὰ τὸ ἀνεκφώνητον· πᾶσα γὰρ δοτικὴ ἑνικὴ ἀπὸ ἰσο-

συλλάβου κλίσεως ἔχει τὸ ι̅ ἀνεκφώνητον, πλὴν τοῦ ἀπφῦ Καμμῦ Διονῦ,

ἃ παρῄτηται τὸ ι̅, ὅτι ἡ υ̅ι̅ τελικὴ οὐ γίνεται. Φησὶ δὲ «ὅταν ἔχῃ τὴν

αἰτιατικὴν ἰσοσύλλαβον»· τοῦτο δὲ ἄδηλον· φαμὲν οὖν, ὡς ἡνίκα μὲν

ἰσοσυλλαβεῖ ἡ γενική, καὶ ἡ αἰτιατικὴ ἰσοσυλλαβεῖ, Πέρσης Πέρσου Πέρσην,

ἡνίκα δὲ περιττοσυλλαβεῖ ἡ γενική, 〈πῇ μὲν〉 συμφέρεται αὐτῇ ἡ αἰτια-

382

τική, πῇ δὲ τῇ εὐθείᾳ· καὶ ὅταν μὲν ἡ γενικὴ διχρόνῳ καθαρῷ παρα-

λήγηται, εἰς ν̅ ποιεῖ τὴν αἰτιατικήν, οἷον ἰχθύος ἰχθύν, Πάριος Πάριν,

πλὴν τοῦ Διός Δία· αἱ μέντοι ἀπὸ τῶν εἰς υ̅ς̅ κατὰ μὲν τὴν συνήθη

καὶ πλείονα χρῆσιν εἰς ν̅ λήγουσι, ταχύν ὀξύν, σπανίως δὲ εἰς α̅, ὡς

〈Ζ 291〉 <εὐρέα πόντον>, καὶ <πολέα στρατόν> ποιητικῶς· ὁμοίως

καὶ ἐπὶ τῶν εἰς ο̅υ̅ς̅ ἐπαμφοτερίζει, πλὴν ὅτι τὸ πλεῖστον τῆς χρή-

σεως εἰς ν̅.

<Ὦ Αἶαν· πᾶσα γενικὴ διὰ τοῦ ν̅τ̅ κλινομένη> καὶ ἑξῆς· καλῶς

ἔχει ὁ κανών· σημειωτέον δὲ τὸ ὦ Πολυδάμα καὶ Θειοδάμα καθόλου,

καὶ τὸ ὦ ἀκαμαντοχάρμαν 〈Pind. fragm. 184 B4〉 μερικῶς.

Δυϊκά. <Τὼ Αἴαντε· πᾶσα δοτικὴ> καὶ ἑξῆς· εἶπε δὲ «ἑνικῶν»

διὰ τὰς πληθυντικάς· «ἐκφωνούμενον» διὰ τὸ ἀνεκφώνητον· προσθετέον

δὲ «χωρὶς τῶν εἰς ω̅ θηλυκῶν».

<Τοῖν Αἰάντοιν· πᾶσα εὐθεῖα δυϊκῶν> καὶ ἑξῆς. Σαφὴς ὁ κανὼν

καὶ καλῶς ἔχων· τὸ μέντοι ἀμφοῖν καὶ δυοῖν καὶ δυεῖν θεματικά, τουτ-

έστιν οὐκ ἐκ τοῦ ἄμφω καὶ δύω γεγόνασι, κἂν τοῦ αὐτοῦ σημαινομένου

κεῖνται. Εἰ δέ τις εἴποι, ἰδοὺ τὸ ἡμιόνοιϊν ὤμοιϊν ὁμοίοιϊν οὐ λήγει

εἰς ο̅ι̅ν̅, φαμὲν ὡς ταῦτα κατὰ πάθος παραγωγῆς, ἢ ὥς τινες παρολκῆς,

λέγονται καὶ οὐ κατ' ἀναλογίαν. Ἀποροῦσι δέ τινες λέγοντες, διατί μὴ

πέντε πτώσεις ἔχει τὰ δυϊκά, ὡς τὰ ἑνικὰ καὶ πληθυντικά· πρὸς οὓς

λέγομεν, ὅτι ἔχουσιν, ἀλλ' ἐπειδὴ συνέπεσον χαρακτῆρι καὶ φωνῇ ἡ

εὐθεῖα καὶ 〈ἡ〉 αἰτιατικὴ καὶ ἡ γενικὴ καὶ ἡ δοτική, ὑπὲρ τοῦ μὴ ταυτο-

λογεῖν συνεζύγησαν· ἡ δὲ κλητικὴ οὐ συνήφθη τῇ εὐθείᾳ καὶ τῇ αἰτια-

τικῇ, ἐπεὶ μὴ συνεπεπτώκει τὸ ἄρθρον. Καὶ εἰ τοῦτο, φασί, τί μὴ καὶ

τὰς ἑνικὰς πτώσεις, ὀρθὴν καὶ αἰτιατικήν, συνάπτομεν; συνεμπίπτουσι

γάρ· καὶ λέγομεν, ὅτι ἐπὶ ἀρσενικῶν καὶ θηλυκῶν ἦσαν κεχωρισμέναι,

ἐπὶ δὲ τῶν δυϊκῶν τῶν τριῶν γενῶν συνεμπίπτουσιν.

<Ὦ Αἴαντε· ὡς ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική>. Ἄξιον δὲ ζητῆσαι,

διατί τῶν ἑνικῶν ἡ κλητικὴ ποικίλλεται, τῶν δὲ ἄλλων ἀριθμῶν οὐδα-

μῶς. Καὶ ἴσως διὰ τὴν γενικήν· τῶν μὲν γὰρ ἑνικῶν ἡ γενικὴ χαρα-

κτῆρας ἔχει πλείονας, τῶν δὲ δυϊκῶν καὶ πληθυντικῶν ἀεὶ εἰς ν̅ λήγου-

σιν αἱ γενικαὶ καὶ ἰσοσυλλαβοῦσι ταῖς ἰδίαις ὀρθαῖς. Πῶς τοίνυν, φασίν,

ἡ κλητικὴ τῶν οὐδετέρων οὐ ποικίλλεται πρὸς τὴν ὀρθήν, ποικιλλομένης

τῆς γενικῆς; πρὸς οὕς φαμεν, ἐπεὶ καταχρηστικωτέρως ἔχουσι κλητικάς·

πᾶν γὰρ καλούμενον ἢ ἄρσεν ἢ θῆλυ.

Πληθυντικά. <Οἱ Αἴαντες· πᾶσα εὐθεῖα δυϊκῶν> καὶ ἑξῆς. Πρό-

δηλος ὁ κανών· δεῖ δὲ φυλάξασθαι τὰ οὐδέτερα, οὐ γάρ φαμεν ἐκ τοῦ

ἅρματε ἅρματες· καὶ τὰ ἐπεκτεταμένα, διὰ τὸ τοιώδε.

383

<Τῶν Αἰάντων· πᾶσα γενικὴ πληθυντικῶν εἰς ω̅ν̅ λήγει>.

Δεῖ δὲ καὶ ἐνταῦθα ὑποστείλασθαι τὰ κατὰ μεταπλασμόν, διὰ τὸ <ἱππο-

τᾶν φηρῶν>· καὶ τὰ κατὰ παρολκήν, διὰ τὸ τοιῶνδε· καὶ τὰ ὁμοιό-

κλιτα, διὰ τὸ οἱ πέντε καὶ τῶν πέντε καὶ ἕξ καὶ ἑπτά· οὐκ ἄκλιτα γὰρ

ταῦτα, ἀλλ' ὁμοιόκλιτα.

<Τοῖς Αἴασι· πᾶσα εὐθεῖα εἰς ς̅ λήγουσα μετὰ μακρᾶς> 〈καὶ

ἑξῆς〉. Εἶπεν «εἰς ς̅» διὰ τὰς ἄλλας καταλήξεις· «μετὰ μακρᾶς» διὰ τὰς

βραχείας· «περιττοσυλλάβως κλινομένη» διὰ τὰς ἰσοσυλλάβως κλινο-

μένας· «καὶ μὴ συναιρουμένη» διὰ τὰς συναιρουμένας. Σημειοῦται τὸ

ποσί, ἄλλῳ δὲ κανόνι κατώρθωται· πᾶσα γὰρ δοτικὴ ἑνικῶν εἰς δ̅ι̅

λήγουσα τροπῇ τοῦ δ̅ εἰς ς̅ τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ· ἔτι

σημειῶδες τὸ υἱέσι παρ' Ἀττικοῖς καὶ δρομέσι παρὰ Καλλιμάχῳ

〈fragm. 555 Sch〉. Ἐχρῆν δὲ προσθεῖναι τῷ κανόνι «ὀνόματος»· ἰδοὺ

ἡ τετυφώς μετοχὴ πάντα ἔχει τὰ τοῦ κανόνος, καὶ οὐ ποιεῖ τὴν δοτι-

κὴν πληθυντικὴν τετυφῶσι, ἀλλὰ τετυφόσι. Ἰστέον δὲ ὅτι αἱ εἰς υ̅ς̅

μακροκατάληκτοι προσθέσει μὲν τοῦ ι̅ τὴν δοτικὴν ποιοῦσι, συστέλλουσι

δὲ τὸ υ̅, οἷον ἰχθῦς ἰχθύσι· τὸ μυσί μόνον ἐκτέταται.

<Τοὺς Αἴαντας· πᾶσα αἰτιατικὴ ἑνικῶν> καὶ ἑξῆς. Δεῖ δὲ

προσθεῖναι «πλὴν τῶν οὐδετέρων»· οὐ γὰρ λέγομεν ἐκ τοῦ ἅρμα ἅρμας·

«καὶ τῶν εἰς ω̅ θηλυκῶν», διὰ τὴν Σαπφόα Σαπφούς· «καὶ πλὴν τοῦ

ἕνα». Ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις.

{〈Κανὼν βʹ.〉}

<Ὁ κοχλίας 〈τοῦ κοχλίου〉· τὰ εἰς α̅ς̅ καθαρὸν ὑπὲρ δύο

συλλαβὰς> 〈καὶ ἑξῆς〉. Εἰπὼν «ὑπὲρ δύο συλλαβάς» ὑφ' ἓν περιέλαβεν

〈τὰ〉 ἐπάνω· εἶπε δὲ «ὑπὲρ δύο συλλαβάς» διὰ τὰ δισύλλαβα καὶ μονο-

σύλλαβα· «ἁπλᾶ» δὲ διὰ τὰ σύνθετα, Λυκοθόας Λυκοθόαντος· «βαρύ-

τονα» δὲ διὰ τὰ ὀξύτονα καὶ περισπώμενα, ὀξύτονα μέν, οἷον ἀνδριάς,

περισπώμενα δέ, οἷον Φιλιᾶς. Ἰστέον δὲ ὅτι πᾶν ὄνομα διὰ τοῦ ι̅α̅ς̅

διὰ βραχέος τοῦ ι̅ γράφεται, πλὴν τοῦ Θείας καὶ τεσσάρων ὑπὲρ δύο

συλλαβάς, Αὐγείας Αἰνείας Ἑρμείας παρείας. Ἀποροῦσι δέ τινες λέγοντες,

πῶς μόνης Δωρίδος ἐνταῦθα μέμνηται, τῶν ἄλλων ἐχουσῶν ἰδίους

χαρακτῆρας· Ἴωνες γὰρ Ἑρμείεω φασί, Βοιωτοὶ δὲ τῆς Αἰολίδος ὄντες

Ἑρμείαο· ἀλλὰ φαμέν, ὅτι αὐτὸς ἔλυσεν ἑαυτὸν εἰπὼν «συνήθης γεγονυῖα

τῇ κοινῇ διαλέκτῳ».

<Τῷ κοχλίᾳ· πᾶσα γενικὴ ἰσοσυλλάβως> 〈καὶ ἑξῆς〉. Φυλακτέον

τὸ Διονῦ καὶ Καμμῦ καὶ ἀπφῦ· ταῦτα γὰρ δίχα τοῦ ι̅ λέγονται. Ἀπο-

ροῦσι δέ, πῶς διὰ μείζονος ἀντιστοίχου τοῦ τεχνικοῦ εἰρηκότος, ἡμεῖς

διὰ τοῦ ω̅ λέγομεν, καλός καλῷ· φαμὲν ὅτι εἰς ο̅ι̅ οὐκ ἠδύνατο λήγειν,

384

θέλει γὰρ ἰσοχρονεῖν τῇ γενικῇ εἰς ο̅υ̅ ληγούσῃ· εἰ δὲ εἰς ο̅ι̅ καὶ α̅ι̅,

ἕνα ἥμισυ χρόνον ἔχουσιν.

<Τὸν κοχλίαν· πᾶσα εὐθεῖα εἰς ς̅ λήγουσα> καὶ ἑξῆς. Δεῖ

προσθεῖναι «μὴ ἐκ πάθους» διὰ τὴν Δημοσθένη καὶ Πειραιᾶ καὶ ἁλιᾶ·

αἱ γὰρ ἀπὸ τῶν εἰς η̅ς̅ εἰς ο̅υ̅ς̅ κλινομένων καὶ ἀπὸ τῶν εἰς ε̅υ̅ς̅ καθαραὶ

τὴν παραλήγουσαν αἰτιατικαὶ συναιρούμεναι ἰσοσυλλαβοῦσι καὶ οὐ λήγου-

σιν εἰς ν̅. Ἀποροῦσι δὲ λέγοντες, ἰδοὺ τὸν Δημοσθένην λέγομεν μετὰ

τοῦ ν̅· καὶ λέγομεν, ὅτι Ἀττικόν ἐστι καὶ κατὰ πλάνην λεγόμενον·

ἐπεὶ γὰρ εὗρον τὴν γενικὴν ἐκ πάθους ἰσοσύλλαβον, ὡς ἀπὸ ἰσοσυλλά-

βου κλίσεως καὶ ἄλλας πτώσεις ἐποίησαν. <Ὦ κοχλία>· εἴρηται.

<Τὼ κοχλία· πᾶσα δοτικὴ ἑνικὴ> καὶ ἑξῆς. Καλῶς εἶπεν «ὁμό-

φωνον» καὶ οὐχ «ὁμόγραφον»· τῇ μὲν γὰρ δοτικῇ προσγράφεται τὸ ι̅,

τῇ δὲ εὐθείᾳ οὐδαμῶς. Πρόδηλοι αἱ λοιπαὶ πτώσεις.

{〈Κανὼν γʹ.〉}

<Ὁ Λάχης τοῦ Λάχητος· τὰ εἰς η̅ς̅ βαρύτονα ἰαμβικά>. Εἰπὼν

τὰ εἰς α̅ς̅ ἦλθεν ἐπὶ τὰ εἰς η̅ς̅· οὐδὲ γὰρ ἔστιν ἀρσενικῶν ἢ θηλυκῶν

χαρακτῆρες εἰς ε̅ς̅· παραλείπει δὲ κἀνταῦθα τὰ μονοσύλλαβα διὰ τὴν

προειρημένην αἰτίαν. Εἶπε δὲ «εἰς η̅ς̅» διὰ τὰς ἄλλας καταλήξεις· «βαρύ-

τονα» διὰ τὰ ὀξύτονα, οἷον σαφής, καὶ περισπώμενα, οἷον Θαλῆς·

«ἰαμβικά» διὰ τὰ σπονδειακά, οἷον Ξέρξης Ξέρξου· «μὴ ἔχοντα τὸ τ̅»

διὰ τὸ θύτης πλύτης· τὰ γὰρ εἰς τ̅η̅ς̅ ἀρσενικὰ εἰς ο̅υ̅ ἔχει τὴν γενικήν,

πλὴν τοῦ Κράτης, Κράτητος γάρ· ἔχει δὲ ἀπολογίαν, ὅτι τὰ εἰς η̅ς̅

ἰαμβικὰ φυλάττοντα τὸ σύμφωνον τοῦ ἐνεστῶτος διὰ τοῦ τ̅ο̅ς̅ κλίνεται,

λείβω λέβης 〈λέβητος〉, λήχω Λάχης 〈Λάχητος〉· οὕτω κρατῶ Κράτης

Κράτητος. Εἰ δέ τις εἴποι, ὅτι καὶ τὸ θύτης ἀπὸ ῥήματος ἔχει τὸ

σύμφωνον—ἀπὸ γὰρ τοῦ τέθυται—φαμέν, ὅτι οὐ τοῦ ἐνεστῶτος

ἔχει, ὅπερ ὁ κανὼν ἐπεζήτησεν· ὅθεν τὸ πλύτης εἰ γένοιτο πλύνης διὰ

τοῦ τ̅ο̅ς̅ κλίνεται. Δοκεῖ δὲ σεσημειῶσθαι τὸ Σκύθης Σκύθου· ἔχει δὲ

ἀπολογίαν, ὅτι ἠκολούθησε τοῖς εἰς θ̅η̅ς̅ ὑπὲρ δύο συλλαβάς· πάντα γὰρ

εἰς ο̅υ̅ ἔχει τὴν γενικήν, Λαπίθης Λαπίθου· ἢ ὅτι Σκύτης ἦν, καὶ ὡς

ἔχων τὸ τ̅ εἰς ο̅υ̅ ἐκλίθη. Κόμης Κόμου καὶ γύης γύου καὶ Ἴδης Ἴδου

ἔχουσιν ἀπολογίαν, ὅτι πᾶν ὄνομα ἀπὸ γενικῆς θηλυκοῦ ἐπὶ ἀρσε-

νικὴν εὐθεῖαν μετελθὸν ἰσοσυλλαβεῖ, ὁ ἀράχνης τοῦ ἀράχνου ὅτι ἡ

ἀράχνη τῆς ἀράχνης· οὕτω καὶ ταῦτα. Εἰσὶ δὲ καὶ ἄλλα σημειώδη,

ἃ γνώσῃ ἀναγνώσων αὐτὰ τὰ σχόλια· τὸ Γύγης ἐπὶ μὲν τοῦ Λυδίας

βασιλέως σπονδειακόν, ἐπὶ δὲ τοῦ τιτᾶνος ἰαμβικόν· τὸ Ἄλης ἑτερο-

κλίτως κλίνεται ὡς ἀπὸ εὐθείας τῆς Ἄλενς Ἄλεντος· οὕτω καὶ

Κλήμης Κλήμεντος.

385

{〈Κανὼν δʹ.〉}

<Ὁ Χρύσης τοῦ Χρύσου· τὰ εἰς η̅ς̅ βαρύτονα σπονδειακὰ

εἰς ο̅υ̅ ἔχει>. Εἶπε «τὰ εἰς η̅ς̅» διὰ τὰς ἄλλας καταλήξεις· «σπονδειακά»

διὰ τὰ ἰαμβικά· «βαρύτονα» διὰ τὰ ὀξύτονα καὶ περισπώμενα, ὀξύτονα

μὲν ψευδής πρηνής, περισπώμενα δὲ Ἑρμῆς τιμῆς. Σεσημείωται μάσθλη-

τος (σημαίνει δὲ τὸν μεμαλαγμένον λῶρον) καὶ Μόργης (ἐθνικὸν) Μόργη-

τος· ἡ γὰρ τρυγία ἀμόργη λέγεται· καὶ Μίλητος, Μάγνης Πίγρης Τίγρης·

ταῦτα γὰρ κοινὴν ἔχοντα τὴν πρὸ τέλους ὡς ἰαμβικὰ κλίνεται· ἔτι

σεσημείωται κούρης καὶ Ναίης, ἀπὸ πλεονασμοῦ εἶχον τὰ δίχρονα· τὸ

δὲ πλήρης πολήρης ἦν καὶ ἠκολούθησε τοῖς εἰς η̅ρ̅η̅ς̅ παρωνύμοις. Αἱ

πτώσεις οὐδὲν ἔχουσι ζητήσεως ἄξιον· τὸ ὦ αἰναρέτη ἔχον τὸ τ̅ ση-

μειῶδες, καὶ ὦ λάγνα μὴ φυλάξασα τὸ η̅.

{〈Κανὼν εʹ.〉}

<Ὁ Δημοσθένης τοῦ Δημοσθένους· τὰ εἰς η̅ς̅ ὀνόματα

παρ' οὐδετέρων συντεθειμένα>. «Εἰς η̅ς̅» εἶπε διὰ τὰς ἄλλας κατα-

λήξεις, οἷον ἄξιφος ἀσώματος· «παρ' οὐδετέρων» διὰ τὰ παρὰ ῥῆμα ἢ

θηλυκά, οἷον ὀλυμπιονίκης μισογύνης μυροπώλης οἰνοπράτης σκυτο-

δέψης. Σεσημείωται τὸ ἀγκυλοχείλης· ἔχει δὲ ἀπολογίαν, ὅτι οὐκ ἔστι

σύνθετον ἀλλὰ παρασύνθετον· τὰ γὰρ εἰς η̅ς̅ ἀπὸ τῶν εἰς ο̅ς̅ βαρυ-

τόνων εἰς ο̅υ̅ ἔχει τὴν γενικήν, εἰρήναρχος εἰρηνάρχης εἰρηνάρχου,

Ἄραξος Ἀράξης Ἀράξου· οὕτω καὶ ἀγκυλόχειλος ἀγκυλοχείλης ἀγκυ-

λοχείλου· τὰ δὲ ὀξύτονα εἰς ο̅υ̅ς̅, κυκλοτερός κυκλοτερής κυκλοτεροῦς,

〈Δ 124〉 <αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινεν>. Ἰστέον

δὲ ὅτι τὰ παρ' οὐδετέρων συντεθειμένα κύρια μὲν ὄντα πάντως βαρύ-

νεται, Ἀριστοτέλης Ἀριστομένης Δημοσθένης, πλὴν τοῦ Εὐμενής· τὰ δὲ

παρὰ τὸ κλέος ἐντελῆ μὲν ὄντα βαρύνεται, Ἡρακλέης, συναιρεθέντα

δὲ περισπᾶται, Δημοκλῆς, Ἀγαθοκλῆς· ἐπίθετα δὲ ὄντα ὀξύνεται, εἰ

μὴ ἀπὸ τρισυλλάβου οὐδετέρου γίνεται ἢ ἀπὸ δισυλλάβου τῷ η̅ παρα-

ληγομένου, εὐγενής εὐσθενής εὐειδής εὐτελής· ἐντελέχης μέντοι καὶ

εὐμεγέθης καὶ εὐήθης καὶ εὐμήκης βαρυτόνως· τὸ δὲ οἰνοπληθής καὶ

λαθικηδής παρὰ ῥῆμα. Τὰ εἰς η̅ς̅ ἀπὸ ῥημάτων κύρια μὲν ὄντα βαρύ-

νεται καὶ εἰς ο̅υ̅ς̅ ἔχει τὴν γενικήν, Ἀριστοφάνης Διομήδης· σεσημείωται

τὸ Εὐτυχής καὶ Εὐμενής, κἄν τε παρὰ ῥῆμα κἄν τε παρ' οὐδέτερα ᾖ·

ἐπίθετα δέ, εἰ μὲν βαρύνοιτο, εἰς ο̅υ̅ ἔχει τὴν γενικήν, εἰ δὲ ὀξύνοιτο,

εἰς ο̅υ̅ς̅, βαρύτονα μὲν πανταπώλης πανταπώλου, παιδοτρίβης παιδο-

τρίβου—σεσημείωται τὸ φρενόλης καὶ μαινόλης—ὀξύτονα δὲ ἐμφα-

νής εὐλαβής διειδής. Τὰ παρὰ τὸ ἔτος κοινῶς μὲν ὀξύνεται, διετής

386

τριετής, ἀττικῶς δὲ βαρύνεται, κατὰ πλάνην ἀκολουθοῦντα τῷ χαρα-

κτῆρι τῶν διὰ τοῦ ε̅τ̅η̅ς̅ ἁπλῶν, οἷον φυλέτης γενέτης, ἅτινα βαρύνεται,

πλὴν τοῦ εὑρετής· ἄλλως γὰρ γέγονεν, οὐχ ὡς τὰ προκείμενα. Τινὲς

δὲ βούλονται τὸ μὲν ἐπὶ τοῦ χρόνου βαρύνειν, οἷον τριέτης χρόνος,

τριετής δὲ τρεῖς, οἷς οὐκ ἀκολουθεῖ ἡ συνήθεια. <Πᾶσα γενικὴ εἰς

ο̅υ̅ς̅ λήγουσα συνῃρημένη ἐστί>. Πόθεν δῆλον; διότι ἡ εἰς ο̅υ̅ς̅

λήγουσα γενικὴ περιττοσύλλαβός ἐστι (sic). Καὶ πόθεν δῆλον; ἐπειδὴ πᾶσα

γενικὴ ἀρσενικῶν τε καὶ οὐδετέρων εἰς ς̅ λήγουσα περιττοσύλλαβός ἐστιν·

εἰ οὖν ἡ εἰς ς̅ λήγουσα ἰσοσυλλαβεῖ, δηλονότι συνῄρηται· καὶ τὸ οὐδέτερον

δὲ ἡνίκα ὁμοφωνοίη τῇ κλητικῇ, μαρτυρεῖ τῇ περιττοσυλλάβῳ γενικῇ,

λιπόπατρι λιποπάτριδος· εἰ οὖν εὐγενὲς ἡ κλητικὴ καὶ τὸ εὐγενές,

δηλονότι περιττοσυλλαβεῖ ἡ γενική.

Πόθεν Ἀττικοὶ Δημοσθένην μετὰ τοῦ ν̅ λέγουσι; κατὰ μίμησιν τῆς

κοινῆς αἱ διάλεκτοι ποιοῦσι τὰ ἑαυτῶν ἰδιώματα· ἐπεὶ τοίνυν οὐδὲν εἰς

ς̅ ὀξύτονον διὰ καθαροῦ τοῦ ο̅ς̅ κλίνεται, οὐδὲ Ἴωνές φασιν ἀσπίος,

ἐπὶ δὲ βαρυτόνων λέγουσι Πάριος κατὰ μίμησιν τοῦ ὄφιος· οὕτως

ἐπειδὴ πολλὰ εἰς η̅ς̅ ἰσοσυλλαβεῖ, Μηριόνης Μηριόνου, καὶ Ἀττικοὶ

συναιροῦντες τὴν Δημοσθένεος γενικὴν Δημοσθένους φασὶν ἰσοσυλλάβως·

ἐπειδὴ δὲ πᾶσα εὐθεῖα εἰς ς̅ λήγουσα, ὅταν ἔχῃ τὴν αἰτιατικὴν ἰσοσύλ-

λαβον, εἰς ν̅ αὐτὴν ποιεῖ, ἐκ συναιρέσεως εὑρόντες ἰσοσύλλαβον τὴν

αἰτιατικὴν μετὰ τοῦ ν̅ αὐτὴν λέγουσιν· ἐπὶ δὲ τῶν ἀπὸ τῶν εἰς ε̅υ̅ς̅ αἰτια-

τικῶν οὐ προστιθέασι τὸ ν̅. <Ὦ Δημόσθενες>· καὶ ὦ <Δημοσθένη.

〈Τὼ Δημοσθένεε> καὶ <τὼ Δημοσθένη>〉· ἐπὶ μὲν τῶν πληθυν-

τικῶν τὰ δύο ε̅ε̅ εἰς τὴν ε̅ι̅ συναιρεῖται, ἐπὶ δὲ τῶν δυϊκῶν εἰς η̅· οὐδέ-

ποτε γὰρ εὐθεῖα δυϊκῶν ἀρσενικῶν εἰς δίφθογγον λήγει, ἐπὶ μέντοι τῶν

οὐδετέρων γίνεται, σκέλεε σκέλει. Αἱ γενικαὶ τῶν πληθυντικῶν τούτων

συναιρεθεῖσαι περισπῶνται, εὐγενῶν Δημοσθενῶν, πλὴν τοῦ δυσώδων

εὐώδων τριήρων καὶ τῶν παρὰ τὸ ἔθος καὶ ἦθος, συνήθων εὐήθων.

<Τοῖς Δημοσθένεσι μόνως>. Πᾶσα συναίρεσις ἀπὸ καθαρῶν γίνεται

φωνηέντων· ἐνταῦθα τοίνυν ἐπεὶ μεταξὺ τῶν φωνηέντων ὑπῆρχε τὸ

σύμφωνον, ἀδύνατος γέγονεν ἡ συναίρεσις. <Τοὺς Δημοσθένεας> καὶ

<τοὺς Δημοσθένεις>. Οὐκ ἔστιν αὕτη κατὰ συναίρεσιν, οὐδὲ γὰρ τὸ

ε̅ καὶ τὸ α̅ εἰς τὴν ε̅ι̅ συναιρεῖται, ἀλλ' εἰς η̅, βέλεα βέλη· ἀλλ' ὅτι

πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ς̅ λήγουσα συνῃρημένη ὁμόφωνον ἔχει

τὴν αἰτιατικήν· εἶπον δὲ «εἰς ς̅» διὰ τὸ χρυσοῖ καὶ χρυσαῖ. Οἱ δὲ

Ἀττικοὶ εἰς η̅ς̅ ποιοῦσι τὴν εὐθεῖαν. Ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις.

387

{〈Κανὼν Ϛʹ.〉}

<Περὶ τοῦ Ἡρακλῆς>. Ἀπορήσειε δ' ἄν τις, πῶς ἰδίᾳ διαλαμβάνει

περὶ τοῦ Ἡρακλῆς παρ' οὐδετέρου καὶ αὐτοῦ συντεθειμένου. Φαμὲν

οὖν, ὅτι τοῦτο καὶ τὰ ὅμοια αὐτῷ δύο ἔχει εὐθείας. Ἀλλὰ καὶ τοῦτ'

ἂν φανείη ἄπορον. Λέγομεν οὖν, ὡς ἐπειδὴ τὸ κλέος καθαρὸν ἦν, τὰ

ἐξ αὐτοῦ γινόμενα κύρια ἐβαρύνετο καὶ συναιρούμενα περιεσπᾶτο, οἷον

Ἡρακλέης Ἡρακλῆς· τὸ δὲ Δημοσθένης ἔχον μεταξὺ τῶν φωνηέντων

τὸ ν̅ συναιρεθῆναι οὐκ ἠδύνατο· αἱ γὰρ συναιρέσεις, ὡς ἔφαμεν, ἀπὸ

καθαρῶν γίνονται φωνηέντων. Ἀλλ' ἰδού, φασί, τὸ παμφαής ἀπὸ

καθαροῦ τοῦ φάος σύγκειται· πῶς οὖν οὐ συναιρεῖται; Καὶ λέγομεν,

ὅτι εἰ συνῃρεῖτο πάλιν ὠξυτονοῦτο· οὐχ εὕρηται δὲ εἰς η̅ς̅ ὀξύτονα

συνῃρημένα. Ναί, φασίν· ἰδοὺ γὰρ τὸ νηλής ἀπὸ τοῦ νηλεής. Καὶ

λέγομεν ὅτι ψεῦδος· ἄλλο γὰρ καὶ ἄλλο ταῦτα, καὶ οὐ κατ' ἀλλήλων·

τὸ μὲν γὰρ νηλεής κατὰ στέρησιν τοῦ ἐλεεῖν, τὸ δὲ νηλής ἀπὸ τοῦ λῶ,

ὃ σημαίνει τὸ θέλω, κατὰ στέρησιν ὁ φευκταῖος καὶ μὴ θελόμενος. Ἡ

κλίσις δὲ τούτων ὡς ἡ τῶν παρ' οὐδετέρων· Ἡρακλέης Ἡρακλέεος Ἡρα-

κλέους, Ἡρακλῆς Ἡρακλέος Ἡρακλοῦς· Ἡρακλῆος δὲ ἰωνικῶς· ἡ κλη-

τικὴ Ἡράκλεες Ἡράκλεις· Ἥρακλες δὲ κατὰ συγκοπήν· ἡ μέντοι συνῃρη-

μένη Ἡρακλοῦς ἐν χρήσει οὐχ εὕρηται. Αἱ ὑπόλοιποι πτώσεις πρόδηλοι.

{Κανὼν ζʹ.}

<Ὁ Πάρις τοῦ Πάριδος>. Ἀκολούθως ἦλθεν ἐπὶ τὰ εἰς ι̅ς̅· συνῆψε

δὲ τοῖς ἀρσενικοῖς τὰ θηλυκὰ φιλοσύντομος ὤν. Οὐδὲν δὲ περὶ τῶν

μονοσυλλάβων εἶπεν· καὶ τὴν αἰτίαν ἤδη εἰρήκαμεν. Ἡμεῖς δὲ λέγο-

μεν, ὅτι πᾶν ὄνομα εἰς ι̅ς̅ λῆγον μονοσύλλαβον διὰ καθαροῦ τοῦ ο̅ς̅

κλίνεται, κίς κιός (ὁ σκώληξ), λίς λιός (ὁ λέων)· ἡ Διός δὲ οὐκ ἔστιν

ἐκ τοῦ Δίς· τὰ γὰρ εἰς ι̅ς̅ [κύρια] μονοσύλλαβα καὶ ἐν τῇ γενικῇ μακρὸν

ἔχει τὸ ι̅, πλὴν τοῦ τίς· ἔχει δὲ ἀπολογίαν, ὅτι τὰ εἰς ι̅ς̅ ποιοῦντα

οὐδετέρου παρασχηματισμὸν βραχὺ ἔχει τὸ ι̅, οἷον φυγόπολις φυγόπολι,

εὔπατρις εὔπατρι· τὸ δὲ τίς ἐξ ἀνάγκης εἶχεν οὐδέτερον· πᾶν γὰρ

πυσματικὸν τριγενές, οἷον ποῖος ποία ποῖον, πόσος πόση πόσον· οὕτω

τίς τίς τί· τὸ μέντοι θίς καὶ ἴς ὡς δικατάληκτα διὰ τοῦ ν̅ κλίνεται.

<Τὰ δὲ ὑπὲρ μίαν συλλαβὴν κύρια εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ

διὰ τοῦ δ̅ο̅ς̅ κλίνεται> καὶ τὰ ἑξῆς. Σεσημείωται ἐν μὲν τοῖς ἀρσενι-

κοῖς τὸ Σέντις καὶ Πόλλις, ἐν δὲ τοῖς θηλυκοῖς τὸ Χάρυβδις Χαρύβδιος,

ἴσως παραιτησάμενον τὸ ἀλλεπάλληλον τοῦ δ̅· ἀλλεπάλληλον γὰρ γενό-

μενον ψελλισμόν τινα ποιεῖ ἐν τῇ λέξει, ὅπερ κἀπὶ τοῦ δέδοικα γέγονε·

388

καὶ διὰ τοῦτο ὑπεστάλη καὶ γέγονεν ὡς ἐπὶ τοῦ Θέτιος· ἔτι σεσημείωται

Ξόϊς Ξόεως καὶ Ταμίαθις Ταμιάθεως πόλεων Αἰγυπτίων ὀνόματα· τὸ

Μέμφις διαφόρως κέκλιται· εἰ δέ τις εἴποι καὶ ταῦτα Ἰωνικά, φαμὲν

ὅτι ψεῦδος· ἔδει γὰρ πρῶτον εὑρεθῆναι τὰ κοινά· τὸ δὲ Νέμεσις κύριον

ἠκολούθησε τῷ προσηγορικῷ, κἀκ τοῦ ἐναντίου θέμις προσηγορικὸν ἠκο-

λούθησε τῷ κυρίῳ Θέμιδος· τὸ δὲ Θέμιστος Δώριον· πλεοναστικῶς τὸ

ς̅· ὁμοίως καὶ τὸ χάριστος. Ἰστέον ὅτι τὰ παρὰ πόλις συντιθέμενα τοῦ

ἁπλοῦ φυλάττει τὴν κλίσιν, Νικοπόλεως Ἀμφιπόλεως· τὸ Εὐπόλιδος

Ἀττικόν.

{Κανὼν ηʹ.}

<Ὁ ὄφις τοῦ 〈ὄφιος καὶ〉 ὄφεως· τὰ εἰς ι̅ς̅ προσηγορικὰ μὴ

ὄντα παρώνυμα> 〈καὶ ἑξῆς〉. Ἰστέον ὅτι προσηγορικὰ ἐνταῦθα καλεῖ καὶ

τὰ ἐπίθετα, καθὸ κατὰ πλειόνων φέρονται. Εἶπε δὲ «εἰς ι̅ς̅» διὰ τὰς ἄλλας

καταλήξεις· τὸ δὲ «μὴ ὄντα παρώνυμα μακροπαράληκτα» ὁμοῦ ἐκδέξῃ·

οὐ γὰρ ἐὰν παρώνυμον μὲν ᾖ βραχυπαράληκτον δὲ κωλύεται τοῦ κανόνος,

ἢ ἐὰν μακροπαράληκτον ᾖ μὴ ὂν παρώνυμον, ὡς ἔσται σαφὲς ἐκ τῶν

παραδειγμάτων, οἷον πόλις ὄνομα προσηγορικὸν παρώνυμον ἀλλ' οὐ

μακροπαράληκτον· ἡ γὰρ κυκλοειδὴς συνουσία οὕτω καλεῖται παρὰ τὸ

πόλος πόλις πόλιος· οὕτω καὶ κόρις κόριος παρὰ τὸ κόρος τὸ σημαῖνον

τὴν χορτασίαν κατ' εὐφημισμόν· ἀκάθαρτον γὰρ καὶ δυσῶδες· σημειῶδες

δέ, καθὸ ἔσθ' ὅτε διὰ τοῦ δ̅ο̅ς̅ εὑρίσκεται· καὶ πόσις παρώνυμον κατὰ

μετάβασιν γένους πόσιος· τὸ δὲ μάντις μακροπαράληκτον ἀλλ' οὐ

παρώνυμον μάντιος· ἰστέον δὲ ὅτι διαφόρως εὑρέθη κλινόμενον, μάντιος

μὲν πολλάκις, ὀλιγάκις δὲ μάντιδος, ἐν δὲ τῇ συνθέσει τοὐναντίον πλεο-

νάκις διὰ τοῦ δ̅ο̅ς̅, ὀρθομάντιδος, καθό τινες παρώνυμον αὐτὸ διεδέ-

ξαντο· ἀπὸ τοῦ ματῶ γάρ φασι τοῦ σημαίνοντος τὸ ζητῶ, ὅθεν μέταλ-

λον καὶ μεταλλῶ· ἀπὸ τούτου οὖν ματόν τὸ ζητόν, παρ' ὃ μάντις ὁ

τὰ ζητητὰ διερευνώμενος. Ὅταν δὲ παρώνυμον ᾖ μακροπαράληκτον,

διὰ τοῦ δ̅ο̅ς̅ κλίνεται, γύννις γύννιδος (ὁ γυναικοειδὴς καὶ θηλύμορφος)

ἀπὸ τοῦ γυνή, εὖνις (ὁ ἐστερημένος) εὔνιδος, λάτρις λάτριος ἀντὶ τοῦ

λάτριδος. Καὶ αὕτη μὲν ἡ τοῦ κανόνος διακωδώνισις· πολλὰ δὲ ἔχει

ἀντιπίπτοντα, ὠδίς σανίς μῆνις· προσηγορικὰ ταῦτα καὶ τὰ λοιπὰ τοῦ

κανόνος φυλάττοντα, καὶ οὐ κλίνεται διὰ τοῦ ο̅ς̅. Προσθετέον τοίνυν

«ἀρσενικὰ ὑπὲρ μίαν συλλαβὴν μὴ ὄντα δικατάληκτα», καὶ οὕτως ἐκβάλ-

λεται τὰ ἐναντιούμενα. Τὸ δὲ νῆις σημαῖνον τὸν ἄπειρον ἀπὸ ῥήματος

κατὰ στέρησιν τοῦ εἰδέναι σύνθετον· τὰ γὰρ εἰς ι̅ς̅ σύνθετα ἀπὸ τῶν

389

εἰς ι̅ς̅ ἁπλῶν τὴν κλίσιν αὐτῶν φυλάττει, λευκάσπιδος ῥιψάσπιδος ἀχάρι-

τος εὐχάριτος, τὰ δὲ ἀπὸ ἄλλων σύνθετα διὰ τοῦ δ̅ο̅ς̅ κλίνεται, ὡς

νήϊδος· θαυμαστὸν δὲ οὐδέν, εἰ ἀπὸ τοῦ εἴδω ὂν οὐκ ἐφύλαξε τὴν

δίφθογγον· καὶ γὰρ ἴστωρ καὶ πολύϊδρις καὶ ἴδμων διὰ τοῦ ι̅. Ἰστέον

δὲ ὅτι ἡ μὲν ὄφιος γενικὴ Ἰώνων ἐστίν, ἡ δὲ ὄφεως Ἀττικῶν· ἡ

δὲ σπανίως εὑρεθεῖσα ὄφεος κοινή, ὡς ἐν ταῖς Εὐριπίδου χρήσεσιν,

〈Bacch. 1027〉 <ἔσπειρ' ὄφεος ἐν γαίᾳ θέρος>, καὶ ἄλλῃ 〈Or. 897〉

<ὃς ἂν δύνηται πόλεος ἔν τ' ἀρχαῖσιν> ᾖ. Εἰ δέ τις εἴποι, πῶς

τὸ κοινὸν οὐ πολιτεύεται, φαμὲν ὡς οὐ ξένον· πολλὰ γὰρ ἔστιν, ὧν

τὰ μὲν κοινὰ σεσίγηται, τὰ δὲ ἐθνικώτερα λέγεται, ὡς πᾶσαι αἱ κατὰ

συναίρεσιν τῶν εἰς η̅ς̅ καὶ εἰς ε̅υ̅ς̅ πτώσεις· οὕτως οὖν καὶ ἐνταῦθα ὁ

τῶν Ἀττικῶν πολιτεύεται χαρακτήρ, πόλεως λέξεως· ὅθεν καὶ μακρᾶς

οὔσης ἐπὶ τέλους προπαροξύνονται· ὁμοίως καὶ πόλεων καὶ λέξεων.

{Κανὼν θʹ.}

<Ὁ χαρίεις τοῦ χαρίεντος· τὰ εἰς ε̅ι̅ς̅ ὑπὲρ μίαν συλλαβὴν>

καὶ ἑξῆς. Πληρώσας τὰ εἰς ς̅ μετὰ ἑνὸς φωνήεντος ἔρχεται ἐπὶ τὰ

μετὰ διφθόγγου. Παραλέλοιπε δὲ τὰ μονοσύλλαβα· λέγομεν δέ, ὅτι τὰ

εἰς ε̅ι̅ς̅ ὀνόματα μονοσύλλαβα διὰ τοῦ ν̅ο̅ς̅ κλίνεται, εἷς ἑνός (ἀριθμός),

κτείς κτενός (τὸ κτένιον), δείς (ἀοριστούμενον ὄνομα, ὡς τὸ τίς) δενός·

τὰ δὲ ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ ν̅τ̅, ὡς πρόκειται. Ἐπιχειροῦσι δέ

τινες λέγειν, ὅτι καὶ τὰ μονοσύλλαβα διὰ τοῦ ν̅τ̅ ἐκλίνετο 〈ἄν〉, εἰ μὴ ὑφ'

ἑτέρων αἰτιῶν ἐνεποδίζετο· τὸ μὲν γὰρ εἷς ὡς ἀριθμὸς δασύνεται, εἰ

δὲ ἐκλίθη διὰ τοῦ ν̅τ̅, ἐψιλοῦτο ἂν ἡ γενικὴ τῷ λόγῳ τῶν στοιχείων,

ὅπερ ἄτοπον· πᾶσα γὰρ πτῶσις τὸ πνεῦμα τῆς ἰδίας εὐθείας φυλάττει·

τὸ δὲ κτείς κτενός, διότι, φασίν, οὐ ποιεῖ οὐδετέρου παρασχηματισμόν·

τὰ γὰρ εἰς ε̅ι̅ς̅ διὰ τοῦ ν̅τ̅ κλινόμενα ἑωρᾶτο ποιοῦντα οὐδέτερα· τὸ

δὲ δείς, ὅτι ἐνομίσθη τὸ αὐτὸ τῷ εἷς. Ἔχει δὲ οὐχ οὕτως· ἰδοὺ γὰρ

τὸ δείς ἐποίησεν οὐδετέρου παρασχηματισμὸν τὸ δέν καὶ οὐκ ἐκλίθη διὰ

τοῦ ν̅τ̅, μὴ κωλυόμενον ἐκ τῆς ἀρχούσης· ἀλλὰ καὶ ἐπὶ τοῦ κτείς οὐ

τὸ μὴ ποιεῖν οὐδέτερον τὴν διὰ τοῦ ν̅τ̅ κλίσιν ἐκώλυσεν, Σιμόεις γὰρ

Σιμόεντος φαμὲν τὸ κύριον, κἂν μὴ ποιῇ οὐδέτερον· ἀλλά, φασίν, ὅτι

ὡς κύρια· τὰ γὰρ κύρια οὐ ποιεῖ οὐδέτερα· ἀλλ' οὐδὲ προσηγορικά·

ἄμεινον οὖν εἰπεῖν, ὅτι τὰ μονοσύλλαβα διὰ τοῦ ν̅ μόνου κλίνεται. Τὸ

δὲ δείς οὐκ ἔστι ταὐτὸ τῷ εἷς· τὸ μὲν γὰρ ὥρισται καὶ μέχρι τῶν ἑνικῶν

κλίνεται, τὸ δὲ δείς ἀοριστοῦται καὶ πληθύνεται οὐδένες· 〈τὸ δὲ οὐδείς〉

οὐκ ἔστι δισύλλαβον, ἀλλὰ μονοσύλλαβον μετὰ τῆς ἀποφάσεως λεγό-

μενον, ὡς εἴ τις εἴποι «οὐ δράκων, οὐ δράκοντος». Δῆλον δὲ ἐντεῦθεν·

390

τὰ μέρη τῶν ὀνομάτων ἄνωθεν ἀκίνητά ἐστι, τοῦτο δὲ κινεῖται, «οὐδεὶς

ἦλθε, μηδεὶς κληθῇ»· οὐκ ἄρα σύνθεσις ἢ μέρος λέξεως ἀλλὰ σύνταξις·

καὶ ὅταν μὲν κινῆται ὁ…

ἀόριστο…

The complete text is available when the reading interface loads.