The Greek Library Catalogue

Anonymous

Commentarium in Aristotelis sophisticos elenchos

Edition reference
Commentarium in Aristotelis sophisticos elenchos (excerpta praecipue e cod. Vat. gr. 244), ed. S. Ebbesen, Commentators and commentaries on Aristotle's sophistici elenchi. A study of post-Aristotelian ancient and medieval writings on fallacies, vol. 2 [Corpus Latinum commentariorum in Aristotelem Graecorum 7. Leiden: Brill, 1981]: 280–306.
CTS identifier
urn:cts:greekLit:tlg4187.tlg008.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Ὁ σοφιστικὸς ἔλεγχος, εἰ μὲν ἡμάρτηται περὶ τὴν ὕ-

λην, ἤγουν τὰς προτάσεις, καὶ ἢ ἀμφοτέρας ἔχει ψευ-

δεῖς ἢ τὴν μίαν, ἔχει δὲ τὸ εἶδος τοῦ σχήματος ἐρ-

ρωμένον, λέγεται καὶ ἐριστικὸς συλλογισμὸς καὶ σο-

φιστικὸς καὶ ἔλεγχος, οἷον ‘ὁ χιτὼν ἀνδρεῖος· πᾶς

ἀνδρεῖος ἀνδρίαν ἔχει· ὁ χιτὼν ἄρα ἀνδρίαν ἔχει’ —

ἀλλὰ μὴν ἄψυχόν ἐστιν ὁ χιτών, ἡ δὲ ἀνδρία ἐπὶ τῶν

ἀνθρώπων λέγεται, οὐκ ἐπὶ τῶν ἀψύχων ἢ τῶν ἀλόγων

ζῴων. ἔστι δὲ τὸ σχῆμα τρίτος τρόπος τοῦ πρώτου σχή-

ματος καὶ ἔστιν ἡ ἐλάττων πρότασις ψευδής, ὅτι ὁ χι-

τὼν ἀνδρεῖος· οἰκειότερον γὰρ τὸν χιτῶνα εἰπεῖν ἰ-

σχυρόν, οὐ μὴν ἀνδρεῖον.

εἰ δὲ ὁ σοφιστικὸς ἔλεγχος περὶ μὲν τὴν ὕλην οὐχ

ἡμάρτηται, ἀλλ' ἄμφω τὰς προτάσεις ἔχει ἀληθεῖς, τὸ

δὲ εἶδος τοῦ σχήματος οὐκ ἔχει ὑγιές, λέγεται φαινό-

μενος συλλογισμὸς καὶ φαινόμενος ἔλεγχος. ὁ γὰρ κυ-

ρίως ἔλεγχος συλλογισμός ἐστιν, ὁ τοιοῦτος δὲ ὡς μὴ

ἔχων τὸ εἶδος τοῦ σχήματος ὑγιὲς φαίνεται μὲν συλλο-

γίζεσθαι καὶ ἐλέγχειν, τῇ δὲ ἀληθείᾳ οὐδὲν τούτων ποι-

εῖ, οἷον εἴ τις λάβῃ προτάσεις ἀληθεῖς καὶ συλλογίσε-

ται ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν, οἷον ‘τὸ

ζῷον παντὶ ἀνθρώπῳ· τὸ ζῷον παντὶ ἵππῳ· ὁ ἄνθρωπος

παντὶ ἵππῳ’. καὶ πάλιν ἐκ δύο μερικῶν ἐν δευτέρῳ σχή-

ματι, οἷον ‘τὰ δύο διπλάσιον· τὰ δύο οὐ διπλάσιον· τὸ

διπλάσιον ἄρα οὐ διπλάσιον’.

καὶ ταῦτα μὲν εἴπομεν χωρίζοντες τίς ἐστιν ὁ σο-

φιστικὸς ἔλεγχος καὶ τίς ὁ φαινόμενος ἔλεγχος. προϊὼν

δὲ τελεώτερον μαθήσῃ ὡς πάντα τὰ σοφίσματα φαινόμενοι

συλλογισμοὶ καὶ φαινόμενοι ἔλεγχοι φαίνονται· δοκοῦσι

μὲν γὰρ συλλογίζεσθαι καὶ ἐλέγχειν, οὐδὲν δὲ τούτων

ποιοῦσιν.

2

164a22 <ἀρξάμενοι κατὰ

φύσιν ἀπὸ τῶν πρώτων>·

Ὥσπερ πᾶσα τέχνη καὶ ἐπιστήμη πρῶτα ἔχει καὶ αἴτια

καὶ στοιχεῖα, ὡς ἡ γεωμετρία τὸ σημεῖον, τὴν γραμμήν,

τὴν ἐπιφάνειαν, οὕτω καὶ ἡ σοφιστικὴ πραγματεία κατὰ

φύσιν πρῶτα καὶ αἰτίας ἔχει καὶ ἀρχάς, ἐξ ὧν πάντα

τὰ σοφίσματα γίνονται, τά τε παρὰ τὴν λέξιν καὶ τὰ

ἐκτὸς τῆς λέξεως. τίνα δὲ ταῦτά εἰσι μετὰ μικρὸν

μάθῃς. ὁ μὲν σκοπὸς τῆς προκειμένης πραγματείας ἐ-

στίν, ὡς εἴπομεν, τὸ περὶ τῆς γενέσεως καὶ τῆς φύ-

σεως τῶν σοφιστικῶν ἐλέγχων διαλαβεῖν, καὶ κατὰ πό-

σους τρόπους γίνεται τὰ σοφίσματα, καὶ τίνων οἱ σο-

φισταὶ στοχάζονται.

4

164a27 <φυλετικῶς φυσήσαν-

τες καὶ ἐπισκευάσαντες ἑαυ-

τούς>·

ἤγουν ἐξ ἐπιτεχνήσεώς τινος· φοροῦσι γὰρ ἱμάτια πολλὰ

καὶ οὕτως δοκοῦσιν εὐτραφεῖς. εἴληπται δὲ τὸ ‘φυλετι-

κῶς φυσήσαντες’ ἐκ τῶν ἐν ταῖς ἑορταῖς γενομένων· δέ-

κα γὰρ φυλαί, ἤγουν γειτονίαι, παρὰ Ἀθηναίοις ἐτύγ-

χανον· ἑκάστη δὲ φυλὴ ἑορτῆς γινομένης προσῆγεν ἐν τῇ

ἑορτῇ πρόβατα εἰς θυσίαν. ἵνα δὲ διαβιβαζόμενα διὰ

τῆς πανηγύρεως τὰ πρόβατα δοκῶσιν εὐτραφῆ καὶ πίονα,

ἐφύσων ταῦτα καὶ ἐπεσκεύαζον ὥστε δοκεῖν πίονα

μὴ ὅντα τοιαῦτα. <φυλετικῶς>· ἤγουν κατὰ φυ-

λάς. καὶ ‘σκευάσαι’ μέν ἐστι τὸ εὐτρεπίσαι, ‘ἐπισκευ-

άσαι’ δὲ τὸ ἐξ ἐπιτεχνήσεώς τινος παρασκευάσαι τι.

καὶ οἱ μέν εἰσι καλοὶ καὶ εὐειδεῖς κυρίως διὰ τὸ

προσὸν αὐτοῖς φυσικῶς κάλλος. οἱ δέ, δυσειδεῖς ὄντες,

φαίνονται εὐειδεῖς κομμώσαντες ἑαυτοὺς ἐν κόμμι καὶ

στίμμι. καὶ ἐπὶ τῶν ἀψύχων ὡσαύτως ἔχει· καὶ γὰρ τὰ

μέν εἰσιν ἄργυρος ἀληθῶς, τὰ δὲ χρυσός, τὰ δὲ οὔ, οἷ-

ον τὰ λιθαργύρινα καὶ κασσιτέρινα δοκοῦσι τῇ αἰσθήσει

τοιαῦτα. ἐπιβάπτουσι δὲ πολλάκις καὶ διὰ τῆς ξανθῆς χο-

λῆς τινα, ἃ καὶ χολοβάφινα λέγεται· τὰ δὲ τοιαῦτα χολο-

βάφινα μὴ ὄντα χρυσᾶ φαίνεται χρυσᾶ. τὸν αὐτὸν δὲ τρό-

πον ἔχει καὶ συλλογισμὸς καὶ ἔλεγχος· ὁ μέν ἐστιν ἀ-

ληθῶς συλλογισμός, ὡς ἀποδεικτικὸς καὶ διαλεκτικός,

καὶ ὁ μέν ἐστιν ἀληθὴς ἔλεγχος, ἤγουν ἡ εἰς ἀδύνατον

ἀπαγωγή· ὁ δέ, ὁ παρὰ τοῖς σοφισταῖς συλλογισμὸς καὶ

ἔλεγχος, οὐκ ἔστι συλλογισμὸς καὶ ἔλεγχος ἀληθῶς·

φαίνεται δὲ καὶ δοκεῖ τοιοῦτος διὰ τὴν ἀπειρίαν καὶ

ἀμαθίαν τῆς συλλογιστικῆς μεθόδου τῶν ἀκουόντων.

11

165a10—11 <τὰ μὲν γὰρ ὀνό-

ματα πεπέρανται>·

Τὴν αἰτίαν λέγει ἐνταῦθα δι' ἣν τὸ ἓν ὄνομα πολλὰ ση-

μαίνει καὶ ὁ αὐτὸς λόγος, καί φησι· τὰ ὀνόματα καὶ οἱ

λόγοι πεπερασμένοι εἰσίν· ὧν γὰρ αἱ ἀρχαὶ πεπερασμέναι,

καὶ αὐτὰ πεπερασμένα. ἐπεὶ γὰρ ἀρχὴ τῶν ὀνομάτων καὶ

τῶν λόγων τὰ εἴκοσι τέσσαρα στοιχεῖά εἰσιν, ἀνάγκη καὶ

τὰ ὀνόματα καὶ τοὺς λόγους πεπερασμένους εἶναι. τὰ δὲ

πράγματα ἐπεὶ ἐν γενέσει καὶ φθορᾷ εἰσι καὶ ἄπειρα τῷ

πλήθει, ἠδυνάτησαν οἱ ὀνοματοθέται ἑνὶ ἑκάστῳ πράγματι

καὶ οἰκεῖον ὄνομα θεῖναι, καὶ διὰ τοῦτο ἓν ὄνομα ἐποί-

ησαν πολλὰ πράγματα σημαίνειν, οἷον τὸ ‘κύων’ καὶ τὸ

‘Αἴας’, καὶ τὸν αὐτὸν λόγον, οἷον τὸ ‘γένοιτο, Ζεῦ, τὸν

σῦν καταβαλεῖν ἐμέ’, ἐποίησαν σημαίνειν πολλὰ πράγματα.

71

167a7 (ca)

Ἀριθμούμενος τὰ ἐκτὸς τῆς λέξεως σοφίσματα εἶπε δύο

τρόπους τὸ ἁπλῶς ἢ μὴ ἁπλῶς ἀλλὰ πῂ ἢ ποτὲ ἢ ποὺ ἢ

πρός τι, καὶ ἐκεῖσε μὲν παρέδραμε τὴν ἐξήγησιν τοῦ

πού, τοῦ ποτὲ καὶ τοῦ πρός τι. ἐνταῦθα δὲ δεῖ ἡμῖν

διαρθρῶσαι καὶ ταῦτα. τὸ ποὺ καὶ ποτὲ καὶ πρός τι μέ-

ρη εἰσὶ τοῦ πῂ καὶ ἁπλῶς. καὶ τοῦ μὲν ποὺ παράδειγμά

ἐστι τοῦτο· οὐ γὰρ εἰ πῄ, ἤγουν πού, τουτέστιν εἰ ἐν

Τριβαλλοῖς δοκεῖ ἀγαθὸν τὸ τοὺς γέροντας θύειν, ἤδη

καὶ ἁπλῶς καὶ εἰς πάντα τόπον ἀγαθὸν τοῦτο νομίζεται.

τοῦ δὲ ποτὲ παράδειγμα τοῦτο· πάντες οἱ ἐν τῷ χρυσῷ

γένει ἄνθρωποι κατὰ τὸν Ἡσίοδον ἀγαθοὶ ἦσαν· οὐδεὶς

δὲ ἄνθρωπος ἐν τῷ σιδηρῷ γένει κατ' αὐτὸν ἀγαθὸς ἦν·

πάντες ἄρα ἄνθρωποι ἀγαθοὶ ἦσαν καὶ οὐδεὶς ἄνθρωπος

ἀγαθός. ἡ λύσις τοῦ σοφίσματος· οὐ γὰρ εἰ πῄ, ἤγουν

οὐ γὰρ εἰ ποτὲ μὲν ἦσαν οἱ ἄνθρωποι ἀγαθοί, ποτὲ δὲ

οὐκ ἀγαθοί, ἤδη καὶ ἁπλῶς καὶ πᾶς ἄνθρωπός ἐστιν ἀγα-

θὸς καὶ οὐδεὶς ἀγαθός. τοῦ δὲ πρός τι τοῦτο· τὰ δέκα

πλείονα· τὰ δέκα οὐ πλείονα· τὰ δέκα ἄρα πλείονα καὶ

οὐ πλείονα. καὶ τούτου τοῦ σοφίσματος ἡ λύσις παρὰ

τὸ πῂ καὶ ἁπλῶς. οὐ γὰρ εἰ

71, col. 1

{cod. 35}

πρὸς τὰ πέντε πλείονα,

πρὸς δὲ τὰ ἑκκαίδεκα

οὐ πλείονα, ἤδη

71, col. 2

{cod. 244}

τὰ δέκα εἰσὶ πλείονα, ἤ-

γουν τῶν πέντε, οὐ πλείο-

να δὲ τῶν δεκαέξ, διὰ τοῦτο

71

καὶ ἀπλῶς καὶ καθόλου τὰ πλείονα ἔσονται οὐ πλείονα.

116

168b6

<οἱ γοῦν τεχνῖται καὶ ὅλως οἱ

ἐπιστήμονες> περὶ τήνδε τὴν ἐπιστήμην, ἀστρο-

νομίαν δηλονότι ἢ γεωμετρίαν, ἐλέγχονται φαινομένως ὑ-

πὸ τῶν ἀνεπιστημόνων, ἤγουν τῶν σοφιστῶν, παρὰ τοῦτο,

ἤγουν διὰ τὸ ἀγνοεῖν ὡς ὁ ἔλεγχος συλλογισμός ἐστιν. οἱ

γοῦν σοφισταὶ ποιοῦνται τοὺς συλλογισμοὺς πρὸς τοὺς εἰ-

δότας, ἤγουν τοὺς ἐπιστήμονας, κατὰ συμβεβηκός, ἤγουν ἐκ

τῶν συμβεβηκότων. ὁ δὲ ἐκ τῶν συμβεβηκότων παραλογισμὸς

συλλογισμὸς οὐκ ἔστι κυρίως ἀλλὰ φαινομένως καὶ κατὰ συμ-

βεβηκός. οἱ δὲ ἐπιστήμονες μὴ δυνάμενοι διαιρεῖν καὶ δια-

κρίνειν τίς ἐστιν ὁ κυρίως συλλογισμὸς καὶ τίς ὁ κατὰ συμ-

βεβηκὸς καὶ φαινόμενος ἢ ἐρωτώμενοι διδόασι καὶ συγχω-

ροῦσι τὰ ἐρωτηθέντα ἢ μὴ διδόντες καὶ ἀποκρινόμενοι ἀλ-

λὰ σιωπῶντες οἴονται καὶ δοκοῦσι δεδωκέναι καὶ συγχωρῆ-

σαι· ἡ γὰρ σιωπὴ τὴν συγκατάθεσιν δηλοῖ.

124

168b31

Τὸ ἀντιστρέφειν λέγει θεωρεῖσθαι ἐν πλείοσι κατηγορουμέ-

νοις ὅροις καὶ ὑποκειμένοις, καθὸ ἐν τῇ ἀντιστροφῇ ὁ κα-

τηγορούμενος γίνεται ὑποκείμενος καὶ οὗτος κατηγορούμε-

νος, οἷον ὅταν εἴπῃ ὡς ὁ ἄνθρωπος γελαστικόν, καὶ τὸ γε-

λαστικὸν ἄνθρωπος· τὸ γὰρ γελαστικὸν ἐγένετο καὶ ὑποκεί-

μενον καὶ κατηγορούμενον· ὥστε εἰκότως τὴν ἀντιστροφὴν

εἶπεν ἐν πλείοσι θεωρεῖσθαι. τὸ δὲ μὴ ἀντιστρέφον θεωρεῖ-

ται ἐφ' ἑνός· ἕνα γὰρ κατηγορούμενον ἔχει καὶ ἕνα ὑποκεί-

μενον. ὁ δὲ παρὰ τὸ ἑπόμενον παραλογισμὸς ἀεὶ ἐν

πλείοσι θεωρεῖται, ἤγουν χρᾶται πρῶτον τῇ ἀντιστρο-

φῇ, εἶτα λαμβάνει ἔξωθεν ὅρον καὶ ποιεῖται τὸν πα-

ραλογισμόν. λέγει γάρ· ‘εἰ τὸ μέλι ξανθόν, καὶ τὸ

ξανθὸν μέλι. ἡ δὲ χολὴ ξανθή (τοῦτό ἐστιν ὁ ἔξωθεν

ὅρος)· ἡ χολὴ ἄρα ξανθή’. καὶ πάλιν· ‘εἰ ὁ κύκνος

λευκόν, καὶ τὸ λευκὸν κύκνος’, εἶτα λαμβάνει ἔξωθεν

τὸ ‘χρῶμα’ καὶ συνάγει ὡς ὁ κύκνος ἄρα χρῶμά ἐστιν.

εἶτα λέγει δι' ἢν αἰτίαν τὰ μὴ ἀντιστρέφοντα ὡς ἀν-

τιστρέφοντα ὁ σοφιστὴς ἐν τοῖς παρὰ τὸ ἑπόμενον πα-

ραλογισμοῖς λαμβάνει, καί φησιν· ἐπεὶ ἀξίωμά ἐστιν

ὡς τὰ τῷ αὐτῷ καὶ ἑνὶ ὑπάρχοντα καὶ ἀλλήλοις εἰσὶ

ταὐτά, οἴεται ὁ σοφιστὴς ἐπεὶ τῷ τινὶ μέλιτι ὑπάρ-

χει καὶ τὸ μέλιτι εἶναι καὶ τὸ ξανθῷ, ἔσται ἄρα ταὐ-

τὰ τὸ μέλι καὶ τὸ ξανθὸν καὶ πρὸς ἄλληλα ἀντιστρέ-

φοντα. οὐκ ἀληθὲς δὲ ὡς τὰ τῷ αὐτῷ ὑπάρχοντα καὶ ἀλ-

λήλοις εἰσὶ ταὐτά· ὁ γὰρ Σωκράτης καὶ ὁ Πλάτων ἐν

τῷ ἀνθρώπῳ ὑπάρχουσιν, ἀλλὰ ταὐτὰ οὐκ εἰσὶν ἀλλήλοις.

144

169b4—5

Καὶ διὰ τὸ ἀγνοεῖν ποῖα τῶν κατηγορουμένων τοῦ κατη-

γορουμένου δύνανται †ταῦτα πάντα† καὶ κατὰ τοῦ πράγ-

ματος, ἤγουν τοῦ ὑποκειμένου, κατηγορεῖσθαι. οἷον

τὸ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου, καὶ τὰ μὲν οὐσιω-

δῶς κατηγορούμενα τοῦ ζῴου, ὡς τὸ ἔμψυχον καὶ τὸ αἰ-

σθητικόν, κατηγορηθήσεται καὶ τοῦ ἀνθρώπου, τὰ δὲ κα-

τὰ συμβεβηκὸς κατηγορούμενα αὐτοῦ, ὡς τὸ δισύλλαβον ἢ

τὸ γένος, οὐ κατηγορηθήσεται τοῦ ἀνθρώπου.

281

174b15

Εἰ γάρ ἐστι τὸ ἐρώτημα, ἤγουν ἡ προτεθεῖσα πρότασις,

ἐκ τῶν προτάσεων ἐξ ὧν ὁ συλλογισμός, ἤγουν ἐξ ὧν

συνάγεται τὸ συμπέρασμα, ἢ ἔλεγχος ἔσται, εἰ ὁμολο-

γήσει ὡς ὁ Ἀρχέλαος εὐδαίμων ἐστί· ἐκ τούτου γὰρ

συνάγεται καὶ ὅτι ἡ ἀδικία εὐδαιμονία—ἢ μὴ δοὺς

λέγων ὡς οὔτε εὐδαίμων ἐστὶν οὔτε δοκεῖ, παράδοξα

λέγειν νομισθήσεται. εἰ δὲ μὴ ἐξ ὀρθοῦ δώσει τὸ εἶ-

ναι τοῦτον εὐδαίμονα, ἀποκριθεὶς τὸ ‘δοκεῖ’ ἢ ‘τάχα

εὐδαίμων ἐστί’, γίνεται ὁ συλλογισμὸς ἐλεγχοειδής,

ἤγουν ἐοικὼς τῷ ἐλέγχῳ· ᾗ μὲν γὰρ ἐνδοιάζων καὶ ἀμ-

φιβάλλων ὡμολόγησε προσθεὶς τὸ ‘δοκεῖ’, οὐκ ἐγένε-

το ἔλεγχος· ᾗ δὲ ποσῶς καὶ ὅλως συνεχώρησε τοῦτο,

ἠλέγχθη.

282

174b19

<Ἔτι καθάπερ ἐν τοῖς ῥητο-

ρικοῖς>· Ὥσπερ, φησίν, οἱ ῥήτορες οὐ μόνον τὰ

κατασκευαστικὰ θεωροῦσι τοῦ ὅτι ὁ δεῖνα ἐφόνευσεν,

ἀλλὰ καὶ τὰ ἀνασκευαστικὰ τούτου, οὕτω καὶ ἐν τοῖς

ἐλεγκτικοῖς, ἤγουν ἐν ταῖς σοφιστικαῖς διαλέξεσι,

δεῖ τὸν σοφιστὴν τὰ ἐναντία θεωρεῖν, ἤγουν καὶ τὰ

κατασκευαστικὰ καὶ ἀνασκευαστικὰ τοῦ προκειμένου

προβλήματος, εἴτε πρὸς τὰ ὑφ' ἑαυτοῦ λεγόμενα, ἤγουν

εἴτε οἴκοθεν αὐτὸς προβάλλεται τὸ πρόβλημα, εἴτε

πρὸς οὒς ὁμολογεῖ καλῶς λέγειν, ἤγουν εἴτε ἔχει δό-

ξαν τινὸς σοφοῦ, οἷον τοῦ Ζήνωνος ὅτι κίνησις οὐκ

ἔστι, καὶ ἐνίσταται ὡς καλῶς τοῦτο εἶπεν ὁ Ζήνων.

δεῖ γοῦν θεωρεῖν καὶ τὰ κατασκευαστικὰ καὶ ἀνασκευα-

στικὰ ταύτης τῆς δόξης ἐπιχειρήματα, ἵν' ἕτοιμος ᾖ

πρὸς ἀμφότερα, εἴτε λέγει καὶ ἐνίσταται τὸν Ἀρχέλαον

πράττειν καλῶς, ἤγουν εὐδαιμονεῖν, καὶ ταῦτα ἄδικον

ὄντα, εἴτε καὶ μή.

Νοεῖται δὲ καὶ οὕτως· ὥσπερ οἱ ῥήτορες ἐν δικαστη-

ρίοις συνηγοροῦντες σπεύδουσι δεικνύειν τὸν ἀντιδι-

κοῦντα αὐτοῖς τἀναντία λέγοντα ἢ τοῖς νόμοις ἢ τοῖς

ἔθεσι τῆς πόλεως, οὕτω καὶ τὸν σοφιστὴν δεῖ σπουδά-

ζειν δεικνύειν τὸν αὐτῷ προσδιαλεγόμενον ἢ τἀναντία

λέγοντα τοῦ παρ' αὐτοῦ προτεθέντος προβλήματος, ἢ

τἀναντία οἷς ὁμολογεῖ καλῶς λέγειν. οἷον, εἰ λέγει

τὸν Ζήνωνα καλῶς λέγειν ὅτι κίνησις οὐκ ἔστι, δεῖ

δεικνύειν ὡς ἐξ ὧν λέγουσι συμβαίνει κίνησιν εἶναι.

ἢ εἰ λέγει τὸν Ἀρχέλαον πράττειν καλῶς, ἤγουν εὐ-

δαιμονεῖν, πειρατέον δεικνύειν αὐτὸν ὡς ἐξ ὧν λέγει

φαίνεται ὁ Ἀρχέλαος τὸ ἐναντίον, ἤγουν οὐκ εὐδαίμων.

283

174b22

<Ἔτι πρὸς τοὺς δοκοῦντας τοιού-

τους>· Ἔτι, φησίν, ὀφείλομεν ποιεῖν τοῦτο, τὸ δει-

κνύειν ὡς ἐξ ὧν λέγει ὁ προσδιαλεγόμενος τὸ ἐναντίον

συνάγει ὧν αὐτὸς μέλλει δεῖξαι, εἴτε διαλεγόμεθα πρὸς

τοὺς δοκοῦντας τοιούτους, ἤγουν πρὸς τοὺς ἀγαθοὺς περὶ

ἕκαστα, τουτέστιν εἴτε μετὰ ἀρίστων ἰατρῶν διαλεγόμεθα

ἢ γεωμετρῶν, εἴτε πρὸς τοὺς ὁμοίους, ἤγουν ὁμοτέχνους

ἢ ἰσήλικας, καὶ ἁπλῶς πρὸς πάντας ὀφείλομεν τοῦτο ποι-

εῖν ἢ τοὺς πλείονας.

284

174b23

<ὥσπερ τε καὶ ἀποκρινόμενοι>· Ὥσπερ,

φησίν, οἱ ἀποκρινόμενοι ἐλεγχθέντες ποιοῦσι τὸ διττόν,

ἤγουν διαιροῦσι τὸ ὄνομα ἐκεῖνο τὸ ὁμώνυμον ἐφ' ᾧ ἠ-

λέγχθησαν καὶ δεικνύουσιν ὡς ἐπ' ἄλλου μὲν σημαινομέ-

νου ἔδωκαν αὐτοὶ, ἐπ' ἄλλου δὲ σημαινομένου λαβὼν τοῦ-

το ὁ ἐρωτῶν ἤλεγξεν, οἷον εἴ τις ἔροιτο ‘ἆρ' ὁ κύων

καύματα ποιεῖ;’, ὁ δὲ ἀποκριθῇ ‘ναί.’, εἶτα ὁ ἐρωτῶν·

‘ἀλλὰ μὴν ὁ χερσαῖος οὐ ποιεῖ καύματα’, ὁ δὲ ἐρωτώμε-

νος διελὼν τὸ ‘κύων’ διενίσταται μὴ ἐλεγχθῆναι· ἐπὶ

γὰρ τοῦ ἀστρῴου δόντος τὸ καύματα ποιεῖν, αὐτὸς ἐπὶ

τοῦ χερσαίου ἔδειξε τὸ μὴ ποιεῖν καύματα. δεῖ λοι-

πὸν καὶ τοὺς ἐρωτῶντας χρᾶσθαι τούτῳ, ἤγουν τῷ διαι-

ρεῖν τὸ προκείμενον, εἴτε ἐνίστανται οἱ ἀποκρινόμενοι

ὡς μὴ ἐλεγχθέντες, εἴγε ὡδὶ μέν, ἤγουν ἐπ' ἄλλου ση-

μαινομένου συμβαίνει τοδί, ἤγουν τὸ ἐλεγχθῆναι καὶ ἀ-

πατηθῆναι αὐτούς, ὡδὶ δέ, ἤγουν ἐπ' ἄλλου σημαινομένου,

μή, ἤγουν οὐ συμβαίνει τὸ ἀπατηθῆναι καὶ ἐλεγχθῆναι.

οἷον εἴ τις ἔροιτο ‘ἆρα τὸ τρίγωνον ἐπίσταται;’, ὁ δὲ

ἐρεῖ ‘ναί’, εἶτα ἐρωτήσει ‘τί δέ· τὸ ἐπιστάμενον ἔχει

ἐπιστήμην;’ ‘ναί’, εἶτα συνάξει ‘τὸ τρίγωνον ἄρα ἐ-

πιστήμην ἔχει—ἀλλὰ μὴν ἄτοπον τὸ λέγειν τὸ τρίγω-

νον ἔχειν ἐπιστήμην’. εἰ γοῦν ἐνίσταται ὁ ἀποκρινό-

μενος ὡς ἐπ' ἄλλου σημαινομένου ἔδωκεν ὅτι τὸ τρί-

γωνον ἐπίσταται, ἤγουν ὅτι ἐπιστήμη ἐστὶν αὐτοῦ,

δεῖ σε διαιρῆσαι τὸ ‘τρίγωνον ἐπίσταται’ καὶ εἰπεῖν

ὅτι τοῦτο δηλοῖ καὶ τὸ ἐπιστήμην εἶναι αὐτοῦ καὶ τὸ

ἐπιστήμην ἔχειν· ἐγὼ γοῦν ἐν τῇ ἐρωτήσει μου τοῦτο

ἐξελαβόμην ὡς ‘ἆρα ἐπίσταται τὸ τρίγωνον, ἤγουν ἐπι-

στήμην ἔχει;’, ἐπειδὴ ὡδὶ μὲν ληφθέντος τοῦ ‘ἐπίστα-

ται’, ἤγουν τοῦ ἐπιστήμην ἔχειν, συμβαίνει τὸ ἄτοπον,

ὡδὶ δὲ ληφθέντος —ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ— οὐ-

δὲν συμβαίνει ἄτοπον.

285

174b27

Διάλογός ἐστι τοῦ Πλάτωνος καλούμενος Μανδρόβουλος διὰ

τὸ παρεισάγειν αὐτὸν δι' ὅλου τοῦ διαλόγου διαλεγόμενον.

ὁ δὲ Κλεοφῶν ἐστι σοφιστής.

286

174b28

<δεῖ δὲ ἀφισταμένους τοῦ λόγου>·

Ἐπεὶ οἱ ἀποκρινόμενοι πολλάκις ἐρωτῶντες γίνονται,

εἰ ὁ ἐρωτῶν ἐρωτήσει πρότασιν συντελοῦσαν εἰς κατα-

σκευὴν τοῦ προβλήματος, εἶτα ὁ ἐρωτώμενος ἀντεπιχει-

ρεῖ δεῖξαι αὐτὴν ψευδῆ, φησὶν ὡς εἰ νοήσεις αὐτὸν

εὐποροῦντα πολλῶν ἐπιχειρημάτων εἰς τὸ δεῖξαι αὐτὴν

ψευδῆ, δεῖ σε ἀφίστασθαι τοῦ λόγου τοῦ δεικνύντος

ψευδῆ τὴν πρότασιν καὶ ἐπιτέμνειν τὰ πολλὰ τῶν ἐπι-

χειρημάτων ἃ ἐρωτᾷ λέγοντα ‘ἵνα τί καταργεῖς τὸν και-

ρὸν ἐρωτῶν εὐέλεγκτα καὶ οὐδαμινὰ ἐπιχειρήματα καὶ μὴ

συντελοῦντα πρὸς τὸ προκείμενον;’ εἰ δὲ προαίσθηται

οὗτος ὡς κακουργῶν ἀφίστασαι τοῦ λόγου καὶ ἐπιτέμνεις

τὰ πολλὰ ἐπιχειρήματα, δεῖ σε προαγορεύειν καὶ λέγειν

ὡς ‘οὐ διὰ κακουργίαν τοῦτο ποιῶ, ἀλλ' ἵνα μὴ μακρη-

γορῶμεν καὶ ἀσχολώμεθα εὐελέγκτοις ἐπιχειρήμασιν.’

288

174b33—34

<πρὸς δὲ τοὺς ἀπαιτοῦντας πρός τι

ἐπιχειρεῖν>· Ἐπεὶ πολλάκις οἱ ἀποκρινόμενοι ἀ-

παιτοῦσι τὸν ἐρωτῶντα ἀποδεῖξαι ἣν ἠρώτησε πρότασιν,

παραγγέλλει ὡς εἰ ἀπαιτηθῇς ἀποδεῖξαι ἣν ἠρώτησας

πρότασιν, δεῖ σε περὶ τὰ καθέκαστα ἐνδιατρίβειν, παρὸ

τὸ καθόλου συνάξαι καὶ συμπερᾶναι· τὸ γὰρ καθόλου ἀεὶ

ἔχει ἔνστασιν. καὶ ἐπὶ τῶν μερικῶν δεῖ συνάξαι τὴν

ἀντίφασιν, παρὸ ἐπὶ τῶν καθόλου. οἷον, εἰ ἐρωτήσεις·

‘ἀρά γε τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους ἡ αὐτὴ ἐπιστήμη;’,

ὁ δὲ εἴπῃ ‘οὔ’, πρὸς δὲ καὶ ἀπαιτήσει σε δεῖξαι τοῦτο,

μὴ εἴπῃς ὡς ἐπεὶ τοῦ περιττοῦ καὶ τοῦ ἀρτίου καὶ τοῦ

ἠρμοσμένου καὶ ἀναρμόστου καὶ τοῦ συμμέτρου καὶ ἀσυμ-

μέτρου ἡ αὐτὴ ἐπιστήμη, λοιπὸν ἄρα καὶ πάντων τῶν ἐναν-

τίων ἡ αὐτὴ ἐπιστήμη· ἐνσταίη γὰρ ἐκεῖνος πρὸς τὸ κα-

θόλου, ὡς ἐπεὶ τοῦ γνωστοῦ καὶ ἀγνώστου καὶ τοῦ ὄντος

καὶ μὴ ὄντος καὶ τοῦ πεπερασμένου καὶ ἀπείρου οὐκ ἔ-

στιν ἡ αὐτὴ ἐπιστήμη, λοιπὸν οὐ πάντων τῶν ἐναντίων ἡ

αὐτὴ ἐπιστήμη· καὶ εἰ τοῦτο, οὐδὲ τοῦ ὑγιεινοῦ καὶ τοῦ

νοσώδους ἡ αὐτὴ ἐπιστήμη ἐστίν. εἰ δὲ τὴν ἀντίφασιν

συνάξεις ἐπὶ τῶν μερικῶν, οὐκ ἂν δυνηθείη ἔνστασιν κο-

μίσαι πρὸς ταύτην. οἷον ‘εἰ τοῦ ὑγιεινοῦ καὶ νοσώδους

οὐκ ἔστιν ἡ αὐτὴ ἐπιστήμη, λοιπὸν οὐδὲ τοῦ περιττοῦ καὶ

τοῦ ἀρτίου· ἀλλὰ μὴν τοῦ περιττοῦ καὶ τοῦ ἀρτίου ἡ αὐτὴ

ἐστιν ἐπιστήμη· καὶ τοῦ ὑγιεινοῦ ἄρα καὶ τοῦ νοσώδους ἡ

αὐτή. ἀλλὰ μὴν κατὰ σὲ καὶ οὐχ ἡ αὐτὴ ἐπιστήμη ἐστὶ

τούτων’.

295

175a19

Καὶ ἐκ τῶν πλεονεξιῶν, ἤγουν τῶν παρατηρήσεων ἃς εἴπο-

μεν τηρεῖν τὸν πυνθανόμενον καὶ τὸν ἐρωτῶντα, ἔχομεν

ἐξ αὐτῶν πῶς δεῖ λύειν καὶ τὰ σοφίσματα. παρατήρησίς

ἐστι τῷ ἐρωτῶντι τὸ καταναγκάζειν τὸν προσδιαλεγόμε-

νον ὁμολογεῖν τὰ ὁμώνυμα καὶ τὰ ἀμφίβολα καὶ τὰ παρά-

δοξα. καὶ πάλιν ὁ προσδιαλεγόμενος ὀφείλει ἀπαντᾶν

καὶ ἐνίστασθαι δεικνύων αὐτὸν ὁμώνυμα ἐρωτῶντα ἢ παρά-

δοξα ἢ ἐλλείψαντά τι τῆς συνθέσεως.

308

175b33

<ἀλλ' ἴσως οὐ ταὐτὸν σημαίνει>·

Τοῦτο λύσις ἐστὶν ἐνστάσεως· ἴσως γάρ τις ἐνέστη πρὸς

τὸν Ἀριστοτέλην ‘Πῶς, ὦ Ἀριστότελες, εἰπὼν εἴ τις

ὑπολήψεται τὸν παρὰ τὴν ὁμωνυμίαν ἔλεγχον εἶναι κυρίως

ἔλεγχον, συμβήσεται πάντα ἐλεγχθῆναι, τέθεικας παρά-

δειγμα τοῦ παρὰ τὸ συμβεβηκὸς ἐλέγχου;’ —ταύτην οὖν

τὴν ἔνστασιν λύων ἐπιφέρει ‘ἀλλὰ τὸ ’Κορίσκος‘ ὄνομα

οὐ τὸ αὐτὸ καὶ ἓν σημαίνει, ἀλλὰ πολλά, τόν τε ὁρώμε-

νον Κορίσκον καὶ τὸν κεκαλυμμένον, ὥσπερ οὐδὲ ἐκεῖ,

ἤγουν ἐπὶ τῶν ὁμωνύμων, τὸ ὄνομα τὸ ’κύων‘ σημαίνει ἓν

ἀλλὰ πολλά’. εἶπε δὲ τὸ “ἴσως” διότι ἐπὶ τῶν ὁμωνύμων

μὲν τὸ ὄνομα τὸ ‘κύων’ σημαίνει πράγματα ἕτερα καὶ τῷ

ὑποκειμένῳ καὶ τῷ λόγῳ, τὸ δὲ ‘Κορίσκος’ σημαίνει μὲν

πολλὰ καὶ διάφορα τῷ λόγῳ, τῷ δὲ ὑποκειμένῳ ἕν εἰσιν·

ὁ γὰρ ὁρώμενος Κορίσκος καὶ ὁ κεκαλυμμένος εἷς μέν ἐ-

στι τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ πολλοί, ὥσπερ καὶ ὁ Σω-

κράτης καὶ ὁ λευκὸς Σωκράτης εἷς μέν ἐστι τῷ ὑποκειμέ-

νῳ, τῷ δὲ λόγῳ ἕτεροι καὶ πολλοί. ἐπεὶ γοῦν τὸ

‘Κορίσκος’ πολλὰ σημαίνει, ὥσπερ καὶ ἐπὶ τῶν ὁ-

μωνύμων τὸ ὄνομα, καὶ ἐγγίζει τοῖς ὁμωνύμοις, τί

διαφέρει, ἤγουν οὐδὲν διαφέρει εἴγε ἀντὶ τοῦ εἰ-

πεῖν παράδειγμα τοῦ κατὰ τὴν ὁμωνυμίαν ἐλέγχου

εἴπομεν παράδειγμα τοῦ παρὰ τὸ συμβεβηκὸς ἐλέγχου.

309

175b24—5

<εἰ δὲ τῷ μέν>, ἤγουν ταῖς προτάσεσι, τὸ

ἁπλῶς λέγειν Κορίσκον ἀποδώσει τις, οἷον ‘ἆρα ὁ Κο-

ρίσκος μουσικός ἐστι;’ ‘ναί.’, τῷ δέ, ἤγουν τῷ συμ-

περάσματι, προσθήσει τὸ ‘τινὰ’ ἢ τὸ ‘τόνδε’ λέγων

‘τόνδε τὸν Κορίσκον τὸν κεκαλυμμένον λέγω μὴ μουσι-

κὸν εἶναι’, ἄτοπον.

310

175b26

<οὐδὲν γὰρ μᾶλλον θατέρῳ>, ἤγουν

ὃ οὐ κεῖται ἐν ταῖς προτάσεσιν οὐδὲ ἐν τῷ συμπεράσμα-

τι δεῖ κεῖσθαι. οὐ κεῖται δὲ ἐν ταῖς προτάσεσι τὸ

‘οὗτος’, οὐδὲ ἐν τῷ συμπεράσματι ὀφείλει κεῖσθαι τὸ

‘τόνδε’. οὐδ' ὃ οὐ κεῖται ἐν τῷ συμπεράσματι ὀφείλει

ταῖς προτάσεσι κεῖσθαι· ὁποτέρῳ γὰρ προστεθῇ τι, εἴτε

ἐν τῷ συμπεράσματι εἴτε ἐν ταῖς προτάσεσιν, οὐδὲν δι-

αφέρει, ἤγουν οὐ συμβάλλεται εἰς λύσιν τοῦ σοφίσματος·

παρὰ γὰρ τὴν συλλογιστικὴν μέθοδόν ἐστι τὸ ἐπιχειρεῖν

λύειν τὸ σόφισμα ἐν τῷ προσλαμβάνειν ἐν τῷ συμπεράσμα-

τι ὃ οὐ κεῖται ἐν ταῖς προτάσεσι.

317

176a6

<οὐδὲν γὰρ τοῦτο διαφέρει>· ἤγουν τοῦ-

το τὸ ἐρωτηθέντα ἐρωτήματα πολλά, οἷον ‘ἆρ' ὁ Κορί-

σκος καὶ ὁ Καλλίας οἴκοι εἰσὶν ἢ οὔ;’, μίαν ἀπόκρισιν

δοῦναι οὐδὲν διαφέρει τοῦ ἐρωτηθέντα τι ὁμώνυμον μίαν

ἀπόκρισιν δοῦναι· οὐδὲ γὰρ ὁ εἰπὼν ἐπὶ τῶν ὁμωνύμων

μίαν ἀπόκρισιν, τὸ ‘ναί’ ἢ τὸ ‘οὔ’, κυρίαν ἀπόκρισιν

ἐποιήσατο, ἀλλ' εἴρηκε μέν τι καὶ ἔδοξε τοῖς πολλοῖς

ἀποκριθῆναι ἀπὸ τοῦ εἰπεῖν ‘ναί’ ἢ ‘οὔ’, ἀπόκρισιν δὲ

οὐ δέδωκε· κυρίως γάρ ἐστι μία ἀπόκρισις, ὅταν ὁ ἐρω-

τώμενος ἢ ἀποδοίη τὸ ἐρωτηθὲν ‘ναί’ εἰπὼν ἢ ἀπαρνήσε-

ται εἰπὼν ‘οὔ’. εἰ δ' ἄλλο μὲν ὁ ἐρωτῶν εἶπεν, ἄλλο

δὲ ὁ ἐρωτώμενος φήσει ἢ ἀποφήσει, εἴρηκε μέν τι καὶ

οὗτος, ὥσπερ ἂν εἰ αὐτὸς καθ' ἑαυτόν τις προαιρούμε-

νος εἶπε ‘Σωκράτης κάθηται’, ἀπόκρισιν δὲ οὐ δέδωκεν.

324

176a27

Ἐπειδή, φησί, δῆλόν ἐστι τί ἐστι τὸ ἐν ἀρχῇ ἐξ ὧν εἴ-

πομεν ὅπισθεν, οὐ δεῖ πρὸς τὸν ἐρωτῶντα τὸ ἐν ἀρχῇ ἀ-

ποκρίνεσθαι· τὸ γὰρ ἐν ἀρχῇ ἐστιν ὅταν τὸ ἐρωτώμενον

εἴη σύνεγγυς καὶ †ταὐτὰ† τῷ προκειμένῳ προβλήματι, οἷ-

ον εἰ πρόκειται δεῖξαι τὴν ἡδονὴν ἀγαθόν, ἔροιτο δέ

τις ‘ἆρά γε ἡ χαρὰ ἀγαθόν;’, οὐ δεῖ ἀποκριθῆναι, εἰ-

πόντα πρὸς τὸν ἐρωτῶντα ὡς τὸ ἐν ἀρχῇ αἰτεῖται.

337

176a29

<Ὀρθὴ λύσις> ἐστὶ τὸ ἐμφανίσαι παρὰ ποίαν ἐρώτη-

σιν, ἤγουν διὰ ποίαν πρότασιν, τὴν ἐλάττονα ἢ τὴν μεί-

ζονα, συνέβη τὸ ψευδὲς συμπέρασμα καὶ ὁ ψευδὴς συλλο-

γισμός. διχῶς δὲ λέγεται ὁ ψευδὴς συλλογισμός· ἢ γὰρ

συλλελογισμένος ἐστὶ καὶ τηρῶν τὸ οἰκεῖον εἶδος τοῦ

σχήματος, παρὰ δὲ τὴν ὕλην ἡμάρτηται, ἤγουν ψευδεῖς τὰς

προτάσεις ἔχει, οἷον ‘ὁ λίθος παντὶ ζῴῳ, τὸ ζῷον παντὶ

ἀνθρώπῳ, καὶ ὁ λίθος παντὶ ἀνθρώπῳ’. ψευδὴς συλλογι-

σμός ἐστι καὶ ὁ παρὰ τὸ εἶδος, ὃς καὶ μὴ ὢν συλλογι-

σμὸς δοκεῖ τοῖς ἰδιώταις εἶναι συλλογισμός, οἷον ‘ὁ

ἄνθρωπος ζῷον, ὁ ἵππος ζῷον, ὁ ἄνθρωπος ἄρα ἵππος’ ἐν

δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν. τοῦ γοῦν παρὰ τὸ

εἶδος ψευδοῦς συλλογισμοῦ λύσις ἐστὶν ἡ προσεχῶς εἰρη-

μένη, οἷον ὅτι οὐ συλλελόγισται διὰ τὸ ὁμώνυμον λαβεῖν

ἢ ἐκ δύο μερικῶν συλλογίσασθαι ἢ ἐκ δύο καταφατικῶν ἐν

δευτέρῳ σχήματι. διόρθωσις δὲ καὶ λύσις ἐστὶ τοῦ φαι-

νομένου συλλογισμοῦ, ἤγουν τοῦ παρὰ τὴν ὕλην ψευδοῦς

συλλογισμοῦ, τὸ ἐμφανίσαι παρὰ τί φαίνεται τῶν ἐρωτη-

μάτων, ἤγουν παρὰ ποίαν τῶν προτάσεων τὸ ψεῦδος συ-

νήχθη. ὥστε συμβαίνει ἐπὶ τῶν λόγων, ἤγουν τῶν ψευδῶν

συλλογισμῶν, τὸν ἐρωτώμενον τοὺς μὲν συλλελογισμένους,

ἤγουν τοὺς παρὰ τὴν ὕλην, λύειν ἀναιροῦντα τὴν ψευδῆ

πρότασιν ἐξ ἧς συνήχθη τὸ ψεῦδος, τοὺς δὲ φαινομένους

ψευδεῖς συλλογισμούς, ἤγουν τοὺς παρὰ τὸ εἶδος, λύειν

διελόντα καὶ ἀναλύοντα τὸν συλλογισμὸν εἰς τὴν πρότα-

σιν καὶ θεωροῦντα εἰ ἐκ δύο μερικῶν ἢ ἐκ δύο καταφα-

τικῶν ἐν δευτέρῳ σχήματι συνελογίσατο.

338

176b36

Πάλιν δέ, ἐπεὶ τῶν συλλελογισμένων λόγων, ἤγουν τῶν

ψευδῶν συλλογισμῶν τῶν παρὰ τὴν ὕλην, οἱ μὲν ἔχουσιν ἀ-

ληθὲς τὸ συμπέρασμα, οἷον ‘ὁ ἄνθρωπος λίθος, ὁ λίθος

ζῷον, ὁ ἄνθρωπος ἄρα ζῷον’ (ἐκ γὰρ ψευδῶν συνάγεται ἀ-

ληθές), οἱ δὲ ψευδές, ὡς ‘ὁ λίθος ζῷον, τὸ ζῷον ἄνθρω-

πος, ὁ λίθος ἄρα ἄνθρωπος’, καὶ τοὺς μὲν ψευδεῖς κατὰ

τὸ συμπέρασμα διχῶς ἐνδέχεται λύειν (καὶ ἐκ τοῦ ἀνελεῖν

τι τῶν ἠρωτημένων, ἤγουν τὴν ψευδῆ πρότασιν ἐξ ἧς τὸ

ψεῦδος συνήχθη, καὶ ἐν τῷ δεῖξαι τὸ συμπέρασμα ἔχον οὐχ

οὕτως, ἤγουν ψευδές), τοὺς δὲ κατὰ τὰς προτάσεις ψευ-

δεῖς, ἤγουν τοὺς ἔχοντας μόνας τὰς προτάσεις ψευδεῖς,

μοναχῶς ἐνδέχεται λύειν, ἤγουν ἐν τῷ ἀναιρεῖν μόνας τὰς

ψευδεῖς προτάσεις· τὸ γὰρ συμπέρασμα ἀληθές.

339

177a4

<ὄπως ἢ διαιροῦντες λύωμεν> τὸν ψευδῆ

συλλογισμὸν ἢ ἀναλύοντες αὐτὸν εἰς τὰς προτάσεις, εἰ

ἀσυλλόγιστός ἐστι, καὶ †δεικνύειν† ἐκ δύο μερικῶν συλ-

λογισθῆναι· ἢ ἀναιροῦντες, καὶ ἀναιροῦντες ἢ ὧδε, ἤ-

γουν καὶ κατὰ τὰς προτάσεις καὶ τὸ συμπέρασμα, εἰ καὶ

ἄμφω ψευδῆ εἰσιν, ἢ ὦδε, ἤγουν τὰς προτάσεις μόνον,

εἰ τὸ συμπέρασμά ἐστιν ἀληθές.

340

177a6

<διαφέρει δὲ πλεῖστον> τὸ ὁρᾶν τὴν τοῦ

λόγου ἁμαρτίαν, καθ' ἢν ὁ παραλογισμὸς γέγονε, καθ' ἑ-

αυτοὺς καὶ κατὰ σχολήν, καὶ σκοπεῖν πῶς συλλελόγισται,

εἴτε ἐκ δύο μερικῶν, εἴτε καὶ κατὰ συλλογιστικὴν μέ-

θοδον, καὶ πῶς αἱ προτάσεις ἐλήφθησαν, καὶ ὅτε ἐρωτώ-

μεθα εὐθὺς συνορᾶν τὸ τῆς ἀπάτης αἴτιον, κατὰ πολὺ δι-

αφέρον· ἐργῶδες γὰρ καὶ δύσκολόν ἐστι καὶ πολλῆς τῷ

ὄντι δεόμενον ἕξεως τὸ δύνασθαι συνορᾶν τὸ συμβαῖνον

ἐκ τοῦ λόγου ἄτοπον, ἐν οἷς ἡ διάλεξις καὶ ἡ ἐρώτησις

γίνεται.

341

{177a9}

<τῶν μὲν οὖν παρὰ τὴν ὁμωνυμίαν

καὶ ἀμφιβολίαν>·

Ἐνταῦθα παραδίδωσι διαφορὰν τῶν ἐλέγχων καὶ τῶν

παραλογισμῶν τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν,

καί φησι κατὰ τοῦτο διαφέρειν αὐτοὺς καθὸ οἱ μὲν παρὰ

τὴν ὁμωνυμίαν ἔχουσι τὸ διττὸν ἀεὶ καὶ ἐν ἑνὶ τῶν ὀνο-

μάτων καὶ ἐν τῷ λόγῳ, οἱ δὲ παρὰ τὴν ἀμφιβολίαν ὡς ἐπὶ

τὸ πολὺ ἐν τῷ λόγῳ ἔχουσι τὸ διττόν, ὡς τὸ ‘ἐπίσταται

γράμματα’, τὰ δὲ ὀνόματα ἐξ ὧν ὁ λόγος σύγκειται ἔχουσι

τὸ ἁπλοῦν· πολλάκις δὲ καὶ ἐπὶ τῆς ἀμφιβολίας ἐστὶ τὸ

διττὸν καὶ ἐν τῷ ὀνόματι καὶ ἐν τῷ λόγῳ, ὡς τὸ ‘ἔστι

σιγῶντα λέγειν’· πολύσημον γάρ ἐστι τὸ ‘σιγῶντα’, ἀλ-

λὰ καὶ ὁ λόγος τὸ πολύσημον ἔχει.

342

177a10

Οἱ μὲν οὖν παρὰ τὴν ὁμωνυμίαν ἔχουσί τι τῶν ἐρωτημά-

των, ἤγουν τὸ ὄνομα, πολλὰ σημαῖνον, οἷον ‘ὁ Αἴας ζῷ-

όν ἐστι’· εἰ δὲ τὸ ὄνομα πολλὰ σημαίνει, λοιπὸν ἄρα

καὶ ὁ λόγος ᾧ συνεπλάκη πολλὰ ἔσται σημαίνων· ἐν γὰρ

τῷ ‘ὁ κύων πορεύεται’ καὶ τὸ ὄνομα πολλὰ σημαίνει καὶ

ὁ λόγος· ἡ γὰρ πορεία ἐπὶ τῆς ἕρψεως καὶ βαδίσεως καὶ

πλεύσεως λέγεται—εἰ οὖν τὸ ‘κύων’ ὄνομα πολλὰ ση-

μαίνει, ἔσται καὶ ὁ λόγος ᾧ συντεθήσεται τοῦτο διττός.

οἱ δὲ παρὰ τὴν ἀμφιβολίαν τὸ συμπέρασμα, ἤτοι τὸν λό-

γον ἔχουσι πλείω σημαίνοντα· τὸν γὰρ λόγον ‘συμπέ-

ρασμα’ ὠνόμασε διὰ τὸ καὶ τὸ συμπέρασμα λόγον εἶναι.

349

{177a33}

<Φανερὸν δὲ καὶ τοὺς παρὰ τὴν σύν-

θεσιν>· εἰ καὶ ὁ παρὰ τὴν σύνθεσιν παραλογισμὸς ἕ-

τερός ἐστι τοῦ παρὰ τὴν διαίρεσιν, ἀλλ' ἐνταῦθα τὸν

αὐτὸν παραλογισμὸν ὀνομάζει. τὸ γὰρ αὐτὸ διαιρούμε-

νον ἀπὸ τοῦδε συντίθεται τῷδε, καὶ συντιθέμενον τῷδε

διαιρεῖται ἀπὸ τοῦδε· οἷον ‘ὁ Σωκράτης κάθηται· ὁ

καθήμενος δύναται βαδίζειν· ὁ Σωκράτης ἄρα βαδίζει’·

τὸ γοῦν ‘βαδίζει’ διαιρεθὲν 〈ἀπὸ〉 τοῦ ‘δύναται’ συ-

νετέθη τῷ Σωκράτει, καὶ γέγονεν ὁ παραλογισμὸς ὁ λέ-

γων ‘ὁ Σωκράτης βαδίζει’.

398

178b36

Εἰσάγει δὲ τὸν τρίτον ἄνθρωπον ὁ σοφιστὴς οὕτως· λέ-

γει γὰρ “ὅταν εἴπω ‘πᾶς ἄνθρωπος περιπατεῖ’, οὔτε

αὐτὴν τὴν ἰδέαν, ἤγουν τὸν αὐτοάνθρωπον, λέγω περι-

πατεῖν —ἀκίνητος γὰρ ἡ ἰδέα—, οὔτε τινὰ τῶν καθ' ἕ-

καστα· πῶς γὰρ ὃν οὐ γινώσκω εἴποιμ' ἂν περιπατεῖν;

τὸ μὲν γὰρ ἄνθρωπον περιπατεῖν γινώσκω, τίς δὲ τῶν

καθέκαστα ἀνθρώπων ἐστὶν ἐφ' ᾧ λέγω τὸ περιπατεῖν,

οὐ γινώσκω. ἄλλον ἄρα τινὰ τρίτον ἄνθρωπον παρὰ τού-

τους λέγω περιπατεῖν· ἔσται ἄρα τρίτος ἄνθρωπος καθ'

οὖ κατηγορῶ τὸ ‘περιπατεῖ’”. λύεται δὲ οὕτως· τὸ

‘ἄνθρωπος’ καὶ ἁπλῶς πᾶν τὸ κοινόν, ἤγουν τὸ καθόλου,

οὐ τόδε σημαίνει, ἤγουν ἕν τι (ἡ γὰρ μερικὴ οὐσία, ἤ-

γουν ὁ Σωκράτης, σημαίνει ἕν τι), ἀλλὰ τοιόνδε, ἤγουν

πλῆθος πεποιωμένον· ὁ γὰρ ἄνθρωπος ὁ καθόλου κοινωνία

τίς ἐστι καθ' ἣν κοινωνοῦσιν οἱ μερικοὶ πάντες ἄνθρω-

ποι —ἐν τούτοις γὰρ καὶ θεωρεῖται. πῶς οὖν τὴν κοινω-

νίαν τὴν θεωρουμένην ἐν τοῖς μερικοῖς οὐσίαν ἐρεῖ τις

καὶ ὕπαρξιν αὐθυπόστατον; εἰ γοῦν ἐν τοῖς μερικοῖς ὁ

καθόλου ἅνθρωπος θεωρεῖται καὶ αὐτὸς καθ' αὑτὸν οὐκ

ἔστιν οὐδ' ὑφίσταται, λοιπὸν ἄρα τρίτος ἄνθρωπος οὐκ

ἐστι.

463

181a25

<ἀξιοῦται γὰρ> καὶ λαμβάνει ὁ παραλογισμὸς ὡς

εἰ τόδε μετὰ τοῦδε, ἤγουν ὡς εἰ τὸ ξανθὸν ἀκολουθεῖ

τῷ μέλιτι, καὶ τόδε εἶναι μετὰ τοῦδε, ἤγουν ἀνάγκη

καὶ τὸ μέλι ἀκολουθεῖν τῷ ξανθῷ· τὰ γὰρ ἐξισάζοντα

ἀντιστρέφουσιν, οὐ μὴν δὲ τὸ μερικὸν πρὸς τὸ καθόλου,

ἢ γίνεται ἡ ἀκολούθησις κατὰ τὰς ἀντιθέσεις οὐ καλῶς·

ὅπερ ἔστιν ἰδεῖν ἐπὶ τῆς σὺν ἀντιθέσει ἀντιστροφῆς

συμβαῖνον· λέγουσι γὰρ ‘εἰ τόδε, ἤγουν τὸ ζῷον, ἀκο-

λουθεῖ τῷδε, ἤγουν τῷ ἀνθρώπῳ, καὶ τὸ ἀντικείμενον,

ἤγουν τὸ μὴ ἄνθρωπος, ἀκολουθήσει τῷ μὴ ζῴῳ’, ὅπερ

ἐστὶ ψευδές· ὁ γὰρ βοῦς μὴ ἄνθρωπος μέν ἐστιν, οὐ

μέντοιγε δὲ καὶ μὴ ζῷον. ἔδει δὲ οὕτως ποιῆσαι τὴν

ἀντιστροφήν· ‘εἰ τὸ ζῷον ἀκολουθεῖ τῷ ἀνθρώπῳ 〈***〉’

ὄντος γὰρ αὐτοῦ, ἤγουν τοῦ ἀνθρώπου, ἔστι καὶ τὸ ζῷον

ἐξ ἀνάγκης· μὴ ὄντος δὲ καὶ ἀναιρεθέντος τοῦ ζῴου οὐ-

δὲ ἄνθρωπος ἔστι.

484

181b35—36

<ἐν δὲ τοῖς δι' ὧν δηλοῦται>·

Εἰπὼν πῶς λύονται τὰ σοφίσματα τὰ ποιοῦντα τὴν ἀδολε-

σχίαν ἐν τῷ πρός τι, νῦν λέγει καὶ τὰς λύσεις τῶν σο-

φισμάτων τῶν ποιούντων τὴν ἀδολεσχίαν, ἐφ' ὧν ὁ ὑπο-

κείμενος λαμβάνεται εἰς τὸν ὁρισμὸν τοῦ κατηγορουμένου,

οἷον ἡ σιμότης κατηγορεῖται τῆς ῥινός, καὶ ἐν τῷ ὁρι-

σμῷ τῆς σιμότητος λαμβάνομεν τὴν ῥῖνα λέγοντες ‘σιμό-

της ἐστὶ κοίλανσις ἐν ῥινί’. καὶ ὁ μὲν Ἐφέσιος οὕτω

τὸ ῥητὸν ἐπεξηγεῖται· ἐν δὲ τοῖς ὑποκειμένοις καὶ κατη-

γορουμένοις δι' ὧν ὑποκειμένων δηλοῦνται τὰ κατηγορού-

μενα. εἰ δὲ βούλει, ἀντὶ τοῦ ‘κατηγορουμένοις’ λάβε

‘κατηγορούμενα’ κατὰ ἀντίπτωσιν, καὶ εἰπέ· ἐν δὲ τοῖς

ὑποκειμένοις δι' ὧν δηλοῦνται καὶ ὁρίζονται τὰ κατηγο-

ρούμενα, τοῦτο λεκτέον, ὡς ἡ κοίλανσις αὐτὴ καθ' αὑτὴν

ληφθεῖσα καὶ χωρὶς τῆς ῥινὸς οὐ τὸ αὐτὸ δηλοῖ καὶ ση-

μαίνει ὃ ἐσήμαινε καὶ ἐν τῷ λόγῳ, ἤγουν τῷ ὁρισμῷ τῆς

σιμότητος. ὁριζόμενοι γὰρ τὴν σιμότητα ἐλέγομεν εἶναι

κοίλανσιν ἐν ῥινί, καὶ ὡρισμένως ἐντεῦθεν ἐσήμαινε

τὴν σιμότητα· ἡ δὲ κοίλανσις αὐτὴ καθ' αὑτὴν οὐ ση-

μαίνει τὴν σιμότητα· τὸ γὰρ κοῖλον, φησίν, αὐτὸ μὲν

καθ' αὑτὸ ληφθὲν κοινῇ μὲν καὶ συγκεχυμένως τὸ αὐτὸ

δηλοῖ ἐπὶ τοῦ σιμοῦ καὶ ῥαιβοῦ, ἤγουν ἀορίστως δηλοῖ

τὸ σιμὸν καὶ ῥαιβόν· προστιθέμενον δὲ τῇ ῥινὶ οὐδὲν

κωλύει σημαίνειν ὡρισμένως τὸ σιμόν; ἀλλὰ τὸ μέν, ἤ-

γουν τὸ σιμόν, σημαίνει εἰ τὸ κοῖλον πρόσκειται τῇ

ῥινί· τὸ δέ, ἤγουν τὸ ῥαιβόν, αὖθις σημαίνει εἰ τὸ

κοῖλον πρόσκειται τῷ σκέλει· τὸ γὰρ ῥαιβὸν ἐν τῷ

σκέλει θεωρεῖται.

528

183b16

<δεῖ δὲ ὑμᾶς μὴ> λανθάνειν ὅτι ἐπὶ μὲν τῶν

ἄλλων τεχνῶν, ἰατρικῆς φημι καὶ ῥητορικῆς καὶ τῶν

λοιπῶν, ὅτι αἱ μὲν ἀρχαὶ αὐτῶν εὑρέθησαν παρά τινων,

ἃς καὶ παραλαβόντες κατὰ διαδοχὴν ἄλλοι καὶ ἄλλοι τὰς

τέχνας ἐπηύξησαν. ὁ μὲν γὰρ Κόραξ τὰς ἀρχὰς εὑρὼν τῆς

ῥητορικῆς παρέδωκε τῷ Τισίᾳ, ὃς παραλαβὼν ταύτας μι-

κρόν τι ἐπηύξησεν. εἶτα ὁ Θρασύμαχος ἔτι πλέον, καὶ

οὕτως ἄλλος καὶ ἄλλος τὰ παρ' ἄλλων εὑρεθέντα παρα-

λαβὼν τελείαν τὴν ῥητορικὴν ἀπειργάσαντο. ἐπὶ δὲ τῆς

λογικῆς πραγματείας τοῦτο οὐ συνέβη, ἀλλ' ὁ Ἀριστο-

τέλης εὖρε καὶ τὰς ἀρχὰς αὐτῆς καὶ τὴν τελείωσιν

ἐποιήσατο. τῶν γὰρ εὑρισκομένων ἁπάντων τὰ μὲν λη-

φθέντα καὶ εὐρεθέντα πρότερον ὕστερον ἐπεδόθησαν

καὶ ηὐξήθησαν πεπονημένα καὶ ἐπεξεργασθέντα παρὰ

τῶν κατὰ διαδοχὰς παραλαβόντων ταῦτα.

529

183b21

<χρησιμωτέραν μέντοι>· ἤγουν ἡ εὕρεσις

τῆς ἀρχῆς τῆς τέχνης, κἂν ἀτελὴς ᾖ, ἀλλὰ πολλῷ χρη-

σιμωτέρα ἐστὶ τῆς ἐσύστερον αὐξήσεως αὐτῆς γενομένης.

οὐ γὰρ τοῦ τυχόντος ἐστὶ τὸ εὑρεῖν τὴν ἀρχήν, τὸ δὲ

ἀρχῆς εὑρεθείσης ἐπιθεῖναι τὴν τελείωσιν καὶ τοῦ τυ-

χόντος ἐστίν, ὡς ὁ Ἀριστοτέλης ἐν τῷ Μετὰ τὰ Φυσικὰ

εἶπεν· ἡ γὰρ ἀρχὴ μέγιστόν ἐστι τῇ δυνάμει κἂν τῷ

μεγέθει μικρά ἐστι· διὸ καὶ χαλεπώτατόν ἐστιν αὐτὴν

εὑρεῖν. ὅτι δὲ μικρότατόν ἐστι τῷ μεγέθει δῆλον ἐκ

τῆς κεγχραμίδος, ἥτις ἐστὶ τοῦ σύκου ὁ κόκκος· οὗτος

γὰρ μικρότατος ὢν τῷ μεγέθει, τῇ δυνάμει μείζων ἐ-

στίν· ἔχει γὰρ τοὺς φυσικοὺς καὶ σπερματικοὺς λόγους

ἀσωμάτους ὄντας ἐν ἑαυτῷ, καθ' οὓς τό τε στέλεχος γί-

νεται καὶ οἱ κλάδοι καὶ τὰ φύλλα καὶ οἱ καρποί.

{DILECTUS SCHOLIORUM LEONIS MAGENTINI.IN CATEGORIAS 1b10, sch. ig41.}Τὸ ζῷον ὡς μὲν πρᾶγμα καὶ αὐθυπόστατον ἐστὶν οὐσία, ὡς δὲπεριοχήν τινα ἔχον τῶν ὑπ' αὐτὸ εἰδῶν καὶ διὰ τοῦτο καὶσχέσιν πρὸς αὐτὰ λέγεται γένος. ἡ δὲ περιοχὴ καὶ ἡ σχέσιςσυμβεβηκός ἐστι· τῶν πρός τι γάρ εἰσι, τὰ δὲ πρός τι συμβε-βηκότα. ἢ καὶ ὅτι ἡ ὑπογραφὴ ἡ τὸ γένος παριστῶσα, ἤγουν τὸκατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατη-γορούμενον, ἐκ συμβεβηκότων συνίσταται, συμβεβηκὸς ἄρα καὶτὸ παρ' αὐτοῦ δηλούμενον γένος. ἔστι τὸ ζῷον καὶ ὡς φωνή,καθ' ἧς κατηγορεῖται τὸ δισύλλαβον. ὅταν γοῦν εἰσι δύο τινά,ὡς τὸ ζῷον καὶ ὁ ἄνθρωπος, καὶ κατηγορεῖται τὸ ἕτερον, ὡςτὸ ζῷον, κατὰ τοῦ ἑτέρου, ἤγουν τοῦ ἀνθρώπου, ὡς καθ' ὑπο-κειμένου, ἤγουν πραγματικῶς καὶ οὐσιωδῶς, τουτέστιν εἰς τὴνοὐσίαν τοῦ ἀνθρώπου συμβαλλόμενον, ὅσα λέγονται κατὰ τοῦκατηγορουμένου ὡς καθ' ὑποκειμένου, τουτέστιν ὡς συμβαλλόμε-να εἰς τὸ ὑποκείμενον καὶ εἰς τὴν οὐσίαν τοῦ ζῴου, οἷον τὸἔμψυχον καὶ τὸ αἰσθητικόν—ληπτέον δὲ τὸ ὡς καθ' ὑποκειμένουἐνταῦθα ἐλλειπτικῶς— , ταῦτα (τὸ ἔμψυχον δηλονότι καὶ τὸ αἰσθη-τικόν) κατηγορηθήσεται καὶ κατὰ τοῦ ἀνθρώπου τοῦ ὑποκειμένουαὐτῷ. εἰ δέ τι κατηγορεῖται τοῦ ζῴου οὐχ ὡς καθ' ὑποκειμένου,τουτέστιν οὐκ οὐσιωδῶς ἀλλὰ κατὰ συμβεβηκός, τοῦτο κατὰ τοῦἀνθρώπου οὐ κατηγορηθήσεται. οἷον, τὸ γένος οὐχ ὡς καθ' ὑπο-κειμένου καὶ οὐσιωδῶς κατηγορεῖται τοῦ ζῴου· οὐδὲν γὰρ συμ-βάλλεται εἰς τὴν οὐσίαν αὐτοῦ, ἀλλὰ κατὰ τῆς σχέσεως καθ' ἣνπεριέχει τὰ ὑπ' αὐτὸ εἴδη. ὡσαύτως καὶ τὸ δισύλλαβον κατηγο-ρεῖται τοῦ ζῴου ὡς φωνῆς καὶ οὐχὶ οὐσιωδῶς. καὶ διὰ τοῦτοοὔτε τὸ δισύλλαβον οὔτε τὸ γένος κατηγορηθήσεται κατὰ τοῦἀνθρώπου. καὶ ὁ ἄνθρωπος ὡς μὲν ζῷον λογικὸν θνητὸν νοῦ καὶἐπιστήμης δεκτικόν, ἐστὶν οὐσία. εἶδος δὲ λέγεται ὁ ἄνθρωποςκατὰ τὴν περιεκτικὴν σχέσιν τῶν ὑπ' αὐτὸν μερικῶν ἀνθρώπων·ἡ γὰρ σχέσις λέγεται εἶδος ἀλλ' οὐχὶ ὁ ἄνθρωπος. ἐπεὶ γοῦν ὁἅνθρωπος ὁ καθόλου κατηγορεῖται ὡς καθ' ὑποκειμένου καὶ οὐ-σιωδῶς τοῦ μερικοῦ ἀνθρώπου, ὅσα λέγονται κατὰ τοῦ ἀνθρώπουὡς καθ' ὑποκειμένου καὶ οὐσιωδῶς, οἷον τὸ λογικὸν καὶ τὸθνητόν, ταῦτα καὶ κατὰ τοῦ μερικοῦ ἀνθρώπου ῥηθήσονται. ὅσαδὲ οὐχ ὡς καθ' ὑποκειμένου καὶ οὐσιωδῶς λέγονται κατὰ τοῦἀνθρώπου ἀλλὰ κατὰ συμβεβηκός, οἷον τὸ εἶδος κατὰ συμβεβηκὸςκατηγορεῖται τοῦ ἀνθρώπου—οὐδὲ γὰρ συμβάλλεται εἰς τὴν οὐ-σίαν τοῦ ἀνθρώπου, κυρίως γὰρ κατηγορεῖται τὸ εἶδος κατὰ τῆςπεριεκτικῆς σχέσεως τῆς ἐν τῷ ἀνθρώπῳ θεωρουμένης, ἥτις καὶεἶδος λέγεται—καὶ διὰ τοῦτο κατὰ τοῦ τινὸς ἀνθρώπου τὸ εἶ-δος οὐ κατηγορηθήσεται.