The Greek Library Author

Plutarch

Σύγκρισις Δημοσθένους καὶ Κικέρωνος

Chapter 4

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Bernadotte Perrin
Edition reference
Plutarch's Lives · Cambridge, MA · Harvard University Press · 1919
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg056.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 4

καὶ μὴν ἥ γε φυγὴ τῷ μὲν αἰσχρὰ κλοπῆς ἁλόντι συνέπεσε, τῷ δὲ κάλλιστον ἔργον ἀνθρώπους ἀλιτηρίους ἐκκόψαντι τῆς πατρίδος, διὸ τοῦ μὲν οὐδεὶς λόγος ἐκπίπτοντος, ἐφʼ ᾧ δʼ ἡ σύγκλητος ἐσθῆτά τε διήλλαξε καὶ πένθος ἔσχε καὶ γνώμην ὑπὲρ οὐδενὸς εἰπεῖν ἐπείσθη πρότερον ἢ Κικέρωνι κάθοδον ψηφίσασθαι.

τὴν μέντοι φυγὴν ἀργῶς ὁ Κικέρων διήνεγκεν ἐν Μακεδονίᾳ καθήμενος, τῷ δὲ Δημοσθένει καὶ ἡ φυγὴ μέγα μέρος τῆς πολιτείας γέγονε. συναγωνιζόμενος γάρ, ὥσπερ εἴρηται, τοῖς Ἕλλησι καὶ τοὺς Μακεδόνων πρέσβεις ἐξελαύνων ἐπήρχετο τὰς πόλεις, πολὺ βελτίων Θεμιστοκλέους καὶ Ἀλκιβιάδου παρὰ τὰς αὐτὰς τύχας φανεὶς πολίτης· καὶ μέντοι κατελθὼν αὖθις ἑαυτὸν ἐπέδωκεν εἰς τὴν αὐτὴν ταύτην πολιτείαν, καὶ διετέλει πολεμῶν πρὸς Ἀντίπατρον καὶ Μακεδόνας.

Κικέρωνα δʼ ὠνείδισεν ἐν τῇ βουλῇ Λαίλιος αἰτουμένου Καίσαρος ὑπατείαν μετιέναι παρὰ νόμον, οὔπω γενειῶντος, σιωπῇ καθήμενον. ἔγραφε δὲ καὶ Βροῦτος ἐγκαλῶν ὡν μείζονα καὶ βαρυτέραν πεπαιδοτριβηκότι τυραννίδα τῆς ὑφʼ αὑτοῦ καταλυθείσης.