The Greek Library Catalogue

Anonymous

De astrologia dialogus

Edition reference
De astrologia dialogus (= Hermippus) (fort. auctore Joanne Catrario), ed. W. Kroll and P. Viereck, Anonymi christiani Hermippus: De astrologia dialogus [Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana. Leipzig: Teubner, 1895]: 1–71.
CTS identifier
urn:cts:greekLit:tlg4374.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Public-domain-era edition; no explicit IA rights field

1

{ΕΡΜΙΠΠΟΣ [Η] ΠΕΡΙ ΑΣΤΡΟΛΟΓΙΑΣ.

〈Α〉}

〈αʹ〉 —Ἀλλ' ἦ τοιοῦτόν τι τὸ Πρωτέως ἦν παρ'

Ὁμήρῳ φάσμα εἰς πολυειδεῖς μορφὰς ἐξαλλάττον, ὁποῖος

ἐκ τῶν λόγων, ὦ Ἕρμιππε, ἡμῖν ἀναφαίνῃ· πάντα γὰρ

ἀτεχνῶς γινόμενος καὶ θεῖα καὶ ἀνθρώπινα συνείρων

ὁμοῦ οὐδὲν ὅλως τῶν λεγομένων ἐξακριβοῖς οὐδὲ ξυμ-

περαίνεις τὴν ἐφ' ἑκάστῳ σπουδήν.

—Καὶ ὀρθῶς, οἶμαι, ὦ ἑταῖρε· ἀκούεις δέ που

καὶ σύ, ὡς ἡδύ τι χρῆμα ἡ ἐς ἅπαν μεταβολή· ἄλλως

τε δὲ καὶ οὕτως ᾤμην ἥδιον τὸν λόγον διενεγκεῖν,

ταχέως ἀφιστάμενος καὶ ἀφ' ἑτέρου πρὸς ἕτερον μετιών·

ὃ δὴ καὶ τὸν κόρον ἐπιεικῶς ἀπωθεῖται.

—Εἰ μὲν ἐφ' ἅπαντι, ὦ Ἕρμιππε, τὸ τῆς μετα-

βολῆς ἥδιον, ποιηταῖς τοῦτο παρῶμεν. πρῴην δέ, ὅτε

περὶ ἀστρολογίας διῄεις (οἶσθα δέ, ὅπως ἐρωτικῶς εἰς

αὐτὴν ἔχω), τέλος ἐπιθεῖναι τῷ λόγῳ δεηθέντος ἐμοῦ·

καὶ μήν, ἔφης, βιβλίον, εἴ σοι φίλον, τόνδε ποιήσομαι

καὶ προκείσεταί σοι ἀνθ' ὅτου βούλει σπουδάσματος.

ὥρα γοῦν σοι τὰ ἐπηγγελμένα ἐπιτελεῖν.

—Ὡς μὲν οὖν ὑπέστην σοι τὸν λόγον, ὁμολογῶ·

ἀτὰρ ἡ θεία τῶν εὐαγγελίων φωνὴ παροπτέα ἡγεῖται

2

ταῦτα καὶ οὐδ' ἄκροις ὠσὶ συγχωρεῖ προσίεσθαι, ᾗ δὴ

πᾶσα ἀνάγκη πείθεσθαι.

—Εὖ γε, ὦ ἑταῖρε, ποιοῦσα· αὕτη γὰρ μόνη τὴν

πρὸς σωτηρίαν τρίβον ἐλαύνει χειραγωγοῦσα, τὰ δ'

ἄλλα παρευρημένα καὶ κενή τις δόξα καὶ κόμπος. ἐγὼ

δὲ τὴν περὶ τούτου δόξαν τῶν Ἑλλήνων ἐπεθύμουν

ἀκοῦσαι, ὡς μὴ πάντῃ περινοστοίην τῶν τοιούτων

ἀτέλεστος. εἰ γὰρ παντάπασι ταῦτα διαβαλοῦμεν, φαῦλος

μὲν ἡ γῆ δόξει, ὅτι φυτὰ καὶ πόας μετὰ τῶν ἀλεξη-

τηρίων καὶ δηλητηρίους ἀνίησιν, διαβεβλήσεται δὲ καὶ

ἥλιος καὶ σελήνη, ὅτι μέτρα χρόνων καὶ ὥρας παρέ-

χονται, ἤδη δέ που καὶ μελλόντων ἐκβάσεις τοῖς ὀρθῶς

καὶ μετ' ἐπιστήμης σκοπουμένοις αὐτούς. τοῦτο δ'

οὐδὲν ἄλλο γε ἢ τὴν τοῦ θεοῦ δημιουργίαν παρὰ

φαῦλον τιθέναι ἐστίν.

—Ἔχει μὲν οὕτω· μέγαν δέ, ὥς γε οἶμαι, τὸν

περὶ τούτου λόγον ἐγείρεις καὶ οὐκ οἶδα εἴ τινι ἐφικτόν.

τί δὲ χρὴ καὶ ποιεῖν; τό τε γὰρ τῆς ὑποθέσεως ὑπέρ-

μεγα θράττει με καὶ οἱ ἀποτρέποντες σεμνοὶ δὴ μάλα

καὶ πολλὴν ἐπὶ τοῦ προσώπου τὴν αἰδῶ φέροντες. ἐγὼ

δὲ τὸ μὲν ἐκπεσεῖν τῆς ὑποθέσεως τοῦτο καὶ πάνυ

δέδοικα, τῶν δὲ ταύτην διαβαλλόντων σμικρὰ φροντίζω.

ἡδέως γὰρ ἂν ἐροίμην αὐτούς, πῇ δὴ καὶ πόθεν ὁρμώ-

μενοι τὰ παρακεκινδυνευμένα ταῦτα λέγειν προάγονται·

εἰ μὲν γὰρ δεδοικότες φαῖεν, μὴ οὐ τῆς προνοίας τοὺς

ἀστέρας δημιουργήματα θείμεθα, καὶ μὴν ἡμῖν τοῦτο

σαφέστατα δεῖξαι πρόκειται καὶ λίαν ἐσπούδασται. εἰ

δ' αὖ τὴν αὐτῶν δύναμιν ἐν τοῖς ἐπιγείοις ἐνιδόντας

3

οἴονται ῥᾳδίως ἔχειν τοὺς μὴ πάνυ στερροὺς τὴν

γνώμην πρὸς τὰ χείρω περιτραπῆναι, ἀπολογία δήπουθεν

ἀπαντήσει, ὡς τοὺς τοιούτους οὐχ οἷόν τ' εἶναι πρὸς

τέρμα τῆς ἐπιστήμης ἐλθεῖν. ἄλλως τε δὲ εἰ τοῦθ' οὕτω

λογιζόμενοι διαβάλλοιμεν, καὶ ἡ θάλαττα ἡμῖν ἀποκεκη-

ρύχθω, διὰ τοὺς ἀπείρως πλέοντας οἶμαι καὶ τὰ ναυάγια.

—Κατὰ θεὸν ὄντως ταῦτά σοι, ὦ Ἕρμιππε, εἴρη-

ται. ἄρξαι δ' οὖν· ὡς ἔγωγε πρὸς τὸν λόγον κέχηνα

καὶ τὰ ὦτα ἵστημι καὶ τὸν νοῦν ἐγρήγορα καὶ ὅλως

οὐδὲν φρονῶ μικρὸν οὐδὲ γήϊνον.

—Ἐπειδήπερ ὅ, τι ἂν ἔχωμεν κατανενοηκότες τοῦ

τῆς ἀστρολογικῆς ἐπιστήμης τέλους, ἐπιτάττεις, ἀνδρῶν

ἄριστε, εἰς βιβλίον ἐγγραψάμενον ἀποδοῦναί σοι, ἔστι

μὲν οὐ τῶν πάνυ ῥᾴστων μετ' ἀποδείξεως σαφοῦς

χωρῆσαι καὶ λόγους τῆς ἀληθείας ὀπαδοὺς ἀποδοῦναι.

ὁ γὰρ θεός, οἶμαι, τὴν ἀνωτάτην καὶ μακαρίαν εἰληχὼς

χώραν καὶ τοσοῦτον ὑπερηρμένος τῶν ἐπὶ γῆς σκότον

ὡς εἰπεῖν καὶ ἄγνοιαν εἰς τὸν ὑπὸ τὴν σελήνην τόπον

κατέχεε· φθόνῳ μὲν οὐκ ἔχω λέγειν (“ἀγαθῷ γὰρ

οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος” καὶ <Πλάτων>

πρότερος ἡμῶν εἰπὼν ἔφθη), γυμνάζων δὲ οἶμαι πλέον

τῶν ἄλλων τὸν ἀνθρώπινον νοῦν, ὅπως αἰεὶ πρὸς

ἐκεῖνον ἐκτείνοντες καὶ ἀτενῶς ἀπερείδοντες δύναιντ'

ἂν μόλις ἐφάπτεσθαι. εἰ δ' ἀμοχθεὶ πίμπλασθαι παρῆν

τἀγαθοῦ, ἦν μὲν δὴ καὶ οὕτως ἂν ἀνθρώπῳ μακαριστόν,

μηδεμιᾶς μέντοι προτεθειμένης ἁμίλλης οὐδὲ τοῖς περι-

γιγνομένοις εἵποντο στέφανοι· σοὶ δὲ πειθόμενοι τοῖς

προστεταγμένοις ὡς οἷόν τε ἐγχειρήσομεν· θεοῦ δ' ἂν

εἴη τέλος τῷ σκοπῷ κατάλληλον παρασχεῖν.

4

〈βʹ〉 Ἐπειδὴ τοίνυν νοῦς μὲν οὐκ ἐσμέν, ὅπως

πᾶσιν ἀμέσως διὰ νοήσεων ἁπλῶν ἐπιβάλλωμεν, ἀλλὰ

σωματικῷ βάρει καὶ αἰσθήσεων πληθύϊ ἐπιπροσθούμενοι

ψευδεῖς καὶ ποικίλας δόξας καὶ φαντασίας περὶ ὁτουοῦν

ἐφελκόμεθα, τὴν μαντικὴν ἡ φύσις κατὰ τὸν βίον

δεύτερόν φασι πλοῦν ἐπεισήγαγεν, ὅπως ἃ διὰ τὸ τῆς

σαρκὸς ἐπικάλυμμα αὐτοψεὶ βλέπειν οὐ δεδυνήμεθα,

ταῦτα μανθάνειν δι' αὐτῆς ἔχωμεν. ταύτης δὲ τὰ μὲν

εἴδη πολλὰ καὶ διάφορα, πρὸς δ' ἕνα καὶ τὸν αὐτὸν

σκοπὸν τείνουσι. μέγιστον δὲ πάντων καὶ κυριώτατον

τὸ περὶ τὴν τῶν ἀστέρων χορείαν ὁ τὸ πᾶν τοῦτο

τεκτηνάμενος ἐδωρήσατο, ἅμα μὲν τὰ πρὸς τὴν σύστασιν

ἡμῶν καὶ τὴν κατὰ τὸν βίον χορηγίαν δι' αὐτῶν προ-

οικονομούμενος, ἅμα δὲ καὶ τῶν γιγνομένων καὶ ἐσο-

μένων ἐναργῆ δεικνὺς δείγματα. ταύτην Χαλδαῖοι μὲν

πρῶτοι μετῆλθον καὶ ὅσοι τὴν ὁμοίαν αὐτοῖς οἴκησιν

ἔλαχον· διὰ γὰρ τὸ πρὸς τὸ μέσον σχεδὸν πίπτειν

καὶ ἀνέφελον εἶναι ἀεί τε καθαρωτέρῳ τῷ ἀέρι ἐν-

τυγχάνουσι, καὶ τῶν ἀστέρων ἀνατολαὶ καὶ δύσεις κατ'

αὐτοὺς πλησιαίτεραι καὶ διὰ τοῦτο ἐναργῆ τε ὁμοῦ καὶ

δραστικὴν τὴν αὐτῶν καθιστᾶσιν ἐνέργειαν. ἀφίκετο

δὲ παρ' ἐκείνων χρόνῳ ὕστερον καὶ πρὸς τοὺς βορει-

οτέρους ἡμᾶς· εἰ δ' ἐκεῖνοι παρ' αὐτοῖς ἑκόντες τἀληθὲς

ἀπεκρύψαντο, πρὸς δ' ἡμᾶς διαφόρους καὶ ἀναποδείκτους

δόξας ἐξήνεγκαν, οὐ τῆς ἀστρονομίας τοῦτο κακία νο-

μίζοιτ' ἄν. ὅτι μὲν οὖν ἐπιστήμης πάσης αὕτη κεφά-

λαιον καὶ δι' αὐτῆς εὖ ζῆν τε καὶ διατιθέναι τὰ κατὰ

τὸν βίον ἔστιν, οὐκ ἄν μοί τις ἀμφισβητῆσαι δοκεῖ.

εἰ δέ τις πρὸς τοιαύτην ἀμαθίαν ἐλήλακε καὶ πρὸς

5

ἀνατροπὴν τῶν αὐτῆς ἐξῆκται δογμάτων, οὐ μέμφεσθαι

μᾶλλον τοῦτον ἄξιον ἢ τῆς ἀμαθίας οἰκτείρειν· ταύτην

γὰρ ὡς εἰπεῖν συγκαλύπτων πειρᾶται τἀληθὲς ἀναιρεῖν,

ὥσπερ ἂν εἰ καὶ τυφλὸς ὢν μὴ εἶναι ὅλως μηδὲ φῶς

ἀφιέναι φαίη τὸν ἥλιον.

〈γʹ〉 Πῶς γάρ, εἰπέ μοι, δι' ὀρνίθων μὲν κλαγγῆς

καὶ ἥπατος ἐντομῆς τὸ μέλλον εὑρίσκειν οἷοί τ' ἐσμέν,

διὰ δὲ τῆς τῶν ἀστέρων πορείας καὶ σημειώσεως, ἐφ'

ᾧ δὴ γεγόνασιν οὗτοι, οὐχ οἷοί τε; ὡς γὰρ ἑνὸς ζῴου

σώματος καὶ περὶ τοῦδε τοῦ παντὸς χρὴ νοεῖν, καὶ

ἀπὸ τῆς τοῦ μέρους αὐτοῦ καταλήψεως περὶ ἄλλου τῶν

ἐν αὐτῷ σαφῶς εἰδέναι παρέχεται· κἀκεῖνο δ' αὖθις

περὶ ἑτέρου σημαίνει καὶ ὅλως ἑκάστῳ ἕκαστον ἕπεται

καὶ περὶ τοῦ παντὸς ἀφ' ἑνὸς στοχάζεσθαι δίδωσιν·

οἷον εἴ τις τὴν εἰς τὸ θέναρ τῆς χειρὸς ὀδύνην ἐν-

σκήψασαν ἀπὸ τοῦ στομάχου ἠρτῆσθαι λέγοι ἢ τὴν

κατὰ κεφαλῆς ἀπὸ τῆς γαστρός. ἀλλὰ τοῦτο μὲν οὐ

πολλῶν οἶμαι λόγων πρὸς ἀπόδειξιν δεῖται.

〈δʹ〉 Λέγωμεν δὲ ἀπὸ τῆς τῶν στοιχείων καὶ τῆς

καθ' ἡμᾶς φύσεως ἀρξάμενοι καὶ προβιβάζοντες ἀπὸ

τῶν μικρῶν ὡς εἰπεῖν ἐπὶ τὰ μείζω καὶ τελεώτερα·

δείξομεν γὰρ ἐντεῦθεν σαφῶς, ὡς εἰς τοῦθ' ὅπερ

ἔφημεν ἡ τῶν ἀστέρων φύσις συμβάλλεται· καὶ ὅτι

δὲ καὶ ὅπως, ἐκ τῶν εἰρησομένων ἔσται καταμαθεῖν.

ὁ τοῦ παντὸς τοῦδε γενέτης, εἴτε καὶ δημιουργὸν χρὴ

καλεῖν, ἀκροτάτην ἔχων ἕδραν ἐν τοῖς ἀεὶ οὖσι καὶ

τῶν πρώτων ὢν νοητῶν ὡς μὲν καὶ δευτέρας τινὰς

καὶ τρίτας δυνάμεις οἰκείας ἑαυτῷ προϋπέστησε, καὶ

πρὸ ἡμῶν θείοις ἀνδράσιν εἴρηται. μικτὸν δὲ ἔκ τε

6

ὕλης καὶ νοερᾶς οὐσίας βουληθεὶς εἶδος παραγαγεῖν,

πρῶτον μὲν τὴν τῶν ἀπλανῶν σφαῖραν ἧττον οἰκείαν

καὶ προσφυῆ ἐτεκτήνατο· τῆς γὰρ ἑτερότητος πλέον ἢ

ταυτότητος ἐν μεθέξει καθέστηκεν. εἶτα τὴν ἑνὸς

ἑκάστου τῶν πλανήτων διέθετο, τοσοῦτον πλέον ὕλης

μετέχουσαν, ὅσον πλέον ἐκεῖθεν κάτεισι. μετὰ δὲ καὶ

τὴν τῶν στοιχείων τάξιν κατάλληλον εἴργαστο, τοσοῦτον

καὶ αὐτῶν πρὸς ὕλην χωρούντων, ὅσον πρὸς τὴν τοῦ

παντὸς ὑποστάθμην, τὴν γῆν, συνεγγίζουσι. πρὸς δὲ

τῷ μέσῳ τῶν τοιούτων σφαιρῶν, ὃ δὴ καρδίᾳ τὸ ἀνά-

λογον ἂν ἔχειν δόξειεν, ὅτι πλεῖστον τῆς αὐτοῦ δυνά-

μεως συνεμφορήσας συνέθετο, φῶς ἀνάψας αἰσθητὸν

καὶ ζῳογόνον ἐμβαλὼν δύναμιν. τὰ δ' οὖν μικτά, ἐπεὶ

οὐκ ἐξ ἑνὸς δεῖ συγκεῖσθαι (οὐ γὰρ ἂν εἴη μικτά), διὰ

τεττάρων τινῶν ποιοτήτων συνέθετο, θερμῆς καὶ ὑγρᾶς

καὶ ψυχρᾶς καὶ ξηρᾶς. ταύτας δὲ εἰς τὰς τῶν σφαιρῶν

ἐνίδρυσε χώρας, πρώτην μὲν τάξιν τῷ ψυχρῷ νείμας·

ἀπὸ γὰρ φθορᾶς ἡ γένεσις ἕπεται, ἡ μὲν ἐν διακρίσει,

ἡ δ' ἐν συγκρίσει· καὶ ἔστιν ἡ μὲν γένεσις φθορὰ τοῦ

μὴ ὄντος, ἡ δὲ φθορὰ γένεσις τοῦ μὴ ὄντος· δευτέραν

δὲ τῷ ὑγρῷ καὶ τρίτην τῷ ξηρῷ καὶ τετάρτην τῷ

θερμῷ. ἀλλ' ἡ τοῦδε δύναμις μέση τε οὖσα καὶ δρα-

στικωτάτη πάντων δὴ μάλιστα ἔτι τε τὴν ἄνω ζητοῦσα

πάροδον κἀκείναις τῆς οὐσίας αὐτῆς μεταδίδωσι, καθ'

ὅσον συνεγγίζει τε καὶ ἀφίσταται, θερμαίνουσα μὲν

πρῶτον καὶ μάλιστα τὸ ξηρόν, δεύτερον δὲ τὸ ὑγρόν,

τὸ δὲ ψυχρὸν τοσοῦτον ὡς εἰπεῖν ἔλαττον, ὥστε δοκεῖν

καὶ ἐναντίον εἶναι αὐτῷ. ἐκεῖθεν ἡ μῖξις καὶ κρᾶσις

τὴν ἀρχὴν ἔλαβε καὶ ὅσῳ πλέον πρὸς ὕλην τὰ ἑξῆς

7

κάτεισι, τοσούτῳ πλέον καὶ πολυτελέστερον κέκρανται.

εἶτ' ἐπεὶ μέχρι τῆς τετάρτης σφαίρας αἱ τέσσαρες εἰλι-

κρινεῖς ἧκον ποιότητες, ἔδει δ' ἐπὶ πλέον αὐτὰς ἐπεκτεί-

νεσθαι, ἑξῆς καὶ κάτω τὰς τρεῖς τούτων αὖθις μίξας

διὰ τὸ τοῦθ' οὕτω ξυντείνειν μᾶλλον πρὸς τοὖργον ἐν

ἑτέραις τρισὶ σφαίραις ἄλλην ἐπ' ἄλλῃ συνέθετο· οὐκέτι

μὲν πρώτην τὴν ψυχρὰν τάξας διὰ τὸ μὴ οἷόν τε ἐγγὺς

εἶναι ἀλλήλοις τό τε θερμὸν καὶ ψυχρόν, τὴν λαχοῦσαν

δὲ τὸ μέσον ὑγροῦ καὶ θερμοῦ· καὶ μετ' αὐτὴν οὔτε

δήπουθεν ξηρὰν οὔτ' αὖ τελέως ὑγράν, μικτὴν δέ τινα

καὶ κεκραμένην ἔχουσαν δύναμιν, οἵαν καὶ τὴν μετὰ

ταύτην, τετάρτην δ' ἀπὸ τοῦ μέσου διέθετο πλέον

φέρουσαν τοῦ ψυχροῦ κατὰ τὴν τοῦ μέσου ἀπόστασιν.

Τὰς γοῦν ποιότητας ταύτας οὐσιώσας καὶ συναγα-

γὼν ὡς εἰπεῖν καθ' ἑκάστην ἓν σῶμα σφαιρικὸν συνε-

στήσατο· καὶ αὗταί εἰσιν, ἃς καλεῖν εἰώθασιν ἄνθρωποι

τοῦ ♄ ἀστέρα, τοῦ ♃, τοῦ ♂, ἔτι δὲ ☉,♀ τε καὶ ☿

καὶ ☾, τὰς ἐπωνυμίας ταύτας κατὰ λόγον ὡς εἰπεῖν

ἐσχηκότας. δείκνυσί τε αὐτοῖς ὁδόν, ἣν ἂν δι' αἰῶνος

ἴωσι καὶ συνεχῆ τὴν πορείαν φυλάττωσιν, ὁμοίαν μὲν

καὶ τεταγμένην, καθ' ὅσον πρὸς τὸ νοερὸν ἐπιστρέφονται,

οὐκέτι δὲ ὁμαλὴν διὰ τὸ καὶ ὕλης τι μετεῖναι αὐτοῖς·

ἐκκέντρους τε τὰς τούτων σφαίρας πρὸς τὴν τῶν ἀπλα-

νῶν εἴργαστο ἑκάστην τε ταῖς ἄλλαις ἀνίσως, ὅπως

ποικίλως τοῖς ἐπὶ γῆς οἶμαι προσφέροιντο. τὸν δὲ τῶν

διαστημάτων αὐτῶν λόγον οὐ ταὐτὸν μὲν ἐν πᾶσι

τετήρηκεν (οὐ γὰρ ἂν ὅλως κατὰ μουσικὴν ἁρμονίαν

ἐμίγνυντο), ἐν ἀνισότητι δέ· ἀπὸ γὰρ ταύτης ἡ ἰσότης

8

συνίσταται· τὸν μὲν τοῦ πρώτου πρὸς τὸν τελευταῖον

ἐν τῷ δὶς διὰ πασῶν καὶ τετραπλασίονι, ἑκατέρου δὲ

τοῦ τε ἄκρου πρὸς τὸν μέσον καὶ τοῦ μέσου πρὸς τὸν

τελευταῖον ἐν τῷ διὰ πασῶν ἅμα καὶ διπλασίονι, τοὺς

δὲ ἄλλους ἀλλήλοις ἐν ἡμιολίοις καὶ ἐπογδόοις καὶ

ἐπιτρίτοις λόγοις ἁρμόσας κατὰ ἁρμονικὴν συμφωνίαν.

〈εʹ〉 Ἐπεὶ δὲ ποικίλην καὶ πολυσχιδῆ τὴν μῖξιν

τῶν γινομένων ἐβουλήθη συστήσασθαι, τῆς αὐτῶν ὅσον

οἷόν τ' ἦν ἀφελὼν οὐσίας καὶ μίξας εἰς ἓν ἕτερα

πλεῖστα σφαιρικὰ σώματα ἀπειργάσατο καὶ πάντα πρὸς

τὸ πυρωπὸν χρωματίσας, ὅτι καὶ τοῦτ' ἦν μᾶλλον

οἰκεῖον αὐτῷ, εἰς τὸ πᾶν τοῦ οὐρανοῦ κύτος ἐνέθηκεν,

οἷον ὑπηρέτας ἐκείνοις δοὺς πρώτης τε καὶ δευτέρας

καὶ τρίτης τάξεως, ὅπως ἅμα ταῖς τε οὐρανοῦ τομαῖς

καὶ ταῖς αὐτῶν κατὰ κορυφὴν ἐποχαῖς καὶ ἑλίξεσιν ἥ

τε γῆ ποικίλην ἴσχοι διαφορὰν καὶ οἱ ἄνθρωποι ὁμοίως

ἐλλάμποιντο. οὐδὲν οὖν θαυμαστόν, εἰ 〈οἱ〉 πλέον

τῶν ἄλλων ταῖς οἰκήσεσιν αὐτοῖς συνεγγίζοντες καὶ

πλέον τῶν ἄλλων τὴν παρ' αὐτῶν ἔλλαμψιν δέχονται.

〈ζʹ〉 Ἐπεὶ δὲ καὶ ἔτι πλέον ποικῖλαι τὸ ἔργον

διανενόητο, τοῦτο δὲ ἁπλῶς οὐκέτι οἷόν τε ἦν (αἱ γὰρ

ποιότητες ἐν σώμασι θεωροῦνται), ὄργανα τούτων

δεκτικὰ τέσσαρά τινα ἀπειργάσατο, ἃ δὴ στοιχεῖα

συνήθως ἐπονομάζομεν, καὶ ταῦτα σφαιρικῶς δημιουρ-

γήσας κατὰ τὴν ἠργμένην ἄνωθεν τάξιν ἑξῆς καὶ καθ'

εἱρμὸν ἔθετο, οὐκέτι μὲν πρώτην τῷ ψυχρῷ χώραν

διδοὺς καὶ τῷ θερμῷ μέσην (μηδεμιᾶς γὰρ ὁρωμένης

ἐν τῇ τετράδι μεσότητος πῶς ἂν κἀν τούτοις μέσον

οἷόν τ' ἦν ἱδρύσασθαι;), τῷ δὲ θερμῷ τὴν ἄνω καὶ

9

πρώτην καὶ τῷ ὑγρῷ τὴν ἐφεξῆς ταύτῃ καὶ τῷ ψυχρῷ

τὴν μετ' ἐκείνην καὶ τὴν μετ' αὐτὴν τῷ ξηρῷ. ταῦτα

δ' ἐστὶ πῦρ τε καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ· ὧν τὸ μὲν

λίαν δραστικόν, ὀξύ τε καὶ κοῦφον ὂν καὶ λεπτομερές·

τὸ δεύτερον δ' οὐκ ὀλίγῳ ἔλαττον, ἀμβλύ τε καὶ κοῦφον

ὂν καὶ λεπτομερές· 〈τὸ δὲ τρίτον ἔτι μᾶλλον ὑφεῖται

ἀμβλύ τε ὂν καὶ βαρὺ καὶ λεπτομερές·〉 τὸ δὲ τέταρτον

εἰς τὴν ἐναντίαν τάξιν σχεδὸν περιΐσταται, ἀμβλύτητα,

βαρύτητα καὶ παχυμέρειαν ἐφελκόμενον. διά τοι τοῦτο

καὶ τὰ μὲν δύο πρῶτα γόνιμά εἰσι, τὰ δ' ἕτερα φθαρ-

τικά· θάτερον δ' αὖ ἑκατέρας συζυγίας ποιητικὸν καὶ

παθητικόν, πλὴν τὰ μέγιστα πρὸς τὴν τῶν φυτῶν καὶ

καρπῶν καὶ ζῴων συντελοῦντα σύστασιν. διὰ γοῦν

τούτων κεραννυμένων καὶ μιγνυμένων ἀλλήλοις ἡ ποι-

κίλη καὶ παντοδαπὴ τῶν ἐπὶ γῆς φύσις ἀποτελεῖται,

καὶ δι' αὐτῶν καὶ ἐξ αὐτῶν φυτῶν καὶ καρπῶν παντοῖα

καὶ διάφορα εἴδη ζῴων τε πτηνῶν καὶ χερσαίων καὶ

ἐνύδρων προῆκται γένη κατάλληλον ταῖς διατριβαῖς καὶ

τὴν σύστασιν εἰληχότων, ἃ πανταχοῦ γῆς ἐνεσπαρμένα

τὸ ποικίλον τῆς 〈τοῦ〉 δημιουργοῦ τέχνης θαυμάζειν

παρασκευάζει. τούτων δ' ἡγεμὼν ὁ ἄνθρωπος πέπλα-

σται, ὕλην μὲν τῆς συστάσεως τὴν αὐτὴν αὐτοῖς ἐσχη-

κώς, ἔχων δέ τι νοερᾶς οὐσίας ἐν αὑτῷ πλέον, καθ'

ἣν γῆν τε περιπολεῖ καὶ οὐρανοῦ ἐμβατεύει καὶ θαλάτ-

της ὑγρὰ τέμνει κέλευθα καὶ τούτων τὰ μεγέθη μετρεῖ,

ἔτι τε 〈τὰς〉 τῶν ἀστέρων κατὰ μῆκος καὶ πλάτος

πορείας ἐπίσταται καὶ τὰς περιόδους αὐτῶν ἀριθμεῖ

καὶ ὅ, τι περ ἂν ἀποτελεῖν δύναιντο.

〈ζʹ〉 Ἐπειδὴ γάρ, ὡς εἴρηται, τὸ σωματικὸν ἀμφίον

10

περικείμενος οὐκ ἐναργῶς ἀτενίζειν πρός τε τὰ γινόμενα

καὶ ἐσόμενα δύναται, ἀλλὰ τὴν ἔνυλον συνεισφέρει

ζωὴν τὴν καὶ τῶν ἀλόγων δεομένην γνώσεων, τὸ ἐλ-

λεῖπον ἐντεῦθεν ἀπὸ τῆς τῶν ἀστέρων φύσεως ἀνε-

πλήρωσε· πρῶτον μὲν ἐνιαυτῶν μέτρα καὶ μηνῶν καὶ

ἡμερῶν καὶ ὡρῶν ταῖς περιόδοις αὐτῶν ὁρισάμενος,

ἔπειτα αὐχμούς τε καὶ ὄμβρους καὶ λοιμοὺς καὶ νόσους

καὶ θανάτους ἐσθ' ὅτε σαφῶς προορώμενος· ἐφ' ᾧ δὴ

καὶ ἡ τῶν ἀπλανῶν σφαῖρα πρὸς δυσμὰς ἀπ' ἀνατολῶν

φέρεται, οἱ δ' ἀστέρες ὑπ' αὐτῆς ἐναντίως, διὰ μὲν

τῆς σφετέρας κινήσεως τὰς ἡμέρας καὶ νύκτας ἡμῖν

ὁριζομένη, διὰ δὲ τῆς τῶν πλανήτων ὑπ' αὐτῆς τοὺς

μῆνας καὶ ἐνιαυτούς, ἔτι δὲ καὶ τὰς τέσσαρας ὥρας,

καθ' ἃς ἑκάστη τῶν εἰρημένων ποιοτήτων τὸ ἑαυτῆς

δείκνυσι. τούτων δὲ τῶν διττῶν καὶ ἐναντίων κινή-

σεων οὐδὲν ἦν ἁτέρα τῆς ἑτέρας ἀπούσης· οὔτε γὰρ

μὴ ἡμερῶν οὐσῶν οἷόν τ' ἦν μῆνα μετρεῖν οὔτε μὴ

μηνὸς τὸν ἐνιαυτόν· καὶ διὰ τοῦτο διπλαῖ τε καὶ

ἐναντίαι ἐγενέσθην ἀλλήλαις. ταῖς γοῦν τοιαύταις

αὐτῶν περιόδοις ἐνιαυτοί τε, ὡς εἴρηται, καὶ ἡμέραι

γίνονται καὶ τὰ καθ' ἡμᾶς ἀνεπαισθήτως συμπεριά-

γονται. οὐ ταῦτα δὴ λέγω μόνον τὰ περιοδικῶς πάθη

συμπίπτοντα, ἀλλὰ καὶ πᾶν ὁτιοῦν ὁπωσοῦν συμβαῖνον

ἐκεῖθεν τὴν ἀρχὴν ἔσχηκεν, οὐ Μοίρας τινὸς συγκλω-

θούσης ἀφύκτῳ λίνῳ οὐδὲ εἱμαρμένης τὴν ἀρχὴν ἀλόγως

διανεμούσης, ὡς ἄν τινες εἴποιεν, ἢ κατὰ τὴν ἄμαχον

τῶν γενεθλιαλόγων ἀνάγκην, ὡς μήτε τοῖς καλοῖς ἆθλα

προκεῖσθαι μήτ' αὖ τοῖς πονηροῖς δίκην ἕπεσθαι· ἀλλ'

11

ἡ μὲν ψυχὴ καθάπαξ καὶ ἐφ' ὁποίῳ δήποτε σώματι

ἄνωθεν τὴν ἀπορροὴν ἔχουσα καὶ τὴν φύσιν ἀγαθὴ

οὖσα, εἰ μὴ πρὸς τὸ οἰκεῖον ἐπανατείνεται, εἰκότως

ἀποτίσει τὴν δίκην· τὸ δὲ σῶμα τῆς ὑλικῆς προσπα-

θείας μέτοχον ὂν πάθη τε παντοδαπὰ καὶ κράσεις

διαφόρους ὑφίσταται εὖ τε καὶ τοὐναντίον ἐχούσας.

καὶ ταύτας δή φαμεν εἰς τὴν τῶν ἀστέρων ἀνήκειν

ἐνέργειαν, οὐκ αὐτὴν τὴν οὐσίαν καὶ δύναμιν τῆς

ψυχῆς, ὅτι μὴ διὰ θερμοῦ ἢ ὑγροῦ ἢ τῶν ἑτέρων τινὸς

ποιοτήτων ὥσπερ ἐκεῖνοι σύγκειται· ἀλλὰ μὴν αὐθαί-

ρετον τὴν πρὸς τὰ κρείττω καὶ τἀναντία κεκτημένην

ῥοπὴν οὐδεμία τις ἀστέρων συμπλοκὴ καὶ περίοδος

ἄκουσαν ἂν ἀγάγοι πρὸς τοῦθ' ὅπερ ἂν οὐχ αἱροῖτο,

ὅτι μηδ' αὐτὴν ἄγειν γέγονεν, ἀλλὰ πλὴν αὐτῆς τἆλλα.

〈ηʹ〉 Εἰ δὲ φήσει τις, ὡς ἡ σελήνη βλάβην ἐπιφέρει,

ἐν οἷς ἂν ἐκλείπουσα τύχῃ, ὥς τινες κακῶς ὑπειληφότες

παρέδωκαν, ἀκούσεται, ὡς οὐ ποιεῖν ἔχει μᾶλλον ἢ

σημαίνει γενέσθαι· ὅπερ γὰρ ἐν ἐκείνοις χρόνῳ συμ-

βαίη τῆς κακίας τὴν ψυχὴν κατασχούσης, τοῦτ' ἐκείνη

πρὸ πολλοῦ προσημαίνει καὶ δείκνυσι σαφῶς ὡς ἐσό-

μενον· καὶ συμβαίνειν ἔχει, οὐχ ὅτι δείκνυται παρ'

ἐκείνης, ἀλλ' ὅτι συμβαίνειν ἔχει, δι' αὐτὸ δείκνυται.

καὶ μὴν ὁ ἐπὶ τῆς τοῦ θεοῦ λόγου γενέσεως ἀστὴρ

τοῖς μάγοις ἡγούμενος (καὶ μὴ μεμφέσθω τις τοιούτοις

παραδείγμασι χρωμένους, ἀλλ' εἴ τις συνετός, φιλοκρι-

νείτω τοῖς λεγομένοις, βέβηλοι δὲ θύρας ἐπίθεσθε),

ἐκεῖνος τοίνυν, οὐχ ὅτι γε ἐφάνη καὶ τοὺς μάγους

συνεφειλκύσατο, τὴν γένεσιν ἀπετέλεσεν, ἀλλὰ τοὐναν-

12

τίον τελουμένην ἐσήμανεν, οἱονεί τις κῆρυξ καὶ προ-

αγγελεὺς τοῦ τοσοῦδε καλοῦ γεγονώς.

〈θʹ〉 Οὐ μὴν ἀλλ', ὅπερ ἐξ ἀρχῆς ὑπεθέμην, ὡς ἡ

τῶν μελλόντων γνῶσις ἐκ τῆς περὶ τοὺς ἀστέρας ἐπι-

στήμης μόνης ἢ πρώτης ἡμῖν περιγίνεται καὶ οἰκεία

τις αὕτη καὶ σύμφυτος τὴν ἀρχὴν τοῖς ἀνθρώποις

ἀπονενέμηται, τοῦτ' ἐνταῦθα καὶ μάλ' ἐναργῶς κατα-

φαίνεται. τῇ γὰρ γενέσει ταύτῃ ῥᾴδιον μὲν ἦν καὶ

τὸν οὐρανὸν ἄνωθεν ὡς εἰπεῖν συγκαταβῆναι καὶ τὴν

γῆν ἀνομολογῆσαι ἔκ τινος οὐρανομήκους καὶ θεσπε-

σίας φωνῆς ἢ παμπληθεῖς ἀγγέλων ὁμίλους κατὰ συ-

στάσεις φανέντας ἀνακηρῦξαι πρὸς τὰ τῆς γῆς πέρατα.

οὐδὲν δὲ τοιοῦτον τερατῶδες ἐκαινοτομήθη τῇ φύσει,

ἀλλὰ τῇ συνήθει κἀνταῦθα πρὸς τὸ μέλλον γνώσει ὁ

τῶν θαυμασίων θεὸς τὸ θαῦμα τοῖς ἀνθρώποις ἐγνώ-

ρισεν, ἀστέρα τινὰ ξένον οἶμαι τοῦ συνήθους ἐπιστήσας

τῇ Βηθλεέμ, ὅπως δι' αὐτοῦ γνῶσιν οἱ τῆς ἐπιστήμης

ταύτης πάλαι ἐθάδες τὸ γεγονός, κἂν καὶ ῥᾳθυμίᾳ

γνώμης ταύτης καθάπαξ ἀποπεπτώκεσαν. οἷς δ' οὖν

ἐσώζετό τι λείψανον, συνεῖδόν τε εὐθύς, ὡς μέγα τι

καὶ ὑπὲρ φύσιν δηλοῖ, καὶ ἦλθον καὶ τὸ σέβας ἀπένε-

μον ὡς εἰκός. ἡ γοῦν ἐπιστήμη, δι' ἧς θεὸς ἐνανθρω-

πήσας ἐγνώσθη, ποία τις ἂν παρ' εὖ φρονοῦσι δικα-

σταῖς νομισθείη; ἢ πῶς ἂν δόξειεν εἶναι φαῦλον, ἣν

ἐκεῖνος ἀσκεῖν ὑπέδειξεν; κἀν τῷ σωτηρίῳ δὲ πάθει

σκοπητέον, ὅπως οὐ διά τινος πάλιν καινοτομίας τὸ

γινόμενον δεινὸν ἀπεσήμανεν, ἀλλὰ διὰ τῆς τοῦ ἡλίου

ἐκλείψεως. κἀνταῦθα γὰρ οἷόν τ' ἦν γῆν μὲν ῥῆξαι

καθάπαξ καὶ οὐρανὸν φωνὴν ἐκ προστάξεως ἀφιέναι

13

καὶ βροντὰς καὶ λαίλαπας καὶ κλόνον ἐπικρατῆσαι παν-

ταχῇ γῆς. τὸ δ' οὐ τοιοῦτον ἐγένετο· τὸ δὲ σύνηθες

πρὸς τὰ καινότερα τῶν συμβαινόντων σημεῖον, καὶ

οὗπερ γινομένου δεινά τινα συμβαίνειν δοκεῖν ἐδι-

δάχθημεν, μάρτυρα τῆς τοσαύτης φιλανθρωπίας καὶ

τοῦ πάθους ἡμῖν παρέλαβεν· πλήν γε ὅτι οὐκ ἀνθρώ-

πινον ἐδήλωσε πάθος, οἷα δὴ συμβαίνειν εἰώθασιν,

ἔδειξεν αὖ τὸ μὴ ἐν συνόδῳ καθάπερ εἰκός, ἀλλ' ἐν

πανσελήνῳ γενέσθαι.

Ἀλλ' ἀναφύονταί τινες πάλιν ἐνταῦθα καὶ συγχω-

ροῦσι μὲν ἐκ τούτων ἔχειν ἐξευρίσκειν τὸ μέλλον, μηδὲν

δὲ ὄφελος αὐτοῦ συνορᾶν, εἴπερ πᾶσα ἀνάγκη ταῦθ'

οὕτως ἀποβαίνειν, ὡς ἐτάχθησαν τὴν ἀρχήν· ἐπεὶ καὶ

τὸν Χριστὸν ἀπέκειτο μὲν ἐξ ἀρχῆς παθεῖν, οὐδὲν δὲ

τοιοῦτον σημεῖον οἷόν τ' ἦν ἐμποδὼν γενέσθαι καὶ

κατασχεῖν, εἴπερ οἱ προφῆται τοῦτο σαφῶς προκατήγ-

γειλαν. ἀλλ' ἐγὼ φαίην ἄν, ὡς οἷόν τ' ἦν καὶ τὸ

πάθος μὴ γεγονέναι καὶ τοὺς προφήτας οὐδὲν ἧττον

εἶναι προφήτας, εἰ σωφρονεῖν ὅλως ἡ τῶν Ἰουδαίων

πληθὺς ἠβούλετο, ὅπου γε κἀκεῖνοι δι' αὐτὸ τοῦτο

σχεδὸν προειρήκασιν, ὅπως τοῦ τοιαῦτα τολμῆσαι δεινὰ

οἱ Ἰουδαῖοι ἀπόσχωνται. εἰ δ' ἀπείχοντο, οὐδ' οὕτως

ἦν εἰκὸς ἐκείνους ψευσθῆναι. τὸ γὰρ εἰς αὐτοὺς ἧκον

ἀναμφισβητήτως ταῦτα τελέσειν ἔμελλον, ὑπὸ δὲ τῆς

ἐκείνων φωνῆς τῆς γνώμης ἐξεκρούοντ' ἂν ἄκοντες.

ἀνεκτότερον δὲ οἶμαι τοῦ γε ἑκόντα κακὸν εἶναι τὸ

καὶ ἄκοντα σωφρονῆσαι. ἀλλ' οἶμαι συνιδόντες ὁ τῶν

προφητῶν θεῖος ἑσμός, ὡς οὐδ' ὑφ' οὑτινοσοῦν ποτε

σημείου πείσονται τὸ μὴ οὐ ποιῆσαι κακῶς, οὕτως ἤδη

14

βεβαίως καὶ ἀσφαλῶς προεῖπον αὐτά. ἀλλ' εἰς τοῦτο

μὲν ἡμᾶς ὁ λόγος οὐκ οἶδ' ὅπως παρήνεγκεν.

〈λʹ〉 Ὥσπερ δ' ἐπὶ μουσικῆς ἁρμονίας ἑκάστη τῶν

χορδῶν οἰκεῖον φθόγγον ἀποτελεῖ, ὃς καθ' αὑτὸν μὲν

οὐκ ἂν ἐργάσαιτο, ὁμοῦ δὲ τοῖς τῶν ἄλλων γινόμενος

εἰς μέλος καθίσταται, οὕτω δὴ καὶ ἐπὶ τῆς τῶν ἀστέρων

ταυτησὶ χορείας χρὴ νοεῖν. ἡ γὰρ τούτων ἄπαυστος

πορεία, ὥσπερ τι σύμφωνον μέλος πλέκουσα, ἁρμόζει

τὰ περὶ γῆν· τὰ καθόλου μὲ καὶ κυριώτερα ἐντελῶς,

τὰ δὲ μερικώτερα, καθ' ὅσον οἷά τ' εἰσὶ τὴν ἔμφασιν

δέχεσθαι. εἰ δέ τις τοιούτου μέλους ᾀδομένου οὐχ

οἷός τ' ἐπαΐειν ἢ ὅλως αἰσθάνεσθαι, ἢ παρὰ τὴν σφε-

τέραν ἀσθένειαν ἢ γνώμης σκαιότητα, οὐ τοῦ μέλους

τοῦτ' ἂν εἴη κακία. τῶν γοῦν ἀστέρων τῇ σφῶν πορείᾳ

τὸ παναρμόνιον τοῦτ' ἐνδιδόντων μέλος ἡ φύσις ὥσπερ

χορηγὸς παρ' ἐκείνων παραλαβοῦσα τοῖς περὶ γῆν ὥσπερ

ἀντᾴδουσα ἐπεκτείνει, οὐ τοιοῦτον μὲν οἷον παρέλαβε

τὴν ἀρχήν, σῶζον δέ τι τὴν τοῦ μέλους ἰδέαν· ὡς ἐν-

τεῦθεν σειράν τινα καλλίστην ἐμφαίνεσθαι καὶ τὰ ἐπὶ

γῆς ἠρτῆσθαι μὲν πρῶτον τῆς φύσεως, αὐτὴν δὲ τῶν

ἀστέρων, τούτους δὲ τοῦ δημιουργικοῦ νοῦ καὶ πρώτου.

αὖθις δὲ τῶν ἐπὶ γῆς τὰ μὲν ἐπὶ πλέον γῆς, τὰ δ'

ὕδατος, τὰ δ' ἀέρος, τὰ δὲ πυρὸς μετεσχήκασι κατὰ

τὴν ἀπονενεμημένην ἑκάστῳ τῆς οἰκήσεως χώραν, καθ'

ἣν καὶ σύγκειται· ὡς ἐντεῦθεν ἑτέραν τινὰ σειρὰν

πλέκεσθαι, καλὴν μὲν καὶ ταύτην, πολλῷ δὲ τῆς προ-

τέρας ἀξιώματι λειπομένην.

〈ιαʹ〉 Καὶ τὰ μὲν ἐπὶ πλέον γῆς μετειληφότα

βραχύβια γέγονε, τὰ αὐτὰ δὲ καὶ πολύγονα, ὡς εἶναι

τῆς μὲν βραχυβιότητος αἰτίαν τὴν ἔνδειαν τοῦ θερμοῦ,

τῆς δὲ πολυγονίας τὴν βραχυβιότητα· ταῦτα δ' ἂν εἴη,

15

ὅσα ἧττον ἔναιμα καὶ τὰ σώματα σμικρά. καὶ τῶν

φυτῶν δέ, ὅσα μὲν ἐπὶ πλέον θερμοῦ κεκοινωνήκασι,

ταῦτα καὶ πολυχρονιώτερα καὶ στεγανώτερα κατίδοι τις

ἄν· ὅσα δὲ ἧττον, ὀλιγοχρόνια καὶ ἧττον σκληρά. τὰ

δὲ πλέον ὕδατος ἔχοντα βραχύβια μὲν καὶ ταῦτ' ἂν

εἴη κατὰ λόγον τῆς τοῦ θερμοῦ μετουσίας καὶ μαλακὰ

κατὰ τὴν ἐξ ἀρχῆς τῆς σφῶν φύσεως σύστασιν, πολυ-

γονώτερα μέντοι τῶν ἐπὶ γῆς διὰ τὸ πλέον ἔχειν

τροφῆς τὸ ὕδωρ παρὰ τὴν γῆν· καὶ τῶν φυτῶν δὲ

ὅσα πλέον ὕδατος μετειλήφασι, τοσοῦτον βραχύβια, ὡς

μηδ' εἰς ἐνιαυτὸν σχεδὸν διαρκεῖν. τὰ δὲ κοινὰ ἀέρος

καὶ γῆς, ὁποία ἡ τῶν πτηνῶν φύσις, μᾶλλον δὲ πλέον

ἀέρος ἢ γῆς μετέχοντα, κατὰ μέθεξιν πλείονος θερμοῦ

πολυχρονιώτερα, καὶ τούτων πλέον τὰ μέγεθος ἔχοντα·

τῶν δ' αὖ χερσαίων κοινῶν ὄντων καὶ τούτων γῆς καὶ

ἀέρος, μᾶλλον δὲ τὸ πλέον ἐχόντων γῆς, ὅσα μὲν

ἐναιμότερα καὶ πλείονος θερμοῦ μετεσχήκασι, διὰ τοῦτο

καὶ πολυχρόνια καὶ τούτων πλέον τὰ μέγεθος ἔχοντα·

ὅσα δὲ ἥττονος, καὶ βραχύβια.

〈ιβʹ〉 Δέδεικται μὲν οὖν ἐντεῦθεν σαφῶς πλείστην

δύναμιν ἔχον τὸ θερμὸν εἰς τὴν τῶν ἐπὶ γῆς σύστασιν,

ᾗ δὴ καὶ ζωὴ παρὰ πάντων ἡ τούτου παρουσία εὐστόχως

κέκληται. καὶ ὅπερ ἄν τις κατὰ λόγον εἰκάσειε, μέχρι

μὲν ἂν ὕλην καὶ τροφὴν ἔχῃ τὴν διαρκοῦσαν τῷ σώ-

ματι, ἐρρωμένως αὔξεται, ὃ δὴ φύσις αὐτῷ, καὶ νεότητα

τοῦ χρόνου τοῦτο καλοῦσιν ἄνθρωποι. ἐπειδὰν δὲ

ἐκείνη ἐνδῷ, καὶ τοῦτο αὐαίνεται, καὶ γῆρας τοῦτο τοῦ

χρόνου καλῶς ὠνόμασται, ῥεῦσις οἷον πρὸς γῆν, ὥσπερ

16

ἡ γένεσις τὴν ἀρχήν. ἡ δὲ παντελὴς αὐτοῦ ἔκλειψις

καὶ θάνατος γίνεται οὐκέτι μὲν νεῦσις εἰς γῆν ἀλλ'

ἄνοδος, ὃ δὴ σημαίνει καὶ τοὔνομα. ὅτι μὲν οὖν τὴν

ἀρχὴν ἐν ζῴοις ὕλη καὶ τροφὴ τοῦ θερμοῦ ἡ κατα-

βληθεῖσα πρῶτον ἐν αὐτοῖς ὑγρὰ σύστασις, αὕτη δ'

ἐπειδὰν μὲν ἱκανὴ ᾖ ἐκείνῳ τροφή, καὶ τὸ ζῷον ἔρρωται·

ἐπειδὰν δὲ ἐκλίπῃ, καὶ τὸ τρεφόμενον συνεκλείπει, καὶ

τοῦτ' ἔστιν ἐν τοῖς ζῴοις θάνατος, φθορὰ τοῦ ὑγροῦ

καὶ διὰ τοῦτο καὶ ἔκλειψις τοῦ θερμοῦ, ᾗ δὴ καὶ τοὺς

νεκροὺς καλοῦμεν ἀλίβαντας, —ὡς μὲν οὖν ἐκ τούτων

σαφέστατα δείκνυται, ταῦτ' εἶναι ἄμφω ποιητικά τε καὶ

γόνιμα, ὃ δὴ μικρῷ πρόσθεν ἐλέγομεν, ταῦτα δὲ ἀνήκειν

εἰς τὴν τῶν ἀστέρων οὐσίαν, καὶ τούτων πλέον εἴς

τε τὸν ἥλιον καὶ τὴν σελήνην αὐτήν, ἀρκεῖν μοι τὰ

εἰρημένα δοκεῖ.

〈ιγʹ〉 Ὅτι δὲ τὸ ἐν τούτῳ θερμὸν ψυχὴ μὲν οὐκ

ἂν εἴη, ἔχει δέ τι ἀνάλογον τῇ ψυχῇ 〈καὶ〉 διὰ τοῦτο

καὶ τῶν ἄλλων ἐστὶ κυριώτερον, καὶ τοῦτο πολλαῖς

ἀποδείξεσι ταῖς μὲν ἤδη δέδεικται, ταῖς δὲ αὖ δειχθή-

σεται, οὐχ ἧττον δὲ καὶ ἀπὸ τούτου κατίδοι τις ἄν.

ὥσπερ γὰρ ἐκεῖνο ἀπὸ σμικροῦ σπινθῆρος εἰς πυρκαϊὰν

αἴρεται, οὕτω καὶ τὸ ἐν ζῴοις θερμὸν ἀπὸ σμικροῦ

πρῶτον τοῦ καταβληθέντος ἐν σώματι εἰς τελείαν ζωὴν

ἐπιδίδωσιν. ἀμέλει καὶ τὸ ζῷον, κἂν νόσοις κακωθῇ

κἂν πληγαῖς αἰκισθῇ, μένῃ δέ τι λείψανον θέρμης ἐν

αὐτῷ, συντόμως τε ἀναλαμβάνει καὶ πρὸς τελείαν ἕξιν

καθίσταται· ὃ δὴ καὶ ἐπὶ πυρὸς συμβαῖνόν ἐστι, τῆς

μὲν ὕλης ἐπιλειπούσης, σπινθῆρος δέ τινος ἐπιμείναντος.

καὶ μὴν ἐκ τῶν στοιχείων, ὧν συνέστημεν, ἀνάλογον

17

ἡ φύσις τροφὴν ἡμῖν ἐχορήγησε, καὶ ἄνευ ταύτης

περιεῖναι οὐχ οἷόν τε. ἀλλὰ τὰ μὲν κυριώτερα καὶ

ἔμφυτα σχεδὸν ἡμῖν εἴργασται, τὰ δ' ἧττον ἀναγκαῖα

ἐπείσακτα. πρῶτον τοίνυν τὴν τοῦ θερμοῦ χρείαν

τοσοῦτον ἡμῖν ᾠκείωσεν, ὥστε καὶ εἰς τὸ μέσον ἐνθεῖσα

οὐκ εἴασε καθάπαξ ἀφίστασθαι, τὴν δὲ τοῦ ἀέρος

ἀφίστησι μέν, ἐπ' ἔλαττον δέ, καὶ τὴν τοῦ ὕδατος ἐπὶ

πλέον, καὶ 〈τὴν〉 τῆς ξηρᾶς τροφῆς ἐπὶ πλεῖστον· ὡς

συμβαίνειν θερμοῦ μὲν ἄνευ τὸ ζῷον οὐκ ἂν ζῆν

δύνασθαι, πρὸς ὀλίγον δ' ἂν ζῴη ἐπιλείποντος τοῦ

πνεύματος, ἐπὶ πλέον μέντ' ἂν περιγένοιτο ἀπορῆσαν

ὕδατος καὶ ἔτι πλέον σπάνει ξηρᾶς τροφῆς συσχεθέν.

ἀλλὰ ταῦτα μὲν καὶ πέρα ἴσως τοῦ δέοντος εἰρημένα

τῇδέ πῃ ἐχέτω τέλος, ἐπανιτέον δὲ ὅθεν ἀπετραπόμεθα.

Ὡς μὲν οὖν ἕκαστος τῶν ἀστέρων οὐσίωται καὶ

καθ' ἣν ποιότητα, καὶ οἵαν τάξιν αἱ σφαῖραι τούτων

εἰλήχασιν, ὑπεθέμεθα. ἐπεὶ δὲ ἡμῖν οὐ περὶ παντὸς

ζῴου πρόκειται θεωρεῖν, ὅτι καὶ δευτέρου λόγου ταῦτα

τῇ φύσει γέγονε, τὰ κατ' ἀνθρώπους μόνον ἀποτεμό-

μενοι λέγωμεν. ὥσπερ τοίνυν ὁ ἥλιος καὶ τὸ ἐν αὐτῷ

θερμὸν τὴν μέσην χώραν ἐν ἅπασιν ἔσχηκεν, οὕτω δὴ

καὶ τὸ ἐν ζῴοις θερμὸν τὴν μέσην αὐτῶν χώραν ὡς

προσφυῆ καὶ οἰκείαν ἐπέλαβε καὶ τὴν καρδίαν ἔσχε

δοχεῖον, σφαιρικὴν καὶ ταύτην οὖσαν παρὰ μικρόν.

ὅθεν οἱ τὴν δευτέραν περίοδον τῷ ἡλίῳ διδόντες πολὺ

τοῦ δέοντος ἀπετρέποντο, εἰ μὴ καὶ τὴν καρδίαν παν-

ταχοῦ μὴ τὴν μέσην χώραν φήσαιεν ἔχειν. ψυχρὰ δὲ

τὰ ἄκρα παντός εἰσι ζῴου κατά τε τὴν ἀπόστασιν τοῦ

θερμοῦ καὶ τὴν τάξιν καὶ θέσιν τῶν τῶν ἀστέρων

18

σφαιρῶν. σαφῶς δ' ἐντεῦθεν ὑπείληπται τὸν μὲν τοῦ

Κρόνου ἀστέρα ἐπέχειν ἐγκέφαλόν τε καὶ ὅσα περὶ

τοῦτον ψυχρά· τὰ δὲ κατὰ τὰς αἰσθήσεις καὶ τὸν

θώρακα εἰς τὸν τοῦ Διὸς ἀνακεῖσθαι· χολὴν δὲ διττὴν

καὶ περιττώματος διττοὺς ὀχετοὺς εἰς τὸν τοῦ Ἄρεως·

τὴν δὲ καρδίαν ἐπέχειν τὸν τοῦ Ἡλίου, ἥτις ἐστὶ πηγὴ

καὶ ῥίζα τοῦ αἵματος· τὰ δὲ κατὰ τὴν γαστέρα καὶ

νεφρούς, ἔτι δὲ μορίων καὶ σκελῶν θέσιν [εἰς] τὸν

τῆς Ἀφροδίτης· ἧπάρ τε καὶ σπλάγχνα τὸν τοῦ Ἑρμοῦ·

τὰ δὲ κατὰ τοὺς πόδας τὸν τῆς Σελήνης, ὡς ὄντας

ἧττον ἐναίμους καὶ δι' αὐτὸ ψυχροτέρους.

Ὁρᾶται μὲν οὖν κἀνταῦθα καλλίστη τις ἁρμονία

καὶ συμφυής, ὥσπερ καὶ ἐπὶ τῶν σφαιρῶν ὡς εἴρηται

τῶν ἀστέρων, σώζεται δὲ ὁ λόγος 〈ὁ〉 μικρὸν εἶναι

φάσκων ἐπὶ γῆς κόσμον τὸν ἄνθρωπον. ἀλλ' ἐπείπερ

ἕκαστον μέρος τούτου ἑκάστῳ τῶν ἀστέρων ἀπονενέ-

μηται, εἰκότως καὶ ὅσα περὶ ταῦτα συμβαίνει συμπτώ-

ματα, εἰς ἐκείνους ἀνήκειν τὴν ἀρχὴν τούτων νενόμι-

σται· ὅσα μὲν περὶ ἔρωτας καὶ μίξεις καὶ γαστρὸς

ἡδονὰς καὶ τοιαύτας ὀρέξεις, εἰς τὸν τῆς Ἀφροδίτης·

ὅσα δὲ εἰς ἀμείνους ἐπιθυμίας, λέγω δὴ λόγων ἄσκησιν

καὶ ζῆλον ἀρετῆς καὶ ἦθος κόσμιον, εἰς τὸν τοῦ Ἑρμοῦ.

διὰ τοῦτο καὶ εἰς πρόγνωσιν ἡμῖν συντελεῖ. ἡ γὰρ

τοῦ ἥπατος φύσις λειοτάτη οὖσα καὶ καθαρωτάτου

αἵματος συγκειμένη ὥσπερ ἐν ἐσόπτρῳ τῷ τούτου σώ-

ματι ἔσθ' ὅτ' ἐμφαίνει τὰ μέλλοντα, καθ' ὅσον καθαρό-

τητος αὐτῇ μέτεστιν, ὡς μὲν μέρος οὖσα τοῖς καθόλου

συνηνωμένη, ὡς δὲ ἀπὸ τοῦ παντὸς ἐμφάσεις δεχομένη,

19

τὰ μέλλοντα προσημαίνουσα· καὶ τοῦτο δ' ἄλλως οὐχ

οἷόν τε μὴ σχολαζουσῶν πασῶν τῶν αἰσθήσεων καὶ

τοῦ νοῦ πρὸς ἑαυτὸν συστραφέντος, ὅτε δὴ καὶ μόνος

αὐτὸς ἑαυτὸν θεωρεῖν δεδύνηται. ἀλλ' ἐπιστρεπτέον,

ὅθεν ἐξήχθημεν. καὶ ὅσα τοίνυν πρὸς τὴν τοῦ ζῆν

ὅλως σύστασιν τείνει καὶ ἐρρῶσθαι καὶ αὔξεσθαι, εἰς

τὸν ἥλιον ἀνήκειν πεπίστευται· ὅσα δὲ περὶ θυμὸν

καὶ θράσος καὶ ἀλόγους ὁρμάς, εἰς τὸν τοῦ Ἄρεως·

ὅσα δὲ κατὰ τὰς αἰσθήσεις καὶ θώρακα, εἰς τὸν τοῦ

Διός. καὶ γάρ τοι τούτων ἡ μὲν πρώτη καὶ κυριωτάτη,

ἐξ ὑγροῦ τὴν σύστασιν ἔχουσα, εἰς αὐτὸν ἀνατέθειται·

ὅσα τε ὄψιν τέρποντα καὶ ἀκοὴν γοητεύοντα καὶ

ὄσφρησιν καὶ γεῦσιν ἡδύνοντα, καὶ τούτων τὸ κράτος

εἴληχε. τὰ δὲ κατὰ τὸν ἐγκέφαλον εἴληχε μὲν ὡς

εἴρηται ὁ τοῦ Κρόνου, οἷον φαντασίαν, μνήμην, ἔτι δὲ

καὶ τὴν ἐναντίαν αὐτῇ λήθην καὶ γονὴν σπέρματος.

ἡ γὰρ φύσις ἕλκουσα ἀπὸ παντὸς τοῦ σώματος τὸ

καθαρώτατον καὶ λευκότατον πεπαίνει τε καὶ εἰς τὸν

κατὰ τὸν ἐγκέφαλον τόπον ἐναποτίθεται. οὐδὲ γὰρ

ἕτερον εἰκὸς εἶναι βελτίω τόπον τὸ καθαρώτατον

δέξασθαι. οὐ μόνον δέ, ἀλλὰ καὶ αἱ αἰσθήσεις τὰς

ἐμφάσεις τῶν ὁρωμένων τε καὶ νοουμένων δεχόμεναι

εἰς τὸν τοιοῦτον τόπον ἀνάγουσι. διὰ τοῦτο καὶ τοῖς

φάσκουσιν ἀπὸ τοῦ ἐγκεφάλου κατιέναι τὸ σπέρμα ὁ

λόγος ἔρρωται. εἴληχε δὲ καὶ γῆρας διὰ τὸ τῆς ψυχρό-

τητος αἴτιον καὶ διὰ τοῦτο ἀργίαν καὶ δυσπραξίαν

καὶ ὅσα ἐπὶ τὴν ὁμοίαν τείνει διάθεσιν, κυριεύει δὲ

καὶ νεύρων καὶ ἰχώρων καὶ φλέγματος. ἐπικοινωνεῖ

δὲ αὐτῷ καὶ ἡ σελήνη διά τε τὴν τῶν ἄκρων ὁμοιότητα

καὶ τὸ τὴν αὐτὴν κρᾶσιν ἔχειν ἐν τῷ ψυχρῷ, ἐφ' ᾧ δὴ

20

καὶ καρηβαρίας καὶ ἐπιληψίας κινεῖ. ἐπεὶ δὲ κατωτέρω

φέρεται τῶν τῶν ἀστέρων σφαιρῶν, δέχεται μὲν τὴν

ἐξ ἐκείνων ἀπορροήν, δέχεται δὲ καὶ ἀπὸ τῶν περὶ

τὴν γῆν ἀναθυμιάσεων συστάσεις τινάς, αἷς τὸ αὐτῆς

σῶμα πολυτελῶς καὶ ποικίλως κέκραται, ὡς μὲν διὰ

τοὺς ἀπὸ τοῦ ἡλίου φωτισμοὺς θερμὴν γίνεσθαι, διὰ

δὲ τὰς τοιαύτας συστάσεις ὑγρὰν καὶ μὴν καὶ ψυχρὰν

κατὰ τὸ οἰκεῖον τῆς φύσεως· καὶ διὰ τοῦτο μεγάλην

τῶν ἐπὶ γῆς ἔσχηκε δύναμιν μετὰ τὸν πρῶτον καὶ

κυριώτερον. συμβάλλεται μέντοι καὶ ἡ τῶν ἄλλων

ἀστέρων συντέλεια, οἷον χορηγούντων καὶ ποικιλλόντων

τὸ παντοδαπὸν τῶν γενέσεων· ὥσπερ δὲ ἐν τοῖς γένεσιν

ἄμφω ταῦτα ἄρρεν καὶ θῆλυ νενόμισται, οὕτω κἀν τοῖς

ἐγκοσμίοις δι' ἀμφοτέρων τούτων καὶ πρυτανεύεται καὶ

συνίσταται. ἐφ' ᾧ δὴ καὶ κασιγνήτους ἄμφω σοφοί

τινες εὖ μάλα παραδεδώκασιν, ὡς σαφῶς δὴ τὴν μὲν

τῶν ἀρρένων φύσιν τῇ τοῦ ἡλίου ἀναλογεῖν, τῇ δὲ

τῆς σελήνης 〈τὴν〉 τῶν θηλειῶν· ᾗ δὴ καὶ τὸ μὲν ἐκείνων

σπέρμα τὴν ζῳογόνον παρέχεται δύναμιν, τὸ δὲ τῶν

θηλειῶν οἱονεί τις ὕλη καὶ τροφὴ ἐκείνῳ ὑπόκειται.

τὸ γὰρ δὴ καὶ βραχύ τι τοῦτο πρὸς ποιητικὴν αἰτίαν

συμβάλλεσθαι παρείσθω τὰ νῦν.

Τίς μὲν οὖν οὐσία ψυχῆς καὶ ὅπῃ καὶ ὅθεν ἥκει,

τῶν εὐαριθμήτων σχεδὸν ἰδεῖν· πλήν γε ὅτι κατ' εἰκόνα

θεοῦ γεγενημένη καὶ τὴν ἀπορροὴν ἄνωθεν ἔχουσα,

λόγῳ μὲν ἁλωτὸς οὐκ ἂν εἴη, νῷ γε μὴν περιείληπται,

καὶ οὕτως οὐχ ἡ οὐσία ταύτης, ἀλλ' ἡ ἐνέργεια. καὶ

μὴν 〈περὶ〉 τῆς ἀρχετύπου πηγῆς, ἀφ' ἧς ἐρρύη,

21

φαντάζεσθαι δίδωσιν, ὅτι γε καὶ τῶν καθόλου τὰ μερι-

κώτερα εἰκόνας αὕτη καὶ τύπους ἐστήσατο κἀκ τῶν

ἐμφανῶν τἀφανῆ παρέσχε στοχάζεσθαι. καὶ τὰ μὲν

ἄλλα παραλιπεῖν μοι δοκῶ, τοῦτο δ' οὖν σαφῶς ὡμο-

λόγηται, ὡς λόγος μὲν ὄχημα νοῦ, τοῦ δὲ λόγου ψυχή,

τὸ δὲ πνεῦμα τῆς ψυχῆς· τοῦτο δὲ διῆκον διὰ φλεβῶν

καὶ ἀρτηριῶν καὶ αἵματος κινεῖ τὸ ζῷον καὶ πρὸς τὰς

οἰκείας ἐνεργείας καθίστησιν. ὅθεν ἡμεῖς εὐστόχως

ἄγαν καὶ εὐεπηβόλως ὁρμώμενοι καὶ ἐπὶ θεοῦ τρεῖς

ὑποστάσεις κατανοήσαντες σέβομεν καὶ τὸ τῆς ζωαρχικῆς

τριάδος ἀνεκαλύφθη μυστήριον· ὃ γὰρ νοῦς ἐν ἡμῖν,

τοῦτ' ἐν ἐκείνοις πατήρ· ὃ δὲ λόγος, υἱός· ὃ δὲ ψυχὴ

καὶ πνεῦμα, καὶ παρ' αὐτοῖς ἄχραντον καὶ ζῳοποιόν

ἐστι πνεῦμα. ἐῶ γὰρ λέγειν τὴν εἰς ἡμᾶς ἄρρητον

εὐδοκίαν τοῦ πατρὸς καὶ ἐνανθρώπησιν τοῦ υἱοῦ καὶ

τοῦ πνεύματος συγκατάβασιν, δι' οὗ ταῦτα καλῶς ἐδι-

δάχθημεν. ἀλλ' ἐπάνιμεν δή. ὥσπερ τοίνυν ἐκεῖνα ἐν

τῇ συστάσει δι' ἀλλήλων χωρεῖ καὶ τὸ ζῷον ἐμπνεῖ,

οὕτω κἀν τῇ διαλύσει αὖθις πρὸς ἄλληλα ἐπαναχωρεῖ

καὶ συστέλλεται· αἷμα μὲν εἰς τὸ πνεῦμα, πνεῦμα δὲ

εἰς ψυχήν, ψυχὴ δ' αὖ εἰς λόγον, καὶ ὁ λόγος εἰς νοῦν,

καὶ οὗτος αὖ εἰς τὸ συγγενές.

〈ιδʹ〉 Τῇ δὲ σπερματικῇ γονῇ ἄρτι τε ἐκκριθείσῃ

καὶ πρὸς τὴν ὑστέραν μεταβληθείσῃ ἕκαστος τῶν ἀστέρων

οἰκείαν δύναμιν ἐπιβάλλει· καὶ πρῶτον μὲν ὁ τῶν ἄλλων

πρῶτος καὶ τὸν τόπον ἐπέχων τοῦ σπέρματος, ἄρχει

δὲ οὗτος καὶ τοῦ πρώτου μηνός· δευτέρα δὲ ἡ σελήνη

τὴν ἑαυτῆς ἐνίησι δύναμιν, ἄρχουσα καὶ τοῦ δευτέρου

μηνός· καὶ τρίτος ὁ τοῦ Ἑρμοῦ· καὶ τέταρτος ὁ τῆς

22

Ἀφροδίτης, ἐφ' ᾧ δὴ καὶ τὸν τέταρτον μῆνα ζῳοποιεῖται

καὶ ἀσκαρίζον τὴν φυσικὴν κίνησιν δείκνυσι· πέμπτος

ὁ τοῦ ἡλίου· ἕκτος ὁ τοῦ Ἄρεως· ἕβδομος ὁ τοῦ Διός·

ὄγδοος ὁ τοῦ Κρόνου· διὰ τοῦτο καὶ τὰ μὲν ἑπτάμηνα

ζῳογονεῖται, τὰ δὲ ὀκτώμηνα οὔ· καὶ ἐννάτη ἡ σελήνη,

καθ' ἣν τελεσφορεῖται καὶ πρὸς φῶς ἔξεισιν. ἐντεῦθεν

αὕτη παραλαβοῦσα τὴν πρώτην ἐφορᾷ ἡλικίαν, ἄρχουσα

καὶ τοῦ πρώτου ἐνιαυτοῦ [μηνός].

〈ιεʹ〉 Γενομένου γὰρ ἑκάστου τήν τε ζωὴν καὶ τὸν

βίον οἱ ἀστέρες ἀπολαβόντες ἐφορῶσιν, ἕκαστος ἑκάστην

ἡλικίαν λαγχάνοντες. κατὰ γοῦν τοὺς ἑπτὰ ἀστέρας

καὶ ἑπτὰ αἱ ἡλικίαι ἀπονενέμηνται καὶ τοὺς χρόνους

ἕκαστος κατὰ λόγον τοῦ διαστήματος καὶ τῆς περιόδου

αὐτοῦ ἐφορᾷ, ὡς τῇ μὲν πρώτῃ κατὰ τὴν ἐβδοματικὴν

τάξιν ἔτη ἑπτὰ ἀπονενεμῆσθαι, τῇ δὲ τελευταίᾳ δὶς

εἶναι τοσαῦτα. τὴν μὲν οὖν πρώτην ἡλικίαν ὡς ἔφημεν

ἡ σελήνη ἐφορᾷ, καλεῖται δὲ βρεφική· ἐφορᾷ δὲ ὁμοίως

καὶ τὸν πρῶτον ἐνιαυτόν, καὶ τὸν δεύτερον ὁ τοῦ

Ἑρμοῦ, καὶ τὸν τρίτον ὁ τῆς Ἀφροδίτης, καὶ ἑξῆς οἱ

ἄλλοι ἀστέρες. ἔγνωσται δὲ τοῦτο διὰ τὸ ἀσθενὲς

τηνικαῦτα τῆς φύσεως καὶ τὴν ὑγρότητα καὶ ὀλιγο-

τροφίαν καὶ ἁπαλότητα· ἀλλὰ μὴν καὶ ἡ τῶν πραγμάτων

ἄγνοια καὶ ἡ ἐποχὴ τῶν πρακτέων καὶ ἡ ἀπορία τῶν

διανοήσεων, ἔτι δὲ καὶ τὸ τάχιον τῆς αὐξήσεως καὶ τὸ

ἐπιδεκτικὸν τῶν μεταβολῶν δηλοῖ τὴν σελήνην εἶναι

κυβερνῆτιν αὐτοῦ. εἶτα διαδέχεται τὴν δευτέραν ἡλικίαν

ὁ τοῦ Ἑρμοῦ καὶ διέπει αὐτὴν ἔτη ὀκτώ, ἥτις καλεῖται

παιδική· ἐγνώσθη δὲ διέπων ταύτην διὰ τὴν ἐμφαινο-

μένην τῇ ἀνθρωπίνῃ φύσει τηνικαῦτα εὐφυΐαν καὶ

23

ὀξύτητα καὶ κατάληψιν τῶν πραγμάτων, ὅτε δὴ καὶ

ἄρχεται μανθάνειν τε καὶ παιδεύεσθαι. εἶτα ὁ τῆς

Ἀφροδίτης [ὁ] τὴν τρίτην, ἥτις καλεῖται μειρακική,

καὶ διέπει αὐτὴν 〈ἔτη〉 ἐννέα. τηνικαῦτα γὰρ κινεῖται

ἡ περὶ τὰς τρυφὰς ἡδυπάθεια καὶ ἀκατάσχετος ὁρμὴ

πρὸς τὴν συνουσίαν γίνεται. καὶ τὴν τετάρτην ὁ τοῦ

ἡλίου, ἥτις δὴ καλεῖται ἀνδρική, καὶ διέπει αὐτὴν ἔτη

δέκα. τηνικαῦτα δὲ εὑρίσκομεν τὸν ἄνθρωπον φιλοῦντα

τὴν δόξαν καὶ μεταστῆναι πρὸς τὰ κρείττω σπεύδοντα

καὶ ἀπὸ τῶν παιδικῶν ἐπὶ τὰς σπουδὰς κατέχοντά τε

τὰς ἡδονὰς καὶ τὸ παίζειν ἀπαναινόμενον. καὶ μετὰ

τὸν ἥλιον διαδέχεται τὴν πέμπτην ἡλικίαν ὁ τοῦ Ἄρεως,

ἥτις καλεῖται ἀκμαστική, καὶ διέπει αὐτὴν ἔτη ἕνδεκα.

διὰ τοῦτο ἐν αὐτῇ οἱ ἄνθρωποι ἐπιμελούμενοι 〈τῶν〉

ἐν τῷ βίῳ πόνοις καὶ φροντίσι σφᾶς αὐτοὺς κατα-

τρύχουσι καὶ μόχθοις προσταλαιπωροῦσι καὶ τὰς πλείους

ἡδονὰς καταλιμπάνουσιν. εἶτα τὴν ἕκτην ὁ τοῦ Διός,

ἥτις καλεῖται πρεσβυτική, καὶ διέπει αὐτὴν ἔτη δώδεκα.

τηνικαῦτα δὲ οἱ ἄνθρωποι τοὺς πολλοὺς πόνους καὶ

κόπους καταλείπουσι καὶ τὸ σφαλερῶς καὶ παραβόλως

ἐπιχειρεῖν καὶ φροντίζουσι τῶν καλῶν καὶ ἀγαθῶν

πράξεων καὶ χρῶνται ταῖς εὐποιΐαις. καὶ τὴν ἑβδόμην

ὁ τοῦ Κρόνου, ἥτις καλεῖται γεροντική, καὶ διέπει

αὐτὴν ἔτη τρισκαίδεκα καὶ μέχρι τέλους. τηνικαῦτα

δὲ παρακμάζουσι καὶ ἀδυνατοῦσιν οἱ ἄνθρωποι καὶ τὰ

σώματα ψύχονται καὶ ὀκνοῦσι καὶ ἀποροῦσι καὶ ὀλι-

γοψυχοῦσιν ὥσπερ ἀπαγορευούσης τῆς φύσεως καὶ

ἐκκόπτονται τῶν ἐλπίδων καὶ ἐπιθυμιῶν ἐστέρηνται

καὶ νόσοις πιέζονται. συμβαίνει γοῦν, ὥσπερ ἀπ' αὐτοῦ

24

τὴν ἀρχὴν κατὰ τὴν τοῦ σπέρματος σύστασιν ἤρξαντο,

καὶ καταλήγειν εἰς τὸν αὐτὸν καὶ κυκλικήν τινα περὶ

αὐτοὺς πρόοδον καὶ ἐπιστροφὴν φαίνεσθαι καὶ τὸν

βίον ὅροις ἑβδομάδος μετρεῖσθαι.

〈ιϚʹ〉 Ἐπανιτέον δὲ καὶ τὴν τοῦ ἡλίου ἐπεξεργαστέον

εἰς τὰ γεννητὰ δύναμιν, ἐπειδὴ καὶ τὸ πᾶν σχεδὸν

κῦρος οὗτος ἀνέζωσται. ὡς μὲν οὖν κάλλιστος ὁ κόσμος,

μαρτυρεῖ μὲν καὶ ἡ ὄψις τοῖς μὴ καθάπαξ ἐσκοτωμένοις,

πρὸς οὗ γε καὶ πᾶν ἀπειργασμένον παράδειγμα κάλλι-

στόν τι χρῆμα γεγένηται· δείκνυσι δὲ καὶ τὸ φαινόμενον

τοῦ οὐρανοῦ κάλλος καὶ ἡ τάξις τῶν περιόδων καὶ τὰ

τῶν ὡρῶν μέτρα. ἀλλὰ μὴν καὶ ἡ τῶν στοιχείων

ἁρμονία καὶ ἡ διὰ πάντων ἀναλογία, ἔτι δὲ καὶ ἡ τῶν

ἀφανῶν ἐν αὐτῷ δυνάμεων τάξις πῶς οὐ κάλλιστον

αὐτὸν ἀποφαίνει τῶν γεννητῶν; ὅταν γε μὴν εἰς τὴν τῶν

ψυχῶν ἐναρμόνιον χορείαν ἀπίδῃ τις καὶ τὴν χορηγίαν

τῆς θείας ζωῆς, ἣ πληροῖ μὲν αὐτόν, τὰ δὲ ἐν αὐτῷ

δι' αὐτοῦ, οὐ μόνον ἕξει τοῦ κάλλους σφόδρα θαυμάζειν,

ἀλλὰ καὶ αὐτὸς ὅλως γένοιτ' ἂν τοῦ κάλλους διακορής.

οὐδὲν δὲ οἷον τὸ τοῦ ἡλίου ἐν ἑαυτῷ περιείληφεν·

οὗτος γὰρ ἔχει μὲν ἐν ἑαυτῷ τὴν τῶν ὅλων οὐσίαν,

καὶ διὰ τοῦτό τινες καὶ τῇ τῶν τεσσάρων στοιχείων

φύσει τοῦτον κεκρᾶσθαι ᾤοντο· ἡγεμὼν δ' ἐστὶ τοῦ

σύμπαντος κόσμου καὶ πάντων γεννητικός· γεννῶν δὲ

αὖθις καὶ διαλύει καὶ πρὸς τὸν σπερματικὸν λόγον

ἀναλαμβάνει, διδοὺς μὲν τῇ ὕλῃ οὐσίαν σχεδὸν καὶ

ζωήν, ἀνταπολαμβάνων δὲ τὴν ἄνωθεν ὕπαρξιν. μέσος

γὰρ ἵδρυται, τὰ ἄκρα συνδέων καὶ καθάπερ ἡνίοχος

25

ἀγαθὸς τὸ τοῦ κόσμου ἅρμα ἀσφαλῶς ἐλαύνων· εἰσὶ

δὲ αἱ ἡνίαι ζωὴ καὶ ψυχὴ καὶ πνεῦμα καὶ γένεσις

κατὰ τὴν ἑκάστου φύσιν τῶν γεννητῶν. καὶ τῷ μὲν

καταλαμβανομένῳ καὶ περιλάμποντι τὸ πᾶν ὕδατος καὶ

γῆς καὶ ἀέρος κύτος ζῳογονεῖ, γένεσιν δὲ ἀνακινεῖ καὶ

μεταβολὴν τῷ παντὶ ἡγεμών τε καὶ τροφὸς παντὸς

γένους ἐστί. καὶ ὥσπερ ὁ νοητὸς κόσμος τὸν αἰσθητὸν

περιέχων πληροῖ αὐτὸν ὀγκῶν ταῖς ποικίλαις καὶ παν-

τομόρφοις ἰδέαις, ὣς δὲ καὶ ὁ ἥλιος ἐν τῷ κόσμῳ πάντα

περιέχων ὀγκοῖ πάντων τὰς γενέσεις καὶ ἰσχυροποιεῖ

καμόντων τε καὶ ῥυέντων ἀποδέχεται τὰς συστάσεις.

Καὶ χοροί τινων θειοτέρων οἶμαι…

περὶ…

The complete text is available when the reading interface loads.